ΟΚΤΩΒΡΙΟΣ Η΄!!
ΤΑΪΣΙΑ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰσιδώρας ἡγουμένης ἁγιοϊεροθεϊτίσσης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Ἀλεξανδρείας
τὸ ἄνθος τὸ χαριέστατον, τῆς Ἐκκλησίας πάσης, τὸ πολύτιμον μύτον, πόρνην μὲν τὸ
πρῶτον ὕστερον δέ, συνετήν τε καὶ σώφρονα, τὴν Ταϊσίαν τιμήσωμεν οἱ πιστοί, ἐξ
αὐτῆς συνετιζόμενοι.
Ὡς
πρὶν ὁ ἄσωτος χώραν εἰς ἄλλην ἔφυγες, τὸν πατρικόν σου πλοῦτον, ἐν κακοῖς
δαπανῶσα, εἶτα Ταϊσία εἰς ἑαυτήν, συνελθοῦσα ἐβόησας, ὡς ἐλεήμων ἐλέησον ὁ
Θεός, τῶν χειρῶν σου τὸ πλαστούργημα.
Τῆς
μετανοίας τὸ κέδρος τὸ ἀπροσμέτρητον, οἱ ἁμαρτίας δεῦτε, τῷ κρημνῷ πεπτωκότες,
ἴδωμεν καὶ γνῶμεν τὴν τοῦ Θεοῦ, στοργικὴν ἀγαθότητα, πῶς Ταϊσία τὴν πρώην
ἁμαρτωλόν, πατρικῶς ἐνηγκαλίσατο.
Ὁ
Σεραπίων ὁ θεῖος καὶ ὁσιώτατος, τὴν Ταϊσίαν θέλων, ἐκ φθορᾶς διασῶσαι, ἦλθεν ἐν
πορνείῳ φέρων στολήν, στρατιώτου καὶ ἔδειξε, της σωτηρίας τὴν τρίβον τὴν
ἀσφαλῆ, ὁδηγὸς αὐτῆς γενόμενος.
Δόξα.
Ἦχος δ΄.
Οἱ
ἐν πταίσμασι πολλοῖς περιπεσόντες, καὶ ἐν ἀμετρήτοις πάθεσι δεσμούμενοι, τῷ δὲ
βάρει τῶν κακῶν περιαντλούμενοι, δεῦτε μάθωμεν ἐκ Ταϊσίας τῆς πόρνης, τίς ἐστίν
ἡ τοῦ Θεοῦ ἀνείκαστος μακροθυμία. Ἐκείνην μὲν ἐκ τῆς πορνείας, εἰς τὴν ὁσιότητα
ὁδήγησεν· ἡμᾶς δὲ πάντας ἐκ φθορᾶς, εἰς ζωῆν μετακαλεῖται τὴν αἰώνιον, ἧς τὸ κέρδος
ἡ χαρὰ ἡ ἀμετάκλητος.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χάριν
παρὰ Θεοῦ, ἐδέξω Ταϊσία, ἐν οἰκτιρμοῖς ἐλέους, ὡς κέρδος καρποφόρον, γνησίας
μετανοίας σου.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Δάκρυσι
σῆς ψυχῆς, χιτῶνα Ταϊσία, θεοπρεπῶς ἐκόσμεις, καὶ τοῦτον τῆς χιτῶνος, λευκότερον
ἐποίησας.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ
διαβήματά μου.
Ἄσωτος
ὡς υἱός, εἰς χώραν ἐμακρύνθης, τῆς ἐμπαθοῦς λαγνείας, ἀλλ’ ὅμως Ταϊσία, ἀφέσεως
τετύχηκας.
Δόξα.
Τριαδικόν.
Μίαν
τρισσολαμπή, θεότητα δοξάζω, ἐξ ἧς τὸ φῶς παρήχθη, Πατέρα σὺν Υἱῷ τε, καὶ
Πνεῦμα τὸ πανάγιον.
Καὶ
νῦν. Θεοτοκίον.
Πάντες
οἱ ἐν δεινοῖς, καὶ θλίψεσι πεσόντες, ὡς ἐν λιμένι δεῦτε, προσδράμωμεν ἐν
πίστει, τῇ μόνῃ Θεομήτορι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀσελγείαις
τὸ πρῶτον τὴν ψυχήν σου σπιλώσασα, εἶτα ὡς χιὼν Ταϊσία, ἐλευκάνθης τοῖς
δάκρυσιν· ὁ θεῖος Σεραπίων σοὶ ὁδὸν, ὑπέδειξε καλῆς ἐπιστροφῆς, καὶ κλεισθεῖσα
ἐν κελλίῳ χρόνοις τρισί, τὴν ἄσκησιν ἐτέλεσας· χαίροις Ἀλεξανδρείας ἡ τιμή·
χαίροις Ἀγγέλων σύσκηνε· χαίροις ἐν μετανοίᾳ τοῦ Θεοῦ, τὸ ἔλεος κερδίσασα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Κροτοῦντες ἑόρτιον χαράν, Ταϊσίαν
σήμερον, τὴν πρώην πόρνην τιμήσωμεν· αὐτῆς δοξάζοντες, τοὺς μεγάλους ἄθλους, τὴν
καλὴν μετάνοιαν, καὶ θείας ἐγκρατείας τὴν ἄσκησιν, τρυφὴν γὰρ πρόσκαιρον, ἡδονάς
τε αἷς συνέζησεν, ἀπηρνήθη ὡς βραχὺ ἐνύπνιον.
Τὸν βίον ἠνάλωσας τὸν σόν, ὡς υἱὸς ὁ
ἄσωτος, ἐν ἀσελγείαις καὶ πάθεσι· κακῶς ῥυπώσασα, ἁμαρτίας χρόαις, σῆς ψυχῆς τὸ
ἔνδυμα, ἀλλ’ ὕστερον ῥοαῖς τῶν δακρύων σου, καλῶς ἀπέπλυνας, καὶ χιόνος
καθαρότερον, Ταϊσία τοῦτο ἀπετέλεσας.
Τῆς σῆς ἀκολάστου βιοτῆς, τὸν
δυσώδη βόρβορον, ὁ Σεραπίων ὡς ἔγνωκεν, ὁ μέγας Ὅσιος, ἐκ Σιδῶνος ἦλθε,
στρατιώτου σχήματι, πρὸς σὲ ὦ Ταϊσία διδάξαι σε, Θεοῦ τὸ θέλημα, καὶ ἐξ οἴκου ἀπωλείας
σε, εἰς εὐθεῖαν τρίβον σὲ ὡδήγησεν.
Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἀλεξάνδρεια τέρπεται, Ταϊσία τῇ δόξῃ
σου, καὶ σεπτῶν ἀγώνων σου ταῖς ἐκβάσεσι· μετὰ σπουδῆς γὰρ τῆς κρείττονος, τὰ ἔργα
ἐμίσησας, τῆς ὑλώδους βιοτῆς, καὶ εἰς ὕψος οὐράνιον, ἀναβέβηκας, μετανοίας ταῖς
πτέρυξι ταῖς θείαις, τοῦ Νυμφίου σου ὁρῶσα, τὴν ὑπὲρ νοῦν ὡραιότητα.
Τῆς ψυχῆς σου τὴν δύναμιν, ἁμαρτίαις
ἐνέκρωσας, καὶ φθορᾶς τοῖς πάθεσιν ὑπεδούλωσας, εἰς τῶν κακῶν δὲ τὰ βάραθρα,
πεσοῦσα τὸ ἔλεος, Ταϊσία τοῦ Θεοῦ, ἐκ βαθέων καρδίας σου, ἐξεζήτησας, ἐπιστρέψασα
εὗρες οὖν τὸν πλοῦτον, τῆς τιμῆς σου τῆς προτέρας, καὶ τῆς ζωῆς τὴν ἀπόλαυσιν.
Ἐν νηστείαις καὶ δάκρυσι, προσευχαῖς
καὶ δεήσεσιν, ἐγκρατείας πόνοις τε καρτερήσασα, ὦ Ταϊσία ἀπέθηκας, πικρᾶς ἀνομίας
σου, τὸ φορτίον τὸ βαρύ, καὶ Θεῷ τὴν φιλίαν σου, ἀνεκάλεσας, ἐλευθέρᾳ φωνῇ σου
μεγαλύνων, τὴν Αὐτοῦ φιλανθρωπίαν, καὶ τὴν πολλὴν συγκατάβασιν.
Δόξα. Ἦχος α’.
Τῆς μετανοίας σε διδάσκαλον, καὶ τῆς
καλῆς ἐπιστροφῆς πρὸς τὸν Θεόν, ὁδηγὸν καὶ σύμβουλον καὶ χειραγωγόν, πάντες σε
γινώσκομεν, Ταϊσία παναοίδιμε. Τὴν γὰρ ὁδὸν τῆς ἁμαρτίας, ἀφρόνως ἐν ἀρχῇ ἐβάδισας,
καὶ εἰς βάραθρα ἔφθασας τῆς ἀπωλείας, τὸ τῆς πορνείας διαπράξασα ἀνόμημα. Ἡ δὲ
τῆς σωτηρίας σου εὐθεία τρίβος, παρὰ Θεοῦ ἠνέωκται, διὰ Σεραπίωνος τοῦ ὁσίου ἀσκητοῦ.
Ἐκεῖθεν δέ, τὰ ἔργα πράξασα τῆς ἐγκρατείας, εἰς τὸ πρῶτόν σου ἔφθασας ἀξίωμα,
καὶ τὸν στέφανον ἔλαβες τῆς ἐνθέου ἀριστείας, δοξάζουσα Θεὸν τὸν σὲ μεγάλως
δοξάσαντα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων
σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν
Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην
ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν,
ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς
τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς
εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία
τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν
αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ
ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.
Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ
ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις
αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ
ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς
Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως
καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,
σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ
ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,
πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι
καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη
αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ
αὐτῆς.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα. (Κεφ, ιδ'. 1-8, 24-27)
Σοφαὶ
γυναῖκες ᾠκοδόμησαν οἴκους, ἡ δὲ ἄφρων κατέσκαψε ταῖς χερσὶν αὐτῆς. ὁ
πορευόμενος ὀρθῶς φοβεῖται τὸν Κύριον, ὁ δὲ σκολιάζων ταῖς ὁδοῖς αὐτοῦ
ἀτιμασθήσεται. ἐκ στόματος ἀφρόνων βακτηρία ὕβρεως, χείλη δὲ σοφῶν φυλάσσει
αὐτούς. οὗ μή εἰσι βόες, φάτναι καθαραί· οὗ δὲ πολλὰ γεννήματα, φανερὰ βοὸς
ἰσχύς. μάρτυς πιστὸς οὐ ψεύδεται, ἐκκαίει δὲ ψευδῆ μάρτυς ἄδικος. ζητήσεις
σοφίαν παρὰ κακοῖς καὶ οὐχ εὑρήσεις, αἴσθησις δὲ παρὰ φρονίμοις
εὐχερής. πάντα ἐναντία ἀνδρὶ ἄφρονι, ὅπλα δὲ αἰσθήσεως χείλη σοφά. σοφία
πανούργων ἐπιγνώσεται τὰς ὁδοὺς αὐτῶν, ἄνοια δὲ ἀφρόνων ἐν πλάνῃ. στέφανος
σοφῶν πλοῦτος αὐτῶν, ἡ δὲ διατριβὴ ἀφρόνων κακή. ρύσεται ἐκ κακῶν ψυχὴν μάρτυς
πιστός, ἐκκαίει δὲ ψεύδη δόλιος. ἐν φόβῳ Κυρίου ἐλπὶς ἰσχύος, τοῖς δὲ τέκνοις
αὐτοῦ καταλείπει ἔρεισμα. πρόσταγμα Κυρίου πηγὴ ζωῆς, ποιεῖ δὲ ἐκκλίνειν ἐκ
παγίδος θανάτου.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α’.
Ἡ τοῦ Θεοῦ Πατρὸς ἀνείκαστος
φιλανθρωπία, ἐπὶ σὲ δέδεικται ὡς ἀληθῶς, μακαρία Ταϊσία. Ὅλον γάρ σου τὸ
χειρόγραφον, τῆς ἀκολάστου ἀσελγείας, ἐν συμπαθείᾳ διέῤῤηξε, καὶ ὡς ἐλεήμων καὶ
ἀγαθός, εἰς τέλος ἐξήλειψεν. Οὐ γὰρ παραβλέπει τὰ δάκρυα τῶν ἁμαρτωλῶν, οὐδὲ τοὺς
στεναγμοὺς τῆς συνετριμμένης καρδίας, ἀπωθεῖ ὁ φιλόστοργος, μηδὲ παρασιωπεῖ τὴν
κραυγὴν τῶν εἰλικρινῶς μετανοούντων. Οὕτω καὶ σὲ ἐδέξατο, ἐν μετανοίᾳ Αὐτῷ εἰποῦσα·
Ἐλεῆμον, ἐλέησόν με τὴν σὴν δούλην, κατὰ τὴν σὴν ἀγαθότητα.
Ἦχος β΄.
Ἦχος μέγας τῶν ἑορταζόντων, καὶ φωνὴ
χαρμοσύνου ἀγαλλιάσεως ἠκούετο, καὶ πανήγυρις λαμπρὰ ἐπετελέσθη, ὅτε ἐπέστρεψας
ἐν μετανοίᾳ· ὅθεν, ἐξέφυγες δι’ ἀφροσύνην, ὦ Ταϊσία παναοίδιμε. Χριστὸς γὰρ ὁ
Σωτὴρ ἡμῶν, διὰ τοῦτο σάρκα ἐνεδύσατο, καὶ ἄνθρωπος ἐγένετο, ἵνα σώσῃ τοὺς ἁμαρτωλούς,
καὶ ἀνορθώσῃ τοὺς πεσόντας ἐν κακοῖς. Καὶ σοῦ δεξαμένης, τὸ τοῦ Εὐαγγελίου
κήρυγμα, ἀφῆκας τὴν προτέραν σου, πολυχρόνιον φθορὰν τῆς ἀκολασίας, καὶ εἰς
Χριστὸν ἐπανελθοῦσα, τὴν σωτηρίαν ἐκέρδισας τῆς ψυχῆς σου τὴν αἰώνιον.
Ἦχος γ΄.
Ὁ ποιμὴν ὁ καλός, ὁ τὴν ψυχὴν αὐτοῦ
τιθεὶς ὑπὲρ τῶν ἰδίων προβάτων, εἰς τὴν ἰδίαν μάνδραν σε ἐδέξατο, θεοφόρε
Ταϊσία, τῆς ἀγάπης δείξας σοι, τὸν πλοῦτον τὸν ἀκένωτον. Καὶ καθὼς ἐν τῷ ἁγίῳ Εὐαγγελίῳ
λέγει, ἀφεὶς τὰἐνενήκοντα ἐννέα πρόβατα, τὰ μὴ πεπλανημένα, ἐπὶ σὲ δραμὼν ἦλθεν
ὁ φιλάγαθος, ἐκ τοῦ κρημνοῦ διασώσας σε τῆς ἀπωλείας. Καὶ ἐπ’ ὤμων λαβών, ἐχαρίσατό
σοι τῆς στοργῆς Αὐτοῦ τὰ ἐλέη, τὰ σπλάγχνα ὑπανοίξας σοι τῆς συμπαθείας, καὶ τῆς
Βασιλείας σε ἀνέδειξε κοινωνόν, καὶ κληρονόμον τῆς εριουσίας, ἣν ἡτοίμασε τοῖς ἀγαπῶσι
τοῦτον, καὶ τηροῦσι τὰ Αὐτοῦ θεῖα προστάγματα.
Δόξα. Ἦχος δ΄.
Ὢ τῶν μακαρίων σου ποδῶν, Ταϊσία
παμμακάριστε Μῆτερ, ὅτι νῦν χαρμονικῶς χορεύουσιν ἐν Παραδείσῳ! Ὢ τῆς καλῆς σου
συνέσεως, καὶ τῆς θείας σου ἐπανόδου πρὸς Θεὸν τὸν πλάστην σου! Ὢ τῆς ἐπιγνώσεως,
ἧς ἠξίωσαι τυχεῖν μετὰ τὴν μακράν, καὶ πικράν σου ἀποστασίαν! Ἔδραμες γὰρ πρῶτον
τὴν ὁδόν, τὴν πλατεῖαν καὶ εὐρύχωρον, τὴν ἄγουσαν εἰς τὴν ἀπώλειαν, τῆς κενῆς ἀπάτης
εἰς τὸ σκότος ἐλθοῦσα. Ἀλλ’ ἔγνως καὶ πάλιν τὴν ἀλήθειαν, καὶ εἰς τὸ φῶς ἐλθοῦσα
τῆς μετανοίας, ἐβόησας Θεῷ καὶ ἐπήκουσέ σου, ἀνακαλέσας σε εἰς τῆς σωτηρίας, τὴν
ὁδὸν τὴν εὐθεῖαν καὶ αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῆς μετανοίας εἰκών, μεταστροφῆς τε τῆς καλῆς ἡ ἀπόδειξις, ἀσκήσεως τῆς ἐνθέου,
τελειοτάτη σφραγίας, τῆς Θεοῦ ἀγάπης ἡ βεβαίωσις, ψυχῆς σου τὸ κάλλος, ἐν
ἀσωτείαις γὰς ἔφθειρας, καὶ ἀσελγείαις, σαρκικαῖς κατηχρείωσας, σοῦ τὴν
ἔνδοθεν, Ταϊσία εὐπρέπειαν· ὅμως τὸ Εὐαγγέλιον, ὡς λύχνον κατέχουσα, εἰς τὴν
ὁδὸν πάλιν ἦλθες, τῆς σωτηρίας τὴν εὔθετον, χαρᾶς αἰωνίου, τὸν μισθόν σου
δεξαμένη, τὸν προσδοκώμενον.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς
τῆς δεήσεώς μου.
Πλοῦτον,
τῆς πατρικῆς σου τιμῆς, ὥσπερ ὁ ἄσωτος τὸ πρὶν διεσκόρπισας, ἐν ἔργοις τῆς
ἀσελγείας, ἐν ἀφροσύνῃ πολλῇ, καὶ ἐν τῷ βορβόρῳ τῆς πωρώσεως· ἀλλὰ μεταγνοῦσα,
ὥσπερ ἡ πόρνη τὸ πρότερον, ὦ Ταϊσία, τῷ Κυρίῳ προσέδραμες, ἐκβοήσασα, ἐκ βαθέων
τὸ ἥμαρτον· μῦρον δὲ ὡς πολύτιμον, τὰ δάκρυα ἔφερες τῆς ταπεινῆς σου καρδίας,
ἀξιωθεῖσα ἀφέσεως, τῶν σῶν ἐγκλημάτων, τοῦ μεγάλου τε ἐλέους, καὶ θείας
χάριτος.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ
διαβήματά μου.
Οἶκον, εἰς σκοτεινὸν τῆς φθορᾶς, ὁ
Σεραπίων ὁ σιδόνιος ἔφθασε, διδάξαι σε Ταϊσία, τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ τῆς
σωτηρίας τὰ προστάγματα, στολὴν στρατιώτου, ἐνδεδυμένος οὖν ἔφθασεν, ὡς ὑπηρέτης,
τοῦ Δεσπότου πιστότατος, καὶ διέκρινε, τῆς ψυχῆς σου τὴν πρόθεσιν· ὅθεν σὲ
καθοδήγησεν, εἰς τόπον τὸν ἅγιον, ἔνθα Μονὴ σεβασμία, μετὰ παρθένων αὐλίζεσθαι,
κἀκεῖ ἐνεκλείσθης, καὶ τὴν ἄσκησιν ἐν χρόνοις, τρισὶ διήνυσας.
Δόξα.
Ἦχος πλ. α’.
Χαρᾶς
μεγάλης τὸ συμπόσιον, ἐπιτελεῖται σήμερον ἐν οὐρανοῖς, ἐπὶ τῇ ἑορτίῳ μνήμῃ τῆς
θεοφόρου Ταϊσίας, τῆς οὔσης πρότερον μὲν πόρνης καὶ ἁμαρτωλοῦ, ὕστερον δὲ ὁσίας
καὶ ἐν μοναζούσαις θαυμαστῆς. Χριστὸς γὰρ ὁ Θεὸς ἡμῶν, εἰς τοῦτο ἐπὶ γῆς
κατῆλθεν, ἵνα σώσῃ τελώνας καὶ πόρνας, καὶ πάντας τοὺς ἁμαρτωλοὺς ἀναβιβάσῃ εἰς
τῆς βασιλικῆς τιμῆς τὸ πρῶτον ἀξίωμα. Δεῦτε οὖν καὶ ἡμεῖς, οἱ περιπεσόντες τῷ
κρημνῷ τῆς ἀμελείας, τὴν ῥαθυμίαν ἀπωθώμεθα, καὶ πάλιν ἐγερθέντες τῷ Θεῷ
προθύμως δουλεύσωμεν, ἵνα εὕρωμεν μισθὸν παρ’ Αὐτοῦ τὸν πλουσιόδωρον.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Ἀσελγείαις
τὸ πρῶτον τὴν ψυχήν σου σπιλώσασα, εἶτα ὡς χιὼν Ταϊσία, ἐλευκάνθης τοῖς
δάκρυσιν· ὁ θεῖος Σεραπίων σοὶ ὁδὸν, ὑπέδειξε καλῆς ἐπιστροφῆς, καὶ κλεισθεῖσα
ἐν κελλίῳ χρόνοις τρισί, τὴν ἄσκησιν ἐτέλεσας· χαίροις Ἀλεξανδρείας ἡ τιμή·
χαίροις Ἀγγέλων σύσκηνε· χαίροις ἐν μετανοίᾳ τοῦ Θεοῦ, τὸ ἔλεος κερδίσασα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Φαιδρὰν
εἰς ἑορτήν, εἰς πανήγυριν θείαν, συνάγει νῦν ἡμᾶς, Ταϊσία ἡ πόρνη, ὡς τύπος καὶ
ὑπόδειγμα, μετανοίας καὶ πίστεως, αὕτη πταίσμασι, περιπεσοῦσα γὰρ πλείστοις, ὡς
ὁ ἄσωτος, πρὸς τὸν Θεὸν ἐπανῆλθε, τὸ ἥμαρτον λέγουσα.
Δόξα.
Καυχᾶται
μητρικῶς, Ἀλεξάνδρεια πόλις, συνάμα τοῦ Χριστοῦ, Ἐκκλησία τε πᾶσα, λαμπρότητι
στολίζεται, καὶ φαιδρῶς ὡραΐζεται, σὲ ἐν ᾄσμασιν, ὦ Ταϊσία τιμῶσα, καὶ δοξάζουσα,
τὴν ἐκ παθῶν ψυχοφθόρων, στροφήν σου πρὸς Κύριον.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ
κλῖμακ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοὶς Σὺ ὑπάρχεις,
Παρθένε πανακήρατε, Μαριὰμ ὅτι ἔτεκες, τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει,
καὶ ἑνώσαντα, τὰ διεστώτα τὸ πρώην, σαρκὸς τῷ προσλήμματι.
Μετὰ τὴν β’ Στιχολογίαν,
Κάθισμα. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
Τῆς
ψυχῆς σου τὸν πλοῦτον κακῶς ἐσκόρπισας, ὥσπερ ὁ ἄσωτος πάλαι ἀποστασίας εἰς
γῆν, Ταϊσία καὶ καρπὸν τῆς ἀπογνώσεως, οἴμοι ἐγεύθης τὸν πικρόν, ἀλλὰ πάλιν
πρὸς Θεοῦ, ἐπέστρεψας τὴν οἰκίαν, ἐκ καρδίας ἀναβοῶσα· ἱλάσθητί μοι ὑπεράγαθε.
Δόξα.
Σεραπίων
ὁ Ὅσιος ὁ Σιδόνιος, τὴν βιοτήν σου τὴν φαύλην ὦ Ταϊσία μαθών, στρατιώτου τὴν
στολὴν ἀμφιασάμενος, ἦλθεν εἰς οἶκον τῆς φθορᾶς, ἐκδιδάξαι σοι ὁδόν, τὴν θείαν
τῆς μετανοίας, σωτηρίας τῆς ἀσφαλοῦς τε, τὰς διαβάσεις σοι ἤνοιξεν.
Καὶ νῦν. Θεοτοκίον.
Προφητῶν
θεηγόρων χορὸς ὁ ἄγιος, τὸν ὑπὲρ νοῦν Σου Παρθένε προκατιδὼν τοκετόν, ἐν
συμβόλοις ἱεροῖς Σε ἐθεάσατο, ὄρος καὶ πύλην νοητήν, κιβωτόν τε τῆς ζωῆς, καὶ
τράπεζαν θείου Μάννα, τὰς καρδίας τῶν πιστευόντων, τῇ ἀκηράτῳ βεβαιοῦσα τροφῇ.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἁμαρτίας
εἰς βυθόν, ἀκολασίας εἰς κρημνόν, κατωλίσθησας κακῶς, καὶ συνετρίβης τὴν ψυχήν,
ὦ Ταϊσία δουλεύσασα τῷ θανάτῳ· πάλιν δὲ Χριστοῦ τὰ προστάγματα, γνοῦσα πρὸς
Αὐτὸν μετὰ πίστεως, καὶ ἀληθοῦς ἐπέστρεψας συγγνώμης, ἀπὸ καρδίας βοήσασα·
παράσχου Σῶτερ, ὡς ἐλεήμων, τοῦ ἐλέους τὰ ῥεῖθρα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παραβάσεως
καρπόν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ
ἀπογνώσεως βροχοῖς συνεδεσμεῖτο· Σὺ δὲ Μαριὰμ ἀειπάρθενε, λόγοις Γαβριὴλ
ὑπακούσασα, τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας· Χριστὸν ὃν
πάλιν, ἐν Παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ ἀ Αντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε
μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ
διαβήματά μου.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Τὰ
τοῦ σκότους ἔργα πράξασα, καὶ δι’ ἡδονῆς βραχεῖαν, τῆς ψυχῆς σου τὸν πλοῦτον
δαπανήσασα, ἔρημος εὑρέθης πάντων τῶν καλῶν, Ταϊσία τὸ πρόσκαιρον. Ἀλλ’ ὡς
ἔμπορος ὁ συνετός, πάντα ταῦτα ἀντήλλαξας, καὶ Χριστῷ προσῆλθες, τῷ πυρὶ τῆς
Τούτου ἀγαπήσεως φλεγομένη· ὅθεν ἐκέρδισας ἀντὶ τῶν φθαρτῶν τὰ αἰώνια, καὶ τῶν
ἀρετῶν εὗρες μαργαρίτην τὸν χρυσοῦν, καὶ πάνυ πολύτιμον, τὸν εἰς τοὺς αἰῶνάς σε
πλουτίζοντα.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: «Τῆς μετανοίας
ἔλαβες τὸ στέφος, Ταϊσία. Ἰσιδώρας».
ᾨδὴ
α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Τιμῆς τὸ διάδημα, καὶ θείας
δόξης τὸν ἔπαινον, ἀξίως σοι δέδωκεν, ὁ τῶν ἁπάντων Θεός, ᾧ προσέφερες, Ὁσία
Ταϊσία, καρδίας ταπείνωσιν, καὶ τὴν μετάνοιαν.
Ἡλίου λαμπρότερον, ὦ Ταϊσία
ἡ μνήμη σου, ἀνέτειλε σήμερον, τῷ ἀπροσίτῳ φωτί, καταυγάζουσα, καρδίας τῶν
τιμώντων, τῶν θείων ἀγώνων σου, τὰ κατορθώματα.
Συλλήβδην ὁ δόλιος, τὴν σὴν
ἁνγότητα ἔφθειρεν, εἰς βόρβορον ῥίψας σε, τῆς ἀκολάστου ζωῆς· ἀλλ’ ὁ Κύριος,
θεόφρον Ταϊσία, χειρὶ Σεραπίωνος, σὲ διεσώσατο.
Μετάνοιαν ἔδειξας, πρὸς τὸν
Θεὸν ἀπροσποίητον, καὶ βίου διόρθωσιν, καὶ ἀληθὴν συντριβήν, ἐφ’ οἷς ἥμαρτες,
Ὁσία Ταϊσία· διὸ καὶ τὸ ἔλεος, εὗρες τὸ ἄμετρον.
Θεοτοκίον.
Εἰρήνης τὸν ἄρχοντα, ἐν τῇ
γαστρί Σου συνέλαβες, τὸν τάραχον λύσασα, τῆς ἀρχεγόνου ἀρᾶς, ὑπεράμωμε, ἁγία
Θεοτόκε, τοῦ κόσμου μεσίτρια, ἡ ἀκαταίσχυντος.
ᾨδὴ
γ’. Τοὺς Σοὺς ὑμνολόγους.
Τῇ ὄψει ὡραία Ταϊσία, τῷ
κάλλει δὲ οὖσα θαυμαστή, πολλοὺς εἰς τὴν ἀπώλειαν, τὸ πρότερον προσείλκυσας·
ἀλλ’ ἐπιγνώσει ὕστερον, τῇ ἀληθείᾳ ἐπέστρεψας.
Ἀγγέλων χορεῖαι καὶ
παρθένων, αἱ τάξεις ἐξίσταντο τὴν σήν, ὁρῶσαι ἣν ἐκέρδισας, ὦ Ταϊσία εὔκλειαν,
παρὰ Θεοῦ ὃν ηὔφρανας, τοῖς μετανοίας τοῖς δάκρυσιν.
Νηστεύσασα Μῆτερ Ταϊσία,
τὸν ἄρτον σου ἤσθιες ξηρόν, τὸ ὕδωρ σου δὲ ἔπινες, ἡμέραν παρ’ ἡμέραν τε, καὶ
ἐγκρατείᾳ θέλημα, τὸ τῆς σαρκός σου ἐνέκρωσας.
Ὀρθρίσασα Μῆτερ τῷ Κυρίῳ,
καθάπερ Δαβὶδ ἐν στεναγμοῖς, ὦ Ταϊσία ἔκραζες· ἐλέησόν με εὔσπλαγχνε, καὶ
συμπαθῶς ἐξάλειψον, τὸ τῶν χρεῶν μου χειρόγραφον.
Θεοτοκίον.
Ἰδοὺ γενεαὶ τῶν γενεῶν Σε,
ὡς ἔφης Παρθένε Μαριάμ, ἀεὶ Σὲ μακαρίζουσι, καὶ εὐλογοῦσι πάναγνε, τὸν ὑπὲρ
φύσιν τόκον Σου, ὅτι Θεοῦ Μήτηρ γέγονας.
Κάθισμα.
Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀσελγείας
τοῖς ἔργοις τοῖς σκοτεινοῖς, καὶ πορνείας τοῖς τρόποις τοῖς μιαροῖς, ἀφρόνως
κατηχρείωσας, τῆς ψυχῆς σου τὸ ἔνδυμα, τὸ θαυμαστόν σου κάλλος, κακῶς
κατεσπίλωσας, καὶ τὴν τιμὴν διέφθειρας, τοῦ θείου Βαπτίσματος· ὅθεν Ταϊσία, ἐν
βαράθροις πεσοῦσα, δεινῆς ἀπογνώσεως, καὶ πικρᾶς καταπτώσεως, ἐκ καρδίας σου
ἔκραζες· εὔπσλαγχνε Θεὲ τοῦ παντός, ὡς ἀγαθότητος ἔχων τὸ πέλαγος, τῶν
οἰκτιρμῶν Σου δός μοι, τὸ ἀνείκαστον ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παρθενίας
Σου βάθος καταπλαγείς, καὶ ἁγνείας Σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος,
Γαβριήλ σοι ἱστάμενος, ἐν εὐλαβείᾳ Κόρη τὸ χαῖρε ἐφώνησε, καὶ τῆς χαρᾶς τὸ
ἄγγλεμα πατρόθεν σοι ἔφερεν· ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, Μητέρα
γεγένησαι, καὶ τῷ κόσμῳ ἐπήγασας, τὴν αἰώνιον λύτρωσιν· χαῖρέ σοι διὸ καὶ
ἡμεῖς, φωναῖς αἰνέσεως πάντες προσάδομεν, τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος
κέκτηται.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Ἀλεξάνδρεια καυχᾶται τῇ
σεμνῇ ἀναδείξει σου, ἐξ αὐτῆς ὡς ἄνθος, Μῆτερ Ταϊσία γὰρ ἤνθησας, ἡ Ἐκκλησία δὲ
πᾶσα καλλωπίζεται, τῷ ἀρώματι, τῆς ἀληθοῦς μετανοίας σου.
Σκεῦος ὤφθης ἀπωλείας
Ταϊσία τὸ ρπότερον, ἐν ἀποστασίᾳ, πόῤῥῳ μακρυνθεῖσα τοῦ Κτίστου σου· ἀλλ’ ὡς ὁ
ἀσωτος πάλιν, ἐπιστρέψασα, δακτυλίδιον, τῆς θείας δόξης ἐφόρεσας.
Ἐνδιαίτημα τῆς δόξης τῆς
ἀφθάρτου γεγένησαι, Ταϊσία Μῆτερ, ὕψος εἰς οὐράνιον φθάσασα, ἀγγελικῆς πολιτείας,
διακρίσεσι, καὶ μισήσασα, τὴν χαμερπῆ ἀφροσύνην σου.
Λευκανθεῖσα Ταϊσία τῷ
ὑσσώπῳ τῆς χάριτος, καὶ ἀποπλυνθεῖσα, δάκρυσι καλῆς ἐπιγνώσεως, ὑπὲρ χιόνος
ἀστράπτεις, καθαρότητι, βεβαιώσασα, τὸ τοῦ Κυρίου σου ἔλεος.
Θεοτοκίον.
Ἁγιότητος χωρίον Σὺ ὑπάρχεις
θεόνυμφε, σωφροσύνης ὕψος, στήλη καθαρότητος ἔμψυχος, τῆς παρθενίας ὁ πλοῦτος,
τῆς ἁγνότητος, τὸ κεφάλαιον, τῆς ἀγαθότητος πλήρωμα.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Βραβεῖα τὰ κρείττονα, τῆς
μετανοίας ἔλαβες, Μῆτερ Ταϊσία ἐπαξίως, τῶν σῶν ἀγώνων καὶ τῆς καλῆς σου
σπουδῆς, μισήσασα ἔργα τῆς σαρκός, ἅμα τὰς τοῦ Πνεύματος, προσταγὰς ἀγαπήσασα.
Ἐλέησον ἔκραζες, ἐλέησόν με
Κύριε, ἔνδον τοῦ κελλίου σου κλεισθεῖσα, ὦ Ταϊσία, χρόνοις τρισὶ σεαὐτήν, εἰς
ἄσκησιν δοῦσα αὐστηράν, ἄρτον σου δὲ βρέχουσα, καθ’ ἑκάστην τοῖς δάκρυσιν.
Σκιὰν καὶ ἐνύπνιον, καὶ
χόρτον μαραινόμενον, ἔσχες τὰς τοῦ βίου ἀπολαύσεις, τὰς ἡδονάς τε ὡσεὶ ἀράχνης
ἱστόν, καὶ πᾶσαν ἐπίγειον τρυφήν, ψεῦδος ὡς ἀνύπαρκτον, Ταϊσία λελόγισαι.
Τελώνου τὰ δάκρυα, ἀσώτου
τὴν μετάνοιαν, πόρνης τὸν κλαυθμὸν καὶ
συντριβήν τε, ὦ Ταϊσία, ἐν ταπεινώσει ψυχής, ἀσκήσασα εὗρες ἐν Θεῷ, στέφανον
ἀμάραντον, τὸν Ἀγγέλοις ἰσάξιον.
Θεοτοκίον.
Οὐράνια τάγματα, Ἀγγέλων
ὑπερβέβηκας, δόξῃ Θεοτόκε ἀσυγκρίτῳ, Σὺ γὰρ ἀγκάλαις ταῖς μητρικαῖς Σου ἁγνή,
ὡς βρέφος ἐκράτεις τὸν Θεόν, θρόνος τοῦ Παντάνακτος, ὑψηλὸς χρηματίσασα.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Σταυρὸν ἐπ’ ὤμων σου
ἔλαβες, ἡνίκα Ταϊσία ἐπέγνωκας, Θεοῦ τὸ ἔλεος, καὶ τὴν πορνείαν κατέλιπες, εἰς
ἣν πολλοῖς ἐν χρόνοις, κακῶς ἐδούλευσας.
Τὰ χείλη θείαν πρὸς
αἴνεσιν, κινοῦσα Ταϊσία ἀοίδιμε, Θεοῦ τὸ ὄνομα, τοῦ τρισαγίου ἐδόξαζες, παρ’ οὗ
ὡς κέρδος ἔσχες, ζωὴν αἰώνιον.
Ἐλθὼν θεόθεν κινούμενος,
πρὸς σὲ ὁ Σεραπίων ὁ Ὅσιος, φορέσας ἔνδυμα, τοῦ στρατιώτου σοὶ ἔδειξεν, ὦ
Ταϊσία τρίβον, τὴν ψυχωφέλιμον.
Φυγοῦσα δόλους καὶ ἔνεδρα,
ἐχθροῦ τοῦ ἀρχεκάκου κατέφυγες, εἰς Μοναστήριον, ὦ Ταϊσία τὸν ἔγκλειστον, τῆς
ἐγκρατείας βίον, ἔνθα διήνυσας.
Θεοτοκίον.
Ὁ θεῖος Κόρη Ἀρχάγγελος, τὸ
χαῖρέ Σοι πρεπόντως ἐφώνησε, θεοχαρίτωτε, νῦν δὲ ἡμεῖς ἀγαλλόμενοι, Σοὶ εὐλαβῶς
τὸν ὕμνον, ἀντιπροσφέρομεν.
Κοντάκιον.
Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Τῷ
ἀσώτῳ βίῳ σου, ὦ Ταϊσία, τῆς ψυχῆς σου ἔχρανας, τὴν θεοΰφαντον στολήν, τῇ
μετανοίᾳ δὲ ἔφθασας, πάλιν εἰς ὕψος, τῆς δόξης τῆς κρείττονος.
Ὁ
Οἶκος.
Ὁ
λόγος τοῦ Κύριου ὁ σωτήριος, εἰπόντος ἐν Γραφαῖς παναληθέστατα, οὐ θέλω τοῦ
ἁμαρτωλοῦ τὸν θάνατον, ἀλλὰ ζωὴν ἦλθον διφδόναι τοῖς πιστεύουσιν, ἐν σοὶ ὦ
Ταϊσία ἔργον γέγονεν, πορνείαις ταῖς αἰσχραῖς καὶ γὰρ τὸ πρότερον, εἰς βάραθρον
τῆς ἀπωλείας κατωλίσθησας, καὶ ᾍδου σκότος εἰς βαθύτατον κατέπεσας· Ὁσίου
Σεραπίωνος δὲ ὕστερον, σοφῇ τε καὶ ἐνθέῳ καθοδηγίᾳ, ἐξῆλθες μετανοίας εἰς
ἐπίγνωσιν· καὶ ἔγκλειστη Ὁσία διαμείνασα, τὸν ἄρτον σου ἡμέραν παρ’ ἡμέραν
ἤσθιες, καὶ ἔπιες τὸ ὕδωρ μετὰ δακρύων. Θεῷ οὖν κατηλλάγης ὡς ἄσωτος, τὸ
ἥμαρτον βοήσασα ἐκ βαθέων· διὸ καὶ ἔφθασας
πάλιν εἰς ὕψος, τῆς δόξης τῆς κρείττονος.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός,
μνήμη τῆς Ὁσίας Ταϊσίας, τῆς πρότερον πόρνης.
Πόρνη ἡ τὸ
πρὶν ἀγάλλου Ταϊσία,
ἦλθες γὰρ εἰς
φῶς διὰ τῆς μετανοίας.
Ταῖς
αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Στέφος εἴληφας τῆς νίκης
ἀμαράντινον καὶ πλοῦτον ἄσυλον, οἰκίαν δόξης λαμπράν, νυμφῶνα εἰς πάμφωτον,
κατασκηνώσασα, σὺν ταῖς τάξεσιν, ἀγγελικῶν δυνάμεων, Ταϊσία μακαρία.
Τῶν ἀγώνων σου τῶν θείων τὰ
παλαίσματα τίς διηγήσεται; ὦ Ταϊσία σεμνή, εἰς μέτρον γὰρ φθάσασα, τῆς
ἀλλοιώσεως, ἣν ἐποίησεν, ἡ δεξιὰ Κυρίου σοι, ἐπελάθου τῆς σαρκός σου.
Ἀνταλλάξασα τὰ πρόσκαιρα
καὶ μάταια τοῖς διαμένουσιν, ὡς πραγματεὺς συνετή, τὸν λίθον ἠγόρασας, τὸν
πολυτίμητον, μαργαρίτην τε, τὸν χρυσαυγῆ καὶ ἔκλαμπρον, Ταϊσία πανολβία.
Ἱλαρότατος ὡς λύχνος καὶ
ἀκοίμητος φωτὶ τῶν ἔργων σου, καθιλαρύνεις ψυχάς, τῶν πίστει τιμώντων σου, τὴν
κοσμιότητα, τῶν χαρίτων σου, ὦ Ταϊσία πάντιμε, καὶ τὸ εὔσχημον σῶν τρόπων.
Θεοτοκίον.
Σοὶ προσφέρομεν ἀξίως τὰ
ἐφύμνια καὶ τὰ ἐγκώμια, Παρθενομῆτορ ἁγνή, Θεὸν γὰρ ἐγέννησας, τὸν ὑπερύμνητον,
ἁγιάζοντα, τοὺς εὐλαβῶς τιμῶντάς Σε, παντευλόγητε Μαρία.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ἴχνεσιν Ὁσίων ἠκολούθεις,
καὶ τούτων τὰ κατορθώματα ἐζήλωσας, σθένει καρτερόφρονι, γνώμῃ ἑκουσίᾳ σου, καὶ
λογισμῷ προθύμῳ σου, ἐπανορθώσασα, τὰ πταίσματα, ἀσώτου σου βίου, καὶ τὰς
παραβάσεις, σῶν τρόπων Ταϊσία.
Ἄγαν εὐλαβοῦμαι Ταϊσία, τῆς
θείας μεταστροφῆς σου πρὸς τὸν Κύριον, κόπους τοὺς ἁγίους σου, ἄθλους τοὺς
μεγάλους σου, καὶ τὴν στεῤῥὰν ἣν ἔδειξας, καρτερικότητα, δοξάζουσα, ἐξ ὅλης
καρδίας, καὶ ὑμνολογοῦσα, Θεὸν τὸν λυτρωτήν σου.
Ἴδιον οὐδὲν ἐξ ἀσωτείας,
τῆς πρώην ἃ Ταϊσία ἐξηγόρασας, ἔλαβες πλησίον σου, πάντας δὲ κατέκαυσας, μέσον
πολλῶν εἰς ἔνδειξιν, τῆς μετανοίας σου, τῷ ἔρωτι, ἀγάπης τελείας, πρὸς τὸν σὸν
Νυμφίον, ἀεὶ πυρπολουμένη.
Σκεῦος ἐκλογῆς ἡγιασμένον,
ἐδείχθης ὦ Ταϊσία μεγαλόψυχε, ὕψη εἰς οὐράνια, φθάσασα ἐν σώματι· διὸ Θεὸς
ἡτοίμασεν, σοὶ κλίνην πάμφωτον, ὡς ἔβλεψεν, ὁ Παῦλος ὁ θεῖος, ὁ σὺν Ἀντωνίῳ,
ἀσκήσας ἐν ἐρήμῳ.
Θεοτοκίον.
Ἵνα τοὺς βροτοὺς ἐπαναφέρῃ,
πατρίδα εἰς τὴν οὐράνιον ὁ Κύριος, μήτραν Σου κατώκησε, Κόρη ἀπειρόγαμε, καὶ
ἀρχεγόνου ἔλυσε, ἀρᾶς τὸν σύνδεσμον, τὴν ἄνωθεν, παρέχων εἰρήνην, καὶ τὴν
εὐλογίαν, τοῖς Σὲ ἐπευλογοῦσιν.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Δῶρον τῷ Θεῷ, προθύμως
ἡτοίμασας τὴν σὴν μετάνοιαν, ὡς ἡ πόρνη πρότερον, εὐῶδες μῦρον μετὰ δακρύων
σου, καὶ στεναγμὸν προσφέρουσα, ἐκ τῶν βαθέων σου, Ταϊσία· ὅθεν καὶ ἐκέρδισας,
παρ’ Αὐτοῦ τὸ ἀμέτρητον ἔλεος.
Ὡς περιστερά, ταῖς πτέρυξιν
ἔφθασας, τῆς μετανοίας σου, τόπον εἰς τὸν ἅγιον, ἀσκήσει θείᾳ ἔνθα κατέπαυσας,
καὶ τῷ Θεῷ ὡμίλησας, ἀπὸ καρδίας σου, ὃς ἐλέους, σπλάγχνα σοι ἐπέδειξε, Ταϊσία
ἐφ’ οἷσπερ ἐξήμαρτες.
Ῥείθροις ἱεροῖς, δακρύων
τιμίων σου, ἐναπεκάθηρας, Ταϊσία πάνσεμνε, τὸ τῆς ψυχῆς σου ἔνδοθεν ἔνδυμα, καὶ
φωτεινὸν παρέστησας, τῷ σὲ καλέσαντι, ἐκ βαράθρων, ᾍδου εἰς ἀνάστασιν, εἰς
φωτός τε τὰ θεῖα σκηνώματα.
ᾌσμασι καινοῖς, ὑμνήσωμεν
σήμερον, ἀγαλλιώμενοι, τὸ τῆς θείας πίστεως, εὐῶδες ἄνθος καὶ ὡραιότατον, τὴν
χαρμονὴν τὴν ἄῤῥητον, ἐν μεταδόσεσι, μετανοίας, πᾶσιν ἀποπνέουσαν, Ταϊσίαν τὴν
πόρνην καὶ σώφρονα.
Θεοτοκίον.
Σοὶ τὸ τῆς τιμῆς, ὑπέρτατον
τίμημα, ἁρμόζει Δέσποινα, τὸ τῆς δόξης πλήρωμα, ἡ ὑμνῳδία ἡ ἀκατάπαυστος,
μακαρισμὸς ἐπάξιος καθὼς προέφησας, μεγαλεῖα, θεῖα γὰρ ἐποίησε, μετὰ Σοῦ ὁ
Δεσπότης τῆς κτίσεως.
Ἐξαποστειλάρια.
Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Εἰς
τὸν βυθὸν πεσοῦσα, τῆς ἀκολάστου βιοτῆς, καὶ ἐν πορνείαις ἔργοις, καταμιάνασα
τὴν γῆν, ἀπελευκάνθης δακρύων, τοῖς ὀχετοῖς Ταϊσία.
Τῆς
μετανοίας δεῦτε, τὴν πρακτικὴν ἐφαρμογήν, τὴν ἐξ ἀσώτου βίου, ἐπανελθοῦσα εἰς
Θεόν, τὴν Ταϊσίαν ὕμνοις, ἐγκωμιάσωμεν θείοις.
Θεοτοκίον.
Τῶν
Χερουβεὶμ ὑπάρχεις, τιμιωτέρα Μαριάμ, τῶν Σεραφεὶμ καὶ πάντων, τῶν οὐρανίων
στρατιῶν, ἐνδοξοτέρα ὡς Μήτηρ, τοῦ τῶν ἁπάντων Δεσπότου.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦτε,
Ταϊσίαν σήμερον, τὴν πρώην πόρνην πιστοί, καθαραῖς συνειδήσεσι, συμφώνως
τιμήσωμεν, ἐξ αὐτῆς διδασκόμενοι, τῆς μετανοίας κέρδος τὸ ἄμετρον, καὶ τῆς
ἐλπίδος τὸν πλοῦτον τὸν εὔχρηστον· πλείστοις γὰρ ἔτεσι, τῇ φθορᾷ δουλεύσασα τῇ
σαρκικῇ, θείας ἐπιγνώσεως, εἰς νόμον ἔφθασεν.
Μύρον,
ὡς τερπνὸν καὶ εὔοσμον, ἡ Ταϊσία Χριστῷ,
ὡς ἡ πόρνη τὸ πρότερον, ἐν πίστει προσέφερε, ταπεινώσει κραυγάζουσα, ὁ τοῦ
ἐλέους ἔχων τὸ πέλαγος, μὴ ὑπερίδῃς, δούλην σου πτάισασαν· εἰ γὰρ καὶ ἥμαρτον,
ἀλλὰ σοὶ πεπίστευκα, τῷ ἀγαθῷ, δέχου ἐπιστρέψασαν, κἀμὲ φιλάνθρωπε.
Λύτρον,
τῶν πολλῶν πταισμάτων σου, ταῖς τῶν δακρύων ῥοαῖς, στεναγμοῖς καὶ δεήσεσι,
πλουσίως ἐκέρδισας, Ταϊσία πανόλβιε, ὁ Σεραπίων γὰρ ὁ Σιδόνιος, εἰς οἶκον ἦλθεν
ἔνθα ἡμάρτανες· τούτῳ ὑπείκουσα, εἰς ὁδὸν πεπόρευσαι τὴν άληθῆ, ἔγκλειστον δὲ
ἤνυσας, τὸν βίον ὕστερον.
Χώραν,
εἰς μακρὰν ἐμάκρυνας, καὶ ἐν πορνείαις πολλαῖς, τὸν σὸν πλοῦτον ἐσκόρπισας,
υἱὸς ὡς ὁ ἄσωτος, δουλωθεῖσα τοῖς πάθεσιν, ἀλλὰ μαθοῦσα τὴν μεταμέλειαν, ὦ
Ταϊσία εὗρες ἐπάνοδον· ὅθεν ἐδέξατο, ὁ Πατὴρ ὡς πρότερον, καὶ τὴν στολήν, δόξης
σε ἐνέδυσε, μετὰ λαμπρότητος.
Δόξα.
Ἦχος πλ. α’.
Ὅπου
ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσευσεν ἡ χάριν, καθὼς τὰ ἀποστολικὰ χείλη
ἐλάλησαν. Καὶ ὅπου τὸ σκότος τοῦ κακοῦ ἡπλώθη, ἐκεῖ τὸ φῶς τῆς ἀληθείας τοῦ
Χριστοῦ, μετὰ λαμπρότητος φαιδρᾶς ἀνέτειλε, καὶ ἡ αἰώνιος Βασιλεία ἐφανερώθη,
ἐν ταῖς καρδίαις τῶν εἰλικρινῶς μετανοούντων. Ἐν σοὶ ταῦτα πάντα, τὴν βεβαίωσιν
ἔλαβον, Ταϊσία μακαρία. Τῆς γὰρ πορνείας πρώην οὖσα ὄργανον, καὶ οἶκος ἁμαρτίας
σκοτεινῆς, εἰς γνώσεως ἦλθες ὕστερον, τὴν ἀκροτάτην στάθμην. Καὶ τῷ Θεῷ
βοήσασα, ἐξ ὅλης σου καρδίας, ἐλέησόν με εὔσπλαγχνε, τῆς αἰωνίου εὗρες
εὐφροσύνης, τὴν χαρμόσυνον ἀντίδοσιν, σὺν δικαίοις εἰς νυμφῶνα τῆς δόξης, τῆς
ἀληθινῆς κατασκηνώσασα.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ
δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον,
τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις,
Μεγαλυνάριον.
Χαίροις
μετανοίας ὑπογραμμός· χαίροις ἐγκραείας, καὶ ἀσκήσεως ὁδηγός· χαίροις Ταϊσία, τὸν
ῥύπον σῆς πορνείας, δακρύων σου τοῖς ῥείθροις, ἡ ἀποπλύνασα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου