ΦΕΒΡΟΥΑΡΙΟΣ ΙΖ΄
ΜΑΡΙΑΜΝΗ ΑΓΙΑ ΘΥΓΑΤΗΡ ΑΠΟΣΤΟΛΟΥ
ΦΙΛΙΠΠΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄
καὶ ψάλλομεν προσόμοια τῆς Ἁγίας, δευτεροῦντες αὐτά. ῏Ηχος
δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τὴν ἀμνάδα
τὴν ἄμωμον, τοῦ Κυρίου τιμήσωμεν, Μαριάμνην σήμερον φιλομάρτυρες, Αὐτοῦ γὰρ ὄπισθεν
ἔκραζε, Ποιμήν μου παγκάλλιστε, εἰς νομὰς τὰς ζωηράς, καὶ ἀφθάρτους ἀξίωσον, καταμεῖναί
με, σοῦ προσώπου τοῦ θείου, δι᾿ Ὃ τρέχω, τὸ μαρτύριον ποθοῦσα, ὡς ἐθελόθυτον
σφάγιον.
Σὺν
Φιλίππῳ ὁμαίμονι, Ἀποστόλων μετείληχας, κόπου ἀξιάγαστε καὶ ἀνδρόψυχε, τὸν Ἰησοῦν
φῶς κηρύττουσα, τοῦ κόσμου τοῖς ἔθνεσιν, ὑπὸ πλάνης ζοφερᾶς, σκοτουμένοις καὶ
λέγουσα· γνῶτε Κύριον, ἀνθρωπόλεθρον ὄφιν καταργοῦντα, καὶ παρέχοντα πλουσίως,
τὸ ἀπειρόδωρον ἔλεος.
Ἱερὰν
πόλιν ἔφθασας, Μαριάμνη οὐράνιον, ἔνθα εὗρες Κύριον Ὃν ἠγάπησας, καὶ ὡς χρυσίον
προσήγαγες, ψυχὰς ἃς προσείλκυσας, θείᾳ πίστει τῇ Αὐτοῦ, φωτισμῷ τοῦ
βαπτίσματος, τελειώσασα, διὸ δέχῃ τὴν αἴνεσιν ἀξίως, παρ᾿ ἡμῶν τοὺς σοὺς ἀγῶνας,
μακαριζόντων τρισόλβιε.
Δόξα.
῏Ηχος πλ.δ΄.
Οὐκ ἔνι
ἄρσεν καὶ θῆλυ ἐν Χριστῷ, ἀλλὰ καινὴ κτίσις καὶ φυσικῶν νόμων κατάργησις, ὡς καὶ
ἡ θεοπάρθενος ἰσαπόστολος Μαριάμνη τοῦτο ἡμῖν ἀπέδειξε. Πῦρ γὰρ λαβοῦσα τοῦ Ἁγίου
Πνεύματος, τόπους πολλοὺς μετήλαξε, καὶ ὡς ἀηδὼνχριστοσωτήριος, φθογγὴν
ζωηφόρον ἐκελάδει λέγουσα· δεῦτε ἔθνη καὶ γνῶτε τὴν Ζωήν, γεύσασθε τὴν
σωτηρίαν, τὴν ἐν Κυρίῳ μου μόνον εὑρισκομένην. Ὅθεν καὶ ἡμῖν ἱλεοῦται τὸν Θεόν,
αἰτουμένη φωτισμόν, καὶ σωτηρίαν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη,
καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ
ἐκ ταύτης προελθὼν μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ'
οὐ τὴν ὑπόστασιν∙ διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες,
ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν, Ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα
Καθολικῆς Α΄ ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα
Πέτρος,
ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας,
Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ Πατρός, ἐν ἁγιασμῷ
Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ, χάρις ὑμῖν καὶ εἰρήνη
πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ
πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι᾿ ἀναστάσεως Ἰησοῦ Χριστοῦ
ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν
οὐρανοῖς εἰς ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην
ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ. Ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί,
λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον τῆς πίστεως πολυτιμότερον
χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν
καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς Ὃν ἄρτι μὴ ὁρῶντες,
πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ
τέλος τῆς πίστεως ὑμῶν σωτηρίαν ψυχῶν.
Καθολικῆς Α΄ ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα
Ἀδελφοί,
εἰς τοῦτο ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμόν,
ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη
δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκἠπείλει,
παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ
σώματι αὑτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ἐν ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ
ζήσωμεν. Οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. Ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ᾿ ἐπεστράφητε
νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως καὶ αἱ γυναῖκες ὑποτασσόμεναι
τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς
ἄνευ λόγου κερδηθήσωνται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω
οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἤ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ᾿
ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέος καὶ ἡσυχίου πνεύματος, ὅ
ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. Οὕτω γὰρ καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ
τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε
τῷ ῾Αβραάμ, κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι καὶ μὴ
φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ
σκεύει τῷ γυναικείῳ, ἀπονέμοντες τιμὴν ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ
μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος, πάντες ὁμόφρονες, συμπαθεῖς,
φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἤ λοιδορίαν
ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες, ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα
εὐλογίαν κληρονομήσητε.
Παροιμιῶν τὸ ἀνάγνωσμα (ἐπιλογὴ στίχων)
Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν· σκύλων οὐκ ἀπορήσει ἡ
τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ
ναῦς ἐμπορευομένη. Μακρόθεν συνάγει ἑαυτῆς τὸν πλοῦτον καὶ ἀνίσταται ἐκ νυκτῶν
καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο.
Ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλὸν τὸ ἐργάζεσθαι
καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει
πρὸς τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Θύραν δὲ αὐτῆς
διήνοιξε πένησι. Καρπὸν δὲ ἐξέτεινε πτωχῷ. ᾿Ισχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη
ἐν ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο
τῇ γλώττῃ αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς. Πολλαὶ θυγατέρες ἐποίησαν
δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, πολλαὶ εὕραντο δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῇρας
πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ
συνετὴ εὐλογεῖται. Φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ ῏Ηχος α΄.
Τὴν ἀμνάδα
τοῦ Χριστοῦ τὴν ἄμωμον, τὴν ἐν ἀποστόλοις ἰσαπόστολον καὶ σύμπονον Μαριάμνην,
δεῦτε πιστοὶ ὑμνήσωμεν ἐπαξίως, ὡς γλυκίλαλον σειρῆνα τοῦ Θεοῦ· αὕτη γὰρ τῷ ἀδελφῷ
Φιλίππῳ συνδραμοῦσα, τὴν ἠχὴν τῆς Ἀναστάσεως ἐνεκέντριζε ταῖς ψυχαῖς, τῶν ἠσβολωμένων
τῷ σκότει τῆς εἰδωλομανίας, καὶ πρὸς σωτηρίαν ὡδήγει τοῦ Εὐαγγελίου, τοὺς πρὶν ἀπολωλότας
δι᾿ ἄγνοιαν ἡ ἀνδρειόψυχος.
῏Ηχος
β΄.
Τὸν
διὰ τῆς Εὔας τὸ τῶν θηλεων γένος ἀπατήσαντα ὄφιν ἐκδικουμένη, Μαριάμνη ἰσαπόστολε,
τῇ σαγηνευτικῇ τέχνῃ τοῦ θείου λόγου, πλήθη ἀνήρπασας ἐκ τῶν ὀδόντων αὐτοῦ· καὶ
τοὺς τὴν ἔχιδναν ὡς θεῷ λατρεύοντας, ἀπήλλαξας τῆς ἀνοήτου θρησκείας, τὸ διαυγέστατον
φῶς τοῦ ῾Ηλίου τῆς δικαιοσύνης, ὡς πανσέληνος χριστοφαὴς αὐτοῖς προαγγέλλουσα.
῏Ηχος γ΄.
Ἰδού
γυνὴ ἀνδρεία καὶ συνετὴ τῷ προφήτῃ ἐρωτῶντι, Μαριάμνη ἀπαντήσομεν· μὴ ἔριον
φθειρόμενον νήθουσα τεχνουργικῶς, ἀλλ᾿ἔνδυμα σωτηριόψυχον ὑφάνασα τοῖς πλανωμένοις·
οὐδ᾿ ἅπτουσα ἐν νυκτὶ λύχνον σκοτοδιώκτην, ἀλλ᾿ αὐτὸ τὸ φῶς τὸ ἀληθινὸν τὸν
Χριστόν, τοῖς λαοῖς ἐπιδεικνύουσα. Ὢ δόξης ἧς ἠξίωται ἡ τῶν γυναίων φύσις, ὅτι ἰσοεργὴς
εὑρίσκεται ἐν Θεῷ τοῖς ἀνδράσι καὶ ἰσάξιος.
῏Ηχος
δ΄.
Τοῦ Ἀγίου
Πνεύματος τὴν χάριν ὁλοτελῶς εἰληφυῖα, σὺν τῷ ὁμαίμονί σου ἀνέδραμες Φιλίππῳ, ἐπὶ
τὰ πέρατα τῆς γῆς, ὄλβον φέρουσα τῆς πίστεως· καὶ πειρασμοὺς καὶ θλίψεις ὑπενεγκοῦσα
διὰ Χριστόν, ἐστομώθης ὡς ἐν ἄκμονι ὑπομονῆς καρτερόψυχε, τῶν συμφυλετῶν σου
προελομένη τὴν σωτηρίαν, καὶ τὴν μεγαλυντικὴν δόξαν τῆς Ἐκκλησίας. Ὅθεν ἐν εἰρήνῃ
παραθεῖσα τὴν ψυχὴν σου τῷ Χριστῷ, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου
τελούντων Μαριάμνη τὴν σεβάσμιον.
Δόξα.
῏Ηχος πλ.α΄.
Ζηλοῦσα
ἐζήλωσας Κυρίῳ Παντοκράτορι, Μαριάμνη γενναιόψυχε, καὶ ὡς περιστερὰ εἰρήνης τὰς
πτέρυγάς σου ἐτάννυσας, φέρουσα κλάδον ἐλαίας Θεοῦ τοῖς ἀπὸ τούτου μεμακρυσμένοις·
ὅθεν χαίρουσα ἐπὶ τῇ συναπτικῇ σου ταύτῃ χριστουργίᾳ, θυγάτηρ ἀπεφάνθης τοῦ
νέου Νῶε καὶ Σωτῆρος ἡμῶν. Ὃν καθικέτευε μακαρία ἐκτενῶς, ὑπὲρ τῶν πόθῳ
τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Βίον
ἀγγέλων ζηλώσασα, μετὰ γεώδους σαρκός, τῷ σαρκὶ νηπιάσαντι, ἀδιστάκτῳ πάνσεμνε,
λογισμῷ ἠκολούθησας, παρ᾿ Οὗ τὴν θείαν Χάριν πλουτήσασα, ἐθνῶν ἐγένου, ὁδηγὸς ἔνδοξε,
τούτοις δεικνύουσα, τὴν ὁδὸν τῆς γνώσεως καὶ τὴν εὐθύν, τρίβον τὴν εἰσάγουσαν,
εἰς οὐρανίους μονάς.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ
φθόγγος αὐτῆς...
Χάριν
ἰαμάτων ἔχουσα, τυφλοῖς παρέσχες τὸ φῶς, καὶ νοσοῦσι τὴν ἴασιν, καὶ χωλοῖς
θεόνυμφε, εὐδρομίαν ἐν Πνεύματι· κωφοῖς ἀκούειν, λεπροῖς τὴν κάθαρσιν, καὶ
παρειμένοις, πᾶσιν ἀνόρθωσιν· ὅθεν τιμῶμέν σε, Μαριάμνη σήμερον καὶ τὴν σεπτήν,
μνήμην σου δοξάζομεν, θεομακάριστε.
Στίχ. Οἱ οὐρανοὶ
διηγοῦνται δόξαν Θεοῦ...
Βαρθολομαῖον
καὶ Φίλιππον, καὶ Μαριάμνην πιστοί, ἱεροῖς μελῳδήμασιν, ἱερῶς τιμήσωμεν,
δι᾿ αὐτῶν γὰρ ἐπέγνωμεν, Πατέρα Λόγον καὶ Πνεῦμα Ἅγιον, οὐσίαν μίαν, καὶ
κυριότητα, καὶ ἐλυτρώθημεν, πλάνης τοῦ ἀλάστορος πολισχιδοῦς, καὶ τῆς πρὸς
τὰ ξόανα, δεινῆς συννεύσεως.
Δόξα.
῏Ηχος πλ.β΄.
Φιλοθεΐαν
πλουτοῦσα τὴν σωσίψυχον, φιλανθρωπίαν ἐπεδείκνυς τὴν χριστότροπον, Μαριάμνη
παμμακάριστε· καὶ ὡς ἀκτὶς τοῦ σωστικοῦ φωτὸς ταχυτάτη, διέλυες τὰ σκότη τῆς ἀφεγγοῦς
εἰδωλομανίας, τῷ κηρύγματι τῆς Ἀναστάσεως· δεῦτε λέγουσα τοῖς ἔθνεσιν, ἴδετε
Χριστὸν τὸν Ἀμνὸν τοῦ Θεοῦ, Ὃν προφῆται μὲν τὸ πάλαι προεκήρυξαν, ἐναργῶς δὲ ἡμεῖς
ἐπ᾿ ἄρτι ἴδομεν καὶ ἐπιστεύσαμεν, ὡς αἴροντα τοῦ κόσμου τὰς ἁμαρτίας, καὶ ζωὴν ἀνεπιφθόνως
χαριζόμενον, τὴν αἰώνιον καὶ διαμένουσαν.
Καὶ νῦν. Θεοτοκίον
Ὁ
ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών,
ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ
Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε
Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον κ.λπ.
Ἀπολυτίκιον.
῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀμνῷ
ἠκολούθησας τῆς σωτηρίας Χριστῷ, ἀμνὰς ὥσπερ ἄμωμος σὺν ἀποστόλῳ κλεινῷ, Φιλίππῳ
ὁμαίμονι, πάνσεπτε Μαριάμνη, ἀλογήσασα πάντων, ὅθεν πολλοῖς ἐγένου, τῶν ψυχῶν εὐεργέτις,
ζωὴν ἀνακηρύττουσα, τὴν ἐπουράνιον.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις
ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει
σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα.῏Ηχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ἐν
θλίψεσι πολλαῖς, καὶ κινδύνοις πολλάκις, δυάδι μαθητῶν Μαριάμνη συνήργεις, ποθοῦσα
θεάσασθαι, σωτηρίαν πολλῶν ψυχῶν, μόνον ἔχουσα, σταυροῦ σημεῖον ὡς ὅπλον, καὶ τὸ
κήρυγμα, τῆς ἀναστάσεως δόρυ, ἁγνὴ ἰσαπόστολε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Παράδεισον
ἐν γῇ, λογικόν σε φυτεύσας, Χριστὸς ὁ φυτουργός, Παραδείσου τοῦ πρώτου, ἐν μέσῳ
σου Δέσποινα, ὡς ζωῆς ξύλον ἔφησεν· Ὃν ἱκέτευε, τοῦ τῆς τρυφῆς Παραδείσου, ἀξιῶσαί
με, καὶ ἐφ᾿ ὑδάτων ἐκθρέψαι, τερπνῆς ἀναπαύσεως.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Λατρείαν
διέλυσας, ἐχίδνης τῆς μυσαρᾶς, ξοάνων κατήργησας, σεμνὴ προσκύνησιν, Χριστοῦ ἀντεισάξασα,
δόξαν σοφοῖς σου λόγοις, Μαριάμνη καὶ ἔργοις, ὅθεν σὺν ἀποστόλοις, νῦν δοξάζῃ
προφρόνως, πρεσβεύουσα ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Παρθένε
πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία θεόνυμφε, καὶ ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις,
ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ
πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας, θεοχαρίτωτε.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. ῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τὴν
μετάνοιαν πράως πᾶσιν ἐκήρυττες, Μαριάμνη θυγάτηρ Χριστοῦ ὑπάρχουσα, καὶ
βασιλείας οὐρανῶν τὴν ἐπιφάνειαν, ἐν ᾗ εἰσήγαγες πολλούς, τῇ θεϊκῇ σου διδαχῇ, ὡς
σάλπιγξ σωτηριώδης· καὶ νῦν τρυφῶσα Κυρίου, τοὺς σὲ τιμῶντας ἀεὶ μνημόνευε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε
πάγχρυσε στάμνε ἔνδον κατέχουσα, τὸ οὐράνιον μάννα ἁγία τράπεζα, χαῖρε ἡ
φέρουσα ζωῆς ἄρτον Πανάμωμε, χαῖρε λυχνία φωτεινή, χαῖρε παλάτιον σεπτόν, χαῖρε
ὁ πύρινος θρόνος, Χριστοῦ τοῦ παμβασιλέως, χαῖρε ἡ σκέπη τῶν ψυχῶν ἡμῶν.
Οἱ
᾿Αναβαθμοί.
Προκείμενον·
Εἰς πᾶσαν τὴν γῆν...
Στίχος·
Οἱ οὐρανοὶ διηγοῦντα δόξαν Θεοῦ...
Εὐαγγέλιον· τὸ ἐν τῷ ὄρθρῳ τῆς κβ΄᾿Ιουλίου.
Ὁ
Ν΄.
Δόξα. Ταῖς Ἰσαποστόλου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον.
῏Ηχος πλ.β΄. Ἐλέησόν
με ὁ Θεός...
Τὸν
τοῦ Πατρὸς θεῖον ᾿Αμνόν, Μαριάμνη ἀγαπήσασα, καὶ εὐαγγελισθεῖσα τοῦτον προθύμως
τοῖς ἔθνεσι, γέγονας σωτηρίας πρόξενος, τοῖς πρῴην τυφλώττουσι τὴν ψυχήν· ὅθεν
τὴν μνήμην σου σήμερον γεραίροντας ἡμᾶς, καὶ προσκυνοῦντας τὴν σορὸν τῶνλειψάνων
σου, φύλαττε παντοίας πλάνης τοῦ ἐχθροῦ, καὶ ἀξίωσον πάντας τῆς αἰωνίου
βασιλείας τοῦ Χριστοῦ.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Μέλπω γεγηθὼς
τὴν Μαριάμνης χάριν. Ἰωσήφ
ᾨδὴ
α΄. ῏Ηχος πλ.δ΄. ᾎσμα ἀναπέμψωμεν.
Μόνε
χορηγὲ τῶν ἀγαθῶν, λόγον μοι θεῖον ἔμπνευσον, τὴν ἀξιάγαστον, ὑμνῆσαι
Μαριάμνην, θερμῶς σε ποθήσασαν, καὶ σὺν τοῖς Ἀποστόλοις, τῷ φρικτῷ σου θρόνῳ
παρεστῶσαν.
Ἔργοις
ἰσαπόστολε σεμνή, ἐναπεδείχθης λόγον γάρ, ζωῆς πλουτήσασα, διέδραμες τοὺς
πάλαι, κακίᾳ τεθνήξαντας, πίστει ζωογονοῦσα, καὶ ἡμέρας υἱοὺς ἐκτελοῦσα.
Λάμπεις
φρυκτωρίαις ἀρετῶν, καὶ καταυγάζεις ἅπαντας, ἐνθέως Μαριάμνη, τοὺς πίστει τὴν
φωσφόρον, τελοῦντάς σου κοίμησιν, καὶ τὴν ἀγγελικήν σου, πολιτείαν ἀνυμνολογοῦντας.
Θεοτοκίον
Πύλη
τοῦ φωτὸς τοῦ νοητοῦ, δι᾿ ἧς ὡς οὐδὲν Δέσποινα, εἰσῆλθε καὶ ἐξῆλθε, διάνοιξόν
μοι πύλας, ἐξομολογήσεως, καὶ εἰλικρινεστάτης, μετανοίας, τῇ σῇ προστασίᾳ.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ὡραιώθης
ποθοῦσα, τῶν ὀρεκτῶν ἔσχατον, τὸν ὑπερβολῇ εὐσπλαγχνίας, σάρκα πτωχεύσαντα, καὶ
ἠκολούθησας, τοῖς ζωτικοῖς αὐτοῦ λόγοις, τὰ τοῦ βίου ἅπαντα, τερπνὰ μισήσασα.
Γηπονοῦσα
καρδίας, τῷ ἱερῷ λόγῳ σου, στάχυν εὐσεβείας προσφέρειν, Χριστῷ πεποίηκας, τῷ σὲ
τιμήσαντι, περιφανῶς Μαριάμνη, ὡς αὐτοῦ μαθήτριαν, θείοις χαρίσμασι.
Εἰς
Χριστοῦ μαθητείαν, τοῦ Λυτρωτοῦ κέκλησαι, καὶ σὺν τῷ πανσόφῳ Φιλίππῳ, ἔθνεσι
κήρυγμα, τὸ ἱερώτατον, ἱερωτάτη παρθένε, ἐπιστεύθης χάριτι, τοῦ θείου
Πνεύματος.
Θεοτοκίον
Γένος
σέβεται Κόρη, τὸ τῶν βροτῶν χάριτι, τοῦ ἐκ τῆς γαστρός σου ἀῤῥήτως, σάρκα
πτωχεύσαντος, ὅθεν γεραίρει σε, καὶ εὐσεβῶς μακαρίζει, Παναγία Δέσποινα,
θεοχαρίτωτε.
Κάθισμα.
῏Ηχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Μαθητεύσασα
Λόγῳ τῷ δι᾿ ἡμᾶς, ἐκ Παρθένου τεχθέντι δίχα φθορᾶς, τὴν τούτου θεότητα, τοῖς ἀθέοις
ἐκήρυξας, καὶ πολλοὺς προσῆξας Θεῷ διὰ πίστεως, ἱερῶν θαυμάτων, πολλαῖς ἐπιδείξεσιν·
ὅθεν Μαριάμνη, τὴν ἁγίαν σου μνήμην, τελοῦντες ἐν χάριτι, τὰς ψυχὰς φωτιζόμεθα,
καὶ συμφώνως βοῶμέν σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν
δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάνσεπτον μνήμην σου.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον. ῞Ομοιον.
Τὸ
πολύφωτον ὄχημα τοῦ Θεοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε
Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλῃ,
καταύγασον δέομαι· καὶ μεμολυσμένην, τὴν καρδίαν μου πλῦνον, ῥοαῖς κατανύξεως,
μετανοίας καὶ δάκρυσιν, ἵνα πόθῳ κραυγάζω σοι· πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν
πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ δοῦλός σου Ἄχραντε.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Ἡ
φαιδρά σου πανήγυρις, φέγγει θείου Πνεύματος ἐξαστράπτουσα, καταυγάζει τὰς ψυχὰς
ἡμῶν, Μαριάμνη πάντων τῶν τιμώντων σε.
Θαυμασίοις
ἐπίστωσας, θείοις Μαριάμνη τοὺς ματαιόφρονας, καὶ πρὸς Κύριον ἐπέστρεψας, τὸ τῆς
πλάνης σκότος καταλείψαντας.
Ὡς τοῦ
Λόγου μαθήτρια, σὺν Βαρθολομαίῳ τῷ θεοκήρυκι, καὶ Φιλίππῳ τῷ θεόφρονι, Μαριάμνη
κόσμον κατεφώτισας.
Θεοτοκίον
Ταπεινώσασα
σῶσόν με, τὸν ὑψηλοφρόνως πολιτευόμενον, ἡ τεκοῦσα τὸν ὑψώσαντα, τὴν ταπεινωθεῖσαν
φύσιν Πάναγνε.
ᾨδὴ
ε΄. ῞Ινα τί με ἀπώσω.
Ἡ
ψυχή σου ὡραία, Πνεύματος τῇ χάριτι σεμνὴ γεγένηται, ὁπηνίκα ἔγνως, τὸν ὡραῖον ἐν
κάλλει Χριστὸν τὸν Θεόν, καὶ αὐτοῦ τῷ πόθῳ, ὁλικωτάτως προσεδέθης, Μαριάμνη
παρθένε θεόνυμφε.
Νόσους
ἔλυσας πάσας, σθένει θείου Πνεύματος καὶ ἀπεδίωξας, ἀθεΐας ζόφον, ἀστραπαῖς τοῦ
πανσόφου κηρύγματος, καὶ πρὸς μέγα φέγγος, τῆς οὐρανίου βασιλείας, Μαριάμνη
μετέβης χορεύουσα.
Μαριάμνην
συμφώνως, σήμερον καὶ Φίλιππον ἀνευφημήσωμεν, καὶ Βαρθολομαῖον, τοὺς Χριστοῦ
μαθητὰς χρηματίσαντας, καὶ τῆς ἀθεΐας, ἐκριζωτὰς γεγενημένους, καὶ φωστῆρας
λόγον ζωῆς ἐπέχοντας.
Θεοτοκίον
Ἀπειρόγαμε
Κόρη, τὸ ὑπὲρ κατάληψιν θεῖον μυστήριον, τὸ πρὸ τῶν αἰώνων, ὁρισθὲν εἰς
φανέρωσιν ἤνεγκας, ἀποῤῥήτῳ λόγῳ, καὶ μυστικῇ κυοφορίᾳ, τὸν Υἱὸν τοῦ Θεοῦ
σωματώσασα.
ᾨδὴ
στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥημάτων
σου, ἱερῶν ἀναβλύσει, ἐξηράνθη ἀθεΐας τὰ ῥεῖθρα, καὶ θαυμαστῶν, ἐπομβρίᾳ
θαυμάτων, ῥῦπος παθῶν ἀπεπλύθη εἰς πίστωσιν, πανένδοξε τῶν θολεροῖς,
βυθισθέντων τοῦ ὄφεως ὕδασιν.
Ἰσότιμον,
τῷ Γεννήτορι Λόγον, καταγγέλλουσα σοφὴ Μαριάμνη, τοῖς τὴν δεινήν, ὑποστάντας ἀπάτην,
καὶ τῇ ἐχίδνῃ ἀθέως λατρεύοντας, ἀπέδειξας τέκνα φωτός, καὶ ἡμέρας υἱοὺς διὰ
πίστεως.
Ἀνύστακτον,
τῆς ψυχῆς τὴν λαμπάδα, συντηρήσασα ἐλαίῳ παρθένε, τῶν ἱερῶν, καὶ ἁγίων σου
πόνων, εἰς τὸν νυμφῶνα εἰσῆλθες τὸν ἅγιον, Νυμφίῳ σου τῷ νοητῷ, Μαριάμνη ἀεὶ συνευφραίνεσθαι.
Θεοτοκίον
Μακάριος,
ὁ λαὸς ὁ γινώσκων, σὲ Μητέρα τοῦ Δεσπότου Παρθένε, καὶ γὰρ τῇ σῇ, διασῴζεται
σκέπῃ, τῶν δυσχερῶν καὶ κινδύνων καὶ θλίψεων, Πανύμνητε Χριστιανῶν, ἀγαθὴ καὶ
βεβαία ἀντίληψις.
Κοντάκιον.
῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Λυακόνων
γέγονας χριστευεργέτις, λύκου τούτους σώσασα, τοῦ νοητοῦ λόγοις τοῖς σοῖς, ἐξ οὗ
τοῦ φάρυγγος λύτρωσαι, ὦ Μαριάμνη, τοὺς
πόθῳ τιμῶντάς σε.
Ὁ Οἶκος
Τὴν ἀμνάδα
Χριστοῦ τὴν θεόψυχον, ἀποστόλου Φιλίππου ὁμαίμονα, ἀλλὰ καὶ σύμπονον ἐν τῷ Εὐαγγελίῳ,
δεῦτε ὕμνοις ὀφειλητικοῖς σήμερον στεφανώσωμεν. Αὕτη γὰρ ἡ χριστοέραστος, ὡς ἔλαφος
ταχύπους ἐξῆλθεν εἰς τὸ κήρυγμα τῆς Ἀληθείας, πάντας ποθοῦσα ἐλθεῖν εἰς
σωτηρίαν, πάντας γενέσθαι τέκνα Θεοῦ διὰ τοῦ ἁγίου Βαπτίσματος καὶ κληρονόμους
τῆς θείας Βασιλείας. Πολλὰ δὲ παθοῦσα ὑπὸ τῶν ἀπίστων, πολλὰ εἴληφε καὶ τὰ παρὰ
τοῦ Δεσπότου στέφη, ἀνδρείαν ἐπιδείξασα ἰσχὺν ἐν θήλεος ἀσθενεῖ σώματι. Ὅθεν
ταύτην καθικετεύσωμεν· ἐξάγαγε τοῦ νοητοῦ φάρυγγος τοῦ ὄφεως ἡμᾶς, ἰσαπόστολε, τοὺς πόθῳ τιμῶντάς σε.
Συναξάριον.
Τῇ
ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου.
Ἀφεῖσα
τὴν γῆν Μαριάμνη παρθένος,
τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.
τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει.
Εὗρεν
Ἀμνὸν Θεοῦ ἄμωμον σήμερον Μαριάμνη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδώρου τοῦ Τήρωνος.
Τήρων,
ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην,
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ μνήμῃ γενομένων βασιλέων, Μαρκιανοῦ καὶ
Πουλχερίας.
Τὸν
Μαρκιανόν, Πουλχερίαν συνάμα,
ἄζυγας εἰπεῖν οὐκ
ἔχω ἢ συζύγους.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Αὐξιβίου, ἐπισκόπου Σολέας Κύπρου.
Τὸν
Αὐξίβιον οὐ παρόψεται λόγος,
φανέντα ληξίβιον ἐξ ἐναντίου.
φανέντα ληξίβιον ἐξ ἐναντίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοστηρίκτου.
Θεοστήρικτος
τὸν Θεὸν πήξας βάσιν,
ὄντως
θεοστήρικτος ἔργοις ὡράθη.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Ῥωμύλου, Σεκουνδιανοῦ καὶ Δονάτου, τῶν ἐν
τῇ Βενετίᾳ, ἐν ἔτει 304ῳ τελειωθέντων.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδούλου, τοῦ ἐν Καισαρείᾳ τῆς
Παλαιστίνης, ἐν ἔτει 308ῳ τελειωθέντος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐξιφίου, ἐπισκόπου Ἀλαμανίας, τοῦ θαυματουργοῦ.
Εὐξίφηος
ἱερόθησοι πάλαι,
νῦν
δ’ αὖ μεταστάς, καὶ σηνανυφθηλόγε,
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου.
Τὴν
γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.
Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Μιχαὴλ Μαυροειδή, τοῦ Ἀδριανουπολίτου,
ξίφει τελειωθέντος ἐν ἔτει 1493.
Κἄν
καὶ Μιχαὴλ τῷ χορῷ τῶν Μαρτύρων,
Τάττω
τὸ καινὸν οὐχ ὁρῶ καὶ κωλῦον.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀγαθαγγέλου Φλωρίνης, , τοῦ ἐκ Φλωρίνης καταγομένου καὶ ξίφει
μαρτυρήσαντος ἐν Μοναστηρίῳ, ἐν ἔτει 1727ῳ.
Ἀγγέλων
συνόμιλος ἐγένου μάρτυς,
Ἀγαθάγγελε,
Μωάμεθ ἀπελέγξας.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Νεομάρτυρος Θεοδώρου τοῦ Νέου τοῦ Βυζαντίου.
Ὕμνος
νεάζων Θεοδώρῳ τῷ νέῳ,
Χριστοῦ
Ἀθλητῇ, ἐνδίκως ἁρμοστέο.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Ἑρμογένους, ἐπισκόπου Τομπόλσκ τῆς
Ῥωσσίας, τοῦ ὑπὸ τῶν μπολσεβίκων μαρτυρήσαντος ἐν ἔτει 1918ῳ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Σιωπηλοῦ, τῆς Λαύρας τοῦ Κιέβου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ῥωμανοῦ τοῦ ἡσυχαστοῦ, ἐκ Τυρνόβου Βουλγαρίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρνάβα τῆς Γεθσημανῆς τοῦ Ῥώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νεκρωθέντας
κακίᾳ, τοῦ ἐχθροῦ τῶν ἀνθρώπων Χριστὸν τὴν πάντων ζωήν, κηρύττουσα παρθένε, ἐζώωσας
καὶ μέλπειν, εὐχαρίστως ἐπαίδευσας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἡ
σεμνὴ Μαριάμνη, ὡς σελήνην ἐν μέσῳ ἀστέρων φαίνουσα, Φιλίππου καὶ τοῦ θείου,
φαιδρῶς Βαρθολομαίου, σκότος χρόνιον ἔλυσεν, πολυθεΐας Χριστέ, ἄχρονε Θεοῦ
Λόγε.
Συντηροῦσα
τοὺς νόμους, τοῦ δι᾿ οἶκτον τεχθέντος καὶ νόμους φύσεως, καινίσαντος παρθένε, ἀνόμοις
εὐνομίαν, μελῳδοῦντας ἐδίδαξας· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Χαῖρε
μόνη τεκοῦσα, τὴν χαρὰν τῶν Ἀγγέλων καὶ τῶν ἀνθρώπων Ἁγνή, Μαρτύρων Ἀποστόλων,
τὸ καύχημα καὶ πάντων, τῶν βοώντων διάσωσμα· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς
εἶ.
ᾨδὴ
η΄. Ἑπταπλασίως κάμινον.
Ἁγιωσύνης
τέμενος, ἡ καρδία σου γέγονε, τὸν γὰρ ἁγιάζοντα, Θεὸν τὰ σύμπαντα, ἐν γῇ βηματίζοντα,
καὶ οὐρανοῖς δεικνύοντα, πίστει Μαριάμνη, τοὺς βοῶντας κατεῖδες· οἱ παῖδες εὐλογεῖτε,
ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τὸυς αἰῶνας.
Ῥῶσιν
παθῶν ἀοίδιμε, καὶ δεινῶν ἀπολύτρωσιν, καὶ τῆς ἀθεΐας, παντελῆ κατάλυσιν, τυφλοῖς
τὴν ἀνάβλεψιν, καὶ εὐδρομίαν ὄντως χωλοῖς, πίστει ἐκβοῶσα τῷ Χριστῷ ἐπετέλεις·
οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ἱκετηρίαν
ποίησον, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, ὑπὲρ τῶν πιστῶς, ἐπιτελούντων ἔνδοξε, τὴν
πάνσεμνον μνήμην σου, βαρβαρικῆς ἁλώσεως, καὶ πολυσχιδοῦς ἡμᾶς λυτρώσασθαι
πλάνης, τοὺς πόθῳ μελῳδοῦντας· οἱ παῖδες ἀνυμνεῖτε, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Νυμφαγωγός
σοι στέλλεται, οὐρανόθεν Ἀρχάγγελος, χαῖρέ σοι βοῶν, Θεοῦ παστὰς ὁλόφωτε, νυμφὼν
ἀκατάλυτε, περιφανὲς παλάτιον, θρόνε ὑψηλέ, τοῦ ὑψηλοῦ Βασιλέως, Παρθένε ᾯ βοῶμεν·
οἱ παῖδες ἀνυμνεῖτε, ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ΄. Ἔφριξε πᾶσα ἀκοή.
Ἰσχύν
τε καὶ καταφυγήν, καὶ συλλήπτορα, τὸν Κύριον ἔχουσα, τὸν τὴν ἀσθένειαν, ἐθελουσίως
ἡμῶν φορέσαντα, ἐνἀσθενείᾳ γυναικῶν, ἀνδρείαν ἀνέλαβες, καὶ τὰς δυνάμεις ἐχθροῦ,
Μαριάμνη παντελῶς ἐταπείνωσας.
Ὤφθητε
ζεῦγος ἱερόν, Μαριάμνην ὥσπερ δάμαλιν ἄσπιλον, ἐπιφερόμενοι, Βαρθολομαῖε καὶ θεῖε
Φίλιππε, καὶ χερσωθείσας μοχθηρῶς, ψυχὰς ἐσώσατε, καὶ καρποφόρους αὐτάς,
συνεργείᾳ θεϊκῇ ἐτελέσατε.
Συμφώνως
ἅπαντες Θεῷ, χαριστήριον ᾠδὴν ἀναπέμψωμεν, τῷ ῥυσαμένῳ ἡμᾶς, τοῦ πάλαι σκότους
τῆς ματαιότητος, ταῖς σελασφόροις διδαχαῖς, καὶ ταῖς παραινέσεσι, τῶν Ἀποστόλων
αὐτοῦ, καὶ φωτίσαντι ἡμῶν τὰ νοήματα.
Ηὔγασας
πᾶσι φωτισμόν, Μαριάμνη καὶ πρὸς φῶς τὸ ἀνέσπερον, νῦν μεταβέβηκας, χοροῖς ᾿Αγγέλων
συνεπαγάλλεσαι, καὶ Ἀποστόλων ἱερῶν, μεθ᾿ ὧν ἡμῶν μνήσθητι, τῶν τὴν φωσφόρον σου,
ἐκτελούντων ἐπὶ γῆς μνήμην πάντοτε.
Θεοτοκίον
Φάλαγγας
ὄλεσον ἐθνῶν, Ἐκκλησίας τε τὰ σκάνδαλα Ἄχραντε, ἐκ μέσου ποίησον, παῦσον τοῦ
πλάνου τὰ μηχανήματα, νίκας παράσχου βασιλεῖ, παρθένον εἰδότι σε, Θεοῦ
λοχεύτριαν, μεσιτείαις σου Ἁγνὴ παναμώμητε.
Ἐξαποστειλάριον.
῏Ηχος β΄. Τοῖς μαθηταῖς συνέλθωμεν.
Τὸ ἀσθενὲς
τοῦ θήλεος, ἀπεβάλου ἐμφρόνως, καὶ θυρεῷ τῆς πίστεως, ἐμφραχθεῖσα γενναίως, ἐξῆλθες
λαμπὰς Κυρίου, Μαριάμνη τῆς πλάνης, τὸ σκότος διαλύουσα, σὺν Φιλίππῳ τῷ θείῳ καὶ
ἀδελφῷ, ὅθεν καὶ συνόμιλος ἐν τῷ στέφει, ἐγένου ἰσαπόστολε, καὶ ἡμῶν θερμὴ
πρέσβις.
Θεοτοκίον.
῞Ομοιον.
Τὸ
ξένον καὶ ἀπόῤῥητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει ᾿Αγγέλους,
καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη, καὶ γὰρ Θεὸς ἐν μήτρᾳ σου,
σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης ὁ ἀπρόσιτος προσιτός μοι, ἑνώσας με
θεότητι, τῇ αὐτοῦ παραδόξως.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Χαίροις
Μαριάμνη ἔνδοξε, φωτοβολὶς τοῦ Χριστοῦ, τὴν σκοτόμαιναν λύουσα, πλάνης τὴν
ψυχώλεθρον, καὶ ναοὺς ἐγκαινίζουσα, τοὺς ὅσοι πίστει σοὶ ἡλιεύθησαν, καὶ ἀληθείας
τέκνα γεγόνασι· χαίροις ἀπόστολε, ἀδελφοῦ ἰσόψυχε καὶ συνεργέ, μεθ᾿ οὗ ἡμῶν
μέμνησθε, τελούντων μνήμην ὑμῶν.
Χαίροις
Μαριάμνη πάντιμε, Εὔας ἀρὰν τὴν πικράν, εἰσαχθεῖσαν δι᾿ ὄφεως, ἡ καταγλυκάνασα,
τοῦ Χριστοῦ τῷ κηρύγματι, καὶ τῆς ἐχίδνης λατρείαν παύσασα, σοφοῖς δὲ λόγοις πίστει
ἑλκύσασα, πλήθη θεόσοφε, πρὸς Θεοῦ ἐπίγνωσιν τοῦ ἀληθοῦς, Ὃν ἀεὶ ἱκέτευε, ὑπὲρ
τιμώντων σε.
Χαίροις
σεμνὴ ἰσαπόστολε, ἡ παριδοῦσα τερπνά, βίου πάντα καὶ πρόσκαιρα, διὰ τὸν σὸν ἔρωτα,
τὸν Χριστὸν τὴν Ἀλήθειαν, καὶ ἀδελφῷ σου διακονήσασα, Φιλίππῳ ἄχρι θανάτου
πάνσεμνε, μεθ᾿ οὗ πρεσβεύσατε, τῷ Κυρίῳ πάντοτε ὑπὲρ ἡμῶν, μνήμην τὴν πανίερον,
ὑμῶν τελούντων πιστῶς.
Χαίρει
ἡ Κύπρος κατέχουσα, ἐν τῇ τοῦ Κύκκου Μονῇ, φυλακτήριον ἔνθεον, λείψανα
τρισόλβια, Μαριάμνης θεόφρονος, ἐξ ὧν λαμβάνει χάριν ἀέναον, καὶ ἐν δυάδι ναῶν
εὐφρόσυνον, ἄγειπανήγυριν, ταύτης ἱκετεύουσα ὅπως ἀεί, σκέπῃ τοὺς πιστεύοντας, ἐκ
πειρασμῶν καὶ δεινῶν.
Δόξα.
῏Ηχος πλ.α΄.
Τῆς
χρισταυγοῦς θεωρίας ἐμπεπλησμένη τὴν ψυχήν, Μαριάμνη σεμνοτάτη, καὶ τὸν ὑπέρφωτον
Μαργαρίτην τῷ μυστικῷ σου θυλακίῳ ἐγκρύψασα, ὅλη κατεγλυκάνθης, ὅλη ἠλλοιώθης, ὅλη
τοῦ κόσμου τούτου ξένη γέγονας· διὸ ὡς φιλόψυχος νεφέλη, τῷ συγγόνῳ Φιλίππῳ ἀκολουθοῦσα,
πολλοὺς ἐδρόσισας σωτηριωδῶς, τῇ εἰρηνοδώρῳ ἀποῤῥοῇ τοῦ εὐαγγελικοῦ κηρύγματος.
Ὅθεν καὶ εἰς Ἰορδάνην τὸ πνεῦμα παραδοῦσα τῷ ἠγαπημένῳ σοι Χριστῷ, Αὐτὸν δυσώπει
ἰσαπόστολε ἐκτενῶς, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τὴν μνήμην γεραιρόντων σου.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
μεγάλη καὶ τὰ λοιπὰ ὡς συνήθως.
Μεγαλυνάρια
Τῷ
Μαρίας θείῳ Ἀμνῷ πιστῶς, ὄπισθεν δραμοῦσα, Μαριάμνη πάντας Αὐτῷ, σύναψον εὐχαῖς
σου, τοὺς πόθῳ προσκυνοῦντας, θήκην τῶν σῶν λειψάνων, καὶ μνήμην ἄγοντας.
Πλάνην
ἀποδίωξον ἀφ᾿ ἡμῶν, Μαριάμνη θεία, καὶ ἐγκαίνισον τοῦ Χριστοῦ, Φῶς ἡμῖν τοῖς
πόθῳ, σὴν μνήμην ἐκτελούντων, καὶ πόθῳ προσκυνούντων, σεπτὴν εἰκόνα σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου