ΙΑΝΟΥΑΡΙΟΣ ΚΔ΄.
ΙΩΑΝΝΙΚΙΟΣ ΟΣΙΟΣ ΑΧΡΙΔΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)
ΕIΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχ. Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῶν
οὐρανίων ποθήσας, πόλιν τὴν μένουσαν, ἐκ τῆς νεότητός σου, τὰ τοῦ κόσμου ἡδέα,
σοφῶς καταφρονήσας, τοῦ Ἰησοῦ, τὸν σταυρὸν ἐν τοῖς ὤμοις σου, Ἰωαννίκιε πάτερ ἀναλαβών,
μιμητὴς Ὁσίων γέγονας.
Τοῦ ἰατροῦ
ἀναργύρου, Παντελεήμονος, Μονὴν εὗρες ὡς τόπον, σῆς ἀσκήσεως Πάτερ, νηστείαν ἐξασκήσας,
ὑπακοήν, καὶ εὐχὴν ἀδιάλειπτον, δι’ ὧν γλυκάνας ψυχήν σου ζήλῳ πολλῷ, τῷ Δεσπότῃ
εὐηρέστησας.
Πόθον
τῷ πόθῳ στοιβάζων, τῇ ἱερᾷ σου ψυχῇ, ἐχώρεις πρὸς ἀγῶνας, ἔτι πλείστους
παμμάκαρ, διὸ Χριστὸς τὸν πλοῦτον τῶν ἀρετῶν, ὡς μισθόν σοι ἀπέδοτο, Ἰωαννίκιε
δείξας σε τοῖς πιστοῖς, ὡς κανόνα ἁγιότητος.
Ὑπερβαλλούσῃ
ἀγάπῃ, πρὸς τοὺς πλησίον σου, προθύμως διηκόνεις, ταῖς ἀνάγκαις τοῦ βίου,
διδάσκαλος τῶν παίδων, καὶ ἰατρός, πρακτικὸς Πάτερ γέγονας, τὰς ἀσθενείας τοῦ σώματος
καὶ ψυχῆς, θείᾳ Χάριτι ἰώμενος.
Τὸν ἁγιώνυμον
Ἄθω, ὡς κλῆρον πάντιμον, τῆς Θεοτόκου Κόρης, ὥσπερ ἔλαφος Πάτερ, διψῶσα
κατειλήφεις, ἔνθα πολύν, τῇ ψυχῇ ἐθησαύρισας, πλοῦτον δι’ οὗ τὰ βαθέα ἀσκητικοῦ,
ἐμυήθης βίου ἄριστα.
Θαυματουργίαις
παντοίαις, Ἰωαννίκιε, Χριστὸς ἐτίμησέ σε, ἔτι σώματι ὄντα, ἀλλὰ καὶ νῦν τοῖς
πόθῳ, καὶ εὐλαβῶς, προσκυνοῦσι τὴν λάρνακα, τῶν ἱερῶν σου λειψάνων, θαυματουργεῖς,
καθ’ ἑκάστην ὁσιώτατε.
Δόξα.
Ἦχος πλ.β΄.
Ἐν
δυσχειμέροις ἡμέραις φωστῆρα σε πολύφωτον, ὁ Χριστός ἀνέδειξε, κοσμούμενον ἄθλοις
ἀσκητικοῖς, καὶ βίῳ θεοφιλεστάτῳ. Ὅθεν πλήθη οἰκοδομήσας πνευματικῶς, καὶ τὴν
χάριν τῶν θαυμάτων εἴληφας, νόσους σωμάτων καὶ ψυχῶν τοῦ λαοῦ ἰατρεύων. Φανεὶς
δὲ κατὰ πάντα τοῦ ὁμωνύμου σου προστάτου ἐκμιμητής, Ἰωαννίκιε πανάριστε, ἀφῆκας
ὡς πλοῦτον ἀδαπάνητον τῇ Ἐκκλησίᾳ, τὰ μυρίπνοά σου λείψανα. Ἡμεῖς δὲ τιμῶντες τὴν
πανίερον μνήμην σου, τεκνικῶς ἐκ ψυχῆς βοῶμέν σοι· χάρισαι ταῖς εὐχαῖς σου πρὸς
Χριστόν, καὶ ἡμῖν ἀπόμοιραν τῆς χαρᾶς τοῦ Παραδείσου, πρὸς ἐπίτευξιν τῆς σωτηρίας
Ὅσιε.
Καὶ νῦν. Θεοτοκίον.
Τίς
μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ
ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ Ἀναγνώσματα
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται. Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν
ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν·
συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν,
καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου
θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ
δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει
αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταί, περάτων γῆς, ἐνωτίσασθε,
οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου
ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 4, 7-15).
Δίκαιος
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις
αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕIΣ ΤΗΝ ΛΙΤΗΝ
Ἦχος α΄.
Παντὸς
δυνατωτέρα, ἡ ἀγάπη Κυρίου, ἥτις καὶ τὴν σὴν ψυχὴν κατείληφεν, Ἰωαννίκιε
μακάριε. Διὸ ὡς ἀμνὸς λογικὸς ὀπίσω τοῦ Δεσπότου ἐπορεύθης, χαίρειν εἰπὼν τῷ
κόσμῳ καὶ τὰ τοῦ κόσμου φαινόμενα ἀγαθά. Ἀσκήσει δὲ δοχεῖον Χάριτος θείας
γενόμενος, πολλοὺς ὡδήγησας εἰς σωτηρίαν, καὶ νῦν ἐκ τῶν τιμίων λειψάνων σου
παρέχεις ἀδιαλείπτως ἰάματα, εἰς ῥῶσιν ψυχῆς τε καὶ σώματος ὡς φιλότεκνος.
Ἦχος
β΄.
Φῶς
Χριστοῦ ἐφάνης μακαριώτατε Πάτερ, καθοδηγήσας ἀπλανῶς
τὰ πλήθη τῶν πιστῶς σοι προσιόντων, καὶ ὡς φιλόψυχος
διανομεύς, τῶν χαρισμάτων τὸν ἀκένωτον πλοῦτον,
ὡς ἄλλος Ἰωσήφ νουνεχῶς τῷ λαῷ τοῦ Θεοῦ διένειμας, στηρίξας αὐτὸν εἰς τῆς Ὀρθοδοξίας
τοὺς θεμελίους. Ἡμεῖς δὲ τὸν βίον σου θαυμάζοντες βοῶμεν τῷ Κυρίῳ·
εὐλογητὸς εἶ ὁ Θεὸς ὁ ἀναδείξας ἐν ταῖς ἡμέραις ἡμῶν
τοιοῦτον φωστῆρά σου, τὸν ὁσιώτατον καὶ θαυματουργὸν
Ἰωαννίκιον.
Ἦχος
γ΄
Δοξάσας
ἐν τῷ σώματι καὶ ἐν τῷ πνεύματί σου τὸν Κύριον, καθάπερ ὁ θεόψυχος Παῦλος
γράφει, μεγάλως ὑπ’ Αὐτοῦ ἀντεδοξάσθης, πάτερ Ἰωαννίκιε, καὶ κατέστης ἀκοίμητος
πρέσβυς ἡμῶν καὶ μεσίτης, τιμώντων εὐγνωμόνως τὸ ἱερόν σου μνημόσυνον, καὶ ἀκουόντων
τὴν προτροπήν σου· ἀγαπήσατε τὸν Δεσπότην καὶ πάντες ἀναπαυθήσεσθε ὡς κἀγὼ
τέκνα μου.
Ἦχος
δ΄.
Ὡς
κύκνος πνευματικὸς ἀνεφάνης ὅσιε Ἰωαννίκιε, ἐκ τῆς ἁγιοφίλου Ἀχρίδος, ὑμνήσας
θειπρεπῶς τὴν ὑπέρθεον Τριάδα, ἧς εὐλαβέστατος ὑπηρέτης καὶ ἀγγελικὸς λειτουργὸς
ἀνεδείχθης. Ὅθεν ὑπὸ πιστῶν τε καὶ ἀλλοθρήσκων ζῶν τετίμησαι, νῦν δὲ ἀπολαύεις
τοῦ μισθοῦ τῶν καμάτων σου, εἰς τὸν ποθητότατον Παράδεισον, ἔνθα μνήσθητι καὶ ἡμῶν,
τῶν δοξαζόντων τὴν μνήμην σου.
Δόξα.
Ἦχος πλ.α΄.
Τῆς ἀμωμήτου
νύμφης ἑαυτοῦ, τῆς ἁγιωτάτης Ἐκκλησίας ἀεὶ προμηθούμενος ὁ νοητὸς Νυμφίος
Χριστός, ἐν ἑκάστῃ γενεᾷ ὡς μάρτυρας τῆς ἀναγεννητικῆς Χάριτος τοῦ Πνεύματος, ἀναδείκνυσι
τοὺς Ἁγίους. Μεθ’ ὧν τέτακται καὶ ὁ ἱερὸς Ἰωαννίκιος, τῆς πλησιολίμνου Ἀχρίδος,
ὁ ἐκλεκτότατος οὗτος βλαστὸς καὶ ἰσοβάθμιος τῶν παλαιῶν Ἁγίων. Οὗπερ τὴν μνήμην
χαρμοσύνως ἑορτάζοντες, τὰς ἱκεσίας αὐτοῦ αἰτούμεθα, ὅπως εὕρωμεν καὶ ἡμεῖς
πλουσίαν χάριν καὶ θεῖον ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον,
τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος
β΄. Ὅτε ἐκ τοῦ ξύλου σε.
Ὅτε
τῆς δουλείας ὁ κλοιός, ἐπὶ τὸν λαὸν τοῦ Κυρίου βαρὺς ἐπέκειτο, τότε Πάτερ ἔθετο,
σὲ ὁ Φιλάνθρωπος, ὥσπερ λύχνον φωτίζοντα, ψυχὰς τῶν ἀνθρώπων, τῷ ἐνθέῳ βίῳ σου,
καὶ θείοις λόγοις σου, ὅθεν εὐγνωμόνως ἐβόων· δόξα σοι Χριστὲ ὁ σὸν δοῦλον,
παρασχὼν ἡμῖν ὡς παρακλήτορα.
Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου
αὐτοῦ.
Θείαις
πεπλησμένος ἀρεταῖς, ἅπαντας ἐξέπληττες πάτερ, Ἰωαννίκιε, ἐν σαρκὶ ὡς ἄγγελον
πολιτευόμενον, θεωροῦντας καὶ λέγοντας· Χριστὸς ἦν καὶ ἔστι, ὁ Αὐτὸς ἀείποτε, ὁ
ἐνἑκάστῳ καιρῷ, ἄνδρας ἀνιστῶν θεοφόρους, πρὸς οἰκοδομὴν Ἐκκλησίας, καὶ
κατειληφότας ἁγιότητα.
Στίχ.
Τί ἀνταποδώσομεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν.
Πόθῳ
προσκυνοῦμεν καὶ χαρᾷ, θήκην τῶν σεπτῶν σου λειψάνων, Ἰωαννίκιε, χάριν
ποριζόμενοι Ἁγίου Πνεύματος, καὶ γὰρ τούτοις ὡς γέγραφεν, ὁ Θεσσαλονίκης,
πάνσοφος Γρηγόριος, ὁ Παλαμᾶς ὁ κλεινός, μένει ἀνεκφοίτητος ὄντως! καὶ τοῖς εὐλαβῶς
προσιοῦσι, κατὰ μέτρον δίδοται τῆς πίστεως.
Δόξα.
Ἦχος δ΄.
Οὐ
παλαιοῦται ἡ Χάρις, οὐκ ἐλαττοῦται ἡ δόσις, τῶν τοῦ Θεοῦ
δωρεῶν, ἀλλ’ ἀνεξάντλητος πέφυκε, καὶ τὴν δύναμιν δείκνυσι
τῆς Παναγίας Τριάδος, τοῖς τε εὐλαβέσι καὶ ἀπίστοις.
Τοῦτο ἀληθὲς ἀπέδειξεν, ἡ ἔνθεος βιοτή σου, θεοφόρε
πάτερ ἡμῶν Ἰωαννίκιε. Ζήσας γὰρ ἰσοβίως εὐαγγελικῶς,
μιμητὴς ἐφάνης τῶν παλαιῶν Ἁγίων, ὧν τὴν χάριν
εἰληφὼς ἰσομέτρως, δεδόξασαι παρὰ Κυρίου, ὡς πιστὸς οἰκονόμος
Αὐτοῦ. Ὅθεν νῦν ἐν Παραδείσῳ εὐφραινόμενος, μνήσθητι
καὶ ἡμῶν τῶν ἐν ὕμνοις καὶ ᾠδαῖς χαροποιῶς γεραιρόντων
σε.
Καὶ
νῦν. Θεοτοκίον, ὁμόηχον.
Νεῦσον
παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης
θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυρανἔχομεν, καὶ
τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον
εἰς ἱκεσίαν, τῶν σοι πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ
σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Βίον
φιλόθεον, ἀσκήσας ὅσιε, Ἰωαννίκιε, στέφος ἀπείληφας, παρὰ Δεσπότου Ἰησοῦ, τοῦ
θείου ἀγωνοθέτου. Ὅθεν καὶ θαυμάσια, ἐνεργεῖς τοῖς λειψάνοις σου, πᾶσι τοῖς
προστρέχουσι, καὶ πιστῶς αἰτουμένοις σε· διὸ φωνὴν εὐγνώμονα δέχου, χαίροις, τῶν
παλαιῶν Ὁσίων μίμημα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Σε τὴν
μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ
σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ
καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν Τάφον σου, Σωτήρ.
Εὐφραίνου
ἐν Χριστῷ, Ἐκκλησία Ἀχρίδος, βλαστήσασα φυτόν, ἀρεταῖς πεπλησμένον, κλεινὸν Ἰωαννίκιον,
ἄνδρα πλήρη τοῦ Πνεύματος, καὶ ἰσότιμον, τοῖς ἀπ’ αἰῶνος Ἁγίοις, ἀπομάξαντα, τούτων
τοὺς βίους καὶ ἆθλα, διὸ καὶ δεδόξασται.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ὡς
τέξασα σαρκί, τὸν τῶν ὅλων Δεσπότην, καὶ ἔχουσα πολλήν, πρὸς Αὐτὸν παῤῥησίαν, ἀπαύστως
ἱκέτευε, Θεοτόκε πανύμνητε, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν,
βίου τοῖς πόθῳ ὑμνοῦσι, τὴν ἄῤῥητον δόξαν σου.
Μετὰ
τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἰατρὸς
θεόσοφος, ψυχῶν σωμάτων, τοῖς πιστοῖς γεγένησαι, Ἰωαννίκιε σεπτέ, θείᾳ δυνάμει
τοῦ Πνεύματος, ὡς οἰκονόμος, δοθείσης σοι Χάριτος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε
θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ
διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σὲ Κόρη πανύμνητε.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Ἡδονὰς
τὰς τοῦ βίου, σοφῶς παρέβλεψας, καὶ Χριστοῦ τὴν ἀγάπην, πάντων προέκρινας, ᾧ ἐκολλήθης
ψαλμικῶς ὀπίσω Ὅσιε, καὶ ἐγένου δεκτικός, χαρισμάτων ὑψηλῶν, ὥσπερ οἱ Ἅγιοι
πάλαι, Ἰωαννίκιε πάτερ, διὸ τὴν μνήμην σου γεραίρομεν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Πολυτρόπως
Παρθένε, Χριστὸν παρώργισα, διανοίᾳ καὶ λόγῳ ἔργοις καὶ πράξεσι, καὶ πτοοῦμαι τὸ
ἐκεῖ, φρικτὸν Κριτήριον, ἀλλὰ προφθάσασα ταχύ, ἐκλύτρωσαί με τῶν δεινῶν, τῇ
μητρικῇ σου πρεσβείᾳ, καὶ πρὸς Θεὸν παῤῥησίᾳ, τὸν σὸν ἱκέτην Θεογεννήτρια.
Οἱ
Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου·
Προκείμενον·
Τίμιος ἐναντίον Κυρίου, ὁ
θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχος·
Τί ἀνταποδώσομεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν.
Εὐαγγέλιον, τοῦ Ὄρθρου τοῦ ὁσ. Σάββα
(ε΄Δεκεμβρίου)
Ὁ
Ν΄ ψαλμός
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα,
στιχηρὸν ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Τὴν ἱερὰν
πολιτείαν σου, Ἰωαννίκιε πάτερ, θαυμάζοντες γεραίρομεν, κατασπαζόμενοι εὐλαβῶς,
τὰ τίμια λείψανά σου, ἐξ ὧν μετάδος ἑνὶ ἑκάστῳ τῶν αἰτημάτων τὴν λύσιν, καὶ πρέσβευε
διηνεκῶς τῷ φιλανθρώπῳ Χριστῷ, ὑπὲρ σωτηρίας ἡμῶν τῶν τιμώντων σε.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Ἰωαννίκιον
ὑμνῶ, Ρακότιντσι τὸ κλέος. Ἀ(θανάσιος).
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἰδοὺ
νῦν συνήχθημεν, τὴν ἱεράν σου πανήγυριν, τιμῆσαι ἐν ᾄσμασιν, Ἰωαννίκιε, ὅθεν
πάρεχε, πλουσίως ἡμῖν χάριν, καὶ βίου σου μίμησιν, πάτερ φιλότεκνε.
Ὡς ὄναρ
παρέβλεψας, τὰς ἡδονὰς βίου Ὅσιε, καὶ μόνον ἠγάπησας, ἀπὸ νεότητος, τῆς ἀσκήσεως,
τὸν δρόμον καὶ Κυρίου, ζυγὸν τὸν χρηστότατον, Ἰωαννίκιε.
Ἀείποτε
Ὅσιε, πρὸ ὀφθαλμῶν σου ἐκράτησας, Κυρίου σωτήριον, φόβον καὶ ἔπραττες, τὰ
προστάγματα, Αὐτοῦ καθάπερ ἄλλος, ἀσώματος ἄγγελος, Ἰωαννίκιε.
Θεοτοκίον
Νοῦν
Μῆτερ καθάρισον, ἡμῶν καὶ τοῦτον ἀνάδειξον, ναὸν παγκαλλέστατον, Υἱοῦ γλυκέος σου,
ἐγκαινίζουσα, Αὐτοῦ τὴν θείαν μνήμην, δι’ ἧς ἁγιάζεται, πᾶς τις εὐχόμενος.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Νικήσας
δυνάμει τοῦ Κυρίου, διάβολον, κόσμον καὶ σαὐτόν, Πάτερ Ἰωαννίκιε, Τριάδος οἶκος
γέγονας, ταῖς ἀρεταῖς κοσμούμενος, δι’ ὧν κοσμοῦνται οἱ Ἅγιοι.
Ἰάματα
πλεῖστα τοῖς ἀνθρώποις, καὶ ζώοις ἐτέλεις θαυμαστῶς, σεπτὲ Ἰωαννίκιε,
μιμούμενος τὸ ἔλεος, θείου Παντελεήμονος, τοῦ οὐρανίου προστάτου σου.
Καρδίαν
ἀγάπης πλήρη ἔχων, ἀφθόνως διένεμες πτωχοῖς, τὰ πρὸς τὸν βίον χρῄζοντα, πλουτῶν
ἐν ἀγαθότητι, καὶ ἔχαιρες τοῖς χαίρουσι, συμπάσχων Πάτερ τοῖς κλαίουσιν.
Θεοτοκίον
Ἰάτρευσον
πάθη τῶν σωμάτων, καὶ νόσους Παρθένε τῆς ψυχῆς,
ἡμῶν τῶν γεραιρόντων σε, τῷ σῷ Υἱῷ πρεσβεύουσα, Ὅστις
τὴν φύσιν ἀνείληφεν, ἡμῶν τὴν πεπτωκυῖαν καὶ ἐπηνώρθωσε.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀσκήσει
κατέβαλες, τὸν νοητὸν Γολιάθ, νηστείᾳ ὑπέταξας, πάντα τὰ πάθη σοφῶς, εὐχῇ δὲ ἠξίωσαι,
Πνεύματος χαρισμάτων, καὶ θαυμάτων ποικίλων, ὅθεν πιστῶν ἐγένου, ὁδηγὸς
σωτηρίας, σεπτὲ Ἰωαννίκε, διὸ τιμῶμέν σε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐλπὶς
ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν
τὸν Θεὸν ἡμῶν, σὺν τῷ Ἰωαννικίῳ, τοῦτον Μῆτερ δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν
καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.
ᾨδὴ
δ΄. Τὴν ἀνεξιχνίαστον.
Οὐδαμῶς
κατέβαλον σὴν ψυχήν, τὰ τοῦ ἀντιπάλου προσκόμματα, ἀλλ’ ἀνδροτρόπως, ὡς γενναῖος
ἀθλητής, πάτερ Ἰωαννίκιε, τοῦτον ἐνίκας σοφίσμασι.
Νοερὰν
ἐξήσκησας προσευχήν, δι’ ἧς τῷ Κυρίῳ συνήνωσαι, καὶ τὴν ψυχήν σου,
κατεφαίδρυνας λαμπρῶς, τὰ θεῖα φανταζόμενος, καὶ τὰ περιττὰ παραιτούμενος.
Ὑψηλοφροσύνην
ὡς ταπεινός, ὦ Ἰωαννίκιε ἔφυγες, ἀεὶ ἀκούων, τοῦ Κυρίου τὴν φωνήν, τὴν
λέγουσαν· ἐγώ εἰμί, ταπεινὸς καὶ πρᾷος διδάσκαλος.
Θεοτοκίον
Μὴ ἐλλείπῃς
χεῖρας αἴρειν ἀεί, πρὸς τὸν Ἰησοῦ Παναμώμητε, ὑπὲρ αἰτούντων, μητρικήν σου ἀρρωγήν,
ἐν τῷ καιρῷ τῶν θλίψεων, καὶ τῶν πειρασμῶν τοῦ ἀλάστορος.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νοός
σου ἐπλήρωσας, καὶ τῆς καρδίας ἔφεσιν, ὅπως Γῆν Ἁγίαν προσκυνήσῃς, ἐν
κατανύξει, Ἰωαννίκιε, ταύτην δὲ ἐπέτυχες κρατῶν, ἕως τοῦ θανάτου σου, τοῦ «Χατζῆ»
τὴν προσφώνησιν.
Ὡς ἄλλος
Νικόδημος, καὶ Ἰωσὴφ ἐν δάκρυσιν, ἀντὶ πολυτίμου μύριυ Πάτερ, Τάφον Κυρίου θερμῶς
κατέβρεξας, καὶ ἐν τόπῳ θείου Γολγοθᾶ, τῷ Σταυρῷ παρέστηκας, νοερῶς συσταυρούμενος.
Ῥακότιντσι
ᾤκησας, καὶ Ἠλιοὺ ἀνίδρυσας, τὴν Μονὴν προφήτου πολλοῖς κόποις, θείᾳ κελεύσει, ὑποταγεὶς
ταπεινῶς, καὶ τοῖς ἐν δουλείᾳ ἀδελφοῖς, ταύτην τύπον ἔδειξας, Ὀρθοδόξου
βιώματος.
Θεοτοκίον
Ἀνάνευσιν
πάρεχε, ἡμῖν Θεοχαρίτωτε, κατὰ διαβόλου πολεμοῦσι, καὶ τὴν εἰρήνην Χριστοῦ
πρεσβείαις σου, πᾶσι τοῖς ὑμνοῦσί σε θερμῶς, δώρησαι βοῶσί σοι, «Χαῖρε Νύμφη ἀνύμφευτε».
ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Κινήσας
φθόνον ὁ δόλιος, κρατούντων κατὰ σοῦ Πάτερ Ὅσιε, Ἰωαννίκιε, ὁλοτελῶς
κατηχρείωται, Χάριτος νικησάσης, τῆς φυλαττούσης σε.
Ὅταν ὑμᾶς
ἐκδιώκουσι, φησὶν ὁ Νομοθέτης καὶ Κύριος, τόπον ἀλλάσσετε, ᾯ ὑπακούων μακάριε,
κατέλιπες πρὸς ὥραν, Μονὴν Ῥακότιντσι.
Τὸ Ὄρος
Ἄθω τὸ Ἅγιον, Πανάγνου τὸ σεπτὸν Περιβόλιον, ὡς καταφύγιον, ἐν διωγμοῖς εὗρες Ὅσιε,
πλουτήσας σου μεγάλως, πεῖραν ἀσκήσεως.
Θεοτοκίον
Τριάδος
οἴκους ἀνάδειξον, τοὺς πίστει Θεοτόκε ὑμνοῦντάς σε, ἔνθα
ἀκοίμητον, δοξολογίαν προσφέρωμεν, καθάπερ ἐξ Ἀγγέλων
τὴν ἀδιάλειπτον.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀπὸ
παιδὸς ἀκολουθήσας Κυρίῳ, καὶ μοναστῶν ἐπιποθήσας τὸ σχῆμα, πάτερ Ἰωαννίκιε, ἐβάδισας
σοφῶς, ἔχων σου ὡς πρότυπον, Ἐκκλησίας Ὁσίους, ὧν περ ἰσοστάσιος, ἀνεδείχθης τῷ
βίῳ· διὸ Χριστὸς ἐν θαύμασι πολλοῖς, ἐδόξασέ σε, τιμήσας τοὺς ἄθλους σου.
Ὁ Οἶκος
Τὴν
ψυχήν σου βληθεὶς θείῳ ἔρωτι, καὶ Χριστῷ ἐκ ψυχῆς σου ἑπόμενος, τοῦ Εὐαγγελίου
πληρωτὴς γενέσθαι ἐπόθησας, διὸ κόσμον καὶ τὰ τοῦ κόσμου τερπνὰ κατέλιπες, τὸν
τῆς ἀσκήσεως ζυγὸν ἀναλαβὼν ἐπ’ ὤμοις σου. Ὅθεν, φιλοτίμως ἀγωνισθεὶς
πανάριστε, μέγας φωστὴρ καὶ παρακλήτωρ γεγένησαι τοῖς ὁμοδούλοις ἀδελφοῖς, ταῖς
θαυματουργίαις αὐτοὺς ἐπιστηρίζων καὶ ἰώμενος πάθη ψυχῶν τε καὶ σωμάτων. Νῦν δὲ
ἐκ τῆς πανσέπτου καὶ μυριπνόου σου σοροῦ πηγάζων ποικίλα θαυμάσια, εὐγνωμόνως
δέξαι ἡμῶν τὴν δέησιν· πρέσβευε, Πάτερ, ὑπὲρ ἡμῶν τῶν ταπεινῶν τέκνων σου τῷ
φιλανθρώπῳ Δεσπότῃ, τῷ μεγάλως τιμήσαντι τοὺς
ἄθλους σου.
Συναξάριον.
Τῇ
ΚΔ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ὁσίου Ἰωαννικίου
τοῦ ἐν Ρακότιντσι, κοιμηθέντος ἐν Κυρίῳ τὸ ἔτος 1940.
Ἰωαννικίῳ ὁμόκλητος, Πάτερ,
Συνόμιλος καὶ ἐν θαύμασιν εἶ τούτῳ.
Πέμπτῃ
τε εἰκοστῇ Ἰωαννίκιος ἔνθεν ἤρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης, καὶ τῶν δύο αὐτῆς
θεραπαινίδων.
Ἀποξενοῦται
τοῦδε τοῦ βίου Ξένη,
οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
οὗ ζῶσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη.
Θνήσκουσιν
ἄμφω τῆς Ξένης αἱ δουλίδες,
οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Παύλου, Παυσιρίου καὶ
Θεοδοτίωνος, τῶν αὐταδέλφων.
Παυσίριον
καὶ Παῦλον ἄμφω συγγόνους,
ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει.
Ἰδοὺ
τράχηλος ἐλθέτω δὴ τὸ ξίφος,
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα τοῦ ἐν Σικελίᾳ,
καὶ Τιμοθέου καὶ Ἀγαπίου, τῶν μαθητῶν αὐτοῦ.
Πρὶν
Βαβύλας ἤθλησε κατὰ δαιμόνων,
ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
ἤθλησε λοιπὸν καὶ διὰ τῶν αἱμάτων.
Τὸν Ἀγάπιον
συνάμα Τιμοθέῳ
σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.
σαφῶς μιμητὰς οἶδα τοῦ διδασκάλου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Μακεδονίου.
Μονῶν
ἀπείρων πατρικῆς σῆς οἰκίας,
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.
Μακεδόνιος Χριστὲ λαμβάνει μίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου
τοῦ Πέρσου.
Στεφθεὶς
Ἀναστάσιε τῶν ἄθλων χάριν,
παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
παρέσχες ἡμῖν λειψάνων σῶν τὴν χάριν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἑρμογένους καὶ Μηνᾶ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φίλωνος, Ἐπισκόπου Καλπασίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Φιλίππου τοῦ Πρεσβυτέρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρσίμου, καὶ τῶν δύο αὐτοῦ
ἀδελφῶν.
Τοὺς
τρεῖς Ἀδελφοὺς θεῖος εἷς συσχὼν πόθος,
θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.
θεῖον ποθεῖν ἔπειθεν ἐκ ξίφους τέλος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἑλλάδιος ὁ Κομενταρήσιος, ξίφει τελειοῦται
Ὑπὸ
ξίφος θεὶς Ἑλλάδιος αὐχένα,
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.
Ἑλληνικῆς ἔπαρσιν ᾔσχυνε πλάνης.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ζωσιμᾶς ἐν εἰρήνῃ τελειοῦται.
Τίς
τοὺς μακρούς σου Ζωσιμᾶ φράσει πόνους;
καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη;
καὶ τίς θανόντος τῶν πόνων σου τὰ στέφη;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Νεοφύτου τοῦ Ἐγκλείστου, τοῦ ἐν
Κύπρῳ ἀσκήσαντος.
Ἔχει
σε τύμβος, ἀλλὰ μέχρι σαρκίου,
καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
καύχημα πέλεις Ἐγκλείστρᾳ σῇ φοιτῶσι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Χρυσοπλοκής.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κάντοκ
(Cadoc) Οὐαλίας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰωάννου τοῦ ἐν Καζάν
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τῆς Ἱ. Μ. Φιλοθέου τοῦ Ἁγίου Ὄρους·
Φιλοθέου, πρωτίστου δομήτορος τῆς ἱερᾶς ταύτης ἐπωνύμου αὐτοῦ Μονῆς· Θεοδοσίου ἡγουμένου
ταύτης καὶ Μητροπολίτου Τραπεζοῦντος· Διονυσίου καὶ Συμεῶν ἡγησάντων αὐτῆς·
Δομετίου τοῦ ἡσυχαστοῦ καὶ σημειοφόρου· Δαμιανοῦ, μαθητοῦ αὐτοῦ καὶ Ὁσιομάρτυρος·
καὶ Κοσμᾶ τοῦ Ἰσαποστόλου καὶ Ἱερομάρτυρος.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Ξένης τῆς Ῥωσσίδος, τῆς διὰ Χριστὸν
σαλῆς.
Ξένον βίον ζήσασα ἐν κόσμῳ Ξένη,
ξένων δωρεῶν παρὰ Θεοῦ μετέσχες.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείας, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἰατῆρά
σε, συζύγου αὑτοῦ ἄπιστος, ὥς σε ἐπέγνωκεν, τὴν δύναμιν τοῦ Χριστοῦ, μεγάλως ἐκήρυξεν
Ἰωαννίκιε, τοῖς ὁμόφροσιν, διὸ ἑξῆς ἐτίμων σε, τῆς σκοτώδους Ἄγαρ τέκνα.
Νοῦν
θεόφρονα, ἔχων Ἰωαννίκιε, κριτὴς ἀλάνθαστος, ἐγένου Χριστιανοῖς, εἰρήνην
δωρούμενος, τῇ μεσιτείᾳ σου, ὅθεν ἅπαντες, κοινὸν πατέρα ἔχοντες, σοὶ ὑπήκουον
προθύμως.
Τύπος
γέγονας, ἱερωσύνης ὅσιε, Ἰωαννίκιε, ἀγγελικῶς τῷ Θεῷ, λατρεύων καὶ ἄμωμον, ἱερουργίαν
τελῶν, καὶ τὴν ἄφεσιν, πταισμάτων ἐξαιτούμενος, σεαυτοῦ καὶ τῶν πλησίον.
Θεοτοκίον
Σκέπε
Ἄχραντε, τῇ μητρικῇ ἀγάπῃ σου, τοὺς ἀνυμνοῦντάς σε, καὶ ἐκ κινδύνου παντός, ἀεὶ
διαφύλαττε, ψυχῆς καὶ σώματος, καὶ ἀξίωσον, πρεσβείαις παναγίαις σου, τοῦ γλυκέος
Παραδείσου.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἰατρὸν
ψυχῶν τε καὶ σωμάτων, εὑρόντες οἱ τῇ Μονῇ σου προσερχόμενοι, ὦ Ἰωαννίκιε, ὑγιεῖς
ἀπήρχοντο, δοξάζοντες τὸν Κύριον, σὲ χαριτώσαντα, χαρίσμασι τοιούτοις καὶ ἐβόων·
σοὶ πανευγνωμόνως, Χριστὲ εὐχαριστοῦμεν.
Τὴν
χριστοειδῆ φιλανθρωπίαν, δι’ ἧς καὶ ἀπίστους περιέβαλες, ἅπαντες ἐθαύμαζον, καὶ
ὡς Θεοῦ ἄνθρωπον, πάτερ Ἰωαννίκιε, καθωμολόγουν σε, εὑρίσκοντες ἐν θλίψεσι βίου,
ὡς παρηγορίαν, τοὺς λόγους τοὺς γλυκεῖς σου.
Οὔτε ἀπειλαὶ
τῶν ἀλλοπίστων, οὐδὲ διαβόλου τὰ προσκόμματα, ὦ Ἰωαννίκιε, παντελῶς δεδύνηνται,
τὸφρόνημα ἀλλάξαί σου, τὸ ἀκατάβλητον, δι’ οὗ πιστούς, σοφῶς ᾠκοδόμεις, λόγοις
τε καὶ ἔργοις, πληρῶν ἀγάπης νόμον.
Θεοτοκίον
Κάλλος
τοῦ Βαπτίσματος Παρθένε, ἐμόλυνα πράττων ἁμαρτήματα, καὶ Υἱόν σου πάγγλυκυν, τὸν
ἐλευθερώσαντα, ἐμὲ σφόδρα ἐλύπησα, ὅθεν κραυγάζω σοι, ἱκέτευε Αὐτὸν ὅπως δῷ
μοι, πρὸ τοῦ ἀπελθεῖν με μετάνοιαν γνησίαν.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Λάμψας
ὁ Χριστός, φαιδρῶς τῇ καρδίᾳ σου, Ἰωαννίκιε, ὡς ἐν τῷ Θαβὼρ ποτέ, δυσὶ
Προφήταις καὶ τοῖς τρισὶ Μαθηταῖς, φωτὸς ἀκτίστου ἔπλησε καὶ κατηξίωσε, ἐννοεῖν
σε, τὰ Αὐτοῦ μυστήρια, καὶ ζωῆς αἰωνίου προγεύεσθαι.
Εὗρόν
σε πιστοί, θερμὸν παρακλήτορα Ἰωαννίκιε, ἐν ταῖς βίου θλίψεσιν, ἃς ὥσπερ νέφη
σοφῶς διέλυες, καὶ πατρικῶς τὰ δέοντα ὑπαγορεύοντα, τῇ σοφίᾳ, τοῦ Ἁγίου
Πνεύματος, Ὃ πλουσίως ἐν σοὶ κατεσκήνωσε.
Ὅτε ὁ
καιρός, τῆς σῆς μεταστάσεως, ἔφθασεν Ὅσιε, λύπην προεκάλεσε, τοῖς κατὰ πνεῦμα
φιλτάτοις τέκνοις σου, πατέρα ἀπωλέσασι πάνυ φιλότεκνον, ἐκ τοῦ κόσμου, τούτου ἀλλὰ
ἔχουσιν, σὲ εὐχέτην θερμὸν πρὸς τὸν Κύριον.
Σκῆνός
σου σεπτόν, ἄφθαρτον μεμένηκεν Ἰωαννίκιε, ἐπὶ χρόνον μήκιστον, πᾶσι κηρῦττον σὴν
ἁγιότητα, ὃ εἶταδιαλέλυται, ὡς οἶδε Κύριος, καὶ θαυμάτων, βρύει τὴν ἐνέργειαν,
τοῖς αὐτῷ προσιοῦσιν ἐκ πίστεως.
Θεοτοκίον
Ἄνασσα
σεμνή, τὰς χεῖρας πρὸς Κύριον, ἔκτεινον πάντοτε, ὑπὲρ τῶν τιμώντων σε, καὶ πρὸς
Δεσπότην ἐχόντων πρέσβιν σε, ὅπως Αὐτοῦ τηρήσαντες, ζωοποιοὺς ἐντολάς, σὺν Ἁγίοις,
ὡς Ἰωαννίκιος, Παραδείσου γενώμεθα μέτοχοι.
Ἐξαποστειλάριον
Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Πάτερ
Ἰωαννίκιε, ἀσκητοῦ τοῦ μεγάλου, ὁμώνυμος ὁμότροπος, καὶ ὁμόστοχος ὤφθης, ἐν βίῳ
χριστοφιλήτῳ, πορευθεὶς καὶ ἐμπράκτως, διδάσκων τὴν πρὸς Κύριον, καὶ πλησίον ἀγάπην,
ὥστε τυχεῖν, ἐν ἡμέρᾳ Κρίσεως δεξιόθεν, σὺν τοῖς Ἁγίοις ἅπασι, τοῦ Δεσπότου
καθίσαι.
Θεοτοκίον,
ὅμοιον.
Γνώμην
βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἅπαν κίνημα, ἐνεργείας ἐνθέου,
εἰς σὲ ἐθέμην Παρθένε σὺ με φρούρει καὶ
σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὁρωμένων, τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου
λύουσα χρέος, ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Ἰωαννίκιε
πάνσεπτε, γόνος Ἀχρίδος κλεινός, Ἐκκλησίας ἐγκαύχημα, μοναζόντων κλέϊσμα, τῶν Ὁσίων
συνόμιλε, τὴν γονικήν σου πλοτῶν εὐλάβειαν, ταύτην σὺν χρόνῳ, ἐκαλλιέργησας, τὰ
κατορθώματα, τῶν Ἁγίων ἔχων σου πρὸ ὀφθαλμῶν, τούτοις ἐπεπόθησας, γενέσθαι ὅμοιος.
Ἰωαννίκιε
ἔνδοξε, ἀσκητικῇ ἀγωγῇ, τῶν παθῶν κατεκράτησας, καὶ ἀγάπην ἔστρεψας, τῆς ψυχῆς
σου πρὸς Κύριον, καὶ τοῦ παρόντος βίου τὸ μάταιον, βλέπων ἠρνήσω τοῦτον
σοφώτατα, καὶ ἐν τοῖς ὤμοις σου, τὸν σταυρὸν ἀνείληφας τῶν μοναστῶν, ζήσας ὥσπερ
ἄγγελος, ἐν γῇ ἐνσώματος.
Ἰωαννίκιε
ὅσιε, λύχνος ἐφάνης φαιδρός, ἀρεταῖς ἐγκοσμούμενος, ἅς σοι ἐχαρίσατο, ὁ
φιλάνθρωπος Κύριος, τοὺς ἀδελφούς σου, στηρίζων πάντοτε, ἔργοις καὶ λόγοις, ἀλλὰ
καὶ θαύμασι, νόσους ἰώμενος, τῶν ψυχῶν καὶ σώματος, παντοδαπῶς, ὡς ποιμὴν
θεόσοφος, καὶ Σαμαρείτης καλός.
Ἰωαννίκιε
τίμιε, διὰ τοῦ βίου τοῦ σοῦ, τὸν Δεσπότην ἐδόξασας, ὅθεν ἀντεδόξασε, σὲ Αὐτὸς ὡς
ὑπέσχετο, τὰ λείψανά σου πηγὴν ἰάσεων, δείξας τοῖς πίστει, τούτοις προστρέχουσιν·
ἡμεῖς δὲ Ὅσιε, ὕμνοις σε γεραίροντες, χαρμονικῶς, πατρικὰς πρεσβείας σου, ἐπικαλούμεθα.
Δόξα. Ἦχος ὁ αὐτός.
Τοῖς
παλαιοῖς Ὁσίοις ἰσοστάσιος φανείς, διὰ τοῦ ἐνθέου σου βίου, Ἰωαννίκιε πάτερ, ἔδειξας
ὅτι οὐκ ὁ χρόνος ἀλλ’ ἡ πρὸς Θεὸν καρδιακὴ ἀγάπη, πρόξενος γίνεται ἡμῖν τῆς ἁγιότητος.
Ὅθεν ὡς πληρωτὴν τέλειον τοῦ Εὐαγγελίου ἀφορῶντές σε, καὶ τῆς θαυματουργίας τὸ
χάρισμα πλουτοῦντα, πρέσβυν σε ἀκαταίσχυντον πρὸς τὴν ζωοποιὸν Τριάδα
προβαλλόμεθα, αἰτούμενοι διὰ σοῦ ἄφεσιν ἁμαρτιῶν, καὶ ζωὴν τὴν αἰώνιον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι.
Δοξολογία
μεγάλη καὶ ἀπόλυσις τοῦ Ὄρθρου
Μεγαλυνάριον
Χαίροις
τῆς Ἀχρίδος γόνος κλεινός, Ἠλιοὺ προφήτου, τῆς Μονῆς ἀνακαινιστής, χαίροις ὁ
μεσίτης, τῶν πόθῳ προσκυνούντων, τὰ θεῖα λείψανά σου, Ἰωαννίκιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου