ΜΑΪΟΣ ΙΗ΄
ΕΠΑΦΡΟΔΙΤΟΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Τοῦ
Παρακλήτου ἡ χάρις, ἐν σοὶ σκηνώσασα, χορῷ τῶν ἀποστόλων, συνηρίθμησε μάκαρ, τοῦ
Παύλου δὲ τοῦ θείου συναθλητήν, Ἐπαφρόδιτε ἔδειξε, τὴν οἰκουμένην φωτίζοντα
διδαχαῖς, καὶ Χριστῷ λαοὺς ἁρμόζοντα.
Ἐπαφροδίτου
τὴν μνήμην, νῦν Ἀκανθούσιοι, τελέσωμεν ἐν ὕμνοις, οὗτος γὰρ ἐκ τοῦ σκότους, πρὸς
φῶς Χριστοῦ προγόνους, ἐξενεγκών, τέκνα ἔδειξε χάριτος, καρποφορήσαντας ἄνθη τῶν
ἀρετῶν, καὶ ζωὴν κληρονομήσαντας.
Τὰς ἡδονὰς Ἀφροδίτης,
ὦ Ἐπαφρόδιτε, διώξας ἐκ τῆς Κύπρου, τοῦ σταυροῦ τῇ δυνάμει, ἐδίδαξας τὰς
τρίβους τοῦ Ἰησοῦ, τὰς ἀγούσας εἰς αἴσθησιν, τοῦ κατ’ εἰκόνα δι’ οὗπερ ἐσμὲν
κλητοί, καθ’ ὁμοίωσιν τοῦ Πλάσαντος.
Τῆς ἀληθείας τοὺς
λόγους, τρανῶς ἐκύρωσας, θαυμάτων ἐνεργείᾳ, Ἐπαφρόδιτε θεῖε, δι’ ὧν
καρποφορήσας εἰς ἑκατόν, ὡς ἰχθύας ἡλίευσας, καὶ τῷ Δεσπότῃ παρέστησας τοὺς
πιστούς, ἱερεῖα ὥσπερ ἄμωμα.
Οὔτε τυράννων
μανία, οὔτε πικρὸς διωγμός, τὸν πύργον τῆς ψυχῆς σου, Ἐπαφρόδιτε μάκαρ, ἐξίσχυσαν
κλονίσαι ὅτι αὐτόν, ἐπὶ πέτραν ἐδόμησας, τὴν ἀκαθαίρετον πέτραν, τὸν Ἰησοῦν, Ἐκκλησίας
τὸ ἑδραίωμα.
Ἀκτῆς Ἀργείων ὑπάρχων,
νυμφαγωγὸς εἰς Χριστόν, δέχου νῦν τὰς αἰνέσεις, Ἐπαφρόδιτε μέγα, ἡμῶν τῶν ἐπιγόνων
καὶ ἐσαεί, κληρονόμων τῆς χάριτος, καταξιῶν πάλιν αὖθις εἰς Ἀκανθοῦν, ἐπιστρέψαι
ὥσπερ τάχιστα.
Δόξα. Ἦχος πλ.β΄.
Ἐκ
Κολασσῶν ὁρμηθεὶς ὥσπερ χριστόφωτος ἀστήρ, τὴν οἰκουμένην ἐφώτισας ταῖς διδαχαῖς
σου, Ἐπαφρόδιτε ἀπόστολε. Εἰς δὲ τὴν Κύπρον ὑπὸ Παύλου ἀποσταλείς, τὰ ἐπαφρίζοντα
κύματα τῆς εἰδωλομανίας, εἰρηνικῶς κατεπράϋνας, ταῖς ἁγνοφόροις πνοαῖς τοῦ
Πνεύματος. Ὅθεν σήμερον τὴν μνήμην σου ὡς πρόσφυγες τελοῦντες, ἱκέτευε,
δεόμεθα, τὸν Φιλάνθρωπον Θεόν, δωρήσασθαι ἡμῖν ἄφεσιν ἁμαρτιῶν, καὶ κληρονομίαν
τῆς ἐπουρανίου πατρίδος.
Καὶ νῦν. Τῆς προλαβούσης ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρὸν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα (Κεφ. 1, 3-9)
Ἀδελφοί,
εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος
ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι’ ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς
κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς
τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι
ἐν καιρῷ ἐσχάτω ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι (εἰ δέον ἐστὶ) λυπηθέντες ἐν
ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολὺ τιμιώτερον χρυσίου
τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ
δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς Ὃν ἄρτι μὴ ὁρῶντες
πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος
τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα (Κεφ. 1, 13-19)
Ἀγαπητοί,
ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν
φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ
συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα
ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται· ἅγιοι
γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως
κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε,
εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίω ἢ χρυσίω, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς
πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς Α΄ Ἐπιστολῆς Πέτρου τὸ ἀνάγνωσμα (Κεφ. 2, 11-24)
Ἀγαπητοί,
παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν,
αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες
καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες,
δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῇς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν
Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι’ αὐτοῦ πεμπομένοις εἰς
ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ
Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ
μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ’ ὡς δοῦλοι Θεοῦ. Πάντας
τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε. Οἱ οἰκέται,
ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν,
ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις
λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε;
ἀλλ’ εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ. Εἰς τοῦτο
γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα
ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲεὑρέθη δόλος ἐν
τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου
δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ
ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Τοῦ
Παύλου ἀγρευθεὶς τῇ ἀποστολικῇ σαγήνῃ, ἰσόψυχος συνεργάτης ἐν τῷ Εὐαγγελίῳ
τούτου ἀνεδείχθης, θεομάκαρ Ἐπαφρόδιτε· κόσμον καὶ κόσμου τοὺς θορύβους
καταλείψας, πρὸς εὔθετον διακονίαν τοῦ κηρύγματος. Ὅθεν καὶ τοῦ ἴσου μισθοῦ ἀξιωθείς
ἐν Παραδείσῳ παρὰ τοῦ Κυρίου τοῦ ἀμπελῶνος, Αὐτὸν ἱκέτευε, δεόμεθα, ὑπὲρ τῶν
τιμώντων σε, χριστοφόρε ἀπόστολε.
Ἦχος β΄
Οὐ
θλῖψις, οὐ στενοχωρία, οὔτε πειρασμοί, οὐδὲ μάστιγες, χωρίσαί σε δεδύνηνται τῆς
ἀγάπης τοῦ Χριστοῦ, θεόφλεκτε ἀπόστολε Ἐπαφρόδιτε. Μόνον γὰρ ἀκλινῶς θεωρῶν τὸ ἔργον
τῆς ἀποστολικῆς σου διακονίας, ὅλῃ ψυχῇ καὶ διανοίᾳ ἀφιερώθης, εἰς τὴν σπορὰν
τοῦ λόγου τοῦ Θεοῦ. Διὸ πολλοῖς χαρίσμασι τιμηθεὶς ἐπαξίως, ὑπὲρ ἡμῶν
καθικέτευε ἐκτενῶς τὸν Φιλάνθρωπον.
Ἦχος
γ΄
Τῷ
ζυγῷ τοῦ Εὐαγγελίου ἑκουσίως ὑποκλίνας, ἅγιε Ἐπαφρόδιτε, καὶ τὴν χάριν τοῦ
Παρακλήτου πλουσίως κτησάμενος, σάλπιγξ θεόφθογγος ἀνεδείχθης ἐν τοῖς ἔθνεσι, τὴν
ἐν Χριστῷ σωτηρίαν διατόρως σαλπίζων. Πλήθη δὲ λαῶν διὰ τοῦ Εὐαγγελίου ἀναγεννήσας,
καὶ ἐν Κύπρῳ ἔφθασας ὡς σπορεὺς ψυχοσωτήριος. Διὸ εὐγνωμόνως σε δοξάζοντες, αἰτούμεθα
εὐλαβῶς τὰς ὑπὲρ ἡμῶν πρὸς Κύριον δεήσεις σου.
Ἦχος δ΄
Τῆς
οἰκουμένης τὰ πέρατα διελθών, ὡς πλούσιος ἔμπορος ἐνεμπορεύσω, τὴν ἐν Χριστῷ
σωτηρίαν θεοδιψάστων ψυχῶν. Μεθ’ ὧν καὶ τοὺς ἐν Ἀκτῇ Ἀργείους καταφωτίσας, θέμεθλος
ἐδείχθης τῆς αὐτῶν Ἐκκλησίας. Διό μνήσθητε, μακάριε Ἐπαφρόδιτε, ἡμῶν τῶν ἐπιγόνων
αὐτῶν, δοξολογούντων ὀφειλετικῶς, τὸν σὲ δοξάσαντα πολυέλεον Κύριον.
Δόξα. Ἦχος πλ.α΄
Τοῦ
νοητοῦ Ἰχθύος Ἰησοῦ, συλληφθεὶς τῷ ἀγκίστρῳ, Ἐπαφρόδιτε, εἰς ἁλιέα σοφὸν
πληθύος ψυχῶν, παρ’ Αὐτοῦ ἀνεδείχθης. Ὅθεν τῆς Ἐκκλησίας τὴν ποίμνην
καταπλουτήσας, διὰ τῶν ὑπὸ σοῦ ἀγρευθέντων λαῶν, εἴληφας ἐπαξίως τῆς Βασιλείας
τὴν μέθεξιν. Ἣν δώρησαι ταῖς εὐχαῖς σου καὶ ἡμῖν, τιμῶσιν ἐν ὕμνοις τὴν
πάντιμον μνήμην σου.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος πλ.α΄. Χαίροις
ἀσκητικῶν.
Χαίροις,
θεῖος καρπὸς Κολασσῶν, πρωταποστόλου Παύλου μέγα ἁλίευμα, κειμήλιον Παρακλήτου,
σάλπιγξ Χριστοῦ θαυμαστή, στόμα ἐκπηγάζον ζωῆς ῥήματα· ἀστὴρ φωτεινότατος, διαλάμψας
τοῖς πέρασι, τῆς σωτηρίας, φῶς Κυρίου τὸ ἄδυτον, Ἐπαφρόδιτε, ἀποστόλων συνόμιλε.
Πρέσβευε, σοῦ δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε, ὅπως σκηνώσῃ ἡ χάρις, ἐν ταῖς ψυχαῖς
ἡμῶν ἄφθονος, καὶ δείξῃ μετόχους, τῆς ἀφθάρτου Βασιλείας, ἣν καὶ σὺ εὕρηκας.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ
φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Χαίροις,
τῶν σαρκικῶν ἡδονῶν, ἡ θεία μάστιξ, Ἐπαφρόδιτε ἅγιε, ἃς λάτρεις τῆς Ἀφροδίτης, ἔσχον
κανόνα ζωῆς, ἐν φθορᾷ βιοῦντες, ὥσπερ ἄλογοι· τῆς γὰρ καθαρότητος, ἐν Χριστῷ ὢν
διδάσκαλος, πρὸς τὴν ἁγνείαν, τοὺς λαοὺς καθωδήγησας, καὶ συνήρμοσας Ἐκκλησίας
τῷ σώματι. Ὅθεν καὶ νῦν ἐνίσχυε, ἡμᾶς ὡς φιλάδελφος, ἵνα ἁγνείᾳ συζῶντες, τῷ
φιλοάγνῳ ὀψέποτε, Χριστῷ ἑνωθῶμεν, καὶ τρυφήσωμεν ἀλήκτως, Αὐτοῦ τῆς χάριτος.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν
Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις,
νυμφαγωγὲ ἐν Χριστῷ, Ἀκτῆς Ἀργείων ἐν τῇ Κύπρῳ γενόμενος, προγόνων Ἀκανθουσίων,
ἐκτοπισμένων κακῶς, ἐκ γῆς τῆς φιλτάτης, ἣν βεβάδικας· διό προβαλλόμεθα, πρὸς
Κριτήν σε τὸν Δίκαιον, πρέσβυν αἰτοῦντα, ταχυτάτην ἐπάνοδον, εἰς τὰ ἴδια, ἱερὲ Ἐπαφρόδιτε·
ἵνα πανευγνωμόνως σου, τιμῶμεν τὴν ἔνδοξον, καὶ χαροπάροχον μνήμην, Χρυσοσωτῆρος
εἰς πάγκαλλον, ναὸν ὑποστάντα, ἐξ ἀθέων καὶ βαρβάρων, φρικτὴν βεβήλωσιν.
Δόξα. Ἦχος β΄.
Ὡς
ποταμὸς ὑπερπλήρης τῆς χάριτος, τῆς Ἐκκλησίας τὸ δένδρον κατεπότισας, Ἐπαφρόδιτε
ἀπόστολε·τῆς ἀσεβείας τὴν σκοτόμαιναν ἀποπλύνων, τῇ τῶν ρημάτων σου ῥοῇ, καὶ ἐκκαθαίρων
ἐν Χριστῷ τοὺς πρῴην ἠλισγιμένους, τῆς εἰδωλομανίας τοῖς μιάσμασιν. Ὅθεν ἐξαιτούμεθα
ἀπόπλυνον καὶ ἡμᾶς, ἀπὸ τοῦ ῥύπου τῆς ἁμαρτίας, ὅπως λατρεύωμεν καθαρῶς, Τριάδα
τὴν ἁγίαν, ἣν λαοῖς ἐκήρυξας.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις, Τρισάγιον. Ὅτι σοῦ ἐστιν.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐπαφρόδιτε
μάκαρ, θείου Παύλου συνόμιλε, τοῦ Ἡρακλειδίου συμπύκτα, Τυχικοῦ συναπόστολε. Ἀκτὴν
Ἀργείων ἥρμοσας Χριστῷ, ἐν λόγοις καὶ ἐν ἔργοις θαυμαστοῖς, πλάνης κύματα ἀφρίζοντα
μανικῶς, καταβαλὼν σοφώτατα. Ὅθεν πιστοὶ τῆς Ἀκανθοῦς, μνήμην σου ἑορτάζοντες, σὲ
πρὸς Δεσπότην ἰσχυρόν, μεσίτην προβαλλόμεθα.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Τὴν
ὡραιότητα.
Σάλπιγξ
διώκουσα, πλάνην τὴν ἄθεον, ὤφθης θεόφθογγος, ὦ Ἐπαφρόδιτε, ἐλθὼν Ἀργείων εἰς ἀκτήν,
τῷ Παύλῳ καθυπακούσας. Ὅθεν οἱ χριστώνυμοι, Ἀκανθοῦς σὲ γεραίρομεν, καὶ
καθικετεύομεν, ὅπως σπεύσῃς ὡς τάχιστα, καὶ Κύπρον ἐκ βαρβάρων λυτρώσῃς, βεβηλωσάντων
τόπους πίστεως.
Καὶ νῦν. τῆς ἑορτῆς
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ὡς ἵππος
τοῦ Χριστοῦ, τὰς θαλάσσας τῆς πλάνης, ἐτάραξας σοφῶς, Ἐπαφρόδιτε θεῖε, εἰρήνην
δωρούμενος, ἀληθείας τῆς πίστεως, καὶ υἱοὺς φωτός, ἀναδεικνύων τοὺς πρῴην, ἐν
τοῖς πάθεσιν, κατακειμένους τοῦ σκότους, σοφοῖς σου διδάγμασι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος γ΄ Τὴν ὡραιότητα.
Παύλου
συνόμιλος, καὶ συναιχμάλωτος, διὰ τὸν Κύριον, ὀφθεὶς ἀπόστολε, τοὺς αἰχμαλώτους
τοῦ ἐχθροῦ, πανσόφως ἠλευθέρωσας, διὰ τοῦ βαπτίσματος, Ἐπαφρόδιτε ἅγιε, καὶ φωτὶ
συνήρμοσας, τῷ ἀδύτῳ τῆς χάριτος. Διό σε εὐγνωμόνως βοῶμεν· χαίροις ἡμῶν θεῖε
προστάτα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Οἰκουμένης
τὰ πέρατα διελθών, τὴν ἀχλὺν τῶν εἰδώλων τὴν μανικήν, πανσόφως διέλυσας, Ἐπαφρόδιτε
λόγοις σου, καὶ ἀγριελαίας βλαστοὺς ἐνεκέντρισας, τῇ καλλιελαίῳ Χριστοῦ τρόποις
θείοις σου· ὅθεν καὶ εἰς Κύπρον, ἀφιχθεὶς τὴν Ἀργείων, Ἀκτὴν κατεφώτισας, τῇ
δυνάμει τοῦ Πνεύματος, καὶ Χριστοῦ ποίμνην ἔδειξας. Διὸ καὶ Ἀκανθοῦς οἱ πιστοί,
εὐφημοῦμεν σήμερον τὴν μνήμην σου, ἐξαιτοῦντες πατρίδος, τὴν λύτρωσιν τάχιστα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου
Προκείμενον.
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης
τὰ ῥήματα αὐτοῦ.
Στίχος.
Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει
τὸ στερέωμα.
Εὐαγγέλιον. Τὸ τοῦ Ὄρθρου τῆς
ΚΘ΄ Ἰουνίου.
Ὁ Ν΄.
Δόξα. Ταῖς
τοῦ Ἀποστόλου.
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ.β΄ Στίχ.
Ἐλέησόν με ὁ Θεός...
Ἐπαφροδίτου
μνήμην ἱεράν, οἱ Ἀκανθούσιοι σήμερον ἐπιτελοῦντες, αἰτούμεθα λύσιν τῶν
πταισμάτων, καὶ Ἀκανθοῦς τελείαν ἐλευθερίαν, ὅπως τῷ Χρυσοσωτῆρι ψάλωμεν, δοξαστικῶς
τὰ ἐπινίκια.
Ὁ Κανών τοῦ Ἀποστόλου, οὗ ἡ ἀκροστιχίς: Θεῖε
Ἐπαφρόδιτε, τὴν Ἀκανθοῦν εὐλόγει. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Θεῷ ἀναθέμενος,
τὴν σὴν ζωὴν Ἐπαφρόδιτε, Αὐτοῦ στόμα γέγονας, Πνεῦμα λαβὼν θαυμαστῶς, καὶ ἐκήρυξας,
τῷ κόσμῳ σωτηρίαν, ὡς Παύλου συνόμιλος ἅμα καὶ σύναθλος.
Ἐσταύρωσας
ἅπαντα, τὰ κοσμικὰ ἐνεργήματα, καὶ κλῆρόν σου εἴληφας, τὸν τοῦ Κυρίου Σταυρόν, δι’
οὗ ἴσχυσας, τῆς πλάνης διαλύσαι, σοφὲ Ἐπαφρόδιτε, ἀφρώδη κύματα.
Ἰθύνας
τὸν βίον σου, τοῖς τοῦ Κυρίου προστάγμασι, σαὐτὸν προητοίμασας, ὦ Ἐπαφρόδιτε, χάριν
ἄφθονον, λαβεῖν πρὸς τὸ κηρύξαι, Χριστοῦ ἐνανθρώπησιν, ποικίλοις ἔθνεσι.
Θεοτοκίον
Ἐκ
σκότους ἀνήγαγες, πρὸς φῶς Χριστοῦ, Παναμώμητε, τῇ θείᾳ Γεννήσει σου, τὸν
κόσμον ἅπαντα, καὶ ἠξίωσας, ἡμᾶς τέκνα γενέσθαι, διὰ τοῦ Βαπτίσματος, Υἱοῦ
φιλτάτου σου.
ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἐδίωξας
πλάνην τῶν εἰδώλων, κηρύξας ἀλήθειαν Χριστοῦ, παμμάκαρ Ἐπαφρόδιτε, ἐν διωγμοῖς
καὶ θλίψεσι, δι’ ὧν σοφῶς κατέβαλες, Ἐκκλησιῶν βάσιν ἄσειστον.
Πεπλάνηκεν
ὄφις ὁ ἀρχαῖος, ἀνθρώπων τὸ γένος δολερῶς, ἀλλὰ σὺ Ἐπαφρόδιτε, ὡς σάλπιγξ τις
χριστόφθογγος, τούτου τὰ μηχανήματα, παίδων ἀθύρματα ἔδειξας.
Ἀνδρείως
ὑπέμεινας τὰ πάθη, ἃ ἤνεγκας ὑπὲρ τοῦ Χριστοῦ, θεόφρον Ἐπαφρόδιτε, δηλῶν σου τὸ
φιλάδελφον· ὅθεν πολλοὺς προσήγαγες, πρὸς φῶς ζωῆς τὸ σωτήριον.
Θεοτοκίον
Φανεῖσα
ὑπέραγνος Παρθένε, πασῶν τῶν τοῦ κόσμου γυναικῶν, ὑπερφυῶς ἐκύησας, ἁγνείας τὸν
Διδάσκαλον, ᾯ πλήθη ἠκολούθησαν, Αὐτοῦ ἁγνείαν μιμούμενα.
Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ἐπαφρόδιτε
μάκαρ Χριστοῦ ἀπόστολε, Κολασσῶν ἐξορμήσας, δυνάμει Πνεύματος, τὸ Εὐαγγέλιον
σοφῶς λαοῖς ἐκήρυξας, ἐν οἷς Ἀργείων τὴν Ἀκτήν, ἐνυμφαγώγησας καλῶς· διὸ μὴ
παύσῃ πρεσβεύων, ὑπὲρ αὐτῆς τῷ Κυρίῳ, τιμώσης πάντιμον μνήμην σου.
Δόξα, Καὶ νῦν. Τῆς ἑορτῆς
ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Ῥήμασιν
ἐνθέοις λόγους σοφούς, εἰδωλομανούντων ἀνῄρησας, καὶ τῇ μωρίᾳ, τοῦ σταυροῦ λαοὺς
πολλούς, Χριστῷ ὑπῆξας ἄριστα, Λόγῳ τοῦ Θεοῦ, Ἐπαφρόδιτε.
Οὐρανίους
ἔδειξας τοὺς ποτέ, τῇ ἱλύϊ πλάνης καθεύδοντας, καὶ κηδομένους, σωτηρίας τῆς αὐτῶν,
διὰ πιστῆς τηρήσεως, νόμου τοῦ Θεοῦ, Ἐπαφρόδιτε.
Δύναμιν
τοῦ Πνεύματος εἰληφώς, ἀσθενείας πάσας τοῦ σώματος, τῶν προσιόντων, ἐθεράπευες
καλῶς, σφραγῖδα ἐπιθέμενος, κλῆσιν Ἰησοῦ, Ἐπαφρόδιτε.
Θεοτοκίον
Ἴθυνον
τοῦ βίου μου τὰς ὁδούς, πρὸς τὸν Ἰησοῦν, Παναμώμητε, Ὅστις ὑπάρχει, ἡ Ὁδὸς ἡ ἀληθής,
ἣν ἅπαντες ἐβάδισαν, οἱ τοῦ Παραδείσου οἰκήτορες.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τοῦ
Παύλου ὑστέρησιν, πληρώσας Ἐπαφρόδιτε, ἦλθες εἰς Φιλιππησίους, ὧνπερ τὰ δῶρα, αὐτῷ
κομίσας τὸ πρίν, ἤνεγκας εὐγνώμονα, πρὸς αὐτοὺς ἀνταπόδοσιν.
Ἐν
Ρώμῃ ἠσθένησας, καὶ τῷ θανάτῳ ἤγγισας, ὅμως, Ἐπαφρόδιτε, καὶ αὖθις, ὁ ἐλεήμων
Θεός σε ἤγειρε, καὶ τῇ Ἐκκλησίᾳ ὑγιᾶ, πάλιν ἐδωρήσατο, ἐν χαρᾷ δεξαμένῃ σε.
Τοῦ
Παύλου συνδέσμιος, ὀφθεὶς καὶ συναιχμάλωτος, ἔσχες, Ἐπαφρόδιτε, τὴν χάριν, ὑπὲρ
Κυρίου πάσχειν πολλὰ τὰ δεινά, ὑπ’ ἐχθρῶν τῆς πίστεως σφοδρῶς δι’ ὧν δόξαν
μέλλουσαν, εὗρες τὴν παραδείσιον.
Θεοτοκίον
Ἡλίου
τὴν ἔλλαμψιν, καθυπερέβης, Δέσποινα, Ἥλιον κυήσασα τῆς δόξης, Ὅν με φωτίζειν ἀεὶ
ἱκέτευε, ἵνα σκοτισμὸν τὸν τῆς ψυχῆς, λύσῃ καὶ πληρώσῃ με, τῷ ἀΰλῳ φωτὶ Αὐτοῦ
ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Ναοὺς
Θεοῦ ἐναπέδειξας, τοὺς λάτρας τῶν εἰδώλων τοῖς λόγοις σου, ὦ Ἐπαφρόδιτε, ἐν οἷς
Τριὰς ἡ ὑπέρθεος, ταῖς μυστικαῖς θυσίαις τιμὴν ἐλάμβανεν.
Ἀμπέλου
κλήματα εὔφορα, ἀνέδειξας λαούς, Ἐπαφρόδιτε, οἶνον ἐκβλύσαντας, βίου χρηστοῦ ὥσπερ
εἴρηκεν, ἐν τοῖς Εὐαγγελίοις ἡμῶν ὁ Κύριος.
Κακίαν
πᾶσαν τοῦ ὄφεως, κατήργησας σοφῶς, Ἐπαφρόδιτε, τὴν ἀγαθότητα, τοῦ σαρκωθέντος
μιμούμενος, καὶ ἐν ἀγαθωσύνῃ πολιτευόμενος.
Θεοτοκίον
Αἰδοῦμαι,
Πάναγνε Δέσποινα, ἀξίωμα δι’οὗ με ἐτίμησεν, ὁ Ὑπεράγαθος, ὅτι
οὐ πράττω τὸ θέλημα, Αὐτοῦ τὸ ζωηφόρον ὡς ἀσυνείδητος.
Κοντάκιον. Ἦχος πλ.δ΄ Τῇ ὑπερμάχῳ.
Κατανοήσας
τοῦ Κυρίου τὴν θεότητα, τὴν νομικὴν λατρείαν καταλέλοιπας, καὶ τῷ Παύλῳ ἠκολούθησας
κατὰ πάντα, ἁλιεύων τοὺς λαοὺς πρὸς τὴν ἐπίγνωσιν, τῆς Τριάδος Ἧς τὴν χάριν ἀνεκήρυττες,
ὅθεν κράζομεν· χαίροις μάκαρ Ἐπαφρόδιτε.
Ὁ Οἶκος
Ἄνδρα
σε θεοφόρον καὶ ἀπόστολον θεῖον εἰδότες οἱ πιστοὶ ἀνυμνοῦμεν, ἐξαιρέτως δὲ οἱ τῆς
Ἀκτῆς τῶν Ἀργείων ἐπίγονοι, ὡς εἰληφότες διὰ σοῦ τὴν θείαν γνῶσιν. Ὅθεν εὐγνωμόνως
τὴν μνήμην σου γεραίροντες, βοῶμέν σοι χαρμονικῶς τοιαῦτα·
Χαῖρε, Κολασσῶν θεοδώρητον βλάστημα,
χαῖρε,
τοῦ θείου Παύλου σοφὸν ἁλίευμα.
Χαῖρε,
ὅτι τὴν Μωσαϊκὴν λατρείαν κατέλιπες,
χαῖρε,
ὅτι τῆς Χάριτος τὴν δωρεὰν κατείληφας.
Χαῖρε,
τῶν ἑβδομήκοντα Ἀποστόλων συμπῦκτα,
χαῖρε,
πολλῶν ἐθνῶν εἰς Χριστὸν ἀλεῖπτα.
Χαῖρε,
Λαοδικέων τῆς πίστεως στήριγμα,
χαῖρε,
Φιλιππησίων ἀγάπης θησαύρισμα.
Χαῖρε,
Ἡρακλειδίου συνεργάτα ὁμόψυχε,
χαῖρε,
ἀποστόλου Τυχικοῦ ὁμόνοοε.
Χαῖρε,
ὁ χριστοκήρυξ Ἀκτῆς τῶν Ἀργείων,
χαῖρε,
ὁ πολιοῦχος Ἀκανθουσίων,
Χαίροις μάκαρ Ἐπαφρόδιτε
Συναξάριον.
Τη
ΙΗ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ ἁγίου ἀποστόλου
Ἐπαφροδίτου, συνεργάτου τοῦ ἁγίου ἀποστόλου Παύλου καὶ πρώτου φωτιστοῦ καὶ ἐπισκόπου
τῆς ἐν Κύπρῳ Ἀδριακῆς ἢ Ἀκτῆς τῶν Ἀργείων (νῦν Ἀκανθοῦς).
Τῆς ψευδοθέου Ἀφροδίτης λατρείαν,
Ἀκτῆς Ἀργείων Ἐπαφρόδιτος παύει.
Ὁγδόῃ
δεκάτῃ τε ἐν Χριστῷ Ἐπαφρόδιτος ὕπνωσεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη
τῶν Ἁγίων Μαρτύρων· Ἡρακλείου, Πέτρου, Διονυσίου, Χριστίνης παρθένου, Ἀνδρέου,
Παύλου, Βενεδίμου, καὶ Παυλίνου.
Eἷς ἄθλος Ἡράκλειε
σὸς πρὸς τὸ ξίφος,
ἄθλους καλύπτει τοὺς ὅλους Ἡρακλέους.
Bληθεὶς ὁ Πέτρος τῶν τροχαντήρων μέσον,
ζωῆς παρήκε τοὺς τροχοὺς τῆς ἀστάτου.
Tρεῖς συντρίβουσι πίστεως στεῤῥους λίθους,
Παῦλον Διονύσιον Ἀνδρέαν λίθοις.
Ὁρῶν με Bενέδιμε τὸν σὸν Παυλῖνον,
τμηθέντα συντμήθητι φησὶ Παυλῖνος.
Xριστῷ παρέστης ἠγλαϊσμένη ὅλη,
αἵμασι τοῖς σοῖς παρθενικὴ Xριστίνα.
ἄθλους καλύπτει τοὺς ὅλους Ἡρακλέους.
Bληθεὶς ὁ Πέτρος τῶν τροχαντήρων μέσον,
ζωῆς παρήκε τοὺς τροχοὺς τῆς ἀστάτου.
Tρεῖς συντρίβουσι πίστεως στεῤῥους λίθους,
Παῦλον Διονύσιον Ἀνδρέαν λίθοις.
Ὁρῶν με Bενέδιμε τὸν σὸν Παυλῖνον,
τμηθέντα συντμήθητι φησὶ Παυλῖνος.
Xριστῷ παρέστης ἠγλαϊσμένη ὅλη,
αἵμασι τοῖς σοῖς παρθενικὴ Xριστίνα.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἁγίες
Παρθενομάρτυρες Τεκοῦσα, Ἀλεξανδρία, Κλαυδία, Φαεινή, Εὐφρασία, Ματρώνα, Ἰουλία
καὶ Θεοδότη οἱ έξ Ἀγκύρας Γαλατίας, ἐν τῷ βυθῷ τῆς θαλάσσης τελειοῦνται καὶ
Θεόδοτος ὁ Μάρτυς, ξίφει τελειοῦται.
Λίμνῃ γυναικῶν ἑπτὰς ἐμβεβλημένη,
χαίρει βίου ῥέοντος ἐκβεβλημένη.
Λίθον φέρουσα ἐπὶ τραχήλου λίμνῃ,
ἐνεβλήθης, Κλαυδία παρθενομάρτυς.
Eὐφρασίαν πεσοῦσαν εἰς βυθοῦ δίνας,
εὔφραινε Σῶτερ σοῦ παράστασις θρόνου.
Εὔοσμον ἴον έφάνης Ἰουλία,
εὔφραινε Σῶτερ σοῦ παράστασις θρόνου.
Εὔοσμον ἴον έφάνης Ἰουλία,
ἐν Ἐδὲμ μυρίζουσα τῷ μαρτυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Στεφάνου
Πατριάρχου Κωνσταντινουπόλεως.
Ἐκ τοῦ διαῤῥέοντος
ἐξέβη βίου,
Στέφανος οὐ στέφανος οὐ διαῤῥέει.
Στέφανος οὐ στέφανος οὐ διαῤῥέει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ἰουλιανός, ἐν ἀκάνθαις
βάτου συρόμενος τελειοῦται.
Ἰουλιανὸς
ἆθλον εὗρε τὴν βάτον,
Tιμῶν
Θεοῦ σάρκωσιν, ἧς τύπος βάτος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς
Θεόδωρος, Πάπας Ῥώμης, ξεώμενος τελειοῦται.
Ἀνθρωποτρῶκται
δημίους λέγω λύκοι,
Θεοδώρου
τρώγουσι τὰς σάρκας ξέσει.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ἀναστασῶ,
τῆς ἐν τοῖς Λευκαδίου.
Ἀναστασὼ
ζῇ κἂν μύη κοινῷ νόμῳ,
Ἀνάστασιν
μένουσα κοινὴν τοῦ γένους.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Μαρτινιανοῦ, τοῦ ἐν τοῖς Ἀρεοβίνθου.
Mαρτινιανὸς
ἐξέδυ ἐκ τῶν κάτω,
Kαὶ
εἰσέδυ νῦν εἰς τὰ τοῦ πόλου πλάτη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας
Γαλακτίας.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες,
κληρικοί τε καὶ λαϊκοί, οἱ ἀναιρεθέντες ὑπὸ τοῦ αὐτοκράτορος Οὐάλη, ἐν καιομένῳ
πλοίῳ βληθέντες, τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Θεοφάνους
τοῦ νέου, ἐπισκόπου Σολέα τῆς Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες
Δαβίδ, καὶ Ταριχάνι οἱ αὐτάδελφοι, ἐν Περσίᾳ ἐν ἔτει 693 τελειοῦνται
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Ποταμώνος, ἐπισκόπου Ἡρακλείας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Βεναντίου, ἐν Καμερίνῳ Ἀγκώνας Ἰταλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς
Φήλιξ, ἐπίσκοπος Σπολέτο τῆς Οὐμβρίας Ἰταλίας, ἐν ἔτει 304, τελειοῦται
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς
Διόσκορος, ἐν Κυνοπόλει τῆς Αἰγύπτου, ἐν ἔτει 305 τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Μακαρίου, τοῦ Ἱεραποστόλου τῶν Ἀλταΐων τῆς Ῥωσσίας
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ
Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νοῦν ἐνέθηκας,
Χριστοῦ τοῖς σὲ ἀκούσασι, καὶ καταλείψασι, εἰδώλων τὴν μιαράν, θρησκείαν, Ἀπόστολε,
καὶ εὐηργέτησας, πλήθη ἄμετρα, ζωὴν πρὸς τὴν αἰώνιον, ὑπαλείψας τοῖς σοῖς
λόγοις.
Θεοῦ ἄμετρον,
φιλανθρωπίαν ἔδειξας, τοῖς ἐν τῷ σκότους βυθῷ, κειμένοις ἐκ πλανερῶν, δογμάτων
μακάριε, ὅθεν ἀνέδειξας, σκεύη εὔχρηστα, τὰ πρῴην ὄντα ἄχρηστα, ἐκ λατρείας τῶν
δαιμόνων.
Ὅτε ἔφθασας,
εἰς Κύπρον, Ἐπαφρόδιτε, ὑπὸ τοῦ Παύλου σταλείς, μετὰ Βαρνάβα θανήν, εὑρὼν Ἡρακλείδιον
τὸν ἁγιώτατον, κλῆρον ἔλαχες, κηρῦξαι Εὐαγγέλιον, εἰς Ἀκτὴν τὴν τῶν Ἀργείων.
Θεοτοκίον
Ὑπερέβησαν,
αἱ χάριτές σου, Δέσποινα, φύσιν ἀνθρώπειον, διὸ ἐγένου σαφῶς, μεθόριον κτίσεως
καὶ νοερῶν οὐσιῶν· ὅθεν ἅπαντας, ἕλκυσον εἰς τὴν θέωσιν, ταῖς ἁγίαις σου
πρεσβείαις.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νόσον
παραπλήσιον θανάτου, διέβης, παμμάκαρ Ἐπαφρόδιτε, ἀλλὰ σὲ ἠλέησεν, ὁ Οἰκτίρμων
Κύριος· διὸ τοὺς νόσοις κάμνοντας, ταχὺ θεράπευσον, καὶ πάλιν τὴν ὑγιείαν
παράσχου, ὅπως εὐγνωμόνως, τὴν μνήμην σου τελῶσιν.
Ἔθνη ὑποκείμενα
εἰδώλοις, ἐφώτισας, θεῖε Ἐπαφρόδιτε, καὶ σαρκὸς ἐκδούλευσιν, πάραυτα κατέλιπον,
ἐν σωφροσύνῃ ἅπαντα τὸν βίον ἄγοντα, καὶ πόλιν οὐρανίαν ποθοῦντα, ἡδονῶν
ματαίων, ἐμάκρυναν ἐν γνώσει.
Ὑπερηφανίαν
ἀγνωσίας, ἐδίωξας πόῤῥω, ’Επαφρόδιτε, τῶν μαθητευσάντων σοι, οἷς περ
καθυπέδειξας, τοῦ Λόγου τὴν ταπείνωσιν, Ὃς πλούσιος ἐν παντί, ἐπτώχευσεν καὶ ὄνειδος
ᾖρε, σταυρικοῦ θανάτου, ἵνα ἡμᾶς πλουτίσῃ.
Θεοτοκίον
Λόγοις
οὐκ ἰσχύομεν ὑμνῆσαι, τὴν δόξαν ἣν κέκτησαι, Πανύμνητε, ἐκ τῆς παμπληρότητος, θείων
χαρισμάτων σου· διὸ σιγῇ ἐγγίζοντες, τοῦ μυστηρίου τοῦ σοῦ, τὸ θαῦμα ἐκβοῶμεν
τό, Χαῖρε, ὅπερ Γαβριήλ σοι ἐκόμισεν ὁ μέγας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὁ
χριστοτερπής, καὶ πάντιμος βίος σου, ὦ Ἐπαφρόδιτε, σύμφωνος γενόμενος, κηρυττομένοις
λαοὺς ἐφείλκυσεν, πρὸς πίστιν τοῦ Κυρίου σου, παρ’ Οὗ ἀπείληφας, τὸν μισθόν
σου, ὅτι ἐκοπίασας, ὡς πιστὸς ἀμπελῶνος διάκονος.
Γλῶσσαν
εἰληφώς, τοῦ Πνεύματος γέγονας, σάλπιγξ θεόφθογγος· ὅθεν κατενίκησας, δαιμόνων
πλήθη σοφοῖς σου φθέγμασι, καὶ ἐξ ὀνύχων ἥρπασας τούτων ψυχὰς θαυμαστῶς, καὶ ἥρμοσας
Χριστῷ σωτηρίως, πρὸς κληρονομίαν, ζωῆς τῆς αἰωνίου.
Εὔγνωμον
ἡμῶν, ἀντίδωρον πρόσδεξαι, ὦ Ἐπαφρόδιτε· ὅτι σοῖς διδάγμασιν, Χριστοῦ πρὸς γνῶσιν
καθωδηγήθησαν, προπάτορες μακάριοι, ἐξ ὧν ὡς κλῆρος ἡμῖν, ἐδωρήθη πίστις ἡ
σωτήριος, καὶ τῆς Χάριτος πλοῦτος ὁ ἄφθονος.
Ἵλεων
ἡμῖν, τὸν Κύριον ποίησον ταῖς ἱκεσίαις σου, μάκαρ Ἐπαφρόδιτε, μακρὰν πατρίδος
γλυκείας πέλουσιν, ἣν αὖθις καταξίωσον, οἰκῆσαι τάχιστα, ἐκδιώκων, τοὺς
βαρβάρους οἵτινες, βεβηλοῦσιν ἡμῶν τὰ σεβάσματα.
Θεοτοκίον
Ἄκανθαν
ἡμῶν, ψυχὰς τὴν αἱμάσσουσαν, Πάναγνε ἔκβαλε· πρόσφυγες γὰρ πέλομεν, Χρυσοσωτῆρος
ναοῦ στερούμενοι, καὶ χαρισμάτων πάντων τε, δι’ ὧν πατρὶς Ἀκανθοῦ, ἐστολίσθη, ἵνα
σε δοξάζωμεν. Δυνατὰ γάρ σοι ἅπαντα, Δέσποινα.
Ἐξαποστειλάριον. Ἦχος β΄ Τοῖς Μαθηταῖς συνέλθωμεν.
Κύματα
ἐπαφρίζοντα, τῆς εἰδωλομανίας, ἀνεῖλες, Ἐπαφρόδιτε, τοῦ Χριστοῦ τῇ δυνάμει, Οὗπερ
τὴν κλῆσιν τιμήσας, πέρατα οἰκουμένης, διῆλθες καὶ ἡλίευσας, σὺν θεηγόρῳ Παύλῳ,
ἔθνη πολλά, ἐν οἷς καὶ Ἀργείων ἀκτὴν οἰκοῦντας, οὓς κληρονόμους ἔδειξας, Βασιλείας
ἀφθάρτου.
καὶ τῆς ἑορτῆς
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος
πλ.δ΄. Ὤ!τοῦ παραδόξου θαύματος.
Σὴν ἱεράν,
Ἐπαφρόδιτε, μνήμην τελοῦντες πιστῶς, Ἀκανθούσιοι σήμερον, χαίροντες δοξάζομεν, τὸν
σὲ πάλαι ἐκπέμψαντα, πρὸς τοὺς προγόνους ἡμῶν ἀπόστολον, καὶ ἀληθείας σοφὸν
διδάσκαλον. Οὕς περ ἀνάπαυσον, δέησιν ποιούμενος πρὸς τὸν Χριστόν, Οὗ ἡμῖν ἀνόθευτον,
πίστιν μετέδωκαν.
Ὥσπερ
σε βέλος φερέσβιον, ὁ τοξευτὴς Ἰησοῦς, Κολασσῶν, Ἐπαφρόδιτε, εἰς τὰ ἔθνη ἔῤῥιψεν,
προειδὼς τὸ φιλότιμον, δι’ οὗ βαδίσας πολλοὺς ἡλίευσας, τῶν πλανωμένων εἰς τὴν ἀλήθειαν·
ὅθεν αἰτοῦμέν σου, καὶ ἡμᾶς ἀξίωσον ἔργοις καλοῖς, στέφειν τὴν Ὀρθόδοξον, πίστιν
ἣν ἔχομεν.
Φῶς
τοῦ Χριστοῦ μετενήνοχας, ἐσκοτισμέναις ψυχαῖς, ἱερὲ Ἐπαφρόδιτε, σεαυτὸν εἰς
θάνατον, παραδοὺς ἡμερούσιον, ἔχων ἐλπίδα σου ἀκαταίσχυντον, τὴν τῶν μελλόντων
δικαίαν ἔκτισιν, ἧς περ καὶ τύχοιμεν, πάντες οἱ τιμῶντές σου μνήμην σεπτήν, μέτοχοι
γενόμενοι τῆς αἰωνίου ζωῆς.
Ὁ ἐξωσθείς,
Ἐπαφρόδιτε, τοῦ Παραδείσου ἐχθρός, ἐκδικῶν τὴν φυτείαν σου, ἣν πάλαι ἐφύτευσας,
μετὰ κόπων καὶ θλίψεων. Ἀκτῇ Ἀργείων, ταύτην ἐξόριστον, ἐκ τῆς πατρίδος ἐν φθόνῳ
ἔδειξεν· ὅθεν τιμῶσάν σε, πάλιν καταξίωσον ἐν χαρμονῇ, ἐλθεῖν εἰς τὰ ἴδια, πρὸς
καταισχύνην αὐτοῦ.
Δόξα. Ἦχος πλ. α΄
Τῆς
νομικῆς λατρείας τὴν προσδοκίαν, κατανοήσας, Ἐπαφρόδιτε, ἐν τῷ προσώπῳ τοῦ Ἰησοῦ
ἐκπληρουμένην, Τούτῳ προθύμως ἠκολούθησας. Καὶ πληρωθεὶς τῆς χάριτος τοῦ
Πνεύματος, ἀπόστολος εἰς τὰ ἔθνη ὑπ’ Αὐτοῦ ἀπέσταλσαι. Ὅθεν καὶ οἱ Ἀκανθούσιοι ἐκ
σοῦ τὸ πάλαι φωτισθέντες, εὐγνωμονοῦντές σε ἱκετεύομεν· ἀπόσεισον ἐκ τῆς
φιλτάτης Πατρίδος, τῆς βαρβάρου ἡμισελήνου τὸ σκότος, καὶ ἀξίωσον συντόμως ἐκεῖσε,
ἀεὶ χαρμονικῶς ἐπιτελεῖν τὴν μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον
Χαίροις, Ἐπαφρόδιτε
ἱερέ, τῆς Ἀκτῆς Ἀργείων, ὁ θεόσοφος φωτιστής, καὶ ὁ πολιοῦχος πιστῶν Ἀκανθουσίων,
οὓς φύλαττε κινδύνων, καὶ πάσης θλίψεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου