ΙΟΥΛΙΟΣ ΚΒ΄.
ΜΕΝΕΛΑΟΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχ. Ϛ΄ καὶ ψάλλομεν προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
θείου ἔρωτος βέλει, τρωθεὶς Μενέλαε, ἀπὸ παιδὸς εἰσέτι, ἀπεστράφης τὸν κόσμον,
καὶ μόνον ἐπεπόθεις τοὺς οὐρανούς, καὶ τὸν βίον ἐῤῥύθμισας, τοῖς ἁγιότητος
τρόποις, πάντας κινῶν, τοῦ θαυμάζειν σου τὴν φρόνησιν.
Οὔτε
εὐγένεια γένους, οὐδὲ προσκαίρων τιμή, ἐδούλωσαν ψυχήν σου, ἧς ὁρμὴν
καθωδήγεις, ζητεῖν ἐλαφιαίως τὸν Ἰησοῦν, ἐφετῶν τὸ ἀκρότατον, καὶ συναφθῆναι ἀΰλως
ἀεὶ Αὐτῷ, θεοονούστατε Μενέλαε.
Τὴν
καθαράν σου καρδίαν, ναὸν πεποίηκεν, ὁ πάγκαλλος Δεσπότης, ἐκ νεότητος πρώτης,
πληρώσας ὕπαρξίν σου θείῳ φωτί, καὶ διδάξας ἀῤῥήτως σε, ὑπερβολὴν μυστηρίων τῶν
θεϊκῶν, ἀγγελόβιε Μενέλαε.
Τοῦ
οὐρανίου Νυμφίου, ἐκλεξαμένου σε, καὶ Πνεύματος σφραγῖδι, σῇ καρδίᾳ βαλόντος, ἀπέῤῥιψας
μνηστείαν κόρης σεμνῆς, καὶ κρυφίως διέφυγες, σὺν ὁμοψύχοις σου φίλοις, τὰς
κοσμικάς, ἡδονὰς πάτερ Μενέλαε.
Ὑποταγεὶς
ὡς Κυρίῳ, Εὔδῳ τῷ θείῳ πατρί, ἐφλέχθης τὴν καρδίαν, κατὰ μόνας ἀσκῆσαι, διὸ τῆς
ἡσυχίας μέλι γλυκύ, τὴν ψυχήν σου ἀνέπαυσε, καὶ ἐμπειρίαις ὁσίαις χαριτωθείς, ἡγιάσθης
ὦ Μενέλαε.
Ἀναλαβὼν
ἡγουμένου, διακονίαν σοφῶς, ἐποίμανας σὴν ποίμνην καὶ ἠξίωσαι πάτερ, θαυμάσια
ποιῆσαι, τῇ τοῦ Σταυροῦ, ἐνεργείᾳ καὶ χάριτι, μητρὶ δὲ δοῦναι τὸ Σχῆμα τῶν
μοναχῶν, σωφρονέστατε Μενέλαε.
Δόξα.
Ἦχος πλ.β΄.
Ὁ
ζωοπάροχος καυτὴρ τοῦ Ἰησοῦ, σὲ νηπιόθεν Μενέλαε ἐστιγμάτισεν, αὐξανόμενος δὲ
καθ’ ἑκάστην, ὅλην σου τὴν ὕπαρξιν κατέφλεξε, καὶ ὡς δορκάδα θεοδίψαστον, πρὸς
τὴν πηγὴν τῆς ζωῆς καθωδήγησεν. Ἔνθα τέλειος μοναστὴς ἀνεδείχθης, ποιμὴν
προβάτων λογικῶν, καὶ ποιητὴς ἐγένου θαυμασίων ἐξαισίων. Καλῶς δὲ τελέσας τὴν
πολιτείαν σου, νῦν ἐν Παραδείσῳ χαίρων παρίστασαι, πρεσβεύων ἀπαύστως Χριστῷ τῷ
Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένεϗ τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον
σου, ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς
προῆλθεν, ἀφράστως σαρκωθείς. Φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος, ἄνθρωπος
δι’ ἡμᾶς. Οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος.
Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν·
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε,
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία
γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Ἀγγελικὴν
ζηλώσας πολιτείαν, ἐξ αὐτῶν τῶν σπαργάνων σου Μενέλαε, τοῦ παγκάλου Ἰωσὴφ ἐμιμήθης
τὸν τρόπον, καταλιπὼν διὰ φυγῆς ὡς σινδόνα, τοῦ ἀῤῥαβῶνος τὸ πειστήριον. Ὅθεν
σεαυτὸν καλλύνας τῇ χάριτι τοῦ φιλοάγνου Χριστοῦ, ἡμῖν προτίθεσαι, εἰκὼν λαμπρὰ
τῆς ἁγνότητος.
Ἦχος
β΄
Ζυγοστατήσας
τῶν ἡδονῶν τὸ ἀμφότερον, τὰς ἐκ τοῦ Πνεύματος μᾶλλον ἢ τῆς σαρκός, προείλου
σολωμοντίως πάτερ σοφὲ Μενέλαε. Πᾶν γὰρ τὸ κωλῦόν σε ἀπὸ τῆς γνώσεως τοῦ
Κυρίου, ἐν σωφροσύνῃ τελείᾳ ὡς σκόλοπα ἐξέβαλες, καὶ ἐλευθεροπορῶν ἔφθασας εἰς
τὴν οὐράνιον Πόλιν, ἐν ᾗ ἀπολαύων τῆς θεώσεως, μνήσθητι τῶν τὴν μνήμην τιμώντων
σου ὁσιώτατε.
Ἦχος
γ΄
Τῇ
συναμίλλῃ τῶν ἐκλεκτῶν συναθλητῶν σου, ἐχώρησας Μενέλαε, ἀπὸ ἀρετῆς εἰς ἀρετὴν
βαθμηδόν, περιβληθεὶς τῆς ὁσιότητος τὸν ἱδρωταγόραστον τρίβωνα. Καὶ τῇ
γλυκύτητι τῆς ἡσυχίας ἐνδυναμωθείς, γέγονας ἔμπρακτος καθηγητὴς μοναζόντων,
πληθύνας ψαλμικῶς τὰ τέκνα τῆς πρώην ἀγόνου ἐρήμου. Ὅθεν σου τὴν μνήμην γεραίροντεςσήμερον,
αἰτούμεθα ἀκτῖνα τῆς φιλοτέκνου καὶ στηρικτικῆς ἀγάπης σου.
Ἦχος
δ΄
Ὅπου
Θεὸς τὸ ποθούμενον, οἱ νόμοι τῆς φύσεως ἀνατρέπονται, καὶ ἄλλου ἀέρος ἐνεργεῖται
ἡ ζωοποιὸς δύναμις. Οὕτω καὶ ἐν τῇ ὑπὲρ φύσιν πολιτεία σου Μενέλαε θεόψυχε, ἡ ἀλήθεια
τοῦ λόγου τρανῶς ἀποδέδεικται. Ὤφθης γὰρ ἀνάκτορον περίλαμπρον Θεοῦ, καὶ εἰκὼν σωφροσύνης
καὶ φιλοθεΐας· ὡς ἔμπορος δὲ συνετός, συνήγαγες πλοῦτον οὐράνιον. Καὶ νῦν ἀναπαυόμενος
ἐν τῇ Βασιλείᾳ τοῦ Κυρίου, μνήσθητι ἡμῶν, τῶν ὕμνοις γεραιρόντων σε.
Δόξα.
Ἦχος πλ.α΄
Τῆς ἀλλοιωτικῆς
Χάριτος τοῦ Ἁγίου Πνεύματος, ἀπὸ νεότητος ἄκρας τὴν ἐπίσκεψιν δεξάμενος
Μενέλαε, ὡς τετρωμένος τὴν καρδίαν, κόσμον καὶ τὰ τοῦ κόσμου ἡδέα, ἀμέσως
κατέλιπες, καὶ ἰσοβίως ἐφάνης ποθητὴς τοῦ ἀκτίστου φωτὸς τοῦ Παραδείσου. Ἔνθα ἀπολαβὼν
τὸ βραβεῖον παρὰ τοῦ δικαιοκρίτου Κυρίου, ἱκέτευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος. Τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Βεβλημένος
τῷ ἔρωτι, τοῦ Χριστοῦ ἐκ νεότητος, τῆς σαρκὸς ὑπέταξας τὰ σκιρτήματα, καὶ
κοσμικὴν ματαιότητα, σωφρόνως ἐπάτησας, Βασιλείαν οὐρανῶν, ἐκ ψυχῆς σου ἐπόθησας,
δι’ ἣν εἴληφας, τὸν σταυρόν τῆς ἀσκήσεως ἐπ’ ὤμων, συνειδήσεως πυγμάχος, ἀναδειχθεὶς
ὦ Μενέλαε.
Στίχ.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Διδασκάλου
σου Ὅσιε, εἰληφὼς συγκατάθεσιν, ὡς στρουθὸς φιλέρημος ἀνεχώρησας, εἰς ἡσυχίαν
χριστόστοχον, τὴν φλόγα Μενέλαε, ὑπανάπτων διαρκῶς, καὶ δαιμόνων τὰ ἔνεδρα, μὴ
πτοούμενος, ἀρεταῖς δὲ αὐξάνων καθ’ ἡμέραν, μοναστῶν σοφὸς ἐδείχθης, καθηγητὴς ἐκ
τῆς πείρας σου.
Στίχ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Ἀβραὰμ
μιμησάμενος, τὴν πατρίδα κατέλιπες, καὶ σὺν ὁμοστόχοις σου καὶ ὁμόφροσι, ἐν τῇ ἐρήμῳ
σκηνώσαντες, Πατρίδα τὴν ἄσειστον, ἐποθεῖτε Οὗ Χριστός, καὶ Ἁγίων τὰ τάγματα, ὅθεν
σήμερον, σὴν σεβάσμιον μνήμην ἐκτελοῦντες, μακαρίζομεν τυχόντα, ταύτης θεόφρον
Μενέλαε.
Δόξα.
Ἦχος β΄.
Τὰ
μένοντα τῷ χρόνῳ ἀμετάβλητα, ποθήσας σωφρόνως πάτερ Μενέλαε, τῶν κοσμικῶν
παγίδων, δι’ ὧν ὁ μισόψυχος ἐχθρὸς ἡμᾶς ἀεὶ θηρεύειν ἐπιχειρεῖ, τὰς συμπλοκὰς
σοφῶς διέλυσας. Ναὸς δὲ γενόμενος ἀρετοστόλιστος τοῦ Δεσπότου Χριστοῦ, καὶ πολλὴν
τὴν παῤῥησίαν ἐν εὐχαῖς κεκτημένος, πρέσβευε διηνεκῶς, ὑπὲρ τῶν πίστει καὶ πόθῳ
τελούντων τὴν θείαν μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὢ
θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς
τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι
βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σε τιμώντων, τοῦ οἰκτειρῆσαι
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Την
Χριστὸν ἀγαπήσας, ὑπέρ πάντα Μενέλαε, τὸν σταυρὸν ἀσκήσεως ἦρας, καὶ ἐρήμῳ κατιώκησας·
πληθύνας δὲ ψυχῆς τὰς ἀρετάς, ποιμὴνπολλῶν ἐδείχθης μοναστῶν, καὶ Μονήν σου ὡς
παράδεισον ἐπὶ γῆς, ἀνέδειξας τοῖς ἔργοις σου. Ὅθεν ὁ δίκαιος Κριτής, θαύμασι σὲ
ἐτίμησεν, Ὃν καθικέτευε ἀεί, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον σου, Σωτήρ.
Τοῦ
κόσμου τὰ τερπνά, καὶ δαιμόνων τοὺς δόλους, δυνάμει τοῦ Θεοῦ, κατεπάτησας
πάτερ, καὶ γέγονας ἔμψυχον, εὐαγγέλιον ἅπασι, τοῖς πελάζουσι, καὶ τὸν σὸν βίον ὁρῶσι,
τὸν χριστόγραπτον, δι’ ὃν τὸ στέφος εἰλήφεις, ὁσίων Μενέλαε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Λυχνία
χρυσαυγής, τοῦ Ἡλίου τῆς δόξης, λαμπὰς λευκοφαής, τοῦ φωτὸς τοῦ ἀδύτου, νεφέλη
πυρσεύουσα, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τῆς καρδίας μου, ἀμβλυωπούσας τὰς κόρας,
φωταγώγησον, μαρμαρυγαῖς ἀκηράτοις, καὶ θείοις πυρσεύμασιν.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείου
ἔρωτι βληθεὶς τῷ βέλει, κατεφρόνησας, πᾶν τὸ γεῶδες, καὶ μοναζόντων τὸ σχῆμα ἐνδέδυσαι,
ἐν ἡσυχίᾳ δὲ πλοῦτον συνήγαγες, καθάπερ ἄλλη τοῦ πνεύματος μέλισσα· ὅθεν
σήμερον, τὴν μνήμην σου ἑορτάζοντας, Μενέλαε πλουσίως κατευλόγησον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Παραμύθιον
τῶν θλιβομένων, ἱλαστήριον ἁμαρτανόντων, σὺ ἀνεδείχθης Μητροπάρθενε Δέσποινα, τὴν
γὰρ βροτῶν σωτηρίαν γεννήσασα, πύργος ἰσχύος πιστοῖς μόνη γέγονας· ὅθεν
κράζομεν, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τῆς
Τριάδος τὸ φέγγος ψυχῇ δεξάμενος, ἐμεθύσθης θεόφρον πάτερ Μενέλαε, καὶ τὰ ἐπίγεια
λιπὼν ὡς φιλέρημος, τρυγὼν ηὐλίσθης ψαλμικῶς νῆψιν τηρῶν καρδιακήν, διὸ καὶ
κατηξιώθης, ποιμὴν γενέσθαι πληθύος τέκνων, καὶ ἐμπειρότατος διδάσκαλος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν ἀνείκαστον
χάριν τῆς εὐσπλαγχνίας σου, καὶ τὸ ἔνθεον κράτος τῆς δυναστείας σου, Παρθενομῆτορ
Μαριὰμ ἐπιστάμενος, ἀναβοῶν σοι ἐκτενῶς· ἐκ πάσης θλίψεως ἐμέ, ἐξάρπασον τὸν σὸν
δοῦλον, καὶ ἔμπλησον θυμηδίας, ὅπως ὑμνῶ σε Παναμώμητε.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου ὁ
θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχος·
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Εὐαγγέλιον, τὸ Ὁσιακόν. (βλ.Ὄρθρον ὁσίου
Σάββα)
Ὁ
Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα,
στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Ὡς
θεαυγῆ φωστῆρα μοναζόντων, καὶ ἀπλανῆ ὁδηγὸν εἰς σωτηρίαν, ἀνυμνοῦμέν σε πάτερ
Μενέλαε, ὅτι ἐδόξασας μεγάλως τῷ βίῳ σου, τὸν σὲ διὰ τοῦτο, μεγάλως δοξάσαντα
Κύριον.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Μονὴν Θεοῦ δεῖξόν με, Μενέλαε θεόφρον. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Μενέλαε
ὅσιε, τὴν θαυμαστὴν πολιτείαν σου, καὶ ἄθλους ἀσκήσεως, ὑπερθαυμάζοντες, ἱκετεύομεν,
τὰς χεῖράς σου ἐπαίρειν, μὴ παύσῃ πρὸς Κύριον, ὑπὲρ τῶν δούλων σε.
Ὁ ἔνθεος
πόθος σου, ἀπὸ παιδὸς ἐγκατέστηται, καὶ ὅλον σε ἔφλεξε, πάτερ Μενέλαε, ὅθεν ἔστραπται,
ὁ νοῦς σου πρὸς τὰ ἄνω, καὶ ἄλλον σε ἄγγελον, ἔδειξε σώματι.
Νικήσας
τὰ ἔνεδρα, τοῦ πονηροῦ καὶ τὰ θέλγητρα, τοῦ κόσμου Μενέλαε, σωφρόνως ἔδραμες, σὺν
τοῖς φίλοις σου, τυχεῖν Σχήματος θείου, ἐν ᾧ καὶ διέπρεψας, θαυμασιώτατα.
Θεοτοκίον
Ἡνέωξας
Δέσποινα, τὸν κεκλεισμένον Παράδεισον, τῇ θείᾳ γεννήσει σου, διὸ καὶ εἴληφας, τῆς
θεότητος, τὰ δευτερεῖα ἔργων, καὶ δέχῃ εὐγνώμονας, ὕμνους καὶ ᾄσματα.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νικήσας
ἐν τῇ ζυγοστασίᾳ, Μενέλαε ὤφθης νικητής, καὶ βίον προετίμησας, ἀσκητικὸν καὶ ἄζυγον,
καὶ τὴν μνηστείαν ἔφυγες, ἣν σοι γονεῖς προητοίμαζον.
Θεοῦ ἀκορέστως
ἀπολαύων, Μενέλαε ἔτι ἐκ παιδός, τοὺς πόδας σου ἐξέτεινας, ὅπως Αὐτοῦ
λαμπρότερον, τύχῃς τοῦ θείου Σχήματος, σὺν ὁμοστόχοις συνδρόμοις σου.
Εὔδῳ ὑπετάγης
ὡς Κυρίῳ, ἀββιᾶ ἱερώτατε Μενέλαε, ἐν πάσῃ σου ἁπλότητι, καθὼς ποιμένι πρόβατον,
ὅθεν ναὸς γεγένησαι, τοῦ Παρακλήτου ὑπέρλαμπρος.
Θεοτοκίον
Ὅπου ἐπιπέσῃ
τοῦ Υἱοῦ σου, ὁ ἔρως Παρθένε Παναμώμητε, νόμοι ἀνατρέπονται, οἱ φυσικοὶ καὶ ἔρχεται,
ἡ χάρις θείου Πνεύματος, καὶ ἐνεργεῖ ὅσα βούλεται.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Κανών
ἀκριβέστατος τῶν μοναζόντων φανείς, τῷ βίῳ Μενέλαε, ἀνατεθεὶς τῷ Θεῷ, θυσία
πανεύοσμος. Πάντων καταφρονήσας, τῶν φθαρτῶν καὶ ἡδέων, ἔσπευδες τοῦ Δεσπότου, ἐντολὰς
ἐκτελέσαι, παρ’ Οὗ ἐν θαυμασίοις πολλοῖς, μεγάλως τετίμησαι.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἁγνὴ
ἀπειρόγαμε, Χριστιανῶν ἡ ἐλπίς, πτωχῶν ἀντιλήπτρια, τῶν θλιβομένων χαρά,
πενθούντων παράκλησις· ῥῦσαί με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις, ἴασαί με νοσοῦντα,
κατὰ σάρκα καὶ πνεῦμα, πρὸς σὲ γὰρ κατέφυγον, μόνη Πανάχραντε.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Ὑπερηφανείας
ὄφιν δεινόν, τῇ ὑπακοῇ σου ἀπέκτεινας, καὶ τῆς ἁγνείας ἀνεδείχθης παλαιστής, διὰ
νηστείας Ὅσιε, σφάξας τὸν μισόαγνον δαίμονα.
Δέδωκας
τῷ Εὔδῳ ὥσπερ χαλκεῖ, σεαυτὸν τρισμάκαρ Μενέλαε, ὅστις ποικίλοις, δοκιμάσας
πειρασμοῖς, σὲ ἀδριάντα ἔδειξε, λάμποντα Χριστοῦ τοῖς χαρίσμασιν.
Ἔρημον
ποθήσας ἔνθα τρανῶς, κατὰ τῶν δαιμόνων ἐπάλαισας, οὓς τῇ δυνάμει, τοῦ Σταυροῦ
καταβαλών, ἐμπειριῶν μετέσχηκας, τῶν πνευματικῶν ὦ Μενέλαε.
Θεοτοκίον
Ἴασαι
τὰ τραύματα τῆς ψυχῆς, ἅτινα ἐχθρὸς προεξένησε, Θεοκυῆτορ, ὡς τοῦ μόνου Ἰατροῦ,
ὑπάρξασα γεννήτρια, τοῦ Ἰησοῦ ὑπὲρ ἔννοιαν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ξηράνας
τὴν σάρκα σου, Μενέλαε φιλόχριστε, θείαις ἀγρυπνίαις καὶ νηστείαις, ἄγγελος μᾶλλον
ἢπερ βροτὸς γεγονώς, ἤνοιξας τὴν θύραν τῆς ψυχῆς, καὶ Χριστὸς κατώκησεν, ἐν αὐτῇ
ὁ δοξάσας σε.
Οὐδόλως
πεφόβησαι, δαιμόνων τὰ ἀθύρματα, ὢν τῇ ἐρήμῳ κατὰ μόνας, ἀλλὰ γενναίως,
κατανοήσας αὐτῶν, τὴν ἀδυναμίαν ταῖς εὐχαῖς, ὡς νεφέλην ἄνυδρον, ἐξορμῶντας
διέλυες.
Νοὸς
καθαρότητα, φυλάττων ἐκ νεότητος, γέγονας Μενέλαε παμμάκαρ, κάτοπτρον θεῖον, ἐν
ᾧ Χριστὸς ἐμφανῶς, ἀντὶ σοῦ ἐφαίνετο ποιῶν, πάντα τὰ θαυμάσια, ἃ ἐτέλεις ἑκάστοτε.
Θεοτοκίον
Μητρόθεε
Δέσποινα, τὸν σὸν Υἱὸν ἱκέτευε, ὑπὲρ τῶν σε πόθῳ ἀνυμνούντων, καὶ δοξαζόντων,
σεπτήν σου γέννησιν, ὅπως ἐν ἡμέραις σκοτειναῖς, φῶς ἡμῖν χαρίζηται, τῇ αὐτοῦ
θείᾳ χάριτι.
ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Ἐμπόνως
ἤσκησας Ὅσιε, διὸ καὶ τοὺς καρποὺς τῶν ἱδρώτων σου, Θεὸς εὐλόγησε, δωροφορῶν
σοι τὸ χάρισμα, τῆς θεραπέιας νόσων ψυχῆς καὶ σώματος.
Μενᾶ
Μονὴν ἀνεκαίνισας, καὶ νέος κτίτωρ ταύτης καθέστηκας, πάτερ Μενέλαε, ἔνθα ὁσίως
διέπρεψαν, δεκάδες μοναχῶν σου ἁγιαζόμενοι.
Ἐν
μοναζούσαις κατέταξας, μητέρα σου καὶ θείαν Μενέλαε, καὶ ἣν ἐβούλοντο, δοῦναί
σοι νόμιμον σύζυγον, ἃς σύντρεις ἐν σοφίᾳ Χριστῷ ἐνύμφευσας.
Θεοτοκίον
Μεγάλην
ἔχουσα Δέσποινα, μητρώαν παῤῥησίαν πρὸς Κύριον, μὴ παύσῃ
χεῖράς σου, ὑψοῦν Αὐτῷ καὶ πρεσβεύουσα, ὑπὲρ τῶν σὲ ὑμνούντων,
ὡς Θεομήτορα.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Τὸν Ἰησοῦν
ἀπὸ παιδὸς ἀγαπήσας, καὶ παραδόξως ἐλλαμφθεὶς οὐρανόθεν, ἐπηύξησας τὸν ἔρωτα τὸν
θεῖον πρὸς Αὐτόν. Ὅθεν ματαιότητα τοῦ παρόντος αἰῶνος, ἀποῤῥίψας ἔδραμες εἰς
πηγὰς ζωηφόρους, καὶ μοναστῶν τὸν βίον ὑπελθών, ἐθαυμαστώθης, Μενέλαε ὅσιε.
Ὁ Οἶκος
Ἀκατάληπτοι
ὄντως ὑπάρχουσιν τῶν ἀνθρώπων πορεῖαι διάφοροι· τοῦ γὰρ Κυρίου ὑπὲρ ἑνὸς ἑκάστου
τῶν ἀνθρώπων πατρικῶς μεριμνῶντος, καὶ μυστικῶς καλοῦντος πάντας πρὸς ζωήν, μακάριοι
ὄντως οἱ τὴν θύραν ἀνοίγοντες τῆς ψυχῆς, καὶ Αὐτῷ ἀκολουθοῦσιν ἐμπίστως ὡς
πρόβατα. Διὸ καὶ σύ, ὁσιώτατε, τῷ κρούσαντι Καλῷ Ποιμένι οὐ μόνον ἤνοιξας, ἀλλ’
ὄπισθεν Αὐτοῦ εὐθὺς πεπόρευσαι, καὶ ἀσκητικῶς ἐν ἔτεσι πλείστοις βιώσας, ἐθαυμαστώθης, Μενέλαε ὅσιε.
Συναξάριον.
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Μενελάου, τῆς Μονῆς
Μένατε Γαλλίας.
Μείνας ἐν ζωῇ Χριστῷ συνηνωμένος,
Νῦν,
Μενέλαε, Αὐτῷ ἀεὶ συμμένεις.
Τῇ αὐτῇ ἥμερα, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας
τῆς Μαγδαληνῆς.
Ἀφαῖς
ἀΰλοις ἅπτεταί σου, Χριστέ μου,
Μή
μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Μαρκέλλης τῆς ἐν Χίῳ.
Πότμον
ὑπὲστη ἀδικοθύτου Σῶτερ.
Ἐξ
ἀδίκου φεύγουσα μιγῆς πατρώας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἐδοξάσθη
σου, τὸ ὄνομα Μενέλαε, παρὰ Δεσπότου σου, Ὃν πράξεσι θαυμασταῖς, σὺ πρῶτος ἐδόξασας
καὶ ἐφανέρωσας, οἵαν δύναμιν, παρέχει ὡς φιλόδωρος, τοῖς Αὐτῷ ἀκολουθοῦσι.
Λόγοις
ἔθρεψας, τὴν ποίμνην σου Μενέλαε, καὶ καθωδήγησας, πρὸς τὴν ἀγάπην Χριστοῦ, ὡς
τύπος χριστόγραφος καὶ ἀκριβέστατος, πρὸς ὃν βλέποντες, οἱ μαθηταί σου ἔλεγον,
τὸν πατέρα μιμηθῶμεν.
Ἄκραν
ἔσχηκας, ταπείνωσιν Μενέλαε, ἐν πᾶσιν ἔργοις σου, ἐκμιμηθεὶς τὸν Χριστόν, διὸ
καὶ ἐφείλκυσας, Αὐτοῦ τὴν εὔνοιαν, καὶ ἠξίωσαι, λαβεῖν τὸν θεῖον στέφανον, τῆς ἀφθάρτου
Βασιλείας.
Θεοτοκίον
Εὐεργέτιδα,
παντὸς τοῦ κόσμου Δέσποινα, πάντες γινώσκοντες, προσπίπτομεν εὐλαβῶς, καὶ πόθῳ
αἰτούμεθα, τὰς πρὸς τὸν Κύριον, ἱκεσίας σου, ὅπως πταισμάτων ἄφεσιν, δῷ ἡμῖν ὡς
ἐλεήμων.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Θέλων
ὁ ζηλόφθονος τοῦ γένους, ἐχθρός σε λυπῆσαι κατηνάλωσεν, τὴν Μονὴν Μενέλαε, ἐν
πυρὶ ἣν ἤγειρας, σὺ λαμπροτέραν ὕστερον, τῇ βοηθείᾳ, πιστῶν, καὶ εἰς πρῶτον
κάλλος πάλιν ἤνεγκας, εὐλογῶν τὸν Πανάγαθον Κύριον.
Εὕραντο
τὸ φῶς τυφλοὶ τὸ πρώην, Μενέλαε θείαις σου ἐντεύξεσι, καὶ τῷ πηλοχρίσματι, ἐκ
τοῦ ἁγιάσματος, δοξάζοντες τὸν δόντα σοι, τοιαύτην δύναμιν, καὶ τὸ θαῦμα, ἅπασιν
ἐκήρυττον, ἐν φωναῖς παῤῥησίᾳ εὐγνώμονι.
Ὁ
νεκροὺς Χριστὸς ἐξαναστήσας, καὶ σοὶ ἐδωρήσατο Μενέλαε, ὑπὲρ φύσιν δύναμιν, ἀνιστᾶν
τοὺς θνήσκοντας, καθὼς ποτε παιδάριον, κεκοιμημένον φωνῇ, τοῖς οἰκείοις, ζῶν αὐτὸ
παρέδωκας, τὴν Ζωὴν τῶν ἁπάντων δοξάζουσι.
Θεοτοκίον
Φώτισον
Παρθένε τὴν ψυχήν μου, φωτὶ τοῦ Υἱοῦ τοῦ γλυκυτάτου σου, ἵνα πορευθήσωμαι,
τρίβον τὴν σωτήριον, καὶ σκότους τῆς κολάσεως, ῥυσθῶ ἐν δίκης καιρῷ, ὅταν μέλλῃ,
κρῖναι κόσμον ἅπαντα, καὶ ἐρίφων χωρίσῃ τὰ πρόβατα.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ῥῦσαι
σαῖς εὐχαῖς, παμμάκαρ Μενέλαε τοὺς σὲ γεραίροντας, ἀπὸ ἐπιθέσεων, τοῦ
μισανθρώπου καὶ πολεμήτορος, καὶ τὴν εἰρήνην βράβευσον, ἥνπερ παρέχει Χριστός, ὅπως
Τούτου, πράττοντες τὸ θέλημα, Παραδείσου γενώμεθα μέτοχοι.
Ὅταν ὁ
Χριστός, ἐλεύσηται Ὅσιε, κρῖναι τὰ σύμπαντα, τότε σοῦ δεόμεθα, γενοῦ μεσῖτις ὑπὲρ
τῶν δούλων σου, ὅτι εἰ καὶ οὐκ ἄξιοι, ὡς ἁμαρτάνοντες, ὅμως τέκνα, Τούτου οὐ
παυόμεθα, παραμένειν τρισμάκαρ Μενέλαε.
Νίκας
κατ’ ἐχθρῶν, παράσχου Μενέλαε, τοῖς σὲ γεραίρουσι, καὶ τοῦ θείου Πνεύματος,
πολλὴν τὴν χάριν, δίδου φιλότεκνε, ὅπως σὺν σοὶ Παράδεισον, κληρονομήσωμεν, καὶ
σὺν πᾶσι, τῶν Αγίων τάξεσι, τὴν Τριάδα ἀπαύστως δοξάζωμεν.
Θεοτοκίον
Ἄνασσα
ἁγνή, τοὺς ὅσοι ἁγνεύουσι, διὰ γλυκὺν σὸν Υἱόν, σκέπε ταῖς πρεσβείαις σου, ἀπὸ
παγίδων τοῦ πολεμήτορος, καὶ κληρονόμους ἅπαντας δεῖξον Πανάμωμε, Παραδείσου, ἔνθα
ἡ ἀπόλαυσις, τῶν ὁρώντων Χριστοῦ θεῖον πρόσωπον.
Ἐξαποστειλάριον
Ἦχος Β΄.Τοῖς Μαθηταῖς συνέλθωμεν.
Βέλει
τοῦ θείου ἔρωτος, πληγωθεὶς τὴν καρδίαν, ἀπὸ παιδὸς Μενέλαε, ἠκολούθησας Τοῦτον,
καὶ τὸν σταυρόν, μοναζόντων εἴληφας φιλοτίμως, ὅθεν ποιμὴν πανάριστος, ἀνεδείχθης
καὶ οἶκος, Χριστοῦ λαμπρός, τοῖς πιστῶς τιμῶσί σε διανέμων, χάριν Ἁγίου
Πνεύματος, παμμακάριστε Πάτερ.
Θεοτοκίον,
ὅμοιον.
Θεὸν
Ὃν ἐσωμάτωσας, Ὑπεραγία Δέσποινα, ἐν οὐρανοῖς νῦν ὁρῶσα, μητροπρεπῶς ἱκετεύεις·
«ἐπεὶ σπλάγχνον γλυκύτατον, Μητέρα σου γενέσθαι με, εὐδόκησας τὴν δούλην σου,
τοὺς εἰς ἐμὲ προσφυγόντας, ῥῦσαι πυρὸς τῆς γεέννης».
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος!
Ὅσιε
πάτερ Μενέλαε, ὅπερ Χριστὸς θεῖον πῦρ, εἰς τὴν γῆν ἐλθὼν ἤνεγκεν, ὅλον σε
κατέφλεξεν, ἀπὸ πρώτης νεότητος, ἀξιωθέντα φωτὸς ὁράσεως, τοῦ διδομένου, πάσῃ ἁπλότητι,
τοῖς τὰ θελήματα, τοῦ Κυρίου πράττουσιν, ὥσπερ υἱοί, καὶ οὐκ ἀποβλέπουσιν εἰς
δουλικὴν ἀμοιβήν.
Σοῦ
τὴν καρδίαν παγκάθαρον, ὁ καθαρὸς Ἰησοῦς, εὑρηκὼς ἐγκατώκησε, καὶ τὰς τρίβους ἴθυνε,
καθαρᾶς πολιτείας σου, πρὸς ἐργασίαν πάτερ Μενέλαε, τῶν προσταγμάτων Αὐτοῦ καὶ ἔδειξε,
σὲ ὡς παλάτιον, πάμφωτον καὶ ἔκλαμπρον ταῖς ἀρεταῖς, ὅθεν σε θαυμάζοντες, ὕμνοις
γεραίρομεν.
Τρόποις
ποικίλοις ὁ Κύριος, τὴν σωτηρίαν ἡμῶν, ὡς πατὴρ ἀπεργάζεται, καθάπερ Μενέλαε, ὡς
ἰχθύν σε ἡλίευσεν, ἐκ τῆς ματαίας ζωῆς καὶ ἤγαγεν, εἰς πολιτείαν τὴν ἀγγελόβιον,
ἐν ᾗ προέκοψας, εὐγνωμόνως δείξας σου, τὴν πρὸς Αὐτόν, ἀγάπην φιλότιμον καὶ ἀφοσίωσιν.
Πρὸ
τοῦ Κυρίου ἱστάμενος, καὶ θεωρῶν τὴν Αὐτοῦ, πάτερ θεῖε Μενέλαε, δόξαν καὶ
λαμπρότητα, ἐκτενῶς καθικέτευε, ὑπὲρ τῶν ὅσοι πιστῶς τιμῶμέν σου, μνήμην τὴν
θείαν καὶ πανευφρόσυνον, ὅπως μιμούμενοι, βίον σου θαυμάσιον, τοῦ ἐφετοῦ,
Βασιλείας τύχωμεν τοῦ παμποθήτου Χριστοῦ.
Δόξα.
Ἦχος ὁ αὐτός.
Ὁ ἀπ’
αἰώνων προγινώσκων ἑνὸς ἑκάστου τὴν πολιτείαν Δεσπότης Χριστός, καὶ σοῦ τὸν
βίον Μενέλαε προβλέπων, ἐν θαυμαστοῖς σημείοις, προσεκαλέσατο φιλοτέκνως, εἰς
μετοχὴν τῶν μυστηρίων τῆς θείας ἀγάπης. Ὅθεν ἐν μονασταῖς φανέντα ὅσιον σώφρονα
καὶ φιλόθεον, ἐκόσμησέ σε πολλαῖς ἀρεταῖς, καὶ κληρονόμον ἐποιήσατο τῆς ἑαυτοῦ
Βασιλείας, ἐν ᾗ ἑστὼς πρέσβευε ἐκτενῶς δεόμεθα, ὑπὲρ τῶν πίστει τιμώντων σε
μακάριε.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης, ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου
Μεγαλυνάριον
Λέγε τῷ Δεσπότῃ
σου ἐκτενῶς, Μενέλαε πάτερ· μεῖνον Κύριε μεθ’ ἡμῶν, τῶν τοῦ σοῦ προσώπου, τὸ φῶς
ἐπιθυμούντων, καὶ πόθῳ προσκυνούντων, τὴν θείαν δόξαν Σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου