Σάββατο 11 Απριλίου 2020

ΙΟΥΛΙΟΣ 4. ΟΣΙΟΙ ΔΙΟΝΥΣΙΟΣ & ΝΕΙΛΟΣ, ΚΤΙΤΟΡΕΣ ΜΟΝΗΣ ΜΕΓΑΛΗΣ ΠΑΝΑΓΙΑΣ ΣΑΜΟΥ ΑΚΟΛΟΥΘΙΑ

ΙΟΥΛΙΟΣ Δ΄.
ΔΙΟΝΥΣΙΟΣ & ΝΕΙΛΟΣ ΟΣΙΟΙ
ΚΤΙΤΟΡΕΣ ΜΟΝΗΣ ΜΕΓΑΛΗΣ ΠΑΝΑΓΙΑΣ ΣΑΜΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕIΣ ΤΟΝ ΕΣΠΕΡΙΝOΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος. α΄. Τῶν οὐρανίων ταγμάτων.
Εὐγνωμονούσῃ καρδίᾳ, καὶ θείοις ᾄσμασιν, μνήμην ἐπιτελοῦμεν, αὐταδέλφων Ὁσίων, Μονῆς ἡμῶν ἁγίας τῶν ἱδρυτῶν, ἣν ἐκ βάθρων ἐγείραντες, τῇ Παναγίᾳ Παρθένῳ χρεωστικῶς, ὥσπερ δῶρον ἀφιέρωσαν.

Τῇ προτροπῇ τοῦ Κυρίου, προθύμως Ὅσιοι, ὑπείκοντες λεγούσῃ, εἴτις θέλει ὀπίσω, ἐλθεῖν μου ἀρνησάσθω κόσμου τερπνά, καὶ σταυρὸν τῆς ἀσκήσεως, ἀναλαβέτω εἰλήφατε μοναστῶν, τὸ σεπτὸν Σχῆμα αὐτάδελφοι.

Ἐξ ὄρους Λάτρου εἰς Σάμον, ἐλθόντες Ὅσιοι, ἀσκητικὴν πορείαν, συνεχίσατε ἄμφω, φωτὶ δὲ οὐρανίῳ, τὸ τῆς Ἁγνῆς, ἀνευρόντες εἰκόνισμα, Μονὴν ἐδείμασθε ταύτην ζήλῳ πολλῷ, ὡς Παρθένου οἰκητήριον.

Καθάπερ ῥάβδος καρύας, τοῦ Ἀαρὼν θαυμαστῶς, βλαστήσασα ἐτύπου, τῆς Παρθένου τὸν τόκον, οὕτω καὶ βακτηρία, κρανέας ἡ σή, ὑπὲρ φύσιν ῥιζώσασα, ἵδρυσιν ταύτης ἐσφράγισεν τῆς Μονῆς, Διονύσιε μακάριε.

Ὡς ποταμὸς ἐπληρώθης, τῶν τοῦ Θεοῦ δωρεῶν, Νεῖλε καὶ ἠξιώθης, σὺν κλεινῷ αὐταδέλφῳ, Μονὴν ταύτην ἱδρύσαι, καὶ εὑρηκώς, τὴν εἰκόνα Ὑψώσεως, Σταυροῦ τιμίου ἀνήγειρας ἱερόν, μοναζόντων φροντιστήριον.

Ὥσπερ ὁμόσε Πατέρες, ὁδὸν ἀσκήσεως, μετήλθετε καὶ δόξης, συντρυφᾶτε Κυρίου, ὑμῶν τὴν κληρουχίαν ταύτην ἀεί, μυστικῶς μὴ ἐλλείπητε, ἐπευλογεῖν οὐρανόθεν καὶ ὁδηγεῖν, εἰς λιμένα τῆς θεώσεως.






Δόξα. Ἦχος πλ.β΄.
Τῷ γλυκυτάτῳ βέλει τοῦ Χριστοῦ, ἀμφότεροι βληθέντες, τὸν ἐλαφρὸν αὐτοῦ ζυγὸν ἐπ’ ὤμων ᾔρατε, πατέρες Ὁσιώτατοι, Διονύσιε καὶ Νεῖλε. Ὅθεν ἀσκητικῶς ἐν Λάτρῳ βιοῦντες, τὴν Σάμον ἐξελέξασθε ὡς στάδιον τῶν τελικῶν ἀγώνων. Ἔνθα τῇ θείᾳ ὀμφῇ τῆς Θεοτόκου, τὸ σεπτὸν εἰκόνισμα εὑρόντες, τὴν Ἱερὰν ταύτην Μάνδραν ἐδομήσασθε, καὶ θεοφιλῶς τελέσαντες τὸν δρόμον, τοῦ Παραδείσου πολῖται γεγόνατε, τὸν Κύριον καθικετεύοντες διηνεκῶς, ὡς φιλότεκνοι μακάριοι, ὑπὲρ ἡμῶν τῶν πόθῳ τιμώντων, τὰ ἱερὰ ὑμῶν παλαίσματα.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένεϗ τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον, ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς Μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς. Οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δε ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Τῇ φιλαδελφίᾳ τὴν φιλοθεΐαν προστιθέντες ὁμοπάτριοι, τὸν τῆς ἀσκήσεως ζυγὸν προθύμως ἀναλαβόντες, λάτρεις τῆς Τριάδος γεγένησθε, ἐν ὄρει Λάτρῳ κατασκηνοῦντες. Εἰς Σάμον δὲ μετοικήσαντες, ταύτην τὴν τῆς Μεγάλης Παναγίας ἱερωτάτην μάνδραν, θείᾳ ἐπινεύσει ἠξιώθητε οἰκοδομῆσαι. Ἣν τιμῶσαν ὑμῶν τὰ παλαίσματα καὶ τοὺς ἱδρῶτας διὰ Χριστόν, πατρικῶς ἀσινῆ διατηρεῖτε, ἐνισχύοντες ἡμᾶς τοὺς ὧδε ἀσκουμένους, εἰς τὴν τελειοτέραν ὑμῶν μίμησιν.

Ἦχος β΄
Τοῦ Προφητάνακτος διακηρύττοντος, Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἀλλ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό, ἀκούσαντες μακάριοι, ἕως θανάτου συνδεθέντες καὶ τῇ πνευματικῇ συγγενείᾳ, τὸ θεῖον Σχῆμα ὑπενδυσάμενοι σύνδυο, καὶ πάσῃ ἀρετῇ κατακοσμηθέντες, δοχεῖα ἐκλεκτὰ τῆς Θεομήτορος γεγόνατε, Ἧς τὴν πανίερον ταύτην Μονὴν ἀνεγείρατε. Ἐν οὐρανῷ δὲ μετὰ πάντων τῶν Ἁγίων συνοικοῦντες, πρεσβεύσατε ὑπὲρ τῶν κατὰ πνεῦμα τέκνων, Νεῖλε καὶ Διονύσιε ὁσιώτατοι, προστάται ἡμῶν καὶ ἔφοροι χριστοδώρητοι.
Ἦχος γ΄
Τὸ ὅμαιμον σὺν τῇ ὁμοψυχίᾳ καὶ ὁμοστοχίᾳ ἐν Χριστῷ συνθέντες, ζεῦγος ὤφθητε ὁσιακῆς βιοτῆς, Πατέρες τιμιώτατοι. Καὶ βάσις ἀσφαλὴς γενόμενοι τῶν οἰκείων Μονῶν ἐν Σάμῳ, ὑψοῦτε χεῖρας εὐκτικὰς πρὸς τὸν γλυκύτατον Κύριον, ὅπως καὶ ἡμᾶς καταξιώσῃ, τοῦ ποθητοῦ Παραδείσου οὗ εἰσήλθετε, Νεῖλε ἱερὲ καὶ Διονύσιε θεοπόθητε.

Ἦχος δ΄
Τῆς παρθενίας ἐν Χριστῷ τὸν βίον ἐκλεξάμενοι, τῆς Ἀειπάρθένου Θεοτόκου ἐμιμήσασθε τοὺς τρόπους, Νεῖλε θεοφόρε καὶ Διονύσιε μακάριε. Ὅθεν ἄμφω ἠξιώθητε τῆς νοερᾶς θεωρίας, δι’ ἧς εἰς τὴν ἀνίδρυσιν προθύμως ἐχωρήσατε τῶν ἱερῶν σεμνείων, πολλῶν φιλερήμων ψυχῶν πρόξενοι σωτηρίας γενόμενοι, μεθ’ ὧν καὶ ἡμεῖς οἱ ταπεινοὶ νεοσσοὶ κατὰ πνεῦμα, οἱ σήμερον εὐγνωμόνως τιμῶντες τὴν πανέορτον μνήμην, καὶ ἐκζητοῦντες τὰς πρὸς Κύριον πρεσβείας ὑμῶν.

Δόξα. Ἦχος πλ.α΄
Τῆς οὐρανοδρόμου κλίμακος τὰς βαθμῖδας ἀναβάντες, ἐκ πείρας διδάσκαλοι θεόσοφοι ἐδείχθητε, ὅσιοι Νεῖλε καὶ Διονύσιε. Κατ’ ἴχνος πορευόμενοι τῶν παλαιῶν ἀσκητῶν, πλοῦτον ἄσυλον ἐταμιεύσασθε, δι’ οὗ τοὺς διαδόχους ὑμῶν ἕως συντελείας τῶν αἰώνων, φιλοστόργως μέλλετε διατρέφειν. Ὅθεν ὁμόγλωσσον ὑψοῦντες τὸν ἑόρτιον αἶνον, ἐκ καρδίας αἰτούμεθα, πρεσβεύειν διὰ παντός, ὑπὲρ τῆς ἐν Χριστῷ στοιχειώσεως καὶ σωτηρίας ἡμῶν, Πατέρες θεοχαρίτωτοι.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁσιακὴ ξυνωρίς, σὺν θείῳ Νείλῳ ὁ κλεινὸς Διονύσιος, οἱ ὥσπερ μίαν μητέρα, σχόντες τεκοῦσαν ὑμᾶς, οὕτω τὴν Παρθένον ὁδηγήτριαν, καὶ σκέπην πλουτήσαντες, ἐν ὁδῷ τῆς ἀσκήσεως, εἴς τε τὸ Λάτρος, καὶ τὴν Σάμον μακάριοι, ἔνθα εὕρατε, ὡς χρυσὸν ὑπερτίμητον, θεῖον Αὐτῆς εἰκόνισμα, καὶ ζήλῳ ὑψώσατε, τὴν ἱερὰν ταύτην Μάνδραν, εἰς μοναζόντων κατοίκησιν, φαιδρῶς ἀνυμνούντων, καὶ πιστῶς ὑμῶν τὴν μνήμην, τελούντων Ὅσιοι.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Νεῖλος ἄρδει Αἰγύπτου τὴν γῆν, ὁ ζωοδότης ποταμὸς καὶ πολύῤῥειθρος, καὶ σὺ ἄρδεις πάτερ Νεῖλε, τῶν μοναζόντων ψυχάς, τὰς Χριστὸν ποθούσας, ὄμβροις χάριτος· ἐκ γάρ τοῦ πληρώματος, δωρεῶν ἃς ἐπλούτησας, ἀφθόνως δίδως, τοῖς πιστῶς ἐκζητοῦσί σε, καὶ πρὸς μίμησιν, ὁδηγεῖς τῶν ἀγώνων σου. Ὅθεν τὴν κληρουχίαν σου, εὐχαῖς οἰκοδόμησον, καὶ σὺν Πανάγνῳ Παρθένῳ, παντὸς κινδύνων διάσωσον, ὑμνοῦσαν ἀπαύστως, τοὺς τιμίους σου ἱδρῶτας, καὶ τὰ ἀθληματα.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχέ μοι.
Ἔρωτος θείῳ πυρί, ὡλοκαυτώθης Διονύσιε ὅσιε, θυμίαμα ὡς εὐῶδες, δοὺς σεαυτὸν τῷ βωμῷ, τῆς Χριστοῦ ἀγάπης, Ὃν ἐπόθησας. Νηστείαν ἐπίπονον, ἀγρυπνίαν ἰσόβιον, μελέτην θείαν, Ἰησοῦ μνήμην ἄπαυστον, καὶ ταπείνωσιν, ἐξασκήσας ὡς ἄριστα. Ὅθεν ὡς ναῦς πεπλήρωσαι, καὶ θεῖον ἐπέφθασας, τῆς Βασιλείας λιμένα, ἔνθα μὴπαύσῃ δεόμενος, ὑπὲρ τῆς σῆς ποίμνης, τῆς Μεγάλην Παναγίαν οἰκούσης ἅγιε.

Δόξα. Ἦχος δ΄.
Τὸ ὁπτικὸν τῆς ψυχῆς ἐκκαθάραντες, Ὅσιοι Πατέρες, καὶ τῇ ἀπεκδύσει τοῦ παλαιοῦ Ἀδὰμ τὴν ζωοποιὸν νέκρωσιν τοῦ Ἰησοῦ ἀναλαβόντες, φῶς οὐράνιον ἠξιώθητε ἰδεῖν, δι’ οὗ ὁδηγηθέντες, τὴν τῆς Παρθένου ἱερὰν εἰκόνα γῆθεν θαυμαστῶς ἀνεύρατε. Ὅθεν τοῦτο τὸ ἱερὸν σεμνεῖον Αὐτῇ ἀφιερώσαντες, μὴ διαλείπητε ἱκετεύειν φιλοστόργως, ὑπὲρ τῶν ὧδε ἀσκουμένων, καὶ πάντων τῶν τιμώντων, τὴν ἱερὰν ὑμῶν μνήμην παμμακάριστοι.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Παναγίας Μεγάλης τοὺς ὁσίους δομήτορας, Νεῖλον ἱερὸν καὶ σὺν τούτῳ, θαυμαστὸν Διονύσιον, τιμήσωμεν ὡς θείους ἀσκητάς, καὶ τύπους μοναζόντων ἀκριβεῖς. Θεοτόκου γὰρ ἐδείχθησαν ἐκλεκτοὶ εἰκόνα ταύτης εὑρόντες. Ὅθεν πρὸς Κύριον θερμούς, πρέσβεις πλουτοῦντες κράξωμεν· δέξαι γλυκύτατε Χριστέ, πατέρων ἡμῶν δέησιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Βιῶσαι ἀκριβῶς, ἐντολὰς τοῦ Κυρίου, τὸ Σχῆμα μοναστῶν ἐνεδύσασθε πόθῳ, κλεινὲ Διονύσιε, ἅμα Νείλῳ ὁμαίμονι, ἐκ τοῦ Λάτρου δέ, μετοικισθέντες εἰς Σάμον, ἀνεγείρατε, τῆς Παναγίας τὴν μάνδραν, φωτὶ ὁδηγούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Τὴν Βάτον ἣν Μωσῆς, ἀκατάφλεκτον εἶδεν, τὸ Ὄρος τοῦ Θεοῦ, τὴν ἁγίαν Νεφέλην, Σκηνὴν τὴν ἀμόλυντον, τὴν θεόδεκτον Τράπεζαν, τὸ Παλάτιον, τοῦ ὑψηλοῦ Βασιλέως, τὴν ὁλόφωτον καὶ ἀδιόδευτον Πύλην, Παρθένον ὑμνοῦμέν σε.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄.Ταχὺ προκατάλαβε.
Ὁμότροποι ὤφθητε τῶν παλαιῶν ἀσκητῶν, Πατέρες θεόφρονες, καὶ τοῖς ἀγῶσιν ὑμῶν, τὴν Σάμον ἡγιάσατε· ἔχοντες τὴν Παρθένον, ὁδηγὸν καὶ προστάτιν, καὶ τὴν εἰκόνα Ταύτης, θαυμαστῶς ἀνευρόντες, ἐκ βάθρων ἀνεγείρατε Μονὴν, αὐτάδελφοι Ὅσιοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἁγνή παναμώμητε καὶ ἀπειρόγαμε, ἡ μόνη τὸν ἄχρονον, Υἱὸν καὶ Λόγον Θεοῦ, ἐν χρόνῳ κυήσασα, τοῦτον σὺν τοῖς Ἁγίοις, καὶ σεπτοῖς Πατριάρχαις, Μάρτυσι καὶ Ὁσίοις, καὶ Προφήταις δυσώπει, δωρήσασθαι ἡμῖν ἱλασμόν, καὶ μέγα ἔλεος.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Παναγίας Μεγάλης τοὺς ἱδρυτάς, Διονύσιον Νεῖλον τοὺς ἀδελφούς, κατ’ ἄμφω ὑμνήσωμεν, ἀσκητῶν ὑποδείγματα, καταξιωθέντας, Ἁγνῆς τὸ εἰκόνισμα, ἀνευρεῖν ὁράσει, φωτὸς ὑπερλάμποντος, καὶ Αὐτῇ ὡς δῶρον, τὴν Μονὴν ταύτην δοῦναι, ἐν ᾗ πλήθη ἤσκησαν, καὶ γεγόνασι μέτοχοι, Παραδείσου θεώμενοι, Χριστὸν σὺν τοῖς Ἁγίων χοροῖς, Ὃς ὑπάρχει, ἐφετὸν ἀκρότατον, τῶν πιστῶς ἐπαράντων, σταυρὸν τὸν σωτήριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐλεήμονα Λόγον καὶ συμπαθῆ, ὡς κυήσασα Δέσποινα τοῦ παντός, ἐλέησον ἅπαντας, τοὺς εἰς σὲ καταφεύγοντας, πειρασμῶν καὶ νόσων, καὶ πάσης κακώσεως, καὶ τῆς αἰωνιζούσης, φλογὸς ἐλευθέρωσον· ὅπως εὐχαρίστως, τῶν πολλῶν οἰκτιρμῶν σου, τὸν πλοῦτον δοξάζωμεν, καὶτὸ ἄμετρον ἔλεος, καὶ βοῶμέν σοι πάντοτε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὸν τόκον σου Ἄχραντε.




Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον· Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.
Στίχος· Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν
Εὐαγγέλιον, ὁσιακόν (βλ.Ὄρθρον ὁσίου Σάββα, 5 Δεκεμβρίου)
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τῶν Ὁσίων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα, στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β. Στίχ. Ἐλέησόν με ὁ Θεός...
Τοὺς φυσικοὺς ὅρους ὑπερβάντες, Πατέρες θεόφρονες, τῆς Παναγίας Παρθένου τὴν χάριν εἱλκύσατε, ὡς φιλοπάρθενοι ἀσκηταί. Ὅθεν τὴν ἱερὰν Μάνδραν ταύτην ἀνεγείραντες, θεοφιλῶς τὸν βίον ἐτελέσατε, εἰκόνες γενόμενοι καὶ πρότυπα τοῖς μεθ’ ὑμᾶς μονασταῖς, οἵτινες τὴν ἱερὰν ὑμῶν μνήμην εὐγνωμόνως σήμερον τελοῦμεν, δοξάζομεν τὸν τοιούτους φρουροὺς καὶ προστάτας ἡμῖν δωρησάμενον Κύριον.

Ὁ κανὼν τῶν Ὁσίων Πατέρων, οὗ ἡ ἀκροστιχίς: ᾌσω Ὁσίους Κτίτορας Μεγάλης Παναγίας .Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Αἰνέσωμεν σήμερον, Μονῆς Παρθένου δομήτορας, κλεινὸν Διονύσιον, καὶ θεῖον Νεῖλον ὁμοῦ, τὴν αὐτάδελφον, Ὁσίων ξυνωρίδα, καὶ τούτων τελέσωμεν, μνήμην τὴν πάντιμον.
Σταυρὸν τῆς ἀσκήσεως, ὁμοῦ ἐπ’ ὥμοις βαστάσαντες, τὸ Λάτρος ᾠκήσατε, ἐρημικοὶ ὡς στρουθοί, καὶ διήλθετε, ἐκεῖθεν εἰς τὴν Σάμον, ἐν ᾗ διεπρέψατε, πανοσιώτατοι.
ς πέντε αἰσθήσεων, κύριοι ὤφθητε Ὅσιοι, Μονὴν ἀνηγείρατε, εἰς κατοικίαν ὑμῶν, ἥτις κέκληται, τῶν Πέντε Ὀσπιτίων, καρδίᾳ λατρεύοντες, τῷ Παντοκράτορι.
Θεοτοκίον
ν ἔτεκες Πάναγνε, ἐκ τῶν ἁγίων αἱμάτων σου, καιρίως ἐτόξευσε, τῶν αὐταδέλφων ψυχάς, καὶ ἐπλήγωσεν, ἀσκήσεως τῷ πόθῳ, Μονήν σοι δομήσαντας, τὴν περιώνυμον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Σταυρώσαντες κόσμου τὰ ἡδέα, ἀγάπῃ Πατέρες τοῦ Χριστοῦ, καὶ νέκρωσιν στοχεύσαντες, ζωοποιὸν ἐφθάσατε, ταχέως εἰς ἀπάθειαν, κατὰ τοὺς πάλαι ἀσκήσαντας.
δόντες καθ’ ὕπαρ φῶς τὸ θεῖον, ἐν φόβῳ τε ἅμα καὶ χαρᾷ, εἰκόνα Θεομήτορος, ἐν γῇ ἀνακαλύψαντες, ὥσπερ χρυσὸν ὑπέρτιμον, καὶ θησαυρὸν ἐξηγάγετε.
μόσε χριστόζευκτοι ὡς βόες, βιοῦντες δακρύων ταῖς ῥοαῖς, τὴν γῆν ἐγεωργήσατε, τῆς Σάμου ἀναστήσαντες, μοναχισμοῦ τὴν ἔνδοξον, σκηνὴν πεσοῦσαν μακάριοι.
Θεοτοκίον
πέδειξας δούλοις σου γνησίοις, φωτὶ οὐρανίῳ τῆς σεπτῆς, εἰκόνος σου τὴν εὕρεσιν, οἵτινες ᾠκοδόμησαν, ὡς ταύτης οἰκητήριον, τὴν θείαν Μάνδραν σου Δέσποινα.

Κάθισμα .Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Παναγίας Μεγάλης σεπτοὺς δομήτορας, τοὺς θεόφρονας Νεῖλον καὶ Διονύσιον, ὁμοστόχους ἀσκητὰς καὶ αὐταδέλφους ἱερούς, οἱ ἐνταῦθα μονασταί, ἐν ᾠδαῖς χρεωστικῶς, ὑμνήσωμεν ἐκβοῶντες· τὴν εὐλογίαν Πατέρες, τοῖς ταπεινοῖς ἡμῖν παρέχετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε ἅγιον ὄρος καὶ θεοβάδιστον, χαῖρε ἔμψυχε βάτε καὶ ἀκατάφλεκτε, χαῖρε ἡ μόνη πρὸς Θεὸν κόσμου γέφυρα, ἡ μετάγουσα θνητοὺς πρὸς τὴν αἰώνιον ζωήν. Χαῖρε ἀκήρατε Κόρη, ἡ ἀπειράνδρως τεκοῦσα, τὴν σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Στήλην ἀνεθήκατε τῶν ὑμῶν, ἄθλων θεοφόροι δομήτορες, τὴν Μάνδραν ταύτην, εἰς αἰώνιον τιμὴν, Πανάγνου Θεομήτορος, ἧς περ τὴν εἰκόνα ἀνεύρατε.
Κόποις καὶ ἱδρῶσιν ἀσκητικοῖς, ἑαυτοὺς καθάραντες Ὅσιοι, σεπτὰ δοχεῖα, τῶν χαρίτων τοῦ Θεοῦ, ὥφθητε καὶ διδάσκαλοι, φοιτηταῖς ὑμῶν ἐμπειρότατοι.
Τὰς τοῦ ἀντιπάλου ἐπιβουλάς, ἐν σοφίᾳ Πνεύματος Ἅγιοι, καλῶς εἰδότες, ὡς ἀθύρματα σαθρά, γενναίως διελύετε, πράττοντες Κυρίου τὸ θέλημα.
Θεοτοκίον
λεων ἀπέργασαι σὸν Υἱόν, τοῖς σὲ ἀνυμνοῦσιν Πανάμωμε, καὶ καθ’ ἑκάστην, ἁμαρτάνουσι πολλά, καὶ σωτηρίας ἅπασαν, τὴν ἐλπίδα σοὶ ἐπιῤῥίπτουσι.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τὸν νοῦν ἀνυψώσαντες, πρὸς οὐρανὸν μακάριοι, πάντων τῶν γηΐνων καὶ προσύλων, ὡς μήπω ὄντων, κατεφρονήσατε, καὶ ὡς ὑψιβάται ἀετοί, τῷ ἀέρι Πνεύματος, τοῦ Ἁγίου ἐπέτασθε.
Οἱ τρόποι φιλόθεοι, αἱ πράξεις θεοκίνητοι, ἡ ἀναστροφὴ ὑμῶν Πατέρες, ὄντως ὁσία, αἱ διδαχαὶ ζωηραί, ἡ ἀγάπη εὐαγγελική, ἄκρα ἡ ταπείνωσις, βίος ἅπας εὐκόσμητος.
αγεῖσα ἀνέδωκεν, ἡ γῆ σεπτὸν εἰκόνισμα, Ὅσιοι Μεγάλης Παναγίας, ὅπερ λαβόντες, δοξολογίᾳ Θεοῦ, ἐν τῇ Ἱερᾷ ταύτῃ Μονῇ, ἥν περ ἀνεγείρατε, φαιδροψύχως κατέθεσθε.
Θεοτοκίον
μέτρητα Δέσποινα, ὑπάρχουσι τὰ θαύματα, καὶ τὰ ὑπὲρ φύσιν σου σημεῖα, δι’ ὧν στηρίζεις διηνεκῶς τοὺς πιστούς, καὶ τὴν μητρικήν σου ἀρωγήν, φανεροῖς παρέχουσα, τὰ ἑκάστῳ συμφέροντα.

ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Σαμίων νῆσος ηὐλόγηται, ὑμῶν τῇ παρουσίᾳ μακάριοι, ὅτι ἐπλούτησε, ἁγιαστήριον τίμιον, Μονὴν τῆς Παναγίας, ἣν ἀνιδρύσατε.
Μεγίστης δόξης ἠξίωσθε, εἰκόνα τῆς σεμνῆς Θεομήτορος, εὑρεῖν μακάριοι, ὡς ταύτης θεῖοι διάκονοι, καὶ ἄξιοι ἐργάται, ἁγίου Σχήματος.
Εἰς τοὺς αἰῶνας τοὺς ἅπαντας, ὡς κήρυκα Μονὴν ὑμῶν ἄγλωττον, ἕξετε Ὅσιοι, τὰ τῆς ἀσκήσεως σκάμματα, φωνοῦσαν καὶ ἀγάπην, πρὸς τὴν Πανάμωμον.
Θεοτοκίον
Γεώδη νοῦν καθαγίασον, τῇ μνήμῃ Ἰησοῦ Παναμώμητε, καὶ ἐργαστήρια, μνήμης Αὐτοῦ ἀδιάλειπτα, ἀξίωσον γενέσθαι, ἡμᾶς πρεσβείαις σου.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Μονῆς Μεγάλης Παναγίας ἐν Σάμῳ,τοὺς ἱδρυτὰς καὶ ἐν Ὁσίοις Πατέρας, σὺν Νείλῳ Διονύσιον, ἐν ὕμνοις καὶ ὠδαῖς, εὐλαβῶς γεραίρομεν, τὰς εὐχὰς ἐκζητοῦντες, τούτων πρὸς τὸν Κύριον, ὅπως ἄξια τέκνα, ἀναφανῶμεν καὶ θεοφιλῶς, τῶν μοναζόντων, τὸν βίον τελέσωμεν.
Ὁ Οἶκος
Ὁμοφρονοῦντες τὸν σταυρὸν ἐπάραντες τοῖς ὤμοις, καὶ Βασιλείαν οὐρανῶν στοχεύοντες ἀσκήσει ὁ εἷς τὸν ἕτερον φιλαδέλφως ἐπιστηρίζων, ἑαυτοὺς ἐκκαθάρατε τῶν ἐπιμέμπτων κακιῶν, Πατέρες Ὁσιώτατοι. Ὅθεν ἐκ τοῦ Λάτρου εἰς Σάμον μετοικήσαντες, μεγάλης ἠξιώθητε τιμῆς ἐκ τῆς Πανάγνου εἰκόνα θείαν γῆθεν ἐξαγαγεῖν καὶ τὴν περίλαμπρον ταύτην Μονὴν Αὐτῇ ἀφιερῶσαι. Ἣν σήμερον οἰκοῦντες ἱκετεύομεν, ὅπως εὐχαῖς ὑμῶν φιλοθέως τῶν μοναζόντων τὸν βίον τελέσωμεν.

Συναξάριον.
Τῇ Δ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ὁσίων  Διονυσίου καὶ Νείλου τῶν αὐταδέλφων, Κτιτόρων τῆς Μονῆς τῆς Μεγάλης Παναγίας ἐν Σάμῳ.
Μονῆς ἱδρυτὰς Μεγάλης Παναγίας,
Νεῖλόν τε Διονύσιον συντιμῶμεν.
Μονῆς Πανάγνου δομήτορας γεραίρομεν ὕμνοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνδρέου Κρήτης.
Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα,
Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας.
Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία ξίφει τελειοῦνται.
Τονοῖ Κυπρίλλαν πρὸς πάλην τὴν πρὸς ξέσεις,
ὁ συμπαλαίσας Ἰακὼβ Θεὸς πάλαι.
Ἔδειξαν ἡμῖν Ἀρόα καὶ Λουκία,
ὡς καὶ κόραι σθένουσι καρτερεῖν ξίφος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀσκληπιὰς, ἐν εἰρήνῃ τελειοῦται.
Ἀσκληπιὰς ἄμισθος Ἀσκληπιάδης,
παύουσα πορῖκα καὶ τετμημένη νόσους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Θεόφιλος, ξίφει τελειοῦται
Ὁ Θεόφιλος ἐξαφαιρεῖται κάραν,
Θεὸν φιλήσας καὶ πλέον ζωῆς φίλης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μένιγνου.
Μένιγνος ἐκπλεῖ τὸν θαλαττῶδη βίον,
εὑρὼν ἀρίστους τοὺς νόας κωπηλάτας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μαρίας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῶ Ὄρει.
Κᾂν οὐ μεριμνᾷς, οὐδὲ τυρβάζη, Μάρθα,
ἔχεις τὰ λοιπὰ καὶ τελευτὴν τῆς Μάρθας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης τῆς Λιβύης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεόδοτος, ξίφει τελειοῦται.
Δοὺς τὴν κεφαλὴν τῷ Θεῷ, Θεόδοτε,
ζωὴν ἔλαβες ἥτις οὐκ ἔχει πέρας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἱλαρίωνος.
Δονάτος ἔργοις πρὶν δονήσας Λιβύην,
ἤδη κατοικεῖ, οὗ δόνησις οὐκ ἔνι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μιχαὴλ Χωνιάτου, Μητροπολίτου Ἀθηνῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κορίλλας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀνδρέου τοῦ Ῥουμπλιόφ, τοῦ εἰκονογράφου, τοῦ Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Ιωνᾶς ὁ Ῥώσσος, ἐν ἔτει 1938ῳ, τυφεκισθεὶς τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
κατάβλητον, τὸ σθένος δείξας ὅσιε, κόποις ὑπέβαλες, ἀσκητικοῖς σεαυτόν, καὶ γέγονας οἴκημα, Χριστοῦ ὑπέρλαμπρον, τὰ δὲ τέκνα σου, Νεῖλε διδάσκων ἤγαγες, εἰς ὁδὸν τῆς σωτηρίας.
Λούων δάκρυσι, θεόφρον Διονύσιε, σὰς παρειὰς τὴν ψυχήν, ἣν νηπτικῶς τῶν παθῶν, καθάρας ἀνέδειξας, ὡς στίλβον κάτοπτρον, ἔνθεν ἔλαμπον, αἱ ἄκτιστοι ἐνέργειαι, τῆς ζωοποιοῦ Τριάδος.
βλαστήσασα, κρανέας ῤάβδος ἔδειξε, τὴν συγκατάθεσιν, Πανάγνου Χριστοῦ Μητρός, πρὸς ἵδρυσιν Ὅσιοι, ταύτης τῆς θείας Μονῆς, ἐν ᾗ σήμερον, ὑμῶν τὴν μνήμην χαίροντες, τὴν Παρθένον εὐλογοῦμεν.
Θεοτοκίον
Σκέπε Πάναγνε, σαῖς μητρικαῖς δεήσεσι, πρὸς τὸν γλυκύν σου Υἱόν, τὴν Σάμον καὶ τὴν Μονήν, ἣν πόθῳ ἀνίδρυσεν, τῶν ἀσκητῶν ξυνωρίς, καὶ ὡς δῶρόν σοι, εὐγνωμοσύνης ἅγιον, ἀφιέρωσαν συμφώνως.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Παῖδες ταπεινοὶ σεπτῶν Πατέρων, τυγχάνοντες μνήμην ἑορτάζομεν, τούτων τὴν χαρμόσυνον, καὶ ποσὶν προσπίπτοντες, αὐτῶν χάριν αἰτούμεθα, καὶ τὰς εὐχὰς πρὸς Θεόν, δειχθῆναι μιμητὰς τῶν ἀγώνων, δι’ ὧν Βασιλείαν, ἐκέρδησαν τὴν ἄνω.
ρετοκοσμήτους θεωροῦντες, καὶ στέφος φοροῦντας τῆς ἀσκήσεως, Νεῖλε ὁσιώτατε, ἅμα Διονύσιε, δεόμεθα παράσχετε, τοῖς διαδόχοις ὑμῶν, ἀγάπην πρὸς τὸ ἅγιον Σχῆμα, ἵν’ ἀξιωθῶμεν, τῆς θείας Βασιλείας.
Νοερῶς σκοποῦντες τὸν Σωτῆρα, εὐθείας τὰς τρίβους ἐποιήσατε, βίου τῆς ἀσκήσεως, καὶ καθωδηγήσατε, πρὸς σωτηρίαν Ὅσιοι, ποίμνην πολλῶν μοναστῶν, φιλότεκνοι φανέντες πατέρες, θεωρίαν πρᾶξιν, δεικνύντες ἐν τοῖς ἔργοις.
Θεοτοκίον
ρετῶν πασῶν οὖσα ταμεῖον, Παρθένε παράδειγμα αἰώνιον, μονασταῖς γεγένησαι, ἄσκησιν γλυκαίνουσα, καὶ ἀσφαλῶς πρὸς Κύριον, καθοδηγοῦσα αὐτούς, ταπείνωσιν, δεικνύναι βαθεῖαν, ἔνδυμα εὐστόχως, θεότητος κληθεῖσαν.






ᾨδὴ θ΄. Ἅπας γηγενής.
Γνόντες ἀκριβῶς, τοῦ βίου τὸ ἄστατον, σοφῶς προείλεσθε, μοναστῶν πολίτευμα, Νεῖλε θεόφρον, καὶ Διονύσιε, ὁμοῦ ἀγωνιζόμενοι, κατὰ παθῶν νηπτικῶς, τοῦ Κυρίου, μνήμην τὴν σωτήριον, ἐν παντὶ τῇ καρδίᾳ φυλάττοντες.
ατροὶ ψυχῶν, ἐκ πείρας γεγένησθε, Πατέρες Ὅσιοι, νόσους θεραπεύοντες, καὶ τὰ δυσώδη, πάθη διώκοντες, τῶν ὑποτακτικῶν ὑμῶν, οὓς ὡδηγήσατε, φιλοπόνως, πρὸς τὴν εὐαρέστησιν, Ἰησοῦ τοῦ ἡμᾶς ἀγαπήσαντος.
λλος Μωϋσῆς, ἐδείχθης τοῖς τέκνοις σου ὦ Διονύσιε, ταῦτα οἰκισάμενος, Ἐπαγγελίας εἰς γῆν τὴν ἄϋλον, ἔνθα ὁρῶντα πρόσωπον, τοῦ γλυκυτάτου Χριστοῦ, καὶ Πανάγνου, σὺν Ἁγίοις ἅπασι, ἀνυμνοῦσι Τριάδα ὑπέρθεον.
Σάμου τὸν ἀγρόν, πλουσίως κατάρδευσον, Νεῖλε θεσπέσιε, θείαις ἱκεσίαις σου, τὴν σὴν δὲ Μάνδραν, δεῖξον περίβολον, Πανάγνου Θεομήτορος ἔνθα ὡς ἄνθη τερπνά, τὰ σὰ τέκνα, ἐν αὐτῇ ἀσκούμενα, μυστικαῖς ἐκπνοαῖς καθαγίασον.
Θεοτοκίον
πλωσον Σεμνή, εὐχῶν σου μαφόριον ἐπὶ τῆς Σάμου πιστούς, καὶ Μονὴν ἁγίαν σου, ἀεὶ συντήρει ἀδιαλώβητοιν, τοῖς δὲ αὐτῆς μονάζουσιν τὴν πύλην ἄνοιξον, σωτηρίας, σῷ Υἱῷ πρεσβεύουσα, σὺν Ὁσίοις Πατράσι καὶ Κτίτορσι.

Ἐξαποστειλάριον Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ὡς ὄντως! τί ἡδύτερον, ἀδελφοὺς ὁμοψύχους, σταυρὸν Κυρίου αἴροντας, ἀγωνίζεσθαι ἅμαϗ Νεῖλος καὶ Διονύσιος, ἐναπέδειξαν τοῦτο, οἱ ἀσκηταὶ καὶ κτίτορες, τῆς Μονῆς Παναγίας, ἥτις λαμπρῶς, μνήμην τούτων σήμερον ἑορτάζει, καὶ εὐγνωμόνως αἴνεσιν, τῷ Δεσπότῃ προσφέρει.
Θεοτοκίον, ὅμοιον.
Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις· πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ σατὰν ἡμᾶς λάβῃ, μὴ ᾅδης μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ σου, τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι. Ὡς Θεομήτωρ γὰρ Ἁγνή, ὅσα θέλεις ἀνύεις.








ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ! τοῦ παραδόξου θαύματος.
Ὅτε Χριστοῦ ἔρως ἔτρωσε, τῶν αὐταδέλφων ψυχάς, ὡς ταχύδρομοι ἔλαφοι, εἰς τὸ Λάτρος ἔδραμον, καὶ σκηνὰς αὑτῶν ἔπηξαν, ἔνθα ὡς κύκνοι μελῳδικώτατοι, ἐδοξολόγουν Τριάδα πάνταρχον, Σάμον δὲ φθάσαντες, ἀρεταῖς διέλαμψαν ἀσκητικαῖς, ὑπὲρ ἧς πρὸς Κύριον, εὐχὰς προσφέρουσιν.

Οὐδὲν ἀγάπης δυνήσεται, ἡμᾶς χωρίσαι Χριστοῦ, οἱ αὐτάδελφοι ἔκραζον, πειρασμοῖς βαλλόμενοι, τοῦ δεινοῦ πολεμήτορος, ὃν ὡς στρουθίον εὐχαῖς κατέβαλον, καὶ τοῖς ταμείοις ψυχῶν ἐστοίβαζον, τὰ κατορθώματα, τῆς αὑτῶν ἀσκήσεως, δι’ ὧν σοφῶς, μαθητὰς διέτρεφον, τῆς Παναγίας Μονῆς.

Θεοφιλῶς πορευόμενος, καὶ ἀκριβείᾳ συζῶν, ὡς Πατέρες διδάσκουσι, Νεῖλε παμμακάριστε, ἰσοστάσιος γέγονας, τούτων τοὺς βίους, πιστῶς μιμούμενος, καὶ ὑποτάττων, πάθη ἐπίμεμπτα. Ὅθεν ἠξίωσαι, φῶς ἰδεῖν ὑπέρλαμπρον καὶ ἀνευρεῖν, τῆς Ἁγνῆς Θεόπαιδος, σεπτὸν εἰκόνισμα.

Τῆς νυχθημέρου ἀσκήσεως, ἀπολαβὼν τὸν μισθόν, ἐκ Θεοῦ Διονύσιε, ὅλος κεχαρίτωσαι, καὶ υἱὸς φωτὸς γέγονας· διὸ Πανάγνου, Μονὴν ἀνίδρυσας, σὺν αὐταδέλφῳ, τῷ ὁμοψύχῳ σου, νῦν δὲ ἱστάμενος, πρὸ Χριστοῦ ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πτωχῶν τεκνίων σου, πάτερ φιλόστοργε.

Δόξα. Ἦχος ὁ αὐτός.
Τὴν ἐν Χριστῷ παρθενίαν ἰσοβίως παιδιόθεν ἐκλεξάμενοι, τῆς   Ἀειπαρθένου Θεοτόκου, σκεύη ἐκλεκτὰ καὶ ὑπηρέται προθυμότατοι ἀνεδείχθητε, Νεῖλε θεοφόρε καὶ Διονύσιε παμμακάριστε. Ὅθεν κατηξιώθητε σὺν τῇ εὑρέσει τῆς σεπτῆς εἰκόνος, ταύτην τὴν ἱερὰν Μάνδραν Αὐτῇ ἀφιερῶσαι, ἣν ἑορτάζουσαν ὑμῶν τὴν μνήμην, μὴ ἐλλείπητε διὰ παντὸς σὺν τῇ χριστωνύμῳ Σάμῳ εὐλογεῖν πατρικῶς, σεπτοὶ αὐτάδελφοι καὶ δομήτορες.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου.

Μεγαλυνάριον.
Χαίροις αὐταδέλφων σεπτὴ δυάς, Νεῖλε θεοφόρε, Διονύσιε ἱερέ, οἱ τὴν θείαν Μάνδραν, Μεγάλης Παναγίας, ὡς δῶρον τῇ Πανάγνῳ, ἀφιερώσαντες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου