ΑΥΓΟΥΣΤΟΣ Ζ΄.
ΜΑΞΙΜΟΣ & ΙΩΑΣΑΦ ΟΣΙΟΙ
ΚΤΙΤΟΡΕΣ ΜΟΝΗΣ ΡΟΥΣΑΝΟΥ ΜΕΤΕΩΡΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν
Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ'. Ἦχος δ' Ὁ ἐξ ὑψίστου
κληθεὶς
Πρὸ
τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν Ἱερῶν Μαθητῶν,
πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ
καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν
δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ
ἀπαύγασμα, τοῦ Πατρός, εἰ καὶ θέλων, σάρξ ὡράθης ἀναλλοίωτος.
Ὁ
πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος ἔμπροσθεν,
τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ παρειστήκεισαν,
νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες τὴν ἀπόῤῥητον, οἰκονομίαν
καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας κόσμον, ἁμαρτίαις ἀπολλύμενον.
Παρθενικῆς
ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον
Κύριε, καὶ τῇ νεφέλῃ, τῇ φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητὸν
σε Υἱόν, τῶν μαθητῶν συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον·
ὅθεν ὁ Πέτρος ἐκπληττόμενος· Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει· Εὐεργέτα
πολυέλεε.
Καὶ
γ΄ τῶν Ὁσίων. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ὅλην
εἰσοικίσαντες τὴν τοῦ Κυρίου ἀγάπην, ἐν ψυχαῖς τρισόλβιοι, πᾶσαν ἀπηρνήσασθε
ματαιότητα, καὶ σταυρὸν ᾄραντες, βίου μονοτρόπου, Μετεώροις κατῳκίσθητε, πέτραν
εἰς ἄοικον, ἀνελθόντες πόθῳ ἀσκήσεως, καὶ ταύτην ἀνεδείξατε, ὄρος τοῦ Θαβὼρ τοῖς
προστρέξασι, ἐπιβοηθείᾳ, τοῦ θείου Βησσαρίωνος σοφοί, μεθ᾿ οὗ Χριστὸν ἱκετεύσατε,
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μάξιμε
θεόσοφε, καὶ Ἰωάσαφ τρισμάκαρ, τοῦ Ῥουσάνου κτίτορες, καὶ πατέρες πρώτιστοι,
κατεπλήξατε, ἀσωμάτων τάγματα, καὶ χοροὺς ὁσίων, κατὰ πάντα μιμησάμενοι, βίον τὸν
ἔνθεον, τῶν καθηγητῶν τῆς ἀσκήσεως· καὶ πόθον προστιθέμενοι, πόθῳ τοῦ Κυρίου ἐφλέχθητε·
ὅθεν τοῖς τιμῶσι, τὴν μνήμην ἄμφω θείᾳ χαρμονῇ, χάριν παράσχετε Ὅσιοι, τοῦ Ἁγίου
Πνεύματος.
Ἀστραπαῖς
τοῦ Πνεύματος, κατελλαμφθέντες Πατέρες, τῷ Θαβὼρ ἐκλάμψαντι, οἶκον ἀνεγείρατε
παγκαλλέστατον, καὶ ἀρδείαις Πνεύματος, πέτραν τοῦ Ῥουσάνου, εὐφορώτατον γεώργιον,
Χριστοῦ ἐδείξατε, καὶ ἀσκητικὸν γυμναστήριον, Μάξιμε ὁσιώτατε σὺν τῷ Ἰωάσαφ
συγγόνῳ σου· ὅθεν εὐφημοῦντες, τοὺς ἄθλους καὶ τὰ σκάμματα ὑμῶν, καθικετεύομεν
εὔξασθε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. ῏Ηχος πλ. β.
Τὴν
τῶν ρεόντων φθορὰν καὶ τῶν μενόντων στάσιν, καλῶς Πατέρες περισκεψάμενοι,
συγκακουχεῖσθαι εἵλεσθε τοῖς ἀπ᾿ αἰῶνος ἀσκηταῖς, καὶ ἁβραμιαίως τὴν πατρίδα
καταλιπόντες, τὴν ἱερὰν τῶν Μετεώρων λιθούπολιν κατειλήφατε· ἔνθα τὴν ἄνικμον
πέτραν τοῦ Ῥουσάνου, τοῖς δάκρυσι καὶ τοῖς ἱδρῶσι ποτίσαντες, πνευματικῆς ἠξιώθητε
ἀπολαυεῖν καρπογονίας· ἐξ ἧς σήμερον τὰ ἐφύμνια δεχόμενοι, Μάξιμε πανόσιε καὶ Ἰωάσαφ
χριστόψυχε, ἀντιδωρήσασθε φιλοτέκνως τὸ Μεταμορφωθέντος μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς
Προτυπῶν
τὴν Ἀνάστασιν τὴν σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς σου Μαθητάς,
Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου,
τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο, οἱ Μαθηταί σου Λόγε, ἔῤῥιψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει
τῆς γῆς, μὴ φέροντες ὁρᾶν τὴν ἀθέατον μορφήν. Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ·
οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς τῆς δόξης τὸν Κύριον.
Εἴσοδος. Φῶς ἱλαρόν.
Προκείμενον Ἦχος βαρὺς: Ὁ
Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ πάντα ὅσα ἠθέλησεν ἐποίησεν.
Στίχ.
Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου.
Στίχ.
Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν.
Στίχ.
Τί σοί ἐστι θάλασσα ὅτι ἔφυγες καὶ σοὶ Ἰορδάνη
ὃτι ἐστράφης εἰς τὰ ὀπίσω.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος.
Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ
κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα. Ἦχος
α΄.
Τῷ
βέλει τῆς τοῦ Κυρίου ἀγάπης τρωθέντες, Μάξιμε καὶ Ἰωάσαφ οἱ αὐτάδελφοι, οὐκ ἐδώκατε
ἀνάπαυσιν τοῖς κροτάφοις ὑμῶν, ἕως οὗ ἐφεύρετε τόπον ἀσκητικῆς βιοτῆς, ἐν τοῖς
οὐρανογείτοσι Μετεώροις· ἔνθα τὰς τῆς ψυχῆς πτέρυγας ἀναπετάσαντες εἰς τὴν
πέτραν τοῦ Ῥουσάνου εὐθαρσῶς,ἠξιώθητε τῆς δόξης τοῦ Μεταμορφωθέντος Χριστοῦ, Ὃν
ἀεὶ ἐκδυσωπεῖτε ὑπὲρ τῆς ποίμνης ὑμῶν.
Ἦχος
β΄.
Τῆς
αὐταδελφίας τῷ ζυγῷ στεφανούμενοι, τῆς ὁμοστοχίας τῶν ψυχῶν ἐπετύχετε θεοφόροι
Πατέρες· ἕτερος τῷ ἑτέρῳ ὑποκαίων τὸ πῦρ τῆς θεοφιλίας, καὶ τὸν τόνον τῆς ἀσκήσεως
ἀναζωπυρῶν ἔργοις τε καὶ λόγοις, τύποι ἐγεγόνατε τῶν σὺν ὑμῖν μοναστῶν·
πρεσβεύσατε δεόμεθα τῷ Σωτῆρι Χριστῷ, Ἰωάσαφ θεόφρον καὶ Μάξιμε πανάριστε, ὑπὲρ
τῆς Μάνδρας ἣν Αὐτῷ ἐκ ψυχῆς ἀνέθετε.
῏Ηχος
γ΄.
Τῶν Ἰωαννίνων
τῆς λαμπρᾶς πόλεως μακρυνθέντες διὰ τὸν Κύριον, τῆς τοῦ βαπτιστοῦ Ἰωάννου
διαγωγῆς, μιμηταὶ ἐγεγόνατε Ὅσιοι Πατέρες· ἐν νηστείᾳ καὶ εὐχῇ διηνεκεῖ, πάντα
τὸν βίον ἐκοσμήσατε, νήφοντες ἐνθέως καὶ τὸν ἐν Θαβὼρ μεταμορφωθέντα Κύριον ἐραστικῶς
ἐπιζητοῦντες, Οὗ τῶν ἀκτίστων ἐλλάμψεων μετέχοντες, κληρονόμοι ὤφθητε τῆς θείας
βασιλείας· Αὐτῆς καὶ ἡμᾶς ἀξιώσατε, τοῦ Ῥουσάνου τερπνὰ ἐγκαυχήματα.
῏Ηχος δ΄.
Τὴν
πτωχείαν ὡς πλοῦτον λογιζόμενοι, καὶ τὴν ἀκτησίαν ὡς θησαυρὸν κατέχοντες, ἐν
πολλοῖς καμάτοις καὶ ἱδρῶσι τοῦτον τὸν πάγκαλλον οἶκον τῷ Μεταμορφωθέντι Δεσπότῃ
ἀφιερώσατε Ὅσιοι, καταλιπόντες ἡμῖν τοῖς ἐπιγενομένοις τέκνοις, στάδιον εὐεπίβατον
ἀσκητικῶν ἀγώνων, δι᾿ ὧν ἀξιώσατε γενέσθαι καὶ θεατὰς τοῦ ποθητοῦ προσώπου Αὐτοῦ,
ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως, Κτίτορες θεοφιλέστατοι.
Δόξα.
῏Ηχος πλ.α΄.
Ἐπὶ
τὴν ἀσάλευτον Πέτραν τοῦ Χριστοῦ στηριχθέντες, Ἰωάσαφ καὶ Μάξιμε ὁσιώτατοι, τὴν
πέτραν τοῦ Ῥουσάνου Θαβὼρ ἕτερον ἐδείξατε· πάσῃ γὰρ δυνάμει ἀγαπήσαντες τὸν Κύριον,
τῆς φαιδροποιοῦ δόξης Τούτου ἠξιώθητε, καὶ πρεσβεύετε ἀδιαλείπτως, ὑπὲρ τῶν
πίστει τιμώντων, τοὺς ἄθλους ὑμῶν καὶ τὰ σκάμματα.
Καὶ
νῦν. Τῆς ἑορτῆς. ῏Ηχος ὁ αὐτός.
Δεῦτε
ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ ἡμῶν, καὶ θεασώμεθα τὴν
δόξαν τῆς Μεταμορφώσεως αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ Πατρός. Φωτὶ
προσλάβωμεν φῶς, καὶ μετάρσιοι γενόμενοι τῷ πνεύματι, Τριάδα ὁμοούσιον ὑμνήσωμεν
εἰς τοὺς αἰῶνας.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ ῏Ηχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Δεῦτε
τοῦ Ῥουσάνου οἰκισταί, ὕμνοις τοὺς Ὁσίους Πατέρας ἀνευφημήσωμεν, Μάξιμον τὸν
πάνσοφον καὶ Ἰωάσαφ κλεινόν, οὗτοι γὰρ ὑπακούσαντες, Κυρίου τοῖς λόγοις, πόθῳ ὤμοις
ἔλαβον, σταυρὸν ἀσκήσεως, θεῖοι γεγονότες ἀστέρες, λάμποντες ἡμῖν καὶ βοῶντες·
πάντες τὸν Δεσπότην ἀγαπήσατε.
Στίχ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Νύκτα
τὴν ἀσέληνον παθῶν, Ὅσιοι διήλθετε ἄμφω ἀκαταπτόητοι, φῶς γὰρ ἔνδον εἴχετε, τοῦ
ἐν Θαβὼρ θαυμαστῶς, ὥσπερ ἥλιος λάμψαντος, ᾯ πόθῳ τὴν Μάνδραν, ταύτην ἀνεθήκατε
τὴν οὐρανόπυλον, ἣν διατηρεῖτε ἐκ πάντων, πειρασμῶν ἀσάλευτον ὅπως, πάντοτε τιμᾷ
ὑμᾶς πανάριστοι.
Στίχ.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά
μου.
Στύλοι
γεγονότες ἀκλινεῖς, στύλου τοῦ Ῥουσάνου Πατέρες πανοσιώτατοι, πτέρυγας
χαρίσασθε, ἡμῖν τοῦ Πνεύματος, ἵνα ὑπεραιρώμεθα, φροντίδων τοῦ βίου, καὶ Σωτῆρα
πάγκαλλον Νυμφίον ἔχωμεν, μένοντα καρδίαις καὶ χάριν, τὴν Αὑτοῦ διδόντα
πλουσίως, πλοῦν διαπερῶσι τῆς ἀσκήσεως.
Δόξα.
῏Ηχος δ΄.
Τὴν
δίφωτον λυχνίαν τοῦ Χριστοῦ, τῶν Μετεωριτῶν Ὁσίων τὰ φαιδρὰ ἐγκαλλωπίσματα, τὴν
αὐτάδελφον ξυνωρίδα τῶν τῆς εὐαγοῦς Μονῆς Ῥουσάνου σεπτῶν κτιτόρων, Ἰωάσαφ τε
καὶ Μάξιμον, πανευλαβῶς σήμερον τιμήσωμεν· ὅτι ὡς φιλόπονοι ἐργάται τοῦ ἀμπελῶνος
Χριστοῦ, ἑκατονταπλασίως ἀπέδωκαν τῷ Δεσπότῃ τὸ τάλαντον τῆς ἀσκήσεως, καὶ νῦν
πρεσβεύουσιν Αὐτῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς, ἦχος ὁ αὐτός.
Πρὸ
τοῦ Σταυροῦ σου, Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ
ἐφηπλοῦτο· σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου,
παρῆν ὁ Πέτρος σὺν ᾿Ιακώβῳ καὶ ᾿Ιωάννῃ, ὡς μέλλοντες
συνεῖναί σοι καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα
θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά
σου, ἃ προσκυνῆσαι ἡμᾶς ἐν εἰρήνῃ καταξίωσον, διὰ
τὸ μέγα σου ἔλεος.
Νῦν
ἀπολύεις. Τρισάγιον κλπ. ῞Οτι σοῦ ἐστιν.
Ἀπολυτίκιον. ῏Ηχος γ΄. Θείας πίστεως.
Στύλους
εὕρατο, Ῥουσάνου στῦλος, θεῖον Μάξιμον, καὶ Ἰωάσαφ, ξυνωρίδα αὐταδέλφων καὶ
κτίτορας, φωτὸς ἀκτίστου ἐν Θαβὼρ τοῦ ἐκλάμψαντος, ἐκζητητὰς μανικοὺς καὶ θεάμονας·
οὗτοι αἴτησιν, προσάγουσιν ἀκατάπαυστον, Χριστῷ ὑπὲρ ἡμῶν ὡς φιλότεκνοι. καὶ τῆς
ἑορτῆς· Μετεμορφώθης ἐν τῷ ὄρει.
Δόξα. Καὶ νῦν. Ἀπολυτίκιον τῆς Ἑορτῆς Ἦχος βαρύς
Μετεμορφώθης
ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο.
Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου,
φωτοδότα δόξα σοι.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Εἰς τὴν α΄ στιχολογίαν.
Κάθισμα. ῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει
καθάραντες, τὸ ὀπτικὸν τῆς ψυχῆς, ἐγένεσθε κάτοπτρα, τοῦ θαβωρείου φωτός,
Πατέρες τρισόλβιοι, ὅθεν καὶ τῷ Δεσπότῃ, ἀνεγείρατε οἶκον, λάμψαντι ἐν τῷ ὄρει,
ὡς ποθοῦντες γενέσθαι, τῆς χάριτος Αὐτοῦ θεαταί, μακαριώτατοι.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς, ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Τὴν
τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς
ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης· Ἠλίας καὶ Μωσῆς, συνελάλουν
σοι, τοὺς τρεῖς τῶν Μαθητῶν, συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου,
τῇ ἀστραπῇ σου ἐξέστησαν. Ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Εἰς
τὴν β΄ στιχολογίαν. Κάθισμα. ῏Ηχος δ΄. Ἐπεφάνης σήμερον.
Ἰωάσαφ
σήμερον, σὺν τῷ Μαξίμῳ, τοὺς Ῥουσάνου κτίτορας, ἀνευφημήσωμεν φαιδρῶς, ὅπως
γενώμεθα μέτοχοι, τούτων τῆς δόξης, ἐν ὥρᾳ τῆς Κρίσεως.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Ἑορτὴ
ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει
νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ, Χριστὸν
ἐποψόμενοι.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πτέρυγας
ἔχοντες, τοῦ θείου ἔρωτος, πέτραν ᾠκήσατε, Ῥουσάνου ἄνικμον, ἣν ἀενάοις
προσευχαῖς, ἠρδεύσατε θαυμασίως· ὅθεν καὶ προσάγετε, τῷ Δεσπότῃ καρπώματα, πλήθη
μοναστῶν σοφοί, οἳ γεραίρομεν χαίροντες, Πατέρες ὑμῶν μνήμην φωσφόρον, ὡς
μαθηταὶ καὶ τέκνα γνήσια.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς, ὅμοιον.
Τῆς
θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς
Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές
σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, ἐν πίστει σοι συμφώνως βοῶντες· δόξα
Χριστὲ τῇ βασιλείᾳ σου.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων
Αὐτοῦ.
Στίχος·
Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, ὁσιακόν. Βλ. εἰς ὄρθρον
τῆς ε΄ Δεκεμβρίου.
Ὁ
Ν΄.
Δόξα. Ταῖς τῶν σῶν Ὁσίων.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Καὶ
τὸ ἰδιόμελον. ῏Ηχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Φιλοθεΐας
τῷ πυρί, ἐκκαιόμενοι μακάριοι, φιλοτιμίᾳ τὸν βίον διὰ Χριστὸν ἀσκητικῶς
διεπεράσατε· μνημόνιον καταλιπόντες αἰώνιον, καὶ στηλογράφημα παγκάλλιστον, τὴν
ἱερὰν καὶ εὐαγῆ Μάνδραν τοῦ Ῥουσάνου· ἐξ ἧς δέξασθε σήμερον, αὐτάδελφοι Ὁσιώτατοι,
εὐγνώμονα τὴν αἴνεσιν.
Οἱ Κανόνες· τῆς ἑορτῆς καὶ εἶτα τὸν παρόντα τῶν Ὁσίων,
οὗ ἡ ἀκροστιχίς: Μάξιμον ᾿Ιωάσαφ τε αὐταδέλφους
ὑμνήσω. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. ῏Ηχος πλ.δ΄. Ἁρματηλάτην φαραώ.
Μάξιμε
πάτερ τοῦ Ῥουσάνου καύχημα καὶ Ἰωάσαφ κλεινέ, Μεταμορφωθέντος, λάτρεις οἱ
χριστόψυχοι, Αὐτὸν καθικετεύσατε, ὅπως δῷ ἡμῖν χάριν, τοῦ ἀνυμνῆσαι τὴν ἄσκησιν,
καὶ ὑμῶν τὸν βίον τὸν ἔνθεον.
Ἀπὸ
κοιλίας ἑνωθέντες Ὅσιοι, ἀδελφικῇ τῇ στοργῇ, ἕως τέλους βίου, ἄμφω ἠγωνίσασθε,
σκοποῦντες τὰ αἰώνια, καὶ ψυχαῖς τὰ πρεπώδη, ὅθεν ἀμφότεροι ἵστασθε, ἐν τῇ
Βασιλείᾳ μακάριοι.
Ξένοι
τοῦ κόσμου ἑκουσίως Ἅγιοι, καὶ τῆς πατρίδος ὁμοῦ, γεγονότες ὧδε, κατοικῆσαι εἵλεσθε,
καὶ πέτραν κατειλήφατε, τὴν αὐχμώδη Ῥουσάνου, ἔνθα Μονὴν ἀνηγείρατε, κόποις καὶ
ἱδρῶσι τρισόλβιοι.
Θεοτοκίον
Ἰάτρευσόν
μου τῆς ψυχῆς ἀνίατα, πάθη Παρθένε Ἁγνή, ἰατρὸν τεκοῦσα, τὸν τῆς ἀνθρωπότητος,
καὶ μάλαγμα ἐπίθες μου, ταῖς πληγαῖς μήπως Κόρη, ἐξαναστῶ καὶ δυνήσωμαι, κράξαι
τῷ Κυρίῳ, Ἐλέησον.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Μιμηταὶ
γεγονότες, τοῦ Ἀβραὰμ ῞Οσιοι, κλήσει τοῦ Κυρίου ἀμέσως καθυπετάγητε, καὶ ἀπηρνήσασθε,
πάντα τερπνὰ τὰ τοῦ βίου, πλοῦτον μόνον θέλοντες, τὸν ἐπουράνιον.
Ὁδὸν
θείαν εὑρόντες, ἀποταγῆς Ἅγιοι, ὥσπερ ἀετοὶ ὑψιβάται, ταύτην ἠνύσατε,
καρποφορήσαντες, τὴν ἐξ ἀσκήσεως χάριν, καὶ τὴν καθαρότητα, ἀπὸ τῆς νήψεως.
Νοῦν
ψυχὰς καὶ καρδίας, τῆς Ἰησοῦ κλήσεως, τῇ καθαρτικῇ ἐργασίᾳ, ναοὺς ἐδείξατε, καὶ
ἐφωτίσθητε, τῇ φωταυγείᾳ Δεσπότου, τοῦ λαμπρῶς ἐκλάμψαντος, ἐν ὄρει Ὅσιοι.
Θεοτοκίον
Ἱλασμὸν
ἡμῖν Κόρη, ταῖς σαῖς εὐχαῖς δώρησαι, πταίουσι πολλὰ καθ᾿ ἑκάστην, τῷ ᾿Ελεήμονι,
καὶ δίδου δύναμιν, ταῖςπροσβολαῖς μὴ ὑπείκειν, ἀπωλέσαι θέλοντος, ψυχὰς Πανάχραντε.
Κάθισμα.
῏Ηχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ἐκ
ψυχῶν τῆς ἀγνοίας γνόφον ἀπώσασθε, τὰ ἀπόῤῥητα γνόντες διὰ τῆς πράξεως, καὶ
καθάραντες τὸν νοῦν θεοπτικώτατοι, ὡς Θαβὼρ οἱ Μαθηταὶ ἐγεγόνατε σοφοί, Πατέρες
Μονῆς Ῥουσάνου, καὶ νῦν διδάσκετε πᾶσι, τὴν διὰ νήψεως θείαν κάθαρσιν.
Δόξα.
καὶ νῦν. Τῆς ἑορτῆς. ῞Ομοιον.
Ὁ ὁμότιμος
Λόγος, Πατρὶ καὶ Πνεύματι, σαρκωθεὶς ἐκ Παρθένου, εἰς σωτηρίαν ἡμῶν, ἀνεστράφη
τοῖς ἐν γῇ καθάπερ γέγραπται, καὶ ἀνελθὼν ἐν τῷ Θαβώρ, σὺν προκρίτοις Μαθηταῖς,
ἐνδόξως μετεμορφώθη, διὸ ὑμνοῦμεν αὐτοῦ τὴν θείαν, καὶ παναγίαν συγκατάβασιν.
ᾨδὴ
δ΄. Σύ μου ἰσχύς, Κύριε.
Ὡς τῆς
ψυχῆς πτέρυγας, ἔχοντες Ὅσιοι, τὴν διπλῆν ἀγάπην, ἄνω ἐπετάσθητε, διηνεκῶς μόνῳ
τῷ Θεῷ, θέλοντες γενέσθαι, Ὃν καὶ εὑρόντες μακάριοι, πρεσβεύετε ἀπαύστως, ὑπὲρ Μάνδρας
Ῥουσάνου, ἣν ἀγῶσι πολλοῖς συνεπήξατε.
Αὐλαῖς
Θεοῦ θέλοντες, μένειν ἀείποτε, πέτραν ταύτην, Ὅσιοι ᾠκήσατε, ἀσκητικῶς βίον τὸν
ὑμῶν, πάντα διελθόντες, καὶ τὸν Δεσπότην θηρεύοντες, Ὃν νήψει ἀενάῳ,
καταγρεύσαντες ἄμφω, ἐδοξάσθητε θεῖοι αὐτάδελφοι.
Στήλη
λαμπρὰ Ἅγιοι, πάλαι ἐφαίνετο, ἐν ἐρήμῳ, τὴν ὁδὸν δεικνύουσα, τῷ Ἰσραὴλ πάνυ ἀκριβῶς,
καὶ ὑμεῖς ὡς στῆλαι, τῇ Μάνδρᾳ ταύτῃ γεγόνατε, δεικνύντες τὴν πατρίδα, τὴν ἀσάλευτον
ὄντως, φωτισθέντες ἀκτῖσι τῆς Χάριτος.
Θεοτοκίον
Ἀμαχητὶ
Δέσποινα, οἴμοι τῷ τάλανι! τῷ ἐχθρῷ μου, μόνος παραδίδομαι, καὶ τῆ ψυχῇ βάρη ἐπαχθῆ,
ἐξ ἁμαρτιῶν μου, ἀδιακόπως προστίθημι, διὸ βοῶ σοι Κόρη, εὐσπλαγχνίαν σου δεῖξον,
καὶ ψυχήν μου νοσοῦσαν ἀνόρθωσον.
ᾨδὴ
ε΄. ῾Ἵνα τί με ἀπώσω.
Φωταυγείᾳ
τῇ θείᾳ, φωτισθέντες πλουσίως Πατέρες ἅγιοι, τοῦ φωτὸς δοχεῖα, τοῦ ἀκτίστου
γεγόνατε τίμια, ὅθεν τῷ ἐν ὄρει, Θαβὼρ ἐκλάμψαντι ἀῤῥήτως, τὴν Μονὴν τοῦ Ῥουσάνου
ἀνέθητε.
Τύποι
ὤφθητε πᾶσι, ἀκτησίας εὐχῆς τε σπουδῆς καὶ νήψεως, τοῦ Εὐαγγελίου, ἐντολὰς ἀκριβῶς
ἐφαρμόζοντες, καὶ πρὸς τὴν Κυρίου, ἕλκοντες μίμησιν τὴν ποίμνην, Ἰωάσαφ καὶ
Μάξιμε ὅσιοι.
Ἐλαμπρύνθη
ὁ στύλος, τοῦ Ῥουσάνου ὁ πρῴην Πατέρες ἔρημος, καὶ ἐκαλλωπίσθη, ταῖς φροντίσιν ὑμῶν
ὁσιώτατοι, ἃς ἡ θεία Χάρις, πολυειδῶς καὶ πολυτρόπως, κατηυλόγησεν καὶ ὑπερηύξησε.
Θεοτοκίον
Ἀκατάληπτος
πέλει, Πάναγνε, ὁ τρόπος τῆς σεπτῆς λοχείας σου, ἀλλὰ καὶ στοργή σου, πρὸς ἡμᾶς
ἀκατάληπτος πέφυκεν, ὅτι παρ᾿ ἀξίαν, καθικετεύεις τὸν Δεσπότην, ἐλεῆσαι ἡμᾶς ἁμαρτάνοντας.
ᾨδὴ
Ϛ΄. Ἱλάσθητί μοι, Σωτήρ.
Ὑπέταξας
τῆς ψυχῆς, τὰ πάθη πάντα ὦ Μάξιμε, καὶ γέγονας καθαρόν, ὄντως! οἰκητήριον, τοῦ
Θαβὼρ ἐκλάμψαντος, σὺν τῷ αὐταδέλφῳ, Ἰωάσαφ τῷ θεόφρονι.
Τοὺς
φυσικῶς ἀδελφούς, Χριστὸς προσέτι συνήνωσεν, ταυτότητι ἐννοιῶν, καὶ ἐνθέων
πράξεων, ἀλλὰ καὶ κατέστεψεν, ἀμαράντῳ στέφει, ὡς ἀσκήσει ὑπερλάμψαντας.
Ἀνάκτορον
τοῦ Χριστοῦ, Μονὴν Ῥουσάνου ἐδείξατε, Πατέρες φωτολαμπεῖς, καὶ ἁγιαστήριον, ἔνθα
πάθη ἄτιμα, καταπολεμοῦνται, καὶ ψυχαὶ καταλαμπρύνονται.
Θεοτοκίον
Δοχεῖόν
με καθαρόν, τοῦ σοῦ Υἱοῦ Μῆτερ ποίησον, χωροῦν τὴν θεωτικήν, τούτου ἐπενέργειαν,
ὅπως τύχω Πάναγνε, ἐν ἐσχάτῃ ὥρᾳ, σωτηρίας ὁ ἀνάξιος.
Κοντάκιον.
῏Ηχος δ΄. Ὁ ὑψωθείς.
Θεοτελοῦς
ἐπιτυχόντες πορείας, κάτοπτρα θεῖα ἐγεγόνατε ἄμφω, Πατέρες θεοπόθητοι καὶ
κτίτορες ἡμῶν, Μάξιμε πανάριστε, καὶ κλεινὲ Ἰωάσαφ, ὅθεν συνεκλείσατε, ἐν ψυχαῖς
τὰς ἐλλάμψεις, τοῦ ἐν Θαβὼρ ἐκλάμψαντος Χριστοῦ, ῝Ον ὑπὲρ ποίμνης, ὑμῶν ἱκετεύετε.
Ὁ Οἶκος
Τῷ
πανηδίστῳ τοῦ Χριστοῦ βληθέντες βέλει, Πατέρες, πάσας τοῦ βίου ἡδονὰς ὡς
σκύβαλα ἐλογίσθητε καὶ ταχυδρόμως σπεύσαντες ἐν τῇ ὁσιοτέκνῳ Λιθουπόλει πέτραν
ξηρὰν καὶ ἄνικμον τὴν τοῦ Ῥουσάνου κατειλήφατε, ἣν δάκρυσιν καὶ πόνοις καὶ ὑπὲρ
φύσιν ἀσκήσεσι χώραν καλλίκαρπον ἐδείξατε τοῦ Μεταμορφωθέντος Σωτῆρος· τούτου γὰρ
τὸ γλυκύτατον φῶς ποθήσαντες καὶ μετασχόντες, ὅλοι φῶτα δεύτερα ἐγεγόνατε, κατὰ
τοὺς συνόντας ἐν Θαβὼρ ἁγίους Ἀποστόλους· ὅθεν Αὐτὸν δεόμεθα, τρισόλβιοι, ὑπὲρ
τῆς ποίμνης ὑμῶν ἱκετεύετε.
Συναξάριον.
Τῇ
Ζ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων Μαξίμου καὶ Ἰωάσαφ, τῶν αὐταδέλφων, Κτιτόρων τῆς
Μονῆς Μεταμορφώσεως τοῦ Ῥουσάνου Μετεώρων.
Ἐν πᾶσιν ἀδελφοὶ ὄντες ὧδε, Πατέρες,
Καὶ ἐν οὐρανοῖς ὁμοῦ Χριστὸν ὁρᾶτε.
Μάξιμος
Ἰωάσαφ τε βίοτον ἄφθιτον τεύξαντο.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ὁσιομάρτυρος Δομετίου τοῦ Πέρσου,
καὶ τῶν δύο μαθητῶν αὐτοῦ
Ὑπὲρ
τὰ πάντα σοι συναθλεῖν ἐκ λίθων,
Μύστας
Πάτερ σούς, ἐξεπαίδευσας τάχα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος, Ὤρ ἐν εἰρήνῃ τελειοῦται.
Ἐκ
γῆς ἀπελθών, Ὤρ ἐμὸς λέγει.
Χάρις,
Ὑπὲρ τὸν Ὤρ πέφυκε τὸν σόν, ὦ Νόμε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Μυρίων ἀσκητῶν, τῶν Θηβαίων.
Γῆς
ἐξελαύνεις, εἰς τὸ Δαυῒδ χρὴ λέγειν,
Τὸ
μυριοπλάσιον ἅρμα σου Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ποταμία ἡ θαυματουργὸς ξίφει τελειοῦται.
Ὑπὲρ
Χριστοῦ κτανθεῖσα θαυμαστὴ ξίφει,
Χέει
ποταμοὺς θαυμάτων Ποταμία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Νάρκισσος, Ἀρχιεπίσκοπος Ἱεροσολύμων,
ἐν εἰρήνῃ τελειοῦται.
Ἡδὺ
πνέων, Νάρκισσε, ναρκίσσου πλέον,
Εὐωδιάζεις
τῆς Ἐδὲμ τὸ χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὁσιομάρτυς Ἀστέριος ὁ θαυματουργὸς ξίφει τελειοῦται.
Τράχηλον
Ἀστέριος ἐκκοπεὶς ξίφει,
Χοροῖς
ἀθλητῶν, οἷον ἀστὴρ ἐμπρέπει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σῴζων, ὁ ἐκ Νικομηδείας, εἰς πῦρ βληθείς,
καὶ ἀβλαβὴς ἐξελθών, ἐν εἰρήνῃ τελειοῦται.
Ὑπῆρχεν
ἄλλη σαλαμάνδρα πρὸς φλόγα,
Σῴζων
ὁ Μάρτυς, οὗ τέλος πυρὸς δίχα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ὑπερεχίου.
Ὑπερέχιος,
κἂν τάφῳ κατεκρύβη,
Πέφυκεν
ἴσος τοῖς χοροῖς τῶν Ἀγγέλων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοδοσίου τῆς Ἀργολίδος.
Νέος
Θεοδόσιος πλὴν μόνου χρόνου,
ὑπῆρχεν
ἶσος κατὰ πάντα τῷ πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νικάνορος τοῦ θαυματουργοῦ, τοῦ ἐν
τῷ τοῦ Καλλιστράτου ὄρει ἀναλάμψαντος.
Κόσμον
νικήσας, καὶ τὰ τούτου ἡδέα,
νίκην
ἀρίστην ᾗρας ὄντως, Νικάνωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βάταν, τοῦ ἐξ Ἀρμενίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Κανδίδας τῆς Βυζαντίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ Γεροντογιάννη τοῦ
Κρητός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μίκαλλου τοῦ Ἀλαμάνου τοῦ ἐν Κύπρῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀγάθωνος, κτήτορος τῆς ἐν
Φθιώτιδι ὁμωνύμου Μονῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἀββακούμ, ὁ ἐν Θεσσαλονίκῃ,
ἐν ἔτει 1628ῳ, τελειοῦται
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ποιμένος τοῦ ἐν τῷ Σπηλαίῳ, τοῦ Ῥώσσου,
τοῦ πολυπαθοῦς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ποιμένος τοῦ Ῥώσσου, τοῦ νηστευτοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν λειψάνων τοῦ Ἁγίου
Μητροφάνους τοῦ Ῥώσσου, πρώτου ἐπισκόπου Βορονεζίας.
Ταῖς τῶν Ἁγίων
σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Παῖδες ἑβραίων.
Ἔχοντες
τὴν ὁμοψυχίαν, ἐπλουτήσατε, καὶ τὴν ὁμοστεφίαν, δουλωθέντες κοινῷ, Δεσπότῃ καὶ
Κυρίῳ, Οὗ ἐν ἀγρῷ εἰργάσασθε, φιλοτίμως θεοφόροι.
Λύσαντες
κόσμου πᾶσαν σχέσιν, ἀνελάβετε, πτέρυγας χριστοφόροι, τῆς ζωῆς μοναστῶν, καὶ ὡς
στρουθοὶ ἐρήμου, γεγόνατε δοξάζοντες, τὸν καλέσαντα Δεσπότην.
Φῶς ὁ
Χριστὸς τοῦ κόσμου, κατεφώτισε, ψυχὰς καὶ διανοίας, τὰς ὑμῶν ἀσκηταί, φῶς ἀποδείξας
ὅλους, καὶ τοῦ φωτὸς εἰσήγαγεν, ἄμφω δώματα τὰ θεῖα.
Θεοτοκίον
Ὄνομα
φέρων εὐσεβείας, ἔργοις Δέσποινα, Θεόν μου παροργίζω, καὶ ὡς μὴ τὴν αὐτοῦ,
πιστεύων παρουσίαν, ἀνόμως πολιτεύομαι, διὸ σῶσόν με ὡς οἶδας.
ᾨδὴ
η΄. Τὸν ἐν ὄρει ἁγίῳ.
Ὑπερήφανον
ὄφιν κατὰ κράτος, ὡς χριστόνοες, ἐκτείνατε Πατέρες, ὑπενδυθέντες λέντιον ἀσύλητον,
τὴν τοῦ Διδασκάλου, ταπεινοφροσύνην, ὁδὸν τὴν παναρίστην.
Στύλοι
θεῖοι εὐχῆς ἀδιαλείπτου, καὶ σκηνώματα, τῆς μνήμης τοῦ Κυρίου, ἀναδειχθέντες
πλήθη ὡδηγήσατε, πρὸς τὴν ἐργασίαν, νήψεως ἐνθέου, Πατέρες χριστοφόροι.
Ὕψος
πέτρας ὑπόμνησις ὑπῆρξεν, πρὸς τὴν ὕψωσιν, νοὸς ἐκ τῶν προσκαίρων, ἣν ἀσκηταί εἰργάσασθε
πατήσαντες, βάσιν ἀσαλεύτου, θείας Βασιλείας, αὐτῆς ὡς κληρονόμοι.
Θεοτοκίον
Μετεώρων
ὑπέρμαχος ὑπάρχεις, Παναμώμητε, προστάτις ἀρχαιόθεν, ὅθεν ἀεὶ σῇ σκέπῃ
καταδρόσισον, τοὺς ἐνασκουμένους, ὧδε δι᾿ ἀγάπην, Υἱοῦ σου φιλοθέως.
ᾨδὴ
θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Νικήσαντες
γενναίως τὸν πτερνιστήν, σεαυτοὺς καὶ τὸν κόσμον μακάριοι, ὄφιν τριπλοῦν, νῦν ἐπαπολαύετε
ἀκλινῶς, βραβείων ἃ ἡτοίμασε, ὁ στεφανοδότης τοῖς ἀθληταῖς, ὦ Μάξιμε θεόφρον,
καὶ θεῖε Ἰωάσαφ, Μονῆς Ῥουσάνου προστατεύοντες.
Ἠνύσατε
ἀγῶνας ἀσκητικούς, αὐταδέλφων δυὰς θεοφόρητε, καὶ τοὺς καρπούς, ἤξατε Δεσπότῃ τῷ
ἀγαθῷ, ᾯ τὴν Μονὴν ἀνέθετε, τῆς Μεταμορφώσεως εὐλαβῶς, εἰς δήλωσιν ἀγάπης, φωτὸς
τοῦ θαβωρίου, οὗ νῦν πλουσίως ἐνεπλήσθητε.
Σκηνώματα
οἰκεῖτε τῶν οὐρανῶν, ἀντὶ τούτων Πατέρες μακάριοι, ἔνθα πολλούς, ἔσχετε ἀγῶνας
καὶ πειρασμούς, δι᾿ ὧν ἐδοκιμάσθητε, ὡς χρυσὸς ὁ ὄβρυζος ἐν πυρί, φυγόντες τῆς ἐσχάτης,
κολάσεως τὴν φλόγα, καὶ αἰωνίως εἰρηνεύετε.
Ὦ
θείων αὐταδέλφων ἡ ξυνωρίς, Μετεώρων λαμπρὰ ἐγκαυχήματα καὶ τῆς Μονῆς, τοῦ Ῥουσάνου
πάντιμοι πρεσβευταί, Μάξιμε θεοδόξαστε, σὺν τῷ ᾿Ιωάσαφ τῷ εὐκλεεῖ, ὑψώσατε τὰς
χεῖρας, καὶ χάριν τοῦ Δεσπότου, τῇ Λιθουπόλει προσκυρώσατε.
Θεοτοκίον
Ἁγίων
Μετεώρων τοὺς ἀσκητάς, Παναγία μου φύλαττε πάντοτε, ἐκ τῶν ἐχθροῦ, ὑποκρυπτομένων
ἐπιβουλῶν, καὶ τὴν ἀγάπην αὔξησον, πρὸς τὸν ὑπεράγαθον Ἰησοῦν, ὅπως τελειωθέντες,
σὺν πᾶσι τοῖς Ὁσίοις, Σιὼν τὴν ἄνω καταλάβωσι.
Ἐξαποστειλάριον
῏Ηχος γ΄. Φῶς ἀναλλοίωτον.
Φωτὶ
Χριστοῦ ἐλλαμφθέντες, αὐτάδελφοι θεοφόροι, τὴν κοσμικὴν δυσπραγίαν, ἐφύγετε ὁμοφρόνως,
καὶ ἐν τῇ πέτρᾳ Ῥουσάνου, ἑδραιωθέντες, Μονὴν ἠγείρατε θείαν.
Καὶ
τὸ τῆς ἑορτῆς.
Φῶς ἀναλλοίωτον
Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν
τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν κτίσιν.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ ῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν
τῶν Ὁσίων Πατέρων καὶ δομητόρων ἡμῶν, μνήμην ἐπιτελοῦντες, ἐν φωναῖς
χαρμοσύνοις, τιμήσωμεν τὰ ἆθλα, καὶ τὴν σεπτήν, πολιτείαν ζηλώσωμεν, ὅπως
γενόμενοι τούτων ἐκμιμηταί, καὶ τῆς δόξης συμμετάσχωμεν.
Μάξιμε
πάτερ θεόφρον, ὄντως μεγίστη σου! ἡ πρὸς Θεὸν ἀγάπη, δι᾿ ἧς πόθῳ ἀνῆλθες, εἰς
πέτραν τοῦ Ῥουσάνου σὺν ἀδελφῷ, καὶ Μονὴν ἀνηγείρατε, τῷ ἐν Θαβὼρ μετὰ δόξης ὑπερφυοῦς,
τὴν θεότητα ἐνδείξαντι.
Βασιλικὴν
κλῆσιν ἔσχες, ὦ Ἰωάσαφ κλεινέ, καὶ βασιλεὺς ἐφάνης, ὑποτάξας τὰ πάθη, ἀσκήσει ὑπερμέτρῳ
καὶ δωρεάς, εἰληφὼς θείας Χάριτος, ποίμνην προσῆξας πανσόφως τῷ Ἰησοῦ, λόγοις
πάτερ καὶ τῷ βίῳ σου.
Τοῖς
ὀχετοῖς τῶν δακρύων, ἐγεωργήσατε, τὴν πέτραν τοῦ Ῥουσάνου, θεοφόροι Πατέρες, ἀνθήσασαν
Κυρίῳ τέκνα πολλά, ὡς καρπώματα ἔνθεα, καὶ νῦν στηρίξατε αὖθις ταῖς προσευχαῖς,
καὶ ἡμᾶς θεομακάριστοι.
Δόξα.
῏Ηχος πλ.δ΄.
Ἀσκητικὴ
εὐωδία καὶ χαρμοσύνη ὁσιακή, σήμερον τοῖς τοῦ Ῥουσάνου οἰκισταῖς οὐρανόθεν ἐπιραίνεται,
ἐκ τῶν θεοῤῥύτων ἱδρώτων τῶν ὁσίων Κτιτόρων ἐκπεμπομένη, καὶ τῶν ἀθλητικῶν
καμάτων αὐτῶν συσκευαζομένη. Οὗτοι γὰρ τὰ ὑπὲρ φύσιν διώκοντες, ἐν ἀνίκμῳ πέτρᾳ
γεώργιον εὐθαλὲς τῷ Χριστῷ ἐκαρποφόρησαν, Μάξιμος ὁ τρισόλβιος, καὶ Ἰωάσαφ ὁ πανόσιος,
ἡ αὐτάδελφος λαμπαδουχία, οἳ τῇ Τριάδι ἐκτενῶς πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς ἑορτῆς, ὁμόηχον.
Παρέλαβεν
ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλόν, καὶ μετεμορφώθη
ἔμπροσθεν αὐτῶν· καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ, ἐγένετο
λευκὰ ὡς τὸ φῶς. Καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες· καὶ
νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν
ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Χαίρετε
πατέρες καὶ ὁδηγοί, Μάνδρας τοῦ Ῥουσάνου, αὐταδέλφων κλεινὴ δυάς, Μάξιμε
παμμάκαρ, καὶ θεῖε ᾿Ἰωάσαφ, τοῦ Μεταμορφωθέντος, λάτρεις χριστόψυχοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου