Κυριακή 12 Απριλίου 2020

ΜΑΡΤΙΟΣ 18. ΑΓΙΟΙ ΜΑΡΤΥΡΕς ΕΥΚΑΡΠΙΩΝ & ΤΡΟΦΙΜΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΡΤΙΟΣ ΙΗ΄.
ΕΥΚΑΡΠΙΩΝ & ΤΡΟΦΙΜΟΣ ΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

Ἐν τῷ Ἑσπερινῷ

Ὅταν μὲν γίνηται Προηγιασμένη θεία Λειτουργία, ψάλλομεν στ' τοῦ Τριωδίου καὶ δ΄ τὰ παρόντα. Ἄλλως, ψάλλομεν τὰ γ' τοῦ Τριωδίου καὶ τὰ τῶν Ἁγίων Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Τῶν εἰδώλων τὰ ξόανα, καταλείψαντες Μάρτυρες, καί τήν θηριόγνωμον ἀποῤῥίψαντες, γνώμην καί τρόπον μισόχριστον, Χριστῷ ἐκολλήθητε, ὑπακούοντες ὁμοῦ, τῷ ἐξ ὕψους καλέσαντι, ὡς ὁ ἔνδοξος, Παῦλος, οὗ τὴν ἀγάπην καὶ τὸν ζῆλον, μιμησάμενοι ἐνθέως, ἀνδρειοφρόνως ἐτύθητε.

Ἀληθῶς μέγας, Κύριε, καὶ ποιῶν τά συμφέροντα, ἔκραζον οἱ Μάρτυρες μετὰ πίστεως, καὶ τῷ φωτὶ ἐλλαμπόμενοι, υἱοὶ ἀνεδείχθησαν, τοῦ Φωτὸς τοῦ νοητοῦ, Ἐκκλησίας ἐκθρέμματα, θεαπόκτητα, Εὐκαρπίων ὁ καὶ καλλικαρπίων, σύν Τροφίμῳ ὅστις ὄντως, τροφὴ χαρᾶς ἀναδέδεικται.

Πάντα ζῆλον ἐκτρέψαντες, ἀπ’ εἰδώλων πρὸς Κύριον, θύματα ἐφάνητε οἱ πρὶν θύοντες, καὶ τῷ ἰκρίῳ κρεμάμενοι, σιδήροις ξεόμενοι, καὶ πυρὶ βρομοποιῷ, ἐναθλήσαντες Ἅγιοι, ὅθεν χαίρετε, συσκηνοῦντες σὺν πᾶσι τοῖς Ἁγίοις, καὶ πρεσβεύοντες ἀπαύστως, ὑπὲρ ἡμῶν παμμακάριστοι.

Δόξα, Ἦχος πλ. δ΄
Ἐνίκησε καὶ αὖθις τοῦ Χριστοῦ τὸ φιλάνθρωπον σήμερον! ὅτι τοὺς πρὶν θηριώδεις καὶ διώκτας, ὡς ἀρνία ταπεινοὺς καὶ εὐηκόους, τῷ Θεῷ θαυμαστῶς ἐξειργάσατο, τὸν θεῖον Εὐκαρπίωνα, σὺν Τροφίμῳ τῷ γενναίῳ, οἵτινες τὰ πάντα παριδόντες, παρεδόθησαν τῷ πυρὶ τῷ αἰσθητῷ, φλεγόμενοι τῷ πόθῳ τοῦ Κυρίου, καὶ σκοποῦντες τὰ μὴ βλεπόμενα. Οὓς ἐν ὕμνοις μελῳδοῦντες, ἱκετεύομεν ἐκτενῶς, πρεσβεύειν τῷ Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον, Ἀνέστης ἐκ νεκρῶν.
Ὁ Λόγος τοῦ Πατρός, ἐπί τῆς γῆς κατῆλθε, καὶ Ἄγγελος φωτός, τῇ Θεοτόκῳ ἐβόα. Χαῖρε εὐλογημένη, ἡ τὴν παστάδα μόνη φυλάξασα, σύλληψιν συλλαβοῦσα, τὸν πρὸ αἰώνων Θεὸν καὶ Κύριον, ἵνα τῆς πλάνης σώσῃ ὡς Θεός, τὸ γένος τῶν ἀνθρώπων.
Ἢ Σταυροθεοτοκίον, ὅμοιον.
Ἡ ἄσπιλος Ἀμνάς, τὸν Ἀμνὸν καὶ Ποιμένα, κρεμάμενον Σταυρῷ, κατιδοῦσα ἐβόα· Τέκνον μου τί τὸ ξένον, καὶ παρ’ ἐλπίδα νῦν τοῦτο θέαμα; πῶς ἡ ζωὴ τῶν πάντων, βροτοῖς ὁμοίως καταδεδίκασαι; ἀλλὰ ἀνάστα, Λόγε, ἐκ νεκρῶν, τριήμερος ὡς εἴρηκας.

Ἀπολυτίκιον, Ἦχος δ΄ Ταχὺ προκατάλαβε.
Δυάδα τὴν σύναθλον, ἀνευφημοῦμεν πιστῶς, τοὺς πλάνην μισήσαντας, καὶ κολληθέντας Χριστῷ, κλεινὸν Εὐκαρπίωνα, Τρόφιμον δὲ σὺν τούτῳ, στρατιώτας γενναίους, οἳ τὸν Σατὰν καθεῖλον, διὰ τοῦ μαρτυρίου. Ἐξῆλθον γὰρ εἰς τὴν ἀναψυχήν, πυροπτηθέντες, οἱ ὄντως χριστόφλεκτοι.
Ἀπολυτίκιον ἕτερον. Ἦχος γ΄, Θείας πίστεως.
Ὄντως εὔκαρπα, καὶ θεῖα δένδρα, ἀνεδείχθητε, τροπαιοφόροι, τῷ πυρὶ τελειωθέντες μακάριοι, καὶ τὴν Τριάδα τὸ πρὶν θεασάμενοι, ὥσπερ ὁ Παῦλος Χριστῷ συμπιστεύσαντες, θεῖε Τρόφιμε, Αὐτῷ ἐκτενῶς ἱκέτευε, ἅμα συνάθλῳ τῷ κλεινῷ Εὐκαρπίωνι.

Εἰς τὸν Ὄρθρον

Εἰς τοὺς κανόνας ψάλλομεν τὸν παρόντα τῶν ἁγίων εἰς ς΄ καὶ τοὺς τοῦ Τριωδίου εἰς η΄
Ὁ Κανὼν τῶν ἁγίων Τροφίμου καὶ Εὐκαρπίωνος, οὗ ἡ ἀκροστιχίς: Ὕμνος τῷ Εὐκαρπίωνι Τροφίμῳ τε ᾀδέσθῳ. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ὁ εἱρμός.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
ψόθεν με φώτισον, φωτὶ Ἁγίου σου Πνεύματος, Χριστέ μου φιλάνθρωπε, ὥσπερ ἐφώτισας, θείους μάρτυρας, ἐν τῇ Νικομηδείᾳ, ἵνα τούτων ἄθλησιν, ᾄσω τὴν ἔνδοξον.
Μανίᾳ φερόμενοι, πρὸς τοὺς πιστοὺς πρῴην, Μάρτυρες, ὡς λύκοι οἱ δίψαιμοι, κατεδιώκετε, τούτους Τρόφιμε, καὶ θεῖε Εὐκαρπίων, ἀθέῳ προστάγματι, καθυπακούοντες.
Νοὸς ζοφοσκότωσιν, ὑπεριδὼν ὁ Φιλάνθρωπος, φωτὶ προσεκάλεσε, πρὸς τὴν ἀλήθειαν, καρτερόψυχοι, σεπτοῦ Εὐαγγελίου, προβλέπων τὸ ἔνδοξον, ὑμῶν μαρτύριον.
Θεοτοκίον
βίος μου Πάναγνε, ὡς δένδρον ἄκαρπον πέφυκε, Χριστοῦ τὰ ἐντάλματα, μὴ ἐκτελοῦντός μου, ὅθεν πρόφθασον, εὐχαῖς σου, Παναγία, καὶ δός μοι ἀλλοίωσιν, τὴν εὐκαρπίωνα.



ᾨδή γ΄. Ὁ εἱρμός.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε , ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Σωτῆρος ἠκούσατε προθύμως, φωνὴν τὴν φιλάνθρωπον Χριστοῦ, ὥσπερ ὁ Παῦλος, ἅγιοι, καὶ τρέμοντες ἐδέξασθε, ἀκολουθῆσαι ὄπισθεν, τούτου ὡς ἄρνες ἡσύχιοι.
Τροφήν σου νομίζων τὸ διώκειν, πιστούς, Εὐκαρπίων ἀγαθέ, ἠγρεύθης ὡς ἁλίευμα, κλῆσιν Χριστοῦ δεξάμενος, πάντας ἀνθρώπους θέλοντος, εὑρεῖν ζωὴν τὴν αἰώνιον.
! μέγεθος τῆς πρὸς σὲ ἀγάπης, Κυρίου καλοῦ ψυχεραστοῦ, Τρόφιμε παμμακάριστε, δι’ ἧς καὶ σὲ συνήγαγεν, εἰς δεῖπνον τὸ αἰώνιον, ἅμα Ἁγίων τοῖς τάγμασι.
Θεοτοκίον
Εὑρίσκων τὴν κλῆσίν σου, Παρθένε, ἀνάψυξιν ἐν τοῖς λυπηροῖς, τοῦ βίου οὐ μὴ παύσωμαι,κλαυθμῷ ἐπικαλεῖσθαί σε,ἐλπίζων ὁ πανάθλιος, ἐλθεῖν ποτὲ εἰς μετάνοιαν.

Κάθισμα. Ἦχος α΄. Τόν τάφον σου, Σωτήρ.
Δυάδα ἀθλητῶν, τοῦ Κυρίου τιμῶντες, τὸν Τρόφιμον ὁμοῦ, Εὐκαρπίωνα θεῖον, αὐτοὺς ἱκετεύσωμεν, ὅπως ἔλθωσιν σύνδυο, ἀντιλήπτορες, ἐν τῷ καιρῷ τῆς νηστείας, καὶ παράσχωσιν, ψυχαῖς ἡμῶν εὐκαρπίαν, τῆ δρόσῳ τοῦ Πνεύματος.
Δόξα καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, καὶ ἀνάγαγε, ἐκ ῥαθυμίας πταισμάτων, τοῦ δοξάζειν σε, παντελεῆμον τὴν μόνην, ἐλπίδα τῶν δούλων σου.
Ἢ Σταυροθεοτοκίον
Ὁρῶσά σε Χριστέ, ἡ Πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ σταυροῦ, ἡπλωμένον ἐβόα, Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος, οἰκονομία σου αὕτη, δι’ ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;










ᾨδὴ δ΄. Ὁ εἱρμός.
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· δόξα, Χριστέ, τῇ δυνάμει σου.
ετῷ πλήθους δακρύων, τὸν Χριστόν ἱλεώσατε, ὅτε θείᾳ κλήσει, Μάρτυρες ὑμᾶς κατεφώτισε, καὶ μετεστράφητε ἄφνω εἰς καλλίκαρπα, δένδρα, Ἅγιοι, οἱ πρὶν ὑπάρχοντες ἄκαρποι.
Καύσει τῇ τῆς μετανοίας, ἐδροσίσθητε, Μάρτυρες, καὶ ἐγκεντρισθέντες, τῇ καλλιελαίῳ τῆς Χάριτος, πολυκαρπίαν ἐνθέως ἀπεδώκατε, θεῖε Τρόφιμε, καὶ Εὐκαρπίων πανάριστε.
νωθεν ἀκηκοότες, προσκλητήριον κάθαρσιν, ἐν νεφέλῃ ὄψιν, τὴν τοῦ Ἰησοῦ ἐθεάσασθε, καὶ θαμβηθέντες ἐν φόβῳ ἠρωτήσατε, τί, ὦ Δέσποτα, βούλῃ ποιῆσαι τοὺς δούλους σου;
Θεοτοκίον
ῆξόν μου τὸ γραμματεῖον, τὸ δυσβάστακτον, Δέσποινα, ὅπερ ἀνοήτως, ἔγραψα αἰσχίστοις μου πράξεσι, καὶ ἐφεξῆς κάθαρόν μου τὴν συνείδησιν, ὅπως χαίρων σε, ὑμνολογῶ ὁ πανάθλιος.

ᾨδὴ ε΄. Ὁ εἱρμός.
Ἐξέστη τά σύμπαντα, ἐπί τῇ θείᾳ δόξη σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Πυρὶ κατεκαύσατε, τῆς μετανοίας, Ἅγιοι, πᾶσαν τοῦ προτέρου ὑμῶν βίου, ἢ ἑκουσίαν εἴτε ἀκούσιον, πρᾶξίν τε καὶ ἔννοιαν αἰσχράν, καὶ πυρὸς ἐγένεσθε, Παρακλήτου οἰκήματα.
δόντες, μακάριοι, τὸν Σαβαὼθ καθήμενον, ὡς ὁ Ἠσαΐας ἐπὶ θρόνου, ἔφητε ἄμφω, ὤ! ἀπολλύμεθα, δεῦτε καθαρθῶμεν καὶ Αὐτῷ, κατακολουθήσωμεν, ὡς ποιμένι τὰ πρόβατα.
λέσατε, Μάρτυρες, ἐπιστροφῇ πρὸς Κύριον, τὸν τῆς ἀπωλείας ἐφευρέτην, καὶ τῶν Ἀγγέλων, δήμους ηὐφράνατε, Τρόφιμε γενναῖε ἀθλητά, Εὐκαρπίων ἔνδοξε, ἡ δυὰς ἡ χριστόκλητος.
Θεοτοκίον
Νοός μου τὴν σκότωσιν, μακρὰν δίωξον, Δέσποινα, ἡ τὸ Φῶς γεννήσασα τοῦ κόσμου, καὶ φώτισόν μου τὰ διαβήματα, ὅπως μὴ προσκόψω μηδαμῶς, ἀλλὰ οἶκος πάμφωτος, τοῦ Δεσπότου γενήσωμαι.








ᾨδή ς΄. Ὁ εἱρμός.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.
δόντες ἅπερ οὐ δύναται, ἀνθρώπου ὀφθαλμὸς βλέψαι, Ἅγιοι, πᾶσαν ἠρνήσασθε, εἰδωλικὴν ματαιότητα, δοῦλοι Χριστοῦ γενέσθαι, μόνον ποθήσαντες.
Τροφίμου κλῆσιν θαυμάσωμεν, ὃν θείαις ἀποθήκαις συνέκλεισεν, σῖτον ὡς εὔσταχυν, ὁ Ἰησοῦς ὁ Φιλάνθρωπος, ὡς ἐνδεκάτης ὥρας, ἐργάτην τίμιον.
υπώδη βίον ἀπέπλυνε, λεντίῳ τῆς ἀγάπης ὁ Κύριος, καὶ κατεστόλισεν, ὦ Εὐκαρπίων τῆς χάριτος, τῷ πλούτῳ τοῖς ἁγίοις, συναριθμήσας σε.
Θεοτοκίον
Οὐ φρίττω πράττων τὰ ἔκθεσμα, Παρθένε, παροργίζων τὸν Εὔσπλαχνον, μὴ καταλίπῃς με, ὥσπερ πλανώμενον πένητα, ἀλλὰ τῇ μετανοίᾳ, Δέσποινα, θρέψον με.

Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου καὶ Εὐκαρπίωνος, τῶν ἐν Νικομηδείᾳ.
Tροφὴν ἄληκτον καρπὸν εὗρον καμίνου,
Eὐκαρπίων Tρόφιμος οἱ ἀθλοφόροι.

Εἴσελθε, κέρδος ἐκ ταλάντων προσφέρων,
Εἰς τὴν χαράν, Κύριλλε, τοῦ σοῦ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μύριοι Μάρτυρες, ξίφει τελειοῦνται
Τμηθέντες Ἄνδρες Μύριοι τοὺς αὐχένας,
Ἀπῆλθον ἔνθα μυριόμματοι Νόες.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνανία τοῦ Θαυματουργοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἐδουάρδου, βασιλέως τῆς Ἀγγλίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ Ἀστραχὰν τῆς Ῥωσίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.



ᾨδή ζ΄. Ὁ εἱρμός.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Φωνῆς ἤκουσας, καλούσης σε, ὦ Τρόφιμε, σὺν Εὐκαρπίωνι, διὸ τὴν πλάνην εὐθύς, ἀφέντες ἐδείχθητε, δοῦλοι ὑπήκοοι, Οὗ τὸ πρόσωπον, ἰδόντες κατεπλάγητε, ὡς Μωυσῆς ἐν τῷ Σιναίῳ.
δού! πάρεσμεν, οἱ δοῦλοί σου, Φιλάνθρωπε, οἱ πρῴην ἄφρονες, μὴ ἀπολέσης ἡμᾶς, ἀγνοίᾳ διώκοντας, τοὺς εὐσεβοῦντάς σε, φόβῳ ἔκραζον, Τρόφιμος ὁ μακάριος, Εὐκαρπίων τε ὁ θεῖος.
Ματαιότητα, ἀφέντες πᾶσαν, Ἅγιοι, τῆς ἀθεότητος, συνήφθητε τῷ Χριστῷ, Οὗ ἄμετρον ἔλεος, πείρᾳ ἐγνώκατε, ὃ παράσχοιτε, εὐχαῖς ὑμῶν τοῖς μέλπουσι, τὴν γενναίαν μαρτυρίαν.
Θεοτοκίον
ραιότητα, ψυχῆς μου κατεμάρανα, ὥσπερ ὁ ἄσωτος, ἀπογυμνώσας αὐτήν, χαρίτων τοῦ Πνεύματος, ὅθεν κραυγάζω σοι· σπεῦσον, Δέσποινα, καὶ τῷ Δεσπότῃ πρέσβευε, χαρακτῆράς μου καθάραι.

ᾨδή η΄. Ὁ εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν Οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τρόφιμε, κλαυθμῷ κατηξιώθης, τυχεῖν τοῦ Δεσπότου συγχωρήσεως, σὺν τῷ Εὐκαρπίωνι, ὅθεν ὡς εὐγνώμονες, καρπὸν προσενηνόχατε, Αὐτῷ εὐπρόσδεκτον, μαρτύριον φλεγούσης καμίνου, καὶ νῦν ἐντρυφᾶτε, φωτὸς ἐν Παραδείσῳ.
Εὕρατε τὸν θεῖον Μαργαρίτην, ἢ μᾶλλον ὑμεῖς Αὐτῷ εὑρέθητε, λίθοι τε ἐφάνητε, Βασιλείας τίμιοι, Τρόφιμε παμμακάριστε, καὶ Εὐκαρπίων κλεινέ, μετάνοιαν, δεικνύντες προθύμως, δι’ ἧς τῆς καμίνου, παρίδετε τὴν φλόγα.
ρδην μετεστράφητε Κυρίῳ, καὶ ζήλῳ ἐπλήσθητε τῷ ζέοντι, πρὸ τυράννων, μάρτυρες, τὸν Χριστὸν κηρύξαντες, οἱ πρὶν Αὐτὸν διώκοντες, διὸ καὶ σύναθλοι, γεγόνατε, τὸ ἄφθαρτον στέφος, ἄμφω εἰληφότες, ἀθλήσαντες προθύμως.
Θεοτοκίον
Δοῦλος τοῦ Χριστοῦ κληθείς, Κυρία, οὐδόλως ὑπήκουσα ὁ ἄθλιος, τοῖς Αὐτοῦ ἐντάλμασιν, ἀλλὰ τὰ θελήματα, ψυχῆς πράττων οὐ παύομαι, τῆς ἀναισθήτου μου, διό σε δυσωπῶ ἐκ καρδίας, σῶσόν με ὀλίσθου, σωτηριώδει φόβῳ.



ᾨδή θ΄. Ὁ εἱρμός.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὰ ἱερὰ θαυμάσια τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις Παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε.
λυσε δεσμῶν, Χριστὸς ὑμᾶς, Ἅγιοι, πλάνης τῆς πρότερον, καὶ πυρὶ κατέφλεξε, θείας ἀγάπης πᾶσαν τὴν ὕπαρξιν, ὅθεν ὡς χαριστήριον, δόσιν ἠνέγκατε, ὥσπερ ἄρτον, ἐν καμίνῳ σώματα, ἐψηθέντα Αὐτῷ τρισμακάριοι.
Σώματα δεινῶς, ξεσθέντα κατέχετε, ἐν Παραδείσῳ λαμπρά, τῆς φθορᾶς ὑπέρτερα, καὶ τῷ Δεσπότου ὅμοια, Μάρτυρες, Οὗ τοῦ Ἁγίου Πνεύματος, στολὴν ἐνδέδυσθε, ὡς τριχίνοις, πρῴην τοῖς ὑφάσμασιν, τὰς πληγὰς ἐκ δημίων ἐτρίβητε.
Θρόνῳ τοῦ Θεοῦ, ἑστῶτες μακάριοι, νῦν ἀπολαύετε, πρόσωπον πρὸς πρόσωπον, τῆς ἐρασμίας Αὐτοῦ ὁράσεως, καὶ δροσισμὸν ἐφεύρατε, τὸν παραδείσιον, οἱ καμίνου, φλόγα ἀλογήσαντες, τῷ πυρὶ τοῦ Χριστοῦ ἐκκαιόμενοι.
φθητε δυάς, Μαρτύρων χριστόψυχε, τῆς Νικομήδους χαρά, Τρόφιμε πανένδοξε, καὶ Εὐκαρπίων ἀξιοθαύμαστε· ὅθεν ἡμῖν παράστητε, ἐν βίῳ ἄμφω τουτί, ὑπαλεῖπται, τοῦ νικᾷν ἀείποτε, τὸν ἐχθρόν, ὃν ὑμεῖς ἐνικήσατε.
Θεοτοκίον
νασσα σεμνή, τὰ τέκνα σου ἔκθρεψον, τῇ μητρικῇ σου στοργῇ, καὶ καρποὺς ἀξίωσον, Κυρίῳ φέρειν, Ἁγίου Πνεύματος, ὥστε ἐν ὥρα κρίσεως, τυχεῖν τῆς στάσεως, σὺν δικαίοις, δεξιόθεν, Δέσποινα, καὶ εὑρεῖν, ὃν ποθοῦμεν Παράδεισον.

Τὸ Φωταγωγικὸν τοῦ Ἦχου καί ἡ λοιπή ἀκολουθία τοῦ Ὄρθρου.

Μεγαλυνάριον
Χαίρετε Μαρτύρων δυὰς κλεινή, Τρόφιμε θεόφρον, Εὐκαρπίων τε θαυμαστέ, καὶ Χριστὸν ἀπαύστως, θερμῶς ἐκδυσωπεῖτε, ὑπὲρ τῶν γεραιρόντων, ὑμῶν τὴν ἄθλησιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου