Παρασκευή 10 Απριλίου 2020

ΙΑΝΟΥΑΡΙΟΣ 31. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΟΣ ΒΟΥΛΓΑΡΙΑΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΑΝΟΥΑΡΙΟΣ ΛΑ΄
ΔΗΜΗΤΡΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΒΟΥΛΓΑΡΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἀθανασίου ἱερομονάχου Σιμωνοπετρίτου)

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους Ϛ΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄ .Τῶν οὐρανίων ταγμάτων.
Τῶν σῶν ἀτέκνων γονέων, εὐχὰς ἀκούσας Θεός, μισθὸν τῆς εὐλαβείας, ποθητὸν σὲ δεδώκει, αὐτοῖς διδάξασί σε, πίστιν ὀρθήν, ᾗ ἠνδρώθης Δημήτριε, καὶ ὑπὲρ ἧς ἐναθλήσας στέφος λαμπρόν, νεομάρτυρος ἀπείληφας.

Τῆς εὐσεβείας τὸ δένδρον, ἐπιμελούμενος, ἡμέραν καθ’ ἡμέραν, ἐν τῷ φόβῳ Κυρίου, Δημήτριε προκόπτων, τῶν ἀσεβῶν, τὰς πιέσεις δεχόμενος, ὅπως τῆς Ἄγαρ τῇ πλάνῃ ὑποταγῇς, ἀνδρικῶς ταύτην διήλεγχες.

Τῶν ὀρφανῶν τῷ προστάτῃ, ζωὴν ἀνέθηκας, καὶ μετὰ βδελυγμίας, δικαστοῦ κολακείας, καὶ πάσας ἀποῤῥίψας προτάσεις σοφῶς, ὡς δορκὰς χριστοτόξευτος, ταχέως μάρτυς παγίδας διαφυγών, τὴν πατρῴαν πίστιν ἔσωσας.

Ταπεινοφρόνως πειθήσας, ἀρχιερέως σεπτοῦ, ταῖς συμβουλαῖς παμμάκαρ, ἑκοντὶ παρεδόθης, ὡς πρόβατον εἰς χεῖρας ἀγαρηνῶν, ἐκζητῶν τὸ μαρτύριον, καταφρονήσας τοῦ βίου τὰς ἡδονάς, θείῳ ἔρωτι Δημήτριε.

Τὸν ἐπὶ στήθους σταυρόν σου, ἐπιδεικνύμενος, κατέπτυσας Μωάμεθ, τὴν σκοτώδη θρησκείαν, πρὸ βήματος παμμάκαρ δικαστικοῦ, καὶ δεσμοῖς ὑποβέβλησαι, μάστιγας ὕβρεις καὶ λίθους μυλωνικούς, τῷ σῷ σώματι δεξάμενος.

Τὴν παναγίαν Τριάδα, μάρτυς Δημήτριε, ἐδόξασας τὴν κάραν, τρὶς τμηθεὶς διὰ ξίφους, καὶ νῦν ἐν Παραδείσῳ κατατρυφῶν, τοῦ Χριστοῦ Οὗ ἐπόθησας, μὴ ἐπιλάθου πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν τιμώντων σου τὴν ἄθλησιν.




Δόξα. Ἦχος πλ.β΄.
Τῷ νόμῳ τοῦ Κυρίου νηπιόθεν πολιτευόμενος, ὡς υἱὸς φωτὸς καὶ ἡμέρας Δημήτριε, τὴν σκοτεινόμορφον πλάνην τῆς Ἄγαρ ἐκ ψυχῆς μισήσας, ταύτην πολλάκις σωφρόνως διήλεγξας. Ὅθεν ταῖς τῶν ἀσεβῶν κολακείαις καὶ ὑποσχέσειν ἀνδρικῶς ἀνθιστάμενος, πολυειδέσι βασάνοις καὶ εἰρκτῇ δεινῇ καθυπεβλήθης. Στεῤῥῶς δὲ τῇ Ὀρθοδοξίᾳ ἐμμένων, ὡς πρόβατον ἄκακον ἐσφάγης, δοξάσας τὸν τῆς δόξης Δεσπότην, ᾯ μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε, Νεομάρτυς πανεύφημε.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Τὰ ἀναγνώσματα

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα. (Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας· οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. (Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ Ἦχος α΄
Ὡς ἄριστα συζεύξας τῇ νεότητι τὴν εὐσέβειαν, καὶ τῇ γενναιότητι τὴν παῤῥησίαν, κήρυξ μεγαλόστομος ἀνεδείχθης, τῆς ἐν Χριστῷ οἰκονομίας, μακάριε Δημήτριε· ἐλέγξας γὰρ θεοσόφως πρὸ τῶν ἀσεβούντων τὴν τῆς Ἄγαρ σκοτόμορφον πλάνην, οὐδόλως ἐδειλίασας ἐν ταῖς βασάνοις, ἀλλὰ τῶν πάλαι Μαρτύρων ἰσοστάσιος ἐγένου, καταφρονήσας τῶν γηΐνων ἡδονῶν ἀνδρικώτατα. Ὅθεν τμηθείς σουτὴν τιμίαν κεφαλήν, τῇ κεφαλῇ τῆς Ἐκκλησίας ἀδιαστάτως συνηνώθης, διό σε ὕμνοις χαρμοσύνοις οἱ Ὀρθόδοξοι μεγαλύνομεν.

Ἦχος β΄
Ὡς τετρωμένος τῷ βέλει τῆς Χριστοῦ ἀγαπήσεως, οὐδόλως ἐσαλεύθης ὑπὸ τῶν προταθεισασῶν σοι ἐπιγείων ἀπολαύσεων, ἀλλὰ γενναιοφρόνως καταφρονήσας τῶν ἀσεβῶν τοὺς λόγους, ὡς ἄκακος ἀμνὸς ἐθελουσίως παρεδόθης τῷ μαρτυρίῳ, εἰς τὸ κληρονομῆσαι τὴν φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς ἄφθαρτον Βασιλείαν τῶν οὐρανῶν, ἔνθα παριστάμενος νεομάρτυς Δημήτριε, μνήσθητι πάντων τῶν πίστει γεραιρόντων σε.

Ἦχος γ΄
Ὅταν ὁ τῆς εὐσεβείας ἔρως τὴν ψυχὴν προκατάσχῃ, ἅπαν αὐτῇ πολέμων καταγέλαστον εἶδος γίνεται· διὸ καὶ σὺ ἀθλητὰ Δημήτριε, τὸν συνώνυμόν σου Μυροβλύτην μιμούμενος, ὡς νυμφίος ἔδραμες πρὸς τὸν νυμφῶνα τοῦ Παραδείσου, τῶν ὑποδούλων ἀδελφῶν γενόμενος στήριγμα, καὶ τῶν Ἁγίων ἁπάντων σύναθλος καὶ συνόμιλος, διδάσκων ἡμᾶς πῶς δεῖ τὸν Χριστὸν ὑπὲρ πάντα προτιμᾶν, Οὗ τοῦ παμφώτου προσώπου ἀξιωθῆναι τοὺς ἀνυμνοῦντάς σε καθικέτευε.

Ἦχος δ΄
Ἐρηρεισμένος ἐν τῇ πέτρᾳ τῆς Ὀρθοδοξίας, καὶ ἐνδεδυμένος τὴν πανοπλίαν τοῦ Πνεύματος, μεγαλοφώνως ἀνεκήρυξας τῆς Πίστεως ἡμῶν τὴν μοναδικότητα, καταισχύνας σωφρόνως, τῆς ἀγαρηνῶν πλάνης τὸ ψευδέστατον παραλήρημα. Ὅθεν ὡς πρακτικὸς θεολόγος, διὰ τοῦ μαρτυρίου σου ἐσφράγισας τὸν ἁγνότατόν σου βίον, πιστοποιῶν ἡμῖν, ὅτι τὰ δοκοῦντα ἐπονείδιστα εἶναι, ταῦτα ὅταν διὰ τὸν Χριστὸν γίνηται, σεμνά τέ ἐστι καὶ λαμπρὰ καὶ οὐ μόνον οὐκ ἐγκαλύπτεσθαι, ἀλλὰ καὶ σεμνύνεσθαι ἐπ᾽ αὐτοῖς χρὴ τὸν πάσχοντα. Ὅθεν ἀθλητὰ χριστόστεπτε Δημήτριε, πρέσβευε ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, ὅπως μὴ αἰσχυνθῶμεν βιοῦντες, τὸ ὑπὲρ αὐτοῦ μαρτύριον τῆς συνειδήσεως.

Δόξα. Ἦχος πλ.α΄.
Πρὸς ἀορίστους ἀποδυθεὶς τιμωρίας προθυμότατα, κατέπληξας ἀγγέλων καὶ ἀνθρώπων τὰ πλήθη, τῇ ὑπὲρ φύσιν ὑπομονῇ σου ἐν τῷ μαρτυρίῳ, γενναιόψυχε νεομάρτυς Δημήτριε,. Καὶ τῆς Παναγίας Τριάδος τῇ χάριτι ἐνδυναμούμενος, ἐσφάγης ὡς ἄκακον ἀρνίον, τρισσῶς ἀποτμηθεὶς τὴν τιμίαν σου κεφαλήν. Διὸ τοῖς ἀπ’ αἰῶνος Ἁγίοις ἐν οὐρανῷ συνεστώς, πρέσβευε τῷ στεφοδότῃ Χριστῷ, ὑπὲρ τῶν τιμώντων τὴν φαιδρόψυχον καὶ πάνσεπτον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.









ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ Ἦχος πλ.α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις Νεομαρτύρων Χριστοῦ, μέτοχος θεῖος γενναιόφρον Δημήτριε· σκοτώδη γὰρ πλάνην Ἄγαρ, ἐλέγξας θεοπρεπῶς, καὶ ψευδοπροφήτου τὰ ληρήματα, βασάνους ὑπέμεινας, ὥσπερ λίθος ἀκλόνητος, ἀγγέλων τάξεις, ὑπομένων κατέπληξας, καὶ ἀνώρθωσας, ὑποδούλων τὸ φρόνημα. Ὅθεν Κριτὴς ὁ δίκαιος, μισθόν σοι ἀπέδοτο, τῆς οὐρανῶν βασιλείας, τὴν κατοικίαν αἰώνιον, ἐν ᾗ ὢν μὴ λίπῃς, ὑπερεύχεσθαι τῶν ὅσοι, μνήμην τιμῶσί σου.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε ἡμισελήνου ἡ νύξ, ἡ ψυχοφθόρος ἐπεκράτει Δημήτριε, ἡ χάρις τοῦ Παρακλήτου, ὥσπερ ἀστέρα λαμπρόν, τῷ τῆς Ἐκκλησίας στερεώματι, ἀνέδειξεν ἔνδοξε, τοὺς πιστοὺς καταλάμψαντα, καὶ τοὺς τῆς Ἄγαρ, λατρευτὰς διελέγξαντα, τοὺς νομίζοντας, ὑποσχέσεσι πεῖσαί σε, ὅπως Χριστοῦ τῆς πίστεως, ἀλλότριον δείξωσι, καὶ τῆς αὐτῶν ἀσεβείας, συλλατρευτήν σε ποιήσωσιν. Διὸ ἡττηθέντες, μετὰ πλείστας σε βασάνους, ἀπεκεφάλισαν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις τῶν παλαιῶν ἀθλητῶν, τῆς Ἐκκλησίας μιμηθεὶς κατορθώματα, καὶ τούτων τὸν θεῖον ζῆλον, ὑπὲρ ἀγάπης Χριστοῦ, ἐν τῇ σῇ καρδίᾳ εἰσδεξάμενος· διὸ τὴν ἀσέβειαν, τῶν πιστῶν Ἄγαρ ἤλεγξας, καὶ ψυχοφθόρον, τούτων πλάνην ἀπέδειξας, γενναιότατα, ἀθλοφόρε Δημήτριε. Ὅθεν πολλὰς ὑπέμεινας, βασάνους καὶ εἴληφας, τοῦ μαρτυρίου τὸ στέφος, τρισσῶς πληγεὶς θείαν κάραν σου, διὸ ἐν Κυρίῳ, παρεστὼς τῶν σὲ τιμώντων, Ἅγιε μνήσθητι.

Δόξα. Ἦχος β΄.
Τῶν κοσμικῶν ἡδονῶν αἱ πλανεύτριαι σειρῆνες, οὐκ ἠδυνήθησαν Δημήτριε, τοῦ μαρτυρικοῦ ἀγῶνός σε ἀποπλανῆσαι, πρὸς τὸν ἐσταυρωμένον Κύριον ὅλην σου τὴν ἔφεσιν, καὶ τὸν πόθον στρέψαντα. Ὅθεν αἱ πολύμηνοι βάσανοι ἀνδρειότερόν σε ἔδειξαν, καὶ οἱ τῶν δαιμόνων πειρασμοί, ὡς πεπυρωμένον σίδηρον, οὐκ ἐτόλμησαν πλησιάσαι σε. Διὸ πρὸ τῶν ἀσεβούντων μεγαλοκήρυξ θεολόγος πέφηνας, τῆς οἰκονομίας τοῦ Σωτῆρος Ἰησοῦ, παρ’ Οὗ τὸ στέφος εἴληφας, τῆς νομίμου καὶ θαυμαστῆς σου ἀθλήσεως.

Καὶ νῦν. Θεοτοκίον, ὁμόηχον.
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σε τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Μέγαν εὕρατο.
Θεῖον μίμημα τοῦ Μυροβλύτου, μάρτυς γέγονας τὴν πλάνην Ἄγαρ, ἀνδρικῶς καταπατήσας Δημήτριε· ψευδοπροφήτου γὰρ ἐλέγξας παράνοιαν, τὸν Ἰησοῦν εἶναι Θεὸν διεκήρυξας. Ὅθεν Ἅγιε, τμηθεὶς κεφαλὴν τιμίαν σου, στεφάνου ἀφθαρσίας κατηξίωσαι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν. Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.
Ἐκ βρέφους συντραφείς, τῷ φωτὶ τοῦ Κυρίου, ἐπηύξησας σοφῶς, πρὸς Αὐτὸν τὴν ἀγάπην, διὸ καὶ ἀπέῤῥιψας, ἀσεβῶν δελεάσματα, πλάνην Ἄγαρ δέ, γενναιοφρόνως ἐλέγξας, ἀποτέτμησαι, τὴν ἱερὰν κεφαλήν σου, θεόφρον Δημήτριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐκύησας σαρκί, τὸν ὑπέρθεον Λόγον, θεώσαντα Ἁγνή, τῶν βροτῶν τὴν οὐσίαν, καὶ ἅπασι παρέχοντα, σωτηρίαν αἰώνιον, τοῖς δοξάζουσι, σὲ ἀληθῆ Θεοτόκον. Ἀλλὰ Δέσποινα, μὴ διαλίπῃς πρεσβεύειν, ὑπὲρ τῶν ὑμνούντων σε.

Μετὰ τὴν β΄ στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Δημητρίου εἴληφας, τοῦ Μυροβλύτου, κλῆσιν καὶ μαρτύριον, αὐτοῦ ἠξίωσαι λαβεῖν, ὦ νεομάρτυς Δημήτριε, ψευδοπροφήτου, ἐλέγξας τὴν ἄνοιαν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Χαῖρε θρόνε πύρινε, τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων, σὲ Κόρη πανύμνητε.




Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος πλ.δ΄. Τὴν Σοφίαν καὶ Λόγον
Πυρπολούμενος ἔρωτι τοῦ Χριστοῦ, κατεφρόνησας πάντων τῶν γεηρῶν, τὴν ἕλξιν θεόψυχε, νεομάρτυς Δημήτριε, ἀσεβῶν διελέγξας τὴν πίστιν ψυχόλεθρον, καὶ τοῦ Λόγου κηρύξας, γενναίως θεότητα. Ὅθεν πολυποίστους, καθυπέστης βασάνους, ἀλλ’ ὅμως ὑπέμεινας, προορῶν ἀνταπόδοσιν, ἣν παρέχει ὁ Κύριος. Διὸ ἐν Παραδείσῳ ἑστώς, τῶν τιμώντων τὴν μνήμην σου μνήσθητι, καὶ τὴν χάριν πλουσίως, τοῦ Πνεύματος πάρεχε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἐνθυμοῦμαι τὴν Κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν τρέμω τὴν φοβεράν, φρίττω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος τὸν τάρταρον, τὸν βρυγμὸν τῶν ὀδόντων, τὸν ἄϋπνον σκώληκα. Οἴμοι! τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι καὶ βίβλοι ἀνοίγωνται, καὶ πράξεις ἐλέγχωνται, καὶ κρυπτὰ δημοσιεύωνται. Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτης θερμότατος, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.

Οἱ Ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον· Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος· Πεφυτευμένος ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγ. Γεωργίου(κγ΄ Ἀπριλίου).
Ὁ Ν΄ ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα, ἰδιόμελον. Ἦχος πλ.β΄. Στίχ. Ἐλέησόν με ὁ Θεός....
Τοῦ Ἡλίου τῆς δικαιοσύνης φωσφόρος ὢν υἱός, τὴν πλάνην τῆς σκοτομόρφου ἡμισελήνου, πεπαῤῥησιασμένως διήλεγξας, νεομάρτυς Δημήτριε. Διὸ καὶ διὰ ξίφους τὴν κεφαλήν σου ἀποτμηθείς, νῦν αἰωνίως συναγάλλῃ τῷ ἠγαπημένῳ σοι Κυρίῳ, καὶ πρεσβεύεις ὑπὲρ τῶν πίστει γεραιρόντων, τὴν θαυμαστήν σου ἄθλησιν












Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Σεπτὸν Νεομάρτυρα Δημήτριον αἰνέσω. Ἀ(θανάσιος).
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Σεπτὸν νεομάρτυρα, τοῦ Μυροβλύτου συνώνυμον, φαιδρῶς εὐφημήσωμεν, ὡς καταισχύναντα, τὴν ψυχόλεθρον, πλάνην ψευδοπροφήτου, καὶ πίστιν ὀρθόδοξον, ἀνακηρύξαντα.
λύθη ἡ στείρωσις, τῶν σῶν γονέων Δημήτριε, καὶ τούτοις δεδώρησαι, παρὰ τοῦ Κτίσαντος, μετὰ δέησιν, εὐχῆς πολυχρονίου, καὶ πίστεως νάμασιν, ἐκ βρέφους ηὔξησαι,
Ποθῶν τὰ σκηνώματα, τοῦ σοῦ Κυρίου Δημήτριε, ἐν τούτοις ὡς ἔλαφος, διψῶσα ἔδραμες, καὶ κατέμαθες, ἁπλότητι καρδίας, τὰ δόγματα πίστεως, κοσμοσωτήρια.
Θεοτοκίον
Τοῦ σοῦ Τόκου Δέσποινα, τρωθεὶς τῷ βέλει Δημήτριος, γενναίως ἐκήρυξεν, Αὐτοῦ θεότητα, καὶ κατῄσχυνε, ἀγαρηνῶν τὴν πλάνην, διὸ καὶ ἀπείληφε, στέφος ἀθλήσεως.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
πάντων ζωὴν ἰθύνων Μάρτυς, καὶ σοῦ ἀντελάβετο Θεός, γονέων ὀρφανεύσαντος, καὶ μόνου ἀπομείναντος, ὑπὲρ δὲ καί τι ἕτερον, Ὀρθοδοξίαν φυλάξαντος.
Νεότητος ἄστατον γινώσκων, ᾠήθη νικῆσαι ὁ ἐχθρός, καὶ σὲ μάρτυς Δημήτριε, ἀπίστων ὑποσχέσεσιν, ὅμως εὑρών σε ἄσειστον, ὡς πύργον πίστεως ἥττηται.
Ναὸν σεαυτὸν Θεοῦ γινώσκων, ἐτήρεις Δημήτριε ἁγνόν, εὐχαῖς ἐνδυναμούμενος, καὶ πράττων ἅπερ ἤκουες, Ἁγίων κατορθώματα, ψυχῆς δεικνύων φιλότιμον.
Θεοτοκίον
ν σκότει με ὄντα ἁμαρτίας, ἀπόστειλον Δέσποινα ἁγνή, ἀκτῖνα θείας γνώσεως, ἡ ἥλιον γεννήσασα, Δικαιοσύνης Κύριον, ὅπως τὸ σκότος φωτίσῃ μου.

Κάθισμα .Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τὸν Χριστὸν ἀγαπήσας ἐκ βρέφους Ἅγιε, δελεάσματα κόσμου πάντα ἀπέῤῥιψας, καὶ θεότητα Αὐτοῦ σοφῶς ἐκήρυξας, πλάνην Ἄγαρ σκοτεινήν, διελέγξας ἀσεβῶν· διὸ δεσμὰ καὶ βασάνους, καθυποστὰς καὶ τὴν κάραν, ἐναπετμήθης κλεινὲ Δημήτριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον, ὅμοιον.
Ἀπειρόγαμε Νύμφη Θεογεννήτρια, ἡ τῆς Εὔας τὴν λύπην χαροποιήσασα, ἀνυμνοῦμεν οἱ πιστοὶ καὶ προσκυνοῦμέν σε, ὅτι ἀνήγαγες ἡμᾶς, ἐκ τῆς ἀρχαίας ἀρᾶς· καὶ νῦν δυσώπει ἀπαύστως, πανύμνητε Παναγία, εἰς τὸ σωθῆναι ἡμᾶς.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
λην σου τὴν ἔφεσιν πρὸς Θεόν, ἔχων νεομάρτυς Δημήτριε, οὐκ ἐσαλεύθης, ἀπειλαῖς τῶν ἀσεβῶν, οὐδὲ ταῖς ὑποσχέσεσιν, αὐτῶν τὸ οὖς σου ὑπέκλινας.
Μείζονα ἡγήσω τὸν θησαυρόν, τῆς πενίας μάρτυς Δημήτριε, ἢ ὑποκύψαι, ἡδοναῖς τῶν ἀσεβῶν, καὶ ὡς Μωσῆς ἀνείληφας, τὸν ὀνειδισμὸν τοῦ Κυρίου σου.
ρτον τὸν οὐράνιον Ἰησοῦν, ἐκ ψυχῆς ποθήσας Δημήτριε, ἀρτοπωλείου, ἐγεγόνεις δουλευτής, τῶν ἀσεβῶν τὰ σκάνδαλα, φεύγων ἐνοχλούντων σε ἄμετρα.
Θεοτοκίον
ῦσαι τοὺς τιμῶντάς σε Ἀγαθή, πάσης προσβολῆς τοῦ ἀλάστορος, καὶ τὴν εἰρήνην, τοῦ Χριστοῦ ἐν ταῖς ψυχαῖς, χορήγει ἀκατάσειστον, ὅπως σου τὴν χάριν δοξάζωμεν.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Τυράννων ἀπέπτυσας, τὰς ὑποσχέσεις Ἅγιε, τὰς ὥσπερ σκιὰν παρερχομένας, ἔχων τὸν νοῦν σου, πρὸς τὸν γλυκὺν Ἰησοῦν, Ὃν καθωμολόγησας τρανῶς, τοῦ Πατρὸς συνάναρχον, καὶ τῇ φύσει ὁμότιμον.
ψώσας τρανόλαλον, φωνὴν Θεὸν ἐκήρυξας, μόνον Ἰησοῦν τὸν σαρκωθέντα, τῇ συνεργίᾳ Ἁγίου Πνεύματος, πλάνην δὲ τῆς Ἄγαρ σκοτεινήν, ἤλεγξας Δημήτριε, τὴν ἀνθρωπόλεθρον.
ημάτων τοῖς βέλεσι, Δημήτριε κατέβαλες, ὑπερασπιστὰς τῆς ἀσεβείας, προτρέποντάς σε, ὅπως Χριστὸν ἀρνηθῇς, καὶ ψευδοπροφήτου καταστῇς, λάτρης καὶ συμμέτοχος, ἀπωλείας μακάριε.
Θεοτοκίον
γίασον Δέσποινα, ψυχὴν καὶ τὴν καρδίαν μου, μνήμῃ γλυκυτάτῃ τοῦ Υἱοῦ σου, Ὃν πρὸ τυράννων, κλεινὸς Δημήτριος, ἄνθρωπον καὶ τέλειον Θεόν, πόθῳ ἀνεκήρυξε, καὶ δι’ Ὃν ἐμαρτύρησεν.

ᾨδὴ Ϛ΄. Τὴν θείαν ταύτην.
Δυνάμει θείᾳ σθενούμενος, ἀπέῤῥιψας τεθέν σοι τὸ κάλυμμα, μάρτυς Δημήτριε, τῆς ἀσεβείας τὸ σύμβολον, καὶ πλανωμένων οἶκον, τάχει κατέλιπες.
Ηὐλίσθης μάρτυς Δημήτριε, ἐν ποίμνῃ σὺν προβάτοις κρυπτόμενος, διὰ τὸν Κύριον, Ἀμνὸν ἡμῶν ἁμαρτήματα, σταυρῷ προσηλωθέντα καὶ ταῦτα ἄραντα.
Μεταναστεύσας ἐνέτυχες, Θεοῦ ἀρχιερεῖ ὃς ξενίσας σε, πρὸς τὸ μαρτύριον, λόγοις σοφοῖς προετρέψατο, ᾧ ὑπακούσας χαίρων, εὐθὺς ἀνέδραμες.
Θεοτοκίον
νίκα μέλλωμεν Δέσποινα, γυμνοὶ πρὸ τοῦ Κυρίου παρίστασθαι, καὶ μὴ δυνάμενοι, ἀπολογίαν ποιήσασθαι, ἐκ μητρικῆς ἀγάπης, γενοῦ συνήγορος.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Φωστὴρ ἐφάνης ἐν τῷ σκότει δουλείας, καὶ τὸν Χριστὸν Θεὸν κηρύξας γενναίως, ἀγαρηνῶν διήλεγξας τὸ ψεῦδος καρτερῶς· ὅθεν ὑποβέβλησαι, ἐν δεσμοῖς καὶ βασάνοις, τέλος δὲ ἐκτέτμησαι, τὴν σεπτὴν κεφαλήν σου, νεομαρτύρων στέφος εἰληφώς, παρὰ Κυρίου, παμμάκαρ Δημήτριε.
Ὁ Οἶκος
Τοῖς ἀτέκνοις γονεῦσιν δεδώρησαι, Ἰσαὰκ ἄλλος καθάπερ ἢ Σαμουήλ τε καὶ Πρόδρομος, ἀπὸ βρέφους ἐντραφεὶς τῆς Ὀρθοδοξίας τοῖς σωτηριωδέσι δόγμασιν· ὅθεν τὴν ἐν σοὶ χάριν ἀκτινοβολῶν τοῦ Πνεύματος, κάρφος ἦσθα καὶ ἔλεγχος τοῖς ἀσεβέσιν ἀγαρηνοῖς, οἵτινες μὴ δυνηθέντες ταῖς κολακείαις καταβαλεῖν σε, διὰ βασάνων πολλῶν καὶ φρικτῶν φυλακίσαντες, ἐν τέλει τῇ τριπλῇ ξιφοτμήσει τῆς αἰωνίου ζωὴν τὸ στέφος σοι προεξένησαν, τοῖς ἑκουσίως καὶ θεοφιλῶς μαρτυροῦσιν διδόμενον παρὰ Κυρίου, παμμάκαρ Δημήτριε.

Συναξάριον.
Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνὸς Ἰανουαρίου, μνήμη τοῦ ἁγίου  νεομάρτυρος τοῦ Χριστοῦ Δημητρίου, ἀθλήσαντος καὶ ξίφει τμηθέντος ἐν Σελήμνῳ τῆς Βουλγαρίας κατὰ τὸ ἔτος 1841.
Τοῦ Μυροβλύτου συνώνυμος ὑπάρχων,
Καὶ συναθλητής, Δημήτριε, ἐδείχθης.
Δημήτριος Ἄγαρ ἐλέγξας Χριστῷ συγκέκραται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀναργύρων, Κύρου καὶ Ἰωάννου· καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας, καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης, καὶ Εὐδοξίας.
Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος,
συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ.
Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,
πόθῳ Πατρὸς θνήσκουσι τοῦ πάντων ξίφει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.
Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι,
ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.
Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ,
ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας.
Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος·
εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.
Εἰ τοῦ ξίφους στέρξω σε τῷ φόβῳ βίε,
καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον;
Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,
καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυγῆς τύχῃς.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.
Ταῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,
καὶ πρὸς τρυφὰς πέμπει σε τὰς ἀκηράτους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Ἠλίας ὁ Ἀρδούνης, ὁ ἐν Καλάμαις τῆς Πελοποννήσου μαρτυρήσας ἐν ἔτει 1686ῳ, πυρὶ τελειοῦται.
Οὐ πῦρ φλέγει σε Ἠλία στεφηφόρε,
ἔνδον γὰρ εἶχε, πῦρ Θεοῦ τῆς ἀγάπης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ νέου, τοῦ ἐν Πάρῳ.
Ἁγίων Ἀρσένιε τὸν βίον ζήσας,
σὺν Ἁγίοις Ἅγιος νῦν συναγάλλῃ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἄϊντ, ἐπισκόπου Φὲρνς Ἰρλανδίας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰουλίου τοῦ Πρεσβυτέρου, τοῦ ἐξ Αἰγίνης.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Τί δωρήματα, ματαίως ὑπισχνεῖσθέ μοι, ψεύδους ὑπέρμαχοιϗ ἐγὼ γὰρ ἐν οὐρανοῖς, εὑρήσω ἀθάνατα καὶ ἀναλλοίωτα, ἃ ἡτοίμασεν, τοῖς ἀγαπῶσι Κύριος, ὁ Δημήτριος ἐφώνει.
ῶσιν εἴληφας, Δημήτριε τυπτόμενος ἐκ θείας χάριτος, καὶ τὰς βασάνους τρυφήν, φρονίμως οἰόμενος, πάντας κατέπληξας, καὶ ἐδόξασας, τῇ καρτερᾷ ἐνστάσει σου, τὸν Χριστὸν δι’ Ὃν ἐνήθλεις.
ησοῦς Χριστός, ἐστὶν Θεὸς παράνομοι καὶ μόνος Κύριος, δι’ Ὃν προθύμως ἀθλῶ, Μωάμεθ δὲ πέφυκεν, ψεύδους διδάσκαλος, ὃν ἀρνήσασθε, καὶ τῷ Χριστῷ προστίθεσθε, Νεομάρτυς ἀνεβόας.
Θεοτοκίον
ν ἐβάστασας, ἐν σῇ κοιλίᾳ Ἄχραντε καὶ ἐγαλούχησας, ὡς βρέφος μητροπρεπῶς, ἀεὶ καθικέτευε, ὑπὲρ ἡμῶν τῶν πιστῶς, δοξαζόντων σε, καὶ Θεοτόκον μόνην σε, ἀληθῆ ὁμολογούντων.


ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νίκην κατορθώσας ἐν τοῖς λόγοις, ἀπέδειξας πλάνην ἀσεβῶν, Δημήτριε ψυχόλεθρον, ψευδοπροφήτου γέννημα, καὶ μόνον τὸν Θεάνθρωπον, Σωτῆρα κόσμου ἐκήρυξας.
Αἰτούμενος τῶν πιστῶν συγγνώμην, ἐδήλους αἰτίαν τῶν δεσμῶν, πρὸς τὸν κριτὴν συρόμενος, ἀμνὸς καθάπερ ἄμωμος, ἵνα Χριστὸν Δημήτριε, ἔχῃς ἀγῶσι συλλήπτορα.
 ησοῦ μιμούμενος τὰ πάθη, δεσμοῖς ὑπεβλήθης φυλακῆς, Δημήτριε καὶ ἤνεγκας, βασάνους ὡς ἀσώματος, τὸ στέφος τῆς ἀθλήσεως, πρὸ ὀφθαλμῶν σου ὁρώμενος.
Θεοτοκίον
Νέας Διαθήκης ἐγεγόνεις, ἡ βάσις Πανάμωμε Ἁγνή, τεκοῦσα τὸν Θεάνθρωπον, Ὅστις σάρκα προσείληφεν, ὅπως πεσόντα ἄνθρωπον, Θεοῦ ποιήσῃ συγκάθεδρον.

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Εἴληφας Χριστοῦ, τὰ Θεῖα Μυστήρια ὥσπερ ἐπόθησας, καὶ ὡς λέων πέποιθας, τῇ τοῦ Κυρίου δυνάμει Ἅγιε, ἐν τῷ ναῷ ἐκήρυξας, Αὐτοῦ θεότητα, ἔνθεν ἤχθης, χαίρων πρὸς μαρτύριον, καὶ τῷ ξίφει ἐτμήθης τὴν κάραν σου.
Σῶμά σου σεπτόν, οἱ Ἄγαρ ἀπόγονοι καθάπερ μίασμα, ποταμῷ ἀπέῤῥιψαν, ὅπερ ὡς πλοῦτον μέγαν ἀνέσυραν, οἱ εὐλαβεῖς καὶ ἔθαψαν, ἐν Μυροβλύτου ναῷ, μεθ’ Οὗ Μάρτυς τῇ Τριάδι πρέσβευε, ὑπὲρ ὅσοι τιμῶμεν τὴν μνήμην σου.
νύμφη Χριστοῦ, ἁγνὴ καὶ ἀμόλυντος μῆτερ καλλίτεκνε, Ἐκκλησία χαίρουσα, ταῖς σαῖς ἀγκάλαις ψυχὴν κατέχουσα, γενναίου νεομάρτυρος καὶ χριστοάθλου σεπτοῦ, Δημητρίου, καὶ ἡμᾶς θεώσεως, ἀξιώσαις ἐν ὥρᾳ τῆς Κρίσεως.
Θεοτοκίον
χραντε ἁγνή, Παρθένε Πανάμωμε, τὸν θεῖον ἔρωτα, ὅνπερ ὁ Δημήτριος, ἔσχεν παράσχου τοῖς σὲ δοξάζουσιν· ὡς δὲ Θεοῦ γεννήτριαν, παρακαλοῦμεν θερμῶς, μὴ ἐλλίπῃς, τοῦ πρεσβεύειν πάντοτε, ἵνα θείας τρυφῆς ἐπιτύχωμεν.










Ἐξαποστειλάριον Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀστὴρ χριστοφανότατος, ἐν καιρῷ τῆς δουλείας, φανεὶς σεπτὲ Δημήτριε, σῇ ἁγίᾳ ἀθλήσει, πρὸ κριτηρίου ἀνόμων, πλάνην τὴν ψυχοφθόρον, ἡμισελήνου ἤλεγξας, καὶ Χριστοῦ Θεανθρώπου, πίστιν ὀρθήν, εὐθαρσῶς κηρύξας, τὴν κεφαλήν σου, ἀμέσως ἀποτέτμησαι, τρὶς βληθεὶς νεομάρτυς.
Θεοτοκίον, ὅμοιον.
Παρθένε ὡς φιλόψυχος, τὸν Υἱὸν καὶ Θεόν σου, ὑπὲρ ἡμῶν ἱκέτευε,
καθ’ ἡμέραν πταιόντων, καὶ τοῦ ἐλέους χρηζόντων, τῆς ἀγάπης Κυρίου, μόνοι γὰρ οὐ δυνάμεθα, ἐκφυγεῖν τῶν παγίδων τοῦ πονηροῦ, καὶ ἁμαρτιῶν τῶν κατ’ ἔθος, διὸ τὴν σὴν αἰτούμεθα, μητρικὴν ἱκεσίαν.

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος πλ.δ΄. Ὤ τοῦ παραδόξου θαύματος!
Ὡς Ἁβραὰμ γόνος δέδοται, ἐν γήρει ὁ Ἰσαάκ, οὕτω σὺ τοῖς γονεῦσί σου, δέδοσαι Δημήτριε, μετὰ χρόνιον στείρωσιν, εὐχῶν μυχίων, καρπὸς ἀπόδεκτος, παρὰ Κυρίου, γνώστου τοῦ μέλλοντος, Ὅστις προβλέπων σου, πίστιν καὶ τὸν ἔρωτα τὸν πρὸς Αὐτόν, χάρισιν ἐκόσμησεν, ὡς πλουσιόδωρος.

Τὴν γονικήν σου εὐσέβειαν, καλλιεργῶν συνεχῶς, νεομάρτυς Δημήτριε, ἦθος τὸ ὀρθόδοξον, σεαυτῷ ᾠκοδόμησας, καὶ ὑπερέχον ὕψος τῆς πίστεως, καλῶς γινώσκων, στεῤῥῶς διήλεγξας, πλάνην ψυχόλεθρον, Ἄγαρ πιεζόμενος ὑπ’ ἀσεβῶν, χάριν ἐξαστράπτουσαν, ζηλοτυπούντων σου.

Τῶν ἀσεβούντων ἐφίμωσας, τὰς βλασφημίας σοφῶς, καὶ γενναίως ἀπέῤῥιψας, ἀθλητὰ Δημήτριε, ἀγαθὰ προσφερόμενα, ἵνα τὴν πίστιν ἀπαρνησάμενος, ψευδοπροφήτου γένῃ ἀκόλουθος· ὅθεν ἠρέθισας, τούτους οἳ ὡς πρόβατον, ἐπὶ σφαγήν, ἤγαγόν σε δέσμιον, ὡς θῆρες ἄγριοι.

Τῶν μαρτυρίων μετέσχηκας, τῶν παλαιῶν ἀθλητῶν, τοῦ Χριστοῦ γενναιότατα, ἔνδοξε Δημήτριε, καὶ ἐν τέλει τὴν κάραν σου, ἐναπετμήθης, τρισὶν κτυπήμασιν, ὡς τῆς Τριάδος, μύστης ἀκλόνητος, παρ’ Ἧς ἀπείληφας, στέφος τὸ ἀμάραντον ἐν οὐρανοῖς, ἔνθα πάντων μνήσθητι τῶν σὲ τιμώντων πιστῶς.

Δόξα. Ἦχος ὁ αὐτός.
Ὡς χριστοφώτιστος ἥλιος, τὸ σκότος τῆς πλανοψύχου ἡμισελήνου διέλυσας, τῷ ἐνδόξῳ μαρτυρίῳ σου, νεομάρτυς ἔνδοξε Δημήτριε. Οὐ γὰρ νεότητος θάλλος, οὔτε τοῦ κόσμου ἡδοναί, οὐδὲ τῶν ἀσεβῶν πολύδωροι κολακεῖαι, ἠδυνήθησαν τὴν πίστιν σου σαλεῦσαι. Ὅθεν τρισσῶς τὴν κάραν σου τμηθείς, ἀθάνατον τὸ στέφος ἀνεδήσω παρὰ τῆς Παναγίας Τριάδος, Ἣν ὡς φιλάδελφος μὴ παύσῃ δεόμενος, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων, τὴν ἱερὰν καὶ φαιδρόψυχον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία μεγάλη καὶ ἀπόλυσις

Μεγαλυνάριον
Χαίροις τοῦ Σελήμνου γόνε κλεινέ, καὶ Νεομαρτύρων, θεῖον καύχημα καὶ σεπτόν· χαίροις Μυροβλύτου, ὁμώνυμε καὶ ἄθλοις, συμμέτοχος γενναῖος, μάρτυς Δημήτριε.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου