ΜΑΡΤΙΟΣ ΚΑ΄
ΣΕΡΑΠΙΩΝ ΟΣΙΟΣ ΣΙΝΔΟΝΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχηρὰ
προσόμοια. ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ὡς τῶν
μελλόντων σε πόθος, Πάτερ κατέφλεξεν, ἐξεστηκὼς καθάπερ, δι᾿ ἀγάπην Κυρίου, τὴν
ἔρημον κληροῦσαι στάδιον σόν, ἔνθα Σχῆμα μονότροπον, ὑπεισελθὼν καθ᾿ ἡμέραν τῶν
ἀρετῶν, θεῖον σίμβλον ἐτεχνούργεις σοφῶς.
Ἐσταυρωμένου
Κυρίου, δοῦλος αἱμώνητος, πολλάκις ἀνεπράθης, ἵνα δῶρον προσφέρῃς, πολύτιμον
καθάπερ Τούτῳ ψυχῶν, σωτηρίαν τρισόλβιε, τῶν φαινομένων κυρίων σου ἀληθῶς· τοῦτο
μόνος σὺ ἐποίησας.
Ἀνακαινώσας
σου φύσιν, Πάτερ μακάριε, νεκρὸς καὶ ζῶν συνώφθης, πορευόμενος τρίβους, εὐθείας
τοῦ Δεσπότου, στήλη δειχθείς, ἀκτησίας αἰώνιος, καὶ ὡς στρουθίον ἀμέριμνον τῷ
Θεῷ, Σεραπίων ἐγκαθώρμισαι.
Δόξα.
῏Ηχος πλ.α΄.
Δεῦτε
μοναζόντων τὸ ἄθροισμα, δεῦτε θεασώμεθα τὸν ξενότροπον βίον καὶ τὰ καινοφανῆ
παλαίσματα, τοῦ Σεραπίωνος τοῦ θείου ἀσκητοῦ. Οὗτος γάρ, τὸ Εὐαγγέλιον ἐπακριβῶς
τηρήσας, ἄοικος, ἀκτήμων, γυμνὸς καὶ πλανόβιος, μανικῶς τὸν Δεσπότην ἐξεζήτησεν.
Ὡς υἱὸς δὲ δουλεύσας τῷ Πατρὶ καρτερῶς, τῇ θαυμαστῇ ταπεινώσει καὶ ψευδομωρίᾳ,
τὰς τοῦ ἐχθροῦ παγίδας διέφυγε πανσόφως. Τὴν δὲ σινδόνα ὑποδύς, τοῦ ἄκρακενώσαντος
Ἑαυτὸν μίμημα ἐγένετο. Εἴπωμεν οὖν αὐτῶ· Πάτερ τρισόλβιε, καὶ ἡμᾶς ὁδεύοντας πρὸς
οὐρανόν, ταῖς πανοσίαις σου εὐχαῖς ὑποστήριξον.
Καὶ
νῦν. Θεοτοκίον, ἐκ τῶν τοῦ Τριῳδίου.
Ἀπολυτίκιον.
῏Ηχος πλ.α΄. Τὸν Συνάναρχον Λόγον.
Γυμνωθεὶς
προσπαθείας ἁπάσης ὅσιε, Σεραπίων ὀπίσω Κυρίου ἔδραμες, τὴν πτωχείαν τὴν Αὐτοῦ,
ἔχων ὑπόδειγμα, καὶ ποθῶν τὴν ἀδελφῶν, σωτηρίαν ἐκ ψυχῆς, διό σε πόθῳ τιμῶμεν, καὶ
τὰς εὐχάς σου τὰς θείας, ἐπικαλούμεθα μακάριε.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος γ΄. Θείας πίστεως.
Δοῦλος
γνήσιος τοῦ σοῦ Δεσπότου, Πάτερ δέδειξαι ἐσταυρωμένος, ὥσπερ ἀσώματος βιώσας
τις ἄγγελος· Εὐαγγελίου τηρῶν δὲ προστάγματα, εἰκὼν ἐγένου τοῦ Χριστοῦ παμμακάριστε,
Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ θεῖον ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Θρόνος
πάγχρυσος τοῦ Βασιλέως, καὶ παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε
πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις
χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὸν Σεραπίωνα ὑμνῶ,
ὡς ἀρετῶν ἐργάτην. Ἀ(θανάσιος).
ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην Φαραώ.
Τὰς τῶν
ὑμνούντων σε ψυχὰς καταύγασον, φωτὶ τῆς γνώσεως, πάτερ Σεραπίων, καὶ Θεῷ ὑπόταξον,
τοὺς λογισμοὺς μακάριε, ὅπως πόθῳ τελῶμεν, τὸ ἱερόν σου μνημόσυνον, ἔχεις γὰρ εὐχῆς
τὸ εὐπάρεδρον.
Οὐρανωθεὶς
ταῖς ἀρεταῖς τρισόλβιε, πάντας κινεῖς θαυμαστῶς, εἰς δοξολογίαν, τοῦ σὲ ἀναδείξαντος,
σημείων ἐργαστήριον, ἐκ νεότητος Πάτερ, καὶ στηλογράφημα ἔνδοξον, τῶν ἐνεργειῶν
θείας Χάριτος.
Ναοποιεῖ
τοὺς ταπεινοὺς ὁ Κύριος, ὁ ἐφορῶν τὰ κρυπτά, Πάτερ τῶν ἀνθρώπων, θεῖα ἐννοήματα,
διὸ καὶ σοὶ κατῴκησεν, ἐνιδών σου τὸ πρᾷον, τὸ εὐσεβὲς τὸ ἡσύχιον, τῆς
φιλοθεΐας τὸ σύντονον.
Θεοτοκίον.
Σπαργανωθεὶς
διὰ χειρῶν σου Πάναγνε, ὁ ζωοδότης Θεός, πάντας ἐκδιδάσκει, προτιμᾶν
ταπείνωσιν, δαιμονικῆς ἐπάρσεως,εἰς βυθὸν ὁδηγούσης, ἀποστασίας Πανύμνητε, ἧς
τοὺς σὲ τιμῶντας ἐκλύτρωσαι.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ἐννοήσας
σωφρόνως, τὸ τῆς ζωῆς μάταιον, ὄπισθεν Κυρίου σὸν ἅρμα, Πάτερ ἐκόλλησας, τρέχων
εὐθύτατα, πρὸς τὴν οὐράνιον Πόλιν, ἔνθα ἔστι σύλλογος, ὁ θεοφόρητος.
Ῥόδον
γῆς τῆς Αἰγύπτου, ἀναφυεὶς Ὅσιε, κατευωδιάζων μυρίζεις, ἅπαν τὸ πλήρωμα, τῶν ἐγκυπτόντων
σου, εἰς τὸν πανέκλαμπρον βίον, ὅν μιμεῖσθαι πάντοτε, τούτους ἀξίωσον.
Ἀγαπήσας
γνησίως, τὸν ᾿Ιησοῦν ἔφυγες, ὥσπερ τις φιλέρημος ὄρνις, καὶ κατεσκήνωσας, εἰς τὴν
πανέρημον, Τοῦτον ζητῶν καθ᾿ ἡμέραν, Σεραπίων μέγιστε, Ὃν καὶ κατέλαβες.
Θεοτοκίον.
Πῶς ὀφθήσομαι
Μῆτερ, πρὸ τοῦ Κριτοῦ ἔνδυμα, ὅλως μὴ κατέχων τὸ πρέπον, τὸ συρῤῥαπτόμενον, ἐκ
τῆς τηρήσεως, τῶν ἐντολῶν τοῦ Δεσπότου, Σύ μοι οὖν προμήθευσον, τοῦτο πρεσβείαις
σου.
Κάθισμα.
῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστοῦ
ἀφομοίωμα, ἐν πᾶσι Πάτερ δειχθείς, χαρίσμασιν ἔλαμψας τῶν μοναστῶν τοὺς χορούς,
ὡς ἥλιος πάμφωτος, ὅθεν σε Σεραπίων, ἀνυμνοῦντες ἐκ πόθου, πίστει σου ἐκζητοῦμεν,
πατρικὴν εὐλογίαν, ἥν ἔχοντες ἀκράδαντον, βάσιν στομούμεθα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Πιστῶν
ἱλαστήριον, σὺ ἀνεδείχθης Ἁγνή, κοινὸν καταφύγιον, καὶ μεσιτεία θερμή, Παρθένε
θεόνυμφε· ὅθεν καὶ τῶν ἐν πίστει, πρὸς ἀγῶνας ἐλθόντων, φάνηθι νῦν μεσῖτις, καὶ
σωτήριος πύλη, εἰς πλάτος τοῦ Παραδείσου, τούτους εἰσάγουσα.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ἰδοὺ ἐγώ,
καὶ τὰ παιδία μου ἔκραζες, ἅ προσάγω, σοὶ ὥσπερ ἀντίδωρον, τῆς πρὸς ἐμὲ ἄκρας
δωρεᾶς, δοῦλος γὰρ ἐπράθην, ἵνα κερδήσω τοὺς δούλους σου, διὸ μὴ ἀποστρέψῃς, ἀπ᾿
αὐτῶν τὸ σὸν ὄμμα, Πολυεύσπλαγχνε κράζων σου δέομαι.
Ὡραιωθείς,
τῇ ἐγκρατείᾳ μακάριε, πάσας ἦγξας, ἡδονὰς τοῦ σώματος, μόνην ποθῶν, Πνεύματος
τρυφήν, ἥν παρεσχηκώς σοι, ὁ Ἰησοῦς ὁ φιλάνθρωπος, ἀνέδειξέ σε αὖθις, παρθενίας
ταμεῖον, καὶ νηστείας τῆς ἄκρας ὑπόδειγμα.
Νοῦν
καὶ ψυχὴν ἔθρεψας, ταῖς θείαις ρήσεσι, Σεραπίων, ὅθεν οὐ κεχώρισαι, αὐτῶν ποτέ,
ὡς ἐφευρηκώς, σκύλων πολὺ πλῆθος, καὶ ἐντρυφῶν κατεμάνθανες, τὸ θέλημα Κυρίου, ὅ
συντόνως ἐποίεις, ἀνυμνῶν τὸν Δεσπότην φιλόθεε.
Θεοτοκίον.
Ἄλλην
τινὰ Δέσποινα, σκέπην οὐ κέκτημαι, οὐ προστάτιν, οὔτε καὶ προσφύγιον, τῆς μητρικῆς
σου καὶ κραταιᾶς, ὅθεν πρόσδεξαί με, παρακαλοῦντα καὶ λέγοντα· ὑπὸ τὰς πτέρυγάς
σου, τὴν ψυχήν μου συντήρει, τῶν βελῶν τοῦ ἐχθροῦ ἀπολέμητον.
ᾨδὴ
ε΄. Ἵνα τί με ἀπώσω.
Ὑπερέβης
τὴν φύσιν, πάτερ Σεραπίων τῇ θείᾳ χάριτι, καὶ ἐκτὸς ἐγένου, σεαυτοῦ προτιμῶν τὸν
πλησίον σου, ὅθεν καὶ πολλάκις, δοῦλος καθάπερ ἐπωλήθης, ἵνα φέρῃς Κυρίῳ
κυρίους σου.
Μιμητὴς
τῷ ἐλέει, ὤφθης πολυσπλάγχνου Θεοῦ τρισόλβιε, ἔχων οἰκτιρμῶν σου, τὰ αἰσθήματα
πᾶσι τοῖς χρήζουσι, Πάτερ διδομένου, διὸ πλουσίως ἠλεήθης, ὡς Χριστὸς μακαρίζει
οἰκτίρμονας.
Νικητὴς
φθειρομένης, ἀπατώσης τε ὕλης ἐδείχθης Ὅσιε, ὅλως μὴ φροντίζων, συναγείρειν
χρυσίον ἤ ἄργυρον, ἔσχες θησαυρόν σου καὶ γὰρ ἀσύλητον τὸν ὄντως, μαργαρίτην
Χριστὸν ὑπερτίμητον.
Θεοτοκίον.
Ὡς
γνωρίζεις Παρθένε, σῶσόν με σὸν δοῦλον καθικετεύω σε, ἔχεις παρρησίαν, πρὸς
Χριστὸν τὸν Υἱόν σου καὶ Κύριον, καὶ φιλοψυχίαν, ὑπερπλουτεῖς πάντας ἀνθρώπους,
καὶ ἀγγέλους Παντάνασσα Δέσποινα.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Ὠνήθης
διὰ Χριστοῦ, τὸ Εὐαγγέλιον ὅσιε, γυμνώσας πάσης σαὐτόν, ἐμπαθείας ἄριστα, ὅθεν ἐπενδέδυσαι,
ἀπαθείας χάριν, Σεραπίων ἀγγελόβιε.
Σωφρόνως
τε καὶ σοφῶς, παρθένον Πάτερ ἐδίδαξας, φρονεῖν εἰς τὸ σωφρονεῖν, καὶ διώκειν
τέλεον, ἔπαρσιν ὀλέτειραν, ἀρετῶν παντοίων, καὶ ὁπλίζεσθαι ταπείνωσιν.
Ἀκάματος
ἀληθῶς, τῆς σωτηρίας σὺ ἔμπορος, ὡράθης δοῦλε θεοῦ, μόνον μὴ ἀρκούμενος, τὴν
ψυχήν σου σῴζεσθαι, ἀλλ᾿ εἰ δυνατόν σοι, πᾶσαν φύσιν τὴν ἀνθρώπειον.
Θεοτοκίον.
Ῥημάτων
τοῦ Γαβριήλ, κἀγὼ ὑπέρμαχος Δέσποινα, κραυγάζω σοι ἐκ ψυχῆς, ἀπείρως τὸ Χαῖρέ
σοι· πέλεις ἀγαλλίαμα, τῶν ὅσοι φιλοῦσι, σὸν Υἱὸν γὰρ τὸν παμπόθητον.
Κοντάκιον.
῏Ηχος πλ.δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς
μονοτρόπων ἀκροθίνιον γενόμενον, καὶ ἀκτησίας πολυτίμητον διδάσκαλον, παρθενίας
ὑποφήτην καὶ ταπεινόνουν, κατὰ κόσμον νεκρωθέντα καὶ βιώσαντα ἐν Χριστῷ τῷ
σταυρωθέντι εὐφημοῦμέν σε, ἀνακράζοντες· Χαίροις
Πάτερ μακάριε.
῾Ο Οἶκος
Ἄνθρωπόν
σε προσείπω ἤ ἀσώματον Πάτερ; ξενίζει με καὶ γὰρ ὁ σὸς βίος. Τῷ Χριστῷ ἀκολουθῶν,
μόνον ἔβλεπες τὰ μέλλοντα, καὶ ἐν πληρότητι τηρῶν ἀεὶ τὸ Εὐαγγέλιον, ἐγένου ἄξιος
ἀκούειν παρ᾿ ἡμῶν τρισόλβιε, τοιαῦτα·
Χαῖρε
Σεραπίων ξενοτρόπων ὁ ἄριστος,
χαῖρε
ἐκμαγεῖον ἀρετῶν τὸ θεσπέσιον.
Χαῖρε πύκτα ἀκτησίας τῆς θεοφιλοῦς,
χαῖρε
θῦτα σεαυτοῦ ἐξ ἀγάπης ἀληθοῦς.
Χαῖρε
δοῦλε γνησιώτατε Κυρίου,
χαῖρε
τὴν σινδόνα ὑπενδὺς διὰ βίου.
Χαῖρε
νικητὰ παντὸς πάθους ἐξαίρετε,
χαῖρε
θεραπευτὰ κενοδοξίας οὐράνιε.
Χαῖρε
Εὐαγγέλιον μᾶλλον ἔμπνουν ἤ Εὐαγγελίου γνῶστα,
χαῖρε
τεχνασμάτων δαιμονολοθρευτικῶν ὁσιώτατε κλῶστα.
Χαῖρε
ἀληθείας εὑρετής τε καὶ μάρτυς,
χαῖρε
Ἁγίου Πνεύματος ἐγγεγραμμένος χάρτης
Χαίροις Πάτερ μακάριε.
Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Σεραπίωνος τοῦ Σιδώνιου
Δοὺς πάντα χερσὶν ἐνδεῶν Σεραπίων,
τέλος δίδωσι καὶ τὸ Πνεῦμα Κυρίῳ.
τέλος δίδωσι καὶ τὸ Πνεῦμα Κυρίῳ.
Σινδονιελίκτῳ
Χριστῷ ἄχρι Σιδόνιος ἤλυθεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰακώβου ἐπισκόπου, τοῦ Ὁμολογητοῦ.
Λύπας ἐνεγκὼν σῆς χάριν σκιᾶς, Λόγε,
βίου σκιώδους Ἰάκωβος ἡρπάγη.
βίου σκιώδους Ἰάκωβος ἡρπάγη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Θωμᾶ, Πατριάρχου Κωνσταντινουπόλεως
Ζωὴν ὁ Θωμᾶς ἐκλιπὼν μετρουμένην,
ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.
ζωὴν πρεπόντως εὗρεν οὐ μετρουμένην.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες
Φιλήμων καὶ Δομνίνος, ξίφει τελειοῦνται.
Τμηθεὶς Φιλήμων, καὶ Δομνῖνον σὸν φίλον,
φιλεῖν κεφαλῆς τὴν τομὴν ἀπειργάσω.
φιλεῖν κεφαλῆς τὴν τομὴν ἀπειργάσω.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Βηρύλλου, ἐπισκόπου Κατάνης
Διπλᾶ θανὼν εὕρατο Βήριλλος στέφη,
ὡς κυριεύσας καὶ παθῶν καὶ δαιμόνων.
ὡς κυριεύσας καὶ παθῶν καὶ δαιμόνων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σεραπίωνος τοῦ Ὁμολογητοῦ, ἐπισκόπου
Θμουέως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μαρίας, τῆς ἐν Πέργῃ
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος
Νεομάρτυς Γεώργιος, ἐν ἔτει 1800ῳ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Παῖδες Ἑβραίων.
Ἔδραμες
Πάτερ τὴν ὁδόν σου, ὥσπερ γίγας τις, τὰ πνεύματα διώκων, προσευχῇ κραταιᾷ
παννύχῳ τε τοξεύων, μαχαίρᾳ δ᾿ ἀναιρούμενος, τῆς νηστείας τῆς παντόλμου.
Τρίδυμον
τύραννον πατήσας, τὴν πορνείαν τε καὶ τὴν φιλαργυρίαν, καὶ γαστρὸς τῆς κακῆς,
δεσποίνης τὴν μανίαν, Τριάδος Πάτερ γέγονας, οἶκος πάνστολος καὶ θεῖος.
Ὥσπερ
υἱὸς τῆς Βασιλείας, καθωδήγησας, ἐκ πλάνης σοὺς κυρίους, πρὸς νυμφῶνα φωτός,
τρισμάκαρ Σεραπίων, αὐτοῖς νῦν ἀγαλλόμενος, καὶ ὑμνῶν τὸν Ζωοδότην.
Θεοτοκίον.
Νόες
εὐφραίνονται Παρθένε, καθορῶντές σου, τὴν δόξαν ἥν παρέσχεν, ὁ ἐκ σοῦ
σαρκωθείς, ἐγὼ δὲ εὐελπίζω, ὅτι κἀμὲ πρεσβείαις σου, ὁ Δεσπότης ἐλεήσει.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἐδειγμάτισας
τῆς λαθροφαγίας, τὸ δαιμόνιον, ἐξαγορεύσει πάτερ, γεροντί σου εὐθύς, τὸν
πόλεμον γνωρίσας, ὅθεν Χριστός ἀπήλλαξε, Σεραπίων σε τοῦ πάθους.
Ῥώμη ἔγνω
σε Πάτερ ὑποφήτην, ἐνταλμάτων τε, Κυρίου καὶ κανόνα, Ἀθηνῶν πρακτικόν, ἡ πόλις ἔσχε
μύστην, καὶ Λακεδαίμων δ᾿ ἄριστον, σὲ ἐργάτην σωτηρίας.
Γνῶσιν
ἔχων τὴν ἀληθῆ παμμάκαρ, καθωδήγησας, πανσόφως ἐξ ἀγνοίας, καὶ δουλώσας Χριστῷ,
τοὺς πρὶν ἐχθροῦ δεσμώτας, εἰς ἔρημον ἐπέστρεψας, ὡς γενναῖος στρατηγός τις.
Θεοτοκίον.
Ἀπαθείας
πηγὴ οὖσα Παρθένε, ἐνοχλούντων με, παθῶν ἀπολυτρώσαις, ἀπαθεῖ ᾿Ιησοῦ,
συνάπτουσα εὐχαῖς σου, οἷς τρόποις σὺ ἐπίστασαι, ἡ ἀπάθειαν φιλοῦσα.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Τὴν
νέκρωσιν ὑπέδυς τοῦ Ἰησοῦ, καθὼς Παῦλος διδάσκει ὁ πάνσοφος, ἀπεκδυθείς, πάτερ
τὸν χιτῶνα πρώτου Ἀδάμ, καὶ γέγονας τρισόλβιε, ἴνδαλμα εἰκόνος Υἱοῦ Θεοῦ, διὸ
καὶ συναγάλλῃ, μετὰ τῶν πρωτοτόκων, ὦ Σεραπίων τρισμακάριστε.
῾Η
γύμνωσις Κυρίου καὶ σὲ σοφέ, Σεραπίων ἐγύμνωσε φέροντα, κατὰ σαρκός, ἔνδυμα
καθάπερ πολυτελές, σινδόνα καθ᾿ ὁμοίωσιν, τοῦ γυμνοῦ φανέντος ὑπερβολῇ,
φιλοστοργίας Πάτερ, καὶ ἐλεημοσύνης, πρὸς τὸν φθορᾷ πεσόντα ἄνθρωπον.
Ναὸς
κατέχει Πάτερ ἄνευ χειρός, ὁ κτισθεὶς τὴν ψυχήν σου τὴν πάνστολον, ἐν ᾧ χορός,
τῶν συνασκητῶν σου ἐπὶ τῇ σῇ, θεώσει ἐπαγάλλεται, ἅπαν δὲ τὸ πλήρωμα τῶν πιστῶν,
εὐφρόσυνον τὸν ὕμνον, προσάγομεν Κυρίῳ, τῷ θαυμαστώσαντί σε ὅσιε.
Θεοτοκίον.
Ἀγάθυνον
Παρθένε ὡς ἀγαθή, σωτηρίαν τῶν δούλων σου ἔχουσα τὴν πανσθενῆ, καὶ ἀκαταμάχητον
πρὸς Θεόν, πρεσβείαν καὶ χορήγησον, ἄφεσιν ποικίλων ἁμαρτιῶν, καταξιοῦσα
πάντας, πορεύεσθαι ὀπίσω, τῶν ἐντολῶν Χριστοῦ Πανάμωμε.
Ἐξαποστειλάριον
῏Ηχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τὸν
οὐρανὸν ἐν ψυχῇ σου, ταῖς ἀρεταῖς πάτερ εὑρών, πάντα ὡς σκύβαλα εἶχες, μόνῳ Θεῷ
εὐαρεστῶν, ἡμᾶς κινεῖς δὲ πρὸς ὕμνον, τοῦ βίου σου Σεραπίων.
Θεοτοκίον,
ὅμοιον.
Ἡ
χαρμονὴ πιστευόντων, Παρθενομῆτορ Μαριάμ, εὐχαῖς σου δίδου τὴν νίκην, ἡμῖν
νηστεύουσιν ὅπως, κεκαθαρμένοι τὸ θεῖον, ἴδωμεν Πάσχα Υἱοῦ σου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ
Σεραπίων ἔρημον, καταλαβὼν νουνεχῶς, τὴν ψυχήν σου κατήρδευσας, ὕδασι τοῦ
Πνεύματος, καὶ ὡς γῆν ταύτην ἔδειξας, ἐξενεγκοῦσαν καρποὺς τῆς χάριτος,
ποικίλους ὥσπερ κῆπος εὐφρόσυνος, ἐξ ὧν τρεφόμενοι, οἱ τιμῶντες σήμερον τὴν εὐκλεᾶ,
μνήμην σου δοξάζομεν, τὸν σὲ δοξάσαντα.
Τῇ ἀκτησίᾳ
φερόμενος, ὥς τινι θείᾳ πνοῇ, πρὸς λιμένα κατήντησας, ἀμερίμνου Ὅσιε, βιοτῆς καὶ
συμφέρον σοι, τὸ τοῦ ἑτέρου πιστεύων πέπρακας, σαὐτὸν ἐνέγκας, Χριστῷ
πολύτιμον, δῶρον κυρίων σου, τὰς ψυχὰς τρισόλβιε, δι᾿ ἅς Αὐτός, Αἷμα τὸ πανάγιον,
λύτρον ἐξέχεε.
Κεφαλαιώδη
ἐξήλειψας, πάθη ἀσκήσει σοφέ, καὶ σινδόνα ἐνδέδυσαι, μυστικῶς τυπῶν ἡμῖν, τὴν συνοῦσάν
σοι δύναμιν, τοῦ Παρακλήτου δι᾿ Οὗ ἐξίσχυσας, καθυποτάξαι λογισμῷ σώφρονι, ταῦτα
μακάριε, καὶ ἀγγέλων ὅμοιε· ταῖς σαῖς εὐχαῖς, δίδου τοῖς τιμῶσί σε, τὸ μέγα ἔλεος.
Κενοδοξίας
σε θέριστρον, ἐκκριζωτὴν τῶν παθῶν, ταπεινώσεως πέλαγος, ξενιτείας ἔμπορον, ἀρετῆς
ποδηγέτην τε, Εὐαγγελίου πληρωτὴν ἄριστον, δι᾿ ὃ προθύμως κόσμῳ ἀπέθανες, ἄοικον
ἄπολιν, σὲ εἰδότες ὅσιε χαρμονικῶς, σήμερον τὴν μνήμην σου, πανηγυρίζομεν.
Δόξα.
῏Ηχος ὁ αὐτός.
Εὐφραίνου
ἔρημος, ἡ τῶν ῾Οσίων πανολβία μήτηρ, τῶν ἀθλητῶν τῆς συνειδήσεως τὸ θεῖον
στάδιον, ὅτι τοῖς πατράσι σου προσετέθη, ὥσπερ φοῖνιξ πολύκαρπος, ὁ μέγας
Σεραπίων, κεκοσμημένος ὁ ἀκτήμων πλουσίαις ἀρεταῖς, ὑπὲρ πάντας τοὺς ἐν κόσμῳ εὐτυχοῦντας·
ἔμπορος γὰρ ἀκάματος Χριστοῦ ἀναφανείς, πάντα νουνεχῶς ἐξεπρίατο, ὡς καὶ τὸ ἴδιον
σῶμα πολλάκις, ὑπὲρ τοῦ πολυτίμου Μαργαρίτου, ὃν εὑρὼν ὁ τρισμακάριστος, τὴν ἄνω
πόλιν νῦν οἰκεῖ, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Μεγαλυνάριον
Κτῆμα
ἐφευρών σου τὸν Ἰησοῦν, πάντα Σεραπίων, ἀπηρνήσω ὥσπερ οὐδέν, τὴν σινδόνα ἔχων ὡς
θεῖον δὲ ἱστίον, κατέλαβες λιμένα, τὸν οὐρανόχωρον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου