ΝΟΕΜΒΡΙΟΣ Ε΄!!
ΕΥΨΥΧΙΟΣ & ΚΑΡΤΕΡΙΟΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕIΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχ. Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος. α΄. Τῶν οὐρανίων ταγμάτων.
Ταῖς
ἐντολαῖς τοῦ Δεσπότου, μᾶλλον ἢ Καίσαρος, ὅλῃ ψυχῇ πεισθέντες, καρτερῶς καὶ εὐψύχως,
ἠλέγξατε τὴν πλάνην, εἰδωλικῶν, σεβασμάτων μακάριοι, ὅθεν ποικίλαις βασάνοις καὶ
αἰκισμοῖς, ἐτελέσατε τὴν ἄθλησιν.
Τὰς ἡδονὰς
τὰς τοῦ βίου, ἀπαρνησάμενοι, ἕνεκεν τῆς ἀγάπης, τοῦ γλυκέος Κυρίου, πιστεύοντες
σωφρόνως τοῖς λόγοις Αὐτοῦ, ὅτι πλεῖον τοῦ σώματος, τῆς τῆς ψυχῆς σωτηρίας δεῖ
μεριμνᾶν, τὸ μαρτύριον προείλεσθε.
Τῇ
τοῦ Δεσπότου δυνάμει, ἐνδυναμούμενοι, καὶ τῇ Αὐτοῦ ἀγάπῃ, πυρπολούμενοι θείως, οὐδόλως
τὰς βασάνους, καὶ τοὺς σκυλμούς, ἐφοβήθητε Ἅγιοι, ἀλλ’ ὑποστάντες γενναίως καὶ ἀνδρικῶς,
ταύτας Μάρτυρες ἐστέφθητε.
Τῆς ἐν
Χριστῷ εὐψυχίας, μάρτυς Εὐψύχιε, στήλη λαμπρὰ ἐδείχθης, καὶ εἰκὼν εὐανδρίας, ὀργάνων
σπερμογόνων κοπὴν ὑποστάς, μετὰ πλεῖστα μαρτύρια, τὰς οὐρανίους ἑλόμενος ἡδονάς,
ἢ σαρκὸς φθαρτὴν ἀπόλαυσιν.
Ἐπωνυμίας
σου εὗρες, μάρτυς Καρτέριε, βεβαίωσιν τοὺς ἄθλους, καὶ ποικίλας βασάνους, ἃ ἕνεκεν
Κυρίου καρτερικῶς, καὶ γενναίως ὑπέμεινας, ὅτε ὑπέστης αἰδοίων τὴν ἐκτομήν, Βασιλείαν
προορώμενος.
Ὡς
παῤῥησίαν πλουτοῦντες, εὐχῶν μακάριοι, ἰάσασθε τὰς νόσους, τῶν αἰδοῖα
πασχόντων, καὶ δότε ταχυτάτην ἀπαλλαγήν, ἐκ τῶν πόνων φιλάδελφοι, ὅπως τὴν
μνήμην τιμῶντες ὑμῶν σεπτῶς, τὸν Δεσπότην μεγαλύνωμεν.
Δόξα. Ἦχος δ΄.
Τῷ
τοῦ Προφήτου ῥήματι στοιχηθέντες, τῷ λέγοντι, Ὅτι σπέρμα ζητεῖ ὁ Θεός, ὡς ὑπερτάτην
θυσίαν, οὐδόλως ἐδειλιάσατε, ἐν τῇ πολυωδύνῳ ἐκτομῇ, τῶν σπερμογόνων μορίων ὑμῶν,
Εὐψύχιε καὶ Καρτέριε. Ἀλλὰ τὴν ἄφθαρτον καὶ ἀληθῆ ἡδονὴν τοῦ Παραδείσου ποθοῦντες,
εὐψύχως καὶ καρτερῶς ἐνεδύσασθε ἐν ὑπομονῇ, τὴν σώφρονα περιβολὴν τοῦ νέου Ἀδάμ.
Ὅθεν σὺν τῷ Δεσπότῃ παριστάμενοι, μὴ παύσεσθε πρεσβεύειν, ὑπὲρ τῶν αἰτουμένων τὴν
μεσιτείαν ὑμῶν ἁγιώτατοι.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὁ διὰ
σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι
ποιήσαντι· Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν,
ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν
τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ
Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ
Θεοτόκε τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα
Προφητείας
Ἠσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε
λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν
τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες,
καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ Παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε,
καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ
Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω,
καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν,
συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ
πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ
συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν.
Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
ΕIΣ ΤΗΝ ΛΙΤΗΝ
Ἦχος
α΄
Τὴν ἐκ
τῆς πίστεως ἀνδρείαν ἐνδυσάμενοι, οὐκ ἐδειλιάσατε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα,
ἅγιοι Εὐψύχιε καὶ Καρτέριε, ἀλλὰ μεγαλοφώνως τὴν τοῦ Κυρίου θεότητα ἀνεκηρύξατε,
ἐλέγξαντες τὴν ματαιόφρονα πίστιν τῶν εἰδώλων. Ὅθεν τὴν τῶν αἰδοίων πολυώδυνον ἐκτομὴν
ὑποστάντες, τὸ στέφος εἰλήφατε τῆς ἀφθαρσίας, καὶ τῷ Χριστῷ νῦν περιχαρῶς
παριστάμενοι, πρεσβεύετε ὑπὲρ τῶν τιμώντων τὴν ἄθλησιν ὑμῶν.
Ἦχος
β΄
Τῆς ἀσαλεύτου
πατρίδος τὴν κληρονομίαν ἐπιποθήσαντες, πάντα τὰ τερπνὰ τοῦ παρόντος βίου
σωφρόνως ὁμοῦ κατεφρονήσατε, ἅγιοι Εὐψύχιε καὶ Καρτέριε· διὸ ταῖς βασάνοις
καθυποβληθέντες, ὡς ἄλλων πασχόντων ἀνδρείως ὑπεμείνατε, καὶ τῶν σπερμογόνων
μορίων τὴν ἀφαίρεσιν εἰς οὐδὲν ἐλογίσασαθε, σκοποῦντες τὴν ἐν τῷ Παραδείσῳ ἄφθορον
καὶ ἀπαθῆ ἀναγέννησιν, ἧς περ ὡς ἄριστα ἐπιτυχόντες, ὑπὲρ ἡμῶν ἱκετεύσατε, ὅπως
ῥυσθῶμεν τοῦ ὡς λέοντος ὠρυομένου ἀντιδίκου, καὶ σὺν ὑμῖν τὸν στεφοδότην Χριστὸν
ὀψώμεθα.
Ἦχος
γ΄
Ὡς ἐν
Χριστῷ ἀδελφοὶ ὁμοψυχοῦντες, τὴν θείαν ἀγάπην ὁμοθύμως ἐπεσφραγίσατε, διὰ τῆς
γενναιοψύχου ἀθλήσεως ὑμῶν Εὐψύχιε καὶ Καρτέριε. Ἐν οὐδενὶ γὰρ δελεάσματι ὁ ἐχθρὸς
ἠδυνήθη ἀποπλανῆσαι ὑμᾶς, ἀτενῶς προσβλέποντας, εἰς τὴν συνάντησιν μετὰ τοῦ
Κυρίου, Ὃν μετὰ ἀπείρου χαρᾶς ἐφευρόντες, μὴ παύσετε πρεσβεύειν ὑπὲρ τῶν πίστει
τιμώντων τὴν παγγέραστον μνήμην ὑμῶν.
Ἦχος
δ΄
Βεβαίαν
κτησάμενοι τὴν πίστιν, ὅτι ἐπίκηρος ὁ παρὼν αἰών ἐστι καὶ βραχὺς, ἄπειρος δὲ ἐκεῖνος,
καὶ ἀθάνατος, καὶ ἀτελεύτητος, ἀτρέμωςΜόνον Χριστὸν ποθοῦντες, μόνον τὴν ἀληθῆ
ζωὴν διώκοντες, μόνον τὸν γλυκὺν Παράδεισον ἐπιθυμοῦντες, ὡς λέοντες πῦρ
πνεόντες, ἀνδρικῶς κατηγωνίσασθε, καὶ ἐν παρερχομέναις ὀδύναις τὴν ἄφραστον ἡδονὴν
ἀπειλήφατε, Καρτέριε καὶ Εὐψύχιε. Ὅθεν καταξιώσατε καὶ ἡμᾶς, καταφρονεῖν τῶν
παρερχομένων ἡδονῶν καὶ ἐπιτεύξασθαι, τῆς μετὰ τοῦ Δεσπότου ὑπεραφράστου
συγκατοικήσεως.
Δόξα.
Ἦχος πλ.α΄.
Τοῦ
φιλανθρώπου Σωτῆρος τὴν δι’ ἡμᾶς οἰκονομίαν διατρανώσαντες, πρὸ τῶν ἀφρόνως εἰδωλομανούντων
θεόσοφοι, ὡς εἰς ὦτα μὴ ἀκουόντων ἐθελουσίως, βασάνων πλείστων γενναιοψύχως ἐκοινωνήσατε.
Καὶ τῶν σπερματικῶν ὀργάνων ἀπανθρώπως στερηθέντες, εἰς τὴν ἄνω Ἱερουσαλὴμ ἀνηνέχθητε
στεφανηφόροι, ἔνθα οὐκ ἔστι πάθος σαρκικὸν ἢ γένους διάκρισις, ἀλλὰ τὰ πάντα καὶ
ἐν πᾶσι Χριστός, Ὃν ἀδιαλείπτως μὴ παύσητε ἱκετεύειν, Καρτέριε καὶ Εὐψύχιε, ὑπὲρ
τῶν ὅσοι εὐλαβῶς ἐπιτελοῦσι τὴν μνήμην ὑμῶν τὴν ψυχοχαρμόσυνον.
Καὶ
νῦν, Θεοτοκίον, ὁμόηχον.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος
β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὅτε
νὺξ τῆς πλάνης ἀφεγγής, κόσμον κατεκάλυπτε πάντα, ὑμεῖς φωτόμορφα, τέκνα ὄντες ἅγιοι,
ὁμολογήσαντες, Φῶς Χριστὸν τὸν Θεάνθρωπον, ὑπάρχοντα Λόγον, τὰς ψυχὰς
φωτίζοντα, τῶνπιστευόντων αὐτῷ, ὅθεν λατρευταὶ τῶν εἰδώλων, κατεσκληρημένοι καρδίαν,
ὑμᾶς ἀπανθρώπως ἐβασάνισαν.
Στίχ.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡς ἡ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Πίστει
πυρπολούμενος Χριστοῦ, Εὔψυχε τὴν πλάνην εἰδώλων, σοφῶς διήλεγξας, καὶ
τοὺς ματαιόφρονας, πρὸς τὴν προσκύνησιν, τῆς Τριάδος ἐκάλεσας, ὅπως
σωτηρίας, τύχωσιν μετάνοιαν ἐπιδεικνύμενοι, ὅμως ἀποῤῥίψαντες πᾶσαν,
προτροπὴν ὡς ἄλλα θηρία, σὲ τοῖς μαρτυρίοις καθυπέβαλον.
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Δείξας
καρτερίαν θαυμαστήν, ὥσπερ τὸν Χριστὸν στέρνοις φέρων, πηγὴν τῆς ὄντως ζωῆς, ἔνδοξε
Καρτέριε, πάντας κατέπληξας, καὶ κηρύττων ἀλήθειαν, τὴν σωτηριώδη, τὴν ψυχὴν
παρέδωκας ,τῷ ποθητῷ Ἰησοῦ, Ὃν μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν αἰδοῖα
πασχόντων, καὶ ἐπιζητούντων μεσιτείαν σου.
Δόξα.
Ἦχος β΄.
Τὴν ἀκατάβλητον
καὶ γενναιόψυχον δυάδα τῶν ἀθλητῶν τοῦ Κυρίου τιμήσωμεν, Καρτέριόν τε καὶ Εὐψύχιον,
τὴν εἰδωλικὴν ματαιότητα διελεγξάντων, καὶ πλείστας ὅσας βασάνους θαυμαστῶς ὑποστάντων,
τοὺς γενναίους καὶ καρτερικοὺς θεολόγους, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν,
καὶ πρὸς τὴν τούτων καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύνωμεν βίον, ἵνα
δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτούς, καὶ ἀπολαύσωμεν τῆς ἐν
Χριστῷ ζωῆς τοὺς θησαυρούς, ταῖς θεοδέκτοις εὐχαῖς αὐτῶν.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὢ
θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς
τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι
βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσα, καὶ μητρικὴν παῤῥησίαν
πρὸςαὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα, ὑπὲρ τῶν σε τιμώντων, τοῦ οἰκτειρῆσαι
καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἁγίῳ
Πνεύματι, ὁμολογήσαντες, Χριστοῦ θεότητα, καὶ ἀπελέγξαντες, πλάνην εἰδώλων ἀνδρικῶς,
αἰδοῖα ἀπετμήθητε, Εὔψυχε μακάριε, καὶ γενναῖε Καρτέριε, στέφος τὸ ἀμάραντον, ἐκ
Κυρίου δεξάμενοι, πρεσβεύοντες Αὐτῷ ὑπὲρ πάντων, τῶν γεραιρόντων τὴν ὑμῶν θείαν
ἄθλησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Σε τὴν
μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τῷ ἔρωτι
Χριστοῦ, τὰς καρδίας βληθέντες, τοῦ κόσμου τὰ τερπνά, ἀπηρνήσασθε ἄμφω, καὶ πόθῳ
ἀθλήσαντες, τοὺς στεφάνους εἰλήφατε· ὅθεν μνήσθητε, τῶν γεραιρόντων τὴν μνήμην,
ὑμῶν μάρτυρες, σὺν τῷ σεπτῷ Καρτερίῳ, Εὐψύχιε ἔνδοξε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἀνύμφευτε
ἁγνή, Θεοτόκε Μαρία, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ
θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τὰς ἐλπίδας,
Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τοῦ
Χριστοῦ θεότητα, πρὸ τῶν τυράννων, εὐθαρσῶς κηρύξαντες, ἅμα Εὐψύχιε κλεινέ, καὶ
γενναιόφρον Καρτέριε, Σιὼν τῆς ἄνω, πολῖται γεγόνατε
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε
θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ
διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σὲ Κόρη πανύμνητε.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐπιγνόντες
τὸ πρόσκαιρον ἡδονῶν, βίου τούτου προθύμως πόθῳ Χριστοῦ, πρὸς ἄθλησιν Μάρτυρες,
ἀνδρικῶς ἐχωρήσατε, καὶ εἰδώλων τὴν πλάνην, ματαίαν κηρύξαντες, πλείσταις ὅσαις
βασάνοις, φρικταῖς ὑπεβλήθητε. Τέλος δὲ αἰδοίων, τὴν τομὴν ὑποστάντες, Καρτέριε
ἔνδοξε, καὶ γενναῖε Εὐψύχιε, τὸν Παράδεισον εὕρατε, καὶ νῦν συμπαρεστῶτες τοῖς
χοροῖς, τῶν Ἁγίων μακάριοι, τοὺς ὑμᾶς ἀνυμνοῦντας, ἀεὶ μνημονεύετε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐλεήμονα
Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον ἅπαντας, τοὺς εἰς
καταφεύγοντας, πειρασμῶν καὶ νόσων, καὶ πάσης κακώσεως, καὶ τῆς αἰωνιζούσης,
φλογὸς ἐλευθέρωσον· ὅπως εὐχαρίστως, τῶν πολλῶν οἰκτιρμῶν σου, τὸν πλοῦτον
δοξάζωμεν, καὶ τὸ ἄμετρον ἔλεος, καὶ βοῶμέν σοι πάντοτε· Πρέσβευε Χριστῷ τῷ Θεῷ,
τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὸν Τόκον σου Ἄχραντε.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου·
Προκείμενον·
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ
ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος· Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν
ὁ Κύριος.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγ.Γεωργίου(κγ΄
Ἀπριλίου)
Ὁ
Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῶν Ἀθλοφόρων.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα,
στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Τῆς
τοῦ Δεσπότου φιλανθρώπου ἀγάπης τὸ ὕψος κατανοήσαντες, ὡς οὐδὲν ἐλογίσασθε τῶν
παρόντων τὰς ψυχοφθόρους ἡδονάς. Ὅθεν γενναιοψύχως Εὐψύχιε καὶ Καρτέριε, τὰς τῶν
τυράννων ὑπενεγκόντες βασάνους, καὶ τῶν αἰδοίων τὴν ἀφαίρεσιν, ὡς θυσίαν ὑπερτελῆ
τῷ Κυρίῳ λογισάμενοι, τὴν Βασιλείαν τῶν οὐρανῶν ἐκληρονομήσατε, ἔνθα εὐφραινόμενοι
ἀδιαλείπτως, μὴ ἐπιλάθεσθε τῶν τελούντων τὴν μνήμην ὑμῶν τὴν ἀξιύμνητον.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Εὐψύχιον
Καρτέριον ἅμα ὑμνῶ εὐψύχως. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Εὐψύχιε
ἔνδοξε, καὶ γενναιόφρον Καρτέριε, Χριστοῦ θεῖοι μάρτυρες, Αὐτῷ πρεσβεύσατε, ὅπως
χάριν μοι, παράσχῃ οὐρανόθεν, ὑμῶν τὴν παγγέραστον, ὑμνῆσαι ἄθλησιν.
Ὑπὲρ
τὰ ὁρώμενα, ὑμῶν τὸν νοῦν ἀνυψώσαντες, Χριστῷ ἐποθήσατε, ἀκολουθῆσαι πιστῶς, καὶ
παρίδετε, τοῦ κόσμου τὰ ἡδέα, σκοποῦντες τὴν μέλλουσαν, δόξαν πανεύφημοι.
Ψευδώνυμον
Μάρτυρες, πίστιν εἰδώλων ἐλέγξαντες, Χριστοῦ ἐνανθρώπησιν, σοφίᾳ Πνεύματος, ἐκηρύξατε,
πρὸ βήματος τυράννων, Εὐψύχιε ἔνδοξε, θεῖε Καρτέριε.
Θεοτοκίον
Ὑμνῆσαι
ἀξίως σε, Μῆτερ οὐδόλως δυνάμενοι, τὸ Χαῖρε προσφέρομεν, δι’ οὗ Ἀρχάγγελος,
κατησπάσατο, μηνύσας σοι Δεσπότου, τὴν ἄφθορον γέννησιν, ἐλεύσει Πνεύματος.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Χριστοῦ
τὸν σταυρὸν ἐπιποθοῦντες, καὶ πάθη τὰ ἔνδοξα αὐτοῦ, οὐδόλως ἐπτοήθητε, Εὐψύχιε
Καρτέριε, ἀλλὰ καθυπεμείνατε, τὰ ἀλγεινὰ τῶν κολάσεων.
Ἱκάνωσεν
ἄμφω θεία Χάρις, ὑμᾶς περαιῶσαι θαυμαστῶς, τὸν δρόμον τῆς ἀθλήσεως, καὶ ὥσπερ ἄλλου
πάσχοντος, δικαίως ἀπειλήφατε, τοῦ μαρτυρίου τὸν στέφανον.
Οὐδόλως
ψυχὰς ὑμῶν ὁ φόβος, οὐδὲ τῶν τυράννων ἀπειλαί, ἐπτόησαν μακάριοι, ἄλλ’ ἔτι
κατεπύρωσαν, τὸν πόθον τῆς ἀθλήσεως, δι’ ἧς ἐχθρὸν ἐτροπώσατε.
Θεοτοκίον
Νικᾷ ὅρους
φύσεως τὸ Πνεῦμα, καὶ δείκνυσι δύναμιν Θεοῦ, ὥσπερ ἐν σοὶ Πανάχραντε, ἣν
Θεοτόκον ἔδειξεν, καὶ φύσεως ἀνέτρεψεν, νόμους ἀνθρώπων γεννήσεως.
Κάθισμα
.Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὀργάνων
ὑπέστητε, γεννητικῶν τὴν τομήν, παμμάκαρ Εὐψύχιε, σὺν Καρτερίῳ κλεινῷ, διὸ ἀπειλήφατε,
χάριν τῶν ἰαμάτων, καὶ παρέχετε ταύτην, πᾶσι τοῖς δεομένοις, καὶ τιμῶσιν ἐν πόθῳ,
τὴν ἄθλησιν ὑμῶν τὴν σεπτήν, καὶ τὸ μαρτύριον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ταχὺ
δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ,
Παρθένε πανάχραντε. Ὄλεσον κατὰ κράτος, τῶν δαιμόνων τὰ θράση, γνώτωσαν τῶν εὐχῶν
σου, τὴν ἰσχύν καὶ τὴν χάριν. Διὸ Εὐλογημένη, ἡμᾶς διαφύλαξον.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Κύκλῳ
παρειστήκεισαν ἀσεβεῖς, πεῖσαι ὑμᾶς Ἅγιοι θέλοντες, θῦσαι εἰδώλοις, τοῖς
ματαίοις καὶ κωφοῖς, ἀλλὰ ἐματαιώθησαν, τὸ στεῤῥὸν ἰδόντες τῆς πίστεως.
Ἄνους
ὁ λατρεύων θεοῖς γλυπτοῖς, ἔργοις τῶν χειρῶν ἀνεκράζετε, δυὰς Μαρτύρων, τοῖς
δειλαίοις δικασταῖς, μόνος Θεὸς γάρ πέφυκεν, Ἰησοῦς Χριστὸς ὁ φιλάνθρωπος.
Ῥήτορες
ἐδείχθητε εὐσθενεῖς, Πνεύματι ἁγίῳ κινούμενοι, καὶ πρὸ τυράννων, ἐκηρύξατε
Χριστόν, μόνον Θεὸν καὶ Κύριον, Εὔψυχε καὶ θεῖε Καρτέριε.
Θεοτοκίον
Τί ἀνταποδώσομεν
οἱ πτωχοί, σῇ τῇ γεννησάσῃ τὸν Κύριον, καὶ γενομένῃ, σωτηρίας ἀφορμή, γένους ἡμῶν
Πανάμωμε, ὑπὸ ἁμαρτίας στενάζοντος.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἐφάνη
ἡ δύναμις, ἣν δίδωσιν ὁ Κύριος, τοῖς ὑπὲρ Αὐτοῦ πιστῶς ἀθλοῦσιν· ὅθεν ὡς ἄλλων,
πασχόντων Ἅγιοι, πάθη ὑπηνέγκατε σφοδρά, πάντας καταπλήξαντες, σὺν ἀγγέλοις ἀνθρώπους
τε.
Ῥυφθέντες
τοῖς αἵμασιν, ὑμῶν κατελευκάνθητε, καὶ ἀποβαλόντες τὸν χιτῶνα, ζωῆς παρούσης,
μετενηνέχθητε, εἰς τὴν Βασιλείαν τοῦ Χριστοῦ, τῶν Μαρτύρων ἔχοντες, παμπληθῆ τὰ
πειστήρια.
Ἰδόντες
οἱ τύραννοι, τὸ καρτερὸν καὶ εὔψυχον, τῆς ὑμῶν ἀθλήσεως ἠπόρουν, καὶ μὴ εἰδότες,
χάριν τῆς πίστεως, δι’ ἧς κραταιοῦται ἀσθενής, φύσις ἡμῶν ἔλεγον, ὤ! παράδοξον
θέαμα.
Θεοτοκίον
Ὁ κόσμος
ἀγάλλεται, δεξάμενος τὴν λύτρωσιν, τῇ κυοφορίᾳ σου Παρθένε, καὶ μεγαλύνει, τὴν
θείαν δόξαν σου, δι’ ἧς σε κατέστεψε Χριστός, ὁ αεὶ δεχόμενος, τὰς δεήσεις σου
Πάναγνε.
ᾨδὴ
Ϛ΄. Τὴν θείαν ταύτην.
Ναοὶ
γεγόνατε Πνεύματος, ἁγίου θεοφόρητοι Μάρτυρες, ἔνθα δεδόξασται, ὑμῶν ἀθλήσει ὁ
Κύριος, Ὃν ὡς Θεὸν τὸν μόνον, ὡμολογήσατε.
Αἰδοῖα
ἄμφω ἐτμήθητε, τὰ ὄργανα γεννήσεως Ἅγιοι, ζωὴν τὴν μέλλουσαν, προεικονίζοντες ἔνθαπερ,
σαρκὸς ἐπιθυμία, καταργηθήσεται.
Μεγίστην
δόξαν εἰλήφατε, ὑπὲρ Χριστοῦ τὸ αἷμα ἐκχέαντες, καὶ ἀπηλαύσατε, τῆς ἀφθαρσίας
μακάριοι, ἧς τὰ Ἁγίων σμήνη, κατηξιώθησαν.
Θεοτοκίον
Ἁγνὴ
Παρθένος τετήρησαι, πρὸ τόκου καὶ ἐν τόκῳ Πανύμνητε, καὶ μετὰ γέννησιν, ὅθεν
προστάτις ἀκοίμητος, ἁπάντων φιλοάγνων ὑπάρχεις Δέσποινα.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ὑπερβολῇ
τῆς τοῦ Κυρίου ἀγάπης, οὐκ ἐπῃσθάνθητε βασάνων ὀδύνας, ἀλλὰ προθύμως τέθυσθε ὡς
ἄμωμοι ἀμνοί, καὶ τὴν πολυώδυνον, ἐκκοπὴν τῶν αἰδοίων, ὑποστάντες στέφανον, ἀπειλήφατε
θεῖον, παρὰ Χριστοῦ Εὐψύχιε κλεινέ, σὺν Καρτερίῳ, θεόφρονες Μάρτυρες.
Ὁ Οἶκος
Ἡδονὰς
φθειρομένας παρίδετε ὡς οὐδὲν ὠφελούσας μακάριοι, καὶ ψυχὰς τῇ ἀγάπῃ
στομώσαντες, τοῦ Χριστοῦ, Οὗ οὐδὲν ἐν τῷ κόσμῳ ἡδύτερον, πρὸς ἀγῶνας μαρτυρίου ἀτρέμως
εἰσήλθετε καὶ τοῖς ἀπιστοῦσιν ἐδιδάξατε, ὁπόσον ἰσχύει ἡ τοῦ Εὐαγγελίου πίστις.
Ὅθεν ὡς ἀσώματοι μᾶλλον ἢ ἄνθρωποι, ἐκκοπὴν τῶν αἰδοίων ἀπηνῶς ὑπέστητε, τοῦ
μέλλοντος αἰῶνος ἐντεῦθεν δηλοῦντες τὸ ἄφυλον, ὅτε τὰ πάντα καὶ ἐν πᾶσι μόνον
Χριστός, καὶ οἱ τούτῳ ποικίλως εὐαρεστήσαντες, μεθ’ ὧν καὶ ὑμεῖς δικαίως
συνηριθμήθητε, Καρτέριέ τε καὶ Εὐψύχιε, θεόφρονες
Μάρτυρες.
Συναξάριον.
Τῇ Ε' τοῦ αὐτοῦ μηνός, οἱ Ἅγιοι Μάρτυρες Εὐψύχιος καὶ Καρτέριος,
τὰ αἰδοῖα τμηθέντες, τελειοῦνται.
Αἰδοῖα
Καρτέριος ἐκτετμημένος,
σὺν
Εὐψυχίῳ καρτεροψύχως φέρει.
Πέμπτῃ
ἐν χώρᾳ ζώντων αἰδοιότμητοι ᾤκησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.
Ἀσυνδυάστους
συζύγους κτείνει ξίφος,
τὴν
ψυχικὴν σύζευξιν ἠγαπηκότας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἑρμᾶ,
Πατρόβα, Λίνου, Γαΐου καὶ Φιλολόγου.
Ἑρμᾶς,
Πατρόβας καὶ Γάϊος τρεῖς ἅμα,
Ἀπόστολοι
θνῄσκουσιν, οἷς τριὰς φίλη.
Καθείς,
Ἰησοῦς γνώσεως θείας λίνον,
ζωγρεῖ
σε, Λῖνε, καὶ μεθιστᾷ τοῦ βίου.
Φιλόλογος
φιλῶν σὲ τὸν Θεὸν Λόγον,
πληροῖ
λόγους σούς, καὶ θανὼν σύνεστί σοι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δομνῖνος πυρὶ τελειοῦται.
Ἀνασκοπῶν
πῦρ τῆς γεέννης Δομνῖνος,
τὸ
τῇ δε πῦρ ἔφριττεν οὔμενουν ὅλως.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Τιμόθεος, Θεόφιλος καὶ Θεότιμος,
πυγμαῖς τελειοῦνται.
Τὸν
Τιμόθεον, καὶ συναθλητὰς δύω
κτείνουσι
πυγμαί, καὶ Θεὸς τιμᾷ Λόγος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Δωρόθεος, θηρίοις ἐκδοθείς, τελειοῦται.
Ὁ
Δωρόθεος ἐκδοθεὶς τοῖς θηρίοις,
δῶρον
προσήχθη τῷ Θεῷ προσδεκτέον.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Εὐψύχιος καὶ Καρτέριος, τὰ αἰδοῖα
τμηθέντες, τελειοῦνται.
Αἰδοῖα
Καρτέριος ἐκτετμημένος,
σὺν
Εὐψυχίῳ καρτεροψύχως φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Σιλβανός, εἰς μέταλλα βληθείς,
τελειοῦται.
Ἐν
τοῖς μετάλλοις Σιλβανὸς βεβλημένος,
λείπει
μέταλλα καὶ μεταλλάττει βίον.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Πάμφιλος, ξεσθεὶς καὶ φυλακισθεὶς
τελειοῦται.
Φρουρᾷ
δαμασθείς, καὶ πρὸ τῆς φρουρᾶς ξέσει,
διπλοῦν
λάβοι Πάμφιλος εἰκότως στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Γρηγορίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας,
τοῦ Ὁμολογητοῦ.
Tὸ γρήγορον δέ, ὄμμα ὀρθοδοξίας,
πῶς ἀγέραστον ἐν λόγοις παραδράμω;
πῶς ἀγέραστον ἐν λόγοις παραδράμω;
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Μάρτυς Ἀγαθάγγελος ξίφει τελειοῦται.
Χριστάγγελός
τις ψῆφος Ἀγαθαγγέλῳ
ἡ
τῆς τελευτῆς ψῆφος ἦν ἐκ τοῦ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Ἱερομάρτυς Κάστωρ, πυρὶ τελειοῦται.
Oὐκ εἰς μακράν σου τοῦ πυρὸς Kάστορ λύσις,
τί τοῦ λόγου δηλοῦντος; Ἐγγὺς τὸ στέφος.
τί τοῦ λόγου δηλοῦντος; Ἐγγὺς τὸ στέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἀγίων
Δομεντίου καὶ Παύλου τοῦ ἐπισκόπου
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωνᾶ, ἀρχιεπισκόπου Νοβογοροδίας,
τοῦ Ῥώσσου τοῦ θαυματουργοῦ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὑπερέβητε,
συνήθεις ὅρους φύσεως, καὶ κατεπλήξατε, ἀγγέλων θείους χορούς, πληθὺν ὑπομείναντες,
βασάνων Μάρτυρες, δι’ ὧν δέδοται, ὑμῖν ἄφθαρτον στέφος, καὶ δόξαν εἰλήφατε,
μήποτε λήγουσαν.
Ματαιόφρονες,
εἰδώλοις οἱ λατρεύοντες, καὶ σκεύη ἄψυχα, νομίζοντες ὡς θεούς, διὸ ἐπιστρέψαντες
μετανοήσατε, καὶ τὸν Κύριον, τῆς δόξης δι’ Ὃν πάσχομεν, σὺν ἡμῖν δοξολογεῖτε.
Νέον ἔνδυμα,
σωφρόνως ἐνεδύθητε, ἀποβαλόντες Ἀδάμ, τοῦ πάλαι τὸ κώδιον, διὰ βασάνων πικρῶν,
καὶ εἰσήλθετε, Νυμφῶνα εἰς οὐράνιον, ὦ δυὰς κλεινῶν Μαρτύρων.
Θεοτοκίον
Ὡραιότητα,
σῆς παρθενίας Ἄχραντε, ἀεὶ θαυμάζοντες, δεόμεθά σου πιστῶς, ἁγνοὺς διατήρησον, ἐκ
λογισμῶν πονηρῶν, καὶ ἐκ πράξεων, ἅς περ μισεῖ ὁ Κύριος, ὁ ἐκ σοῦ λαβὼν τὴν
σάρκα.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἐν ὑπομονῇ
καὶ καρτερίᾳ, ψυχὰς ὑμῶν Μάρτυρες ἐκτήσασθε, ὥς φησιν ὁ Κύριος, καὶ ἐθησαυρίσατε,
πλοῦτον μὴ ἀπολλύμενον ἐν οὐρανοῖς ὡς σοφοί, καὶ τρυφᾶτε, νῦν οὗπερ ποθήσαντες,
σὺν Ἁγίων ἁπάντων τοῖς τάγμασιν.
Ὑπερηφανίαν
ἀντιπάλου, ἐχθροῦ κατεβάλετε μακάριοι, διὰ τῆς ἀθλήσεως, κεφαλὴν συντρίψαντες,
αὐτοῦ καὶ ἀνεδείχθητε, διὰ παντὸς νικηταί, σῶμα δόντες, τὸ καταφθειρόμενον, καὶ
λαβόντες βασίλειον ἄφθαρτον.
Ψύξατε
ἡμῶν σαρκὸς τὰ πάθη, ἀπώλειαν βρύοντα αἰώνιον, ὡς αἰδοῖα Ἅγιοι, στερηθέντες
σύνδυο, καὶ σωφροσύνης χάρισμα, δότε φιλάδελφοι, ὅπως πόθῳ, μνήμην ἑορτάζωμεν,
τὴν ὑμῶν ἀνυμνοῦντες τὸν Κύριον.
Θεοτοκίον
Ὕψωσον
ἡμῶν χαμαιζηλίας, τὸν νοῦν Θεοτόκε Παναμώμητε, καὶ τὸν θεῖον ἔρωτα, τοῦΥἱοῦ σου
φύτευσον, ἵνα τοῦ βίου στάδιον, καλῶς τελέσωμεν, καὶ πολῖται, ἀξιωθησώμεθα,
Βασιλείας γενέσθαι οἱ δοῦλοί σου.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Χρέος
ἱερόν, τελοῦντες δοξάζομεν ὑμᾶς σεπτοὶ ἀθληταί, ἔνδοξε Εὐψύχιε, σὺν Καρτερίῳ τῷ
γενναιόφρονι, ὅτι τὸν κόσμον ἅπαντα καταφρονήσαντες, ὡς θυσία, λογικὴ καὶ εὔοσμος,
τῷ Χριστῷ ἑκοντὶ προσηνέχθητε.
Ὦ
κλεινὴ δυάς! χριστόψυχοι μάρτυρες, σεπτὲ Εὐψύχιε, καὶ σοφὲ Καρτέριε, αἵματα
δόντες, ἐξηγοράσατε, τὸν ποθητὸν Παράδεισον ἐν ᾧ μὴ παύσητε, ἱκετεύειν,
στεφοδότην Κύριον, ὑπὲρ ὅσοι ὑμᾶς ἑορτάζουσι.
Σώματος
ψυχῆς, τὰ ἄλγη ἰάσασθε, ἅγιοι Μάρτυρες, καὶ διδύμους πάσχοντας, ἐξαιτουμένους ὑμῶν
βοήθειαν, ταχέως θεραπεύσατε ὡς πολυώδυνον, ὑποστάντες, αἰδοίων ἀφαίρεσιν, καὶ
λαβόντες τὴν χάριν ἰάσεων.
Θεοτοκίον
Ἄχραντε
ἁγνή, Παρθένε Πανάμωμε, ἐλπὶς ἁπάντων πιστῶν, σὺν τοῖς θείοις Μάρτυσι, γλυκὺν Υἱόν
σου καθικετεύετε, ὅπως ἡμῖν τὴν ἄφεσιν, δῷ παραπτώσεων, καὶ παράσχῃ, γνησίαν
μετάνοιαν, ἵνα πάντοτε Τοῦτον δοξάζωμεν.
Ἐξαποστειλάριον
Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Εὐψύχιον
Καρτέριον, ἀθλητὰς χριστοψύχους, τοῦ Ἰησοῦ θεότητα, πρὸ τυράννων ἀθέων, στεῤῥῶς
ὁμολογήσαντας, καὶ τὴν πλάνην εἰδώλων σωφρόνως ἀπελέγξαντας, ὑποστάντας δ’ ἐκ
τούτου, ὀδυνηράν, ἐκτομὴν αἰδοίων καὶ θείας δόξης, ἀξιωθέντας ᾄσμασιν, οἱ πιστοὶ
εὐφημοῦμεν.
Θεοτοκίον,
ὅμοιον.
Εὐλογημένη
Πάναγνε, Θεοτόκε Παρθένε, χριστιανῶν τὸ καύχημα, τῶν Ἀγγέλων ἡ δόξα, καὶ ἀθλοφόρων
τὸ κλέος, κράτος τεῖχος καὶ σκέπη, καὶ ὀχυρὸν προπύργιον, φύλαττε καὶ
προστάτις, καὶ βοηθός, ἐν κινδύνοις φάνηθι τοῖς σοῖς δούλοις, καὶ γὰρ ἐν σοὶ
καυχώμεθα, προστασία τοῦ κόσμου.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ
Ἦχος πλ.δ΄. Ὤ τοῦ
παραδόξου θαύματος.
Θείων
Μαρτύρων ποθήσαντες, δόξαν ἀφθάρτου ζωῆς, γενναιόφρον Εὐψύχιε, καὶ κλεινὲ
Καρτέριε, ἀνδρικῶς ἐνηθλήσατε, σκότος εἰδώλων σοφῶς ἐλέγξαντες, καὶ τοῦ Κυρίου,
ἀνακηρύξαντες, θεανθρωπότητα, ὅθεν εἰς μαρτύρια παντοδαπά, ἄμφω ὑπεβλήθητε, ἐν
χαρμοσύνῃ ψυχῆς.
Φωτὶ
Κυρίου λαμπόμενοι, ἐν παῤἡσίᾳ πολλῇ, πρὸ τυράννων συρόμενοι, θεολόγοι ὤφθητε,
καὶ τοῦ Πνεύματος σάλπιγγες, μεγαλοφώνως διηγησάμενοι, οἰκονομίαν ἔνσαρκον
Μάρτυρες, ἣν ὁ Φιλάνθρωπος, δι’ ἡμᾶς ἀνείληφεν καὶ οὐρανοῦ, κεκλεισμένας ἤνοιξε,
πύλας θανάτῳ σταυροῦ.
Πάθη
σαρκὸς τὰ ψυχόλεθρα, καὶ ἡδονὰς κοσμικάς, παριδόντες μακάριοι, ἡδονὴν ἡγήσασθε,
μαρτυρίου τὴν ἄθλησιν, ὅθεν εὑρόντες, καιρὸν τὸν πρόσφορον, καὶ πεπλησμένοι τῷ
θείῳ ἔρωτι, πεῖραν εἰλήφατε, τῆς μανίας Ἅγιοι τῶν δυσσεβῶν, ὧν ἐμυκτηρίσατε,
πλάνην ἀνόητον.
Ἄλγος
αἰδοίων ἰάσασθε, αἰδοιοτμήτων δυάς, τῶν πασχόντων μακάριοι, ἔνδοξε Εὐψύχιε, καὶ
θεόφρον Καρτέριε, ὑμεῖς γὰρ πείρᾳ τοῦτο γινώσκετε, διὸ ταχέως εἰς τὴν βοήθειαν,
σπεύσατε Ἅγιοι, τῶν πιστῶς τὴν εὔσημον , μνήμην ὑμῶν, καὶ τὴν θείαν ἄθλησιν, ἐπιτελούντων
φαιδρῶς.
Δόξα.
Ἦχος ὁ αὐτός.
Τῆς
τῶν παρόντων πραγμάτων ὡς παρερχομένων σοφῶς καταφρονήσαντες, καὶ τῶν μελλόντων
ὡς μενόντων σωφρόνως τὴν κτῆσιν στοχεύσαντες, τῷ θείῳ ἔρωτι ὅλως πεπυρωμένοι, τὰς
τῶν πικρῶν βασάνων ἀλγηδόνας, καὶ τῶν αἰδοίων τὴν πολυώδυνον ἀφαίρεσιν, οὐκ ἐδειλιάσατε,
Εὐψύχιε καρτερόψυχε καὶ Καρτέριε εὐψυχότατε. Ὅθεν ἐκ τοῦ μισθαποδότου Δεσπότου
τὸ στέφος τῆς ἀθλήσεως δεξάμενοι, μὴ ἐπιλάθεσθε ἡμῶν, τῶν τὴν σεπτὴν μνήμην γεραιρόντων
ἐν ὕμνοις, καὶ αἰτουμένων τὴν μεσιτείαν ὑμῶν πρὸς τὸν Φιλάνθρωπον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου.
Μεγαλυνάρια
Χαίρετε
Μαρτύρων σεπτὴ δυάς, Εὐψύχιε θεῖε, καὶ Καρτέριε θαυμαστέ, καὶ τῶν αἰτουμένων
προσδέξασθε δεήσεις, παρέχοντες ἑκάστῳ, τὸ συμφερώτερον.
Ἄλγη
τῶν αἰδοίων ὀδυνηρά, παύσατε πασχόντων, θεῖοι μάρτυρες τοῦ Χριστοῦ, οἱ
καθυποστάντες, ἀφαίρεσιν αἰδοίων, καὶ ἔχοντες τὴν χάριν, τούτων ἰάσεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου