Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 23. ΟΣΙΟΣ ΙΩΑΚΕΙΜ ΠΑΠΟΥΛΑΚΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΚΓ΄!!
ΙΩΑΚΕΙΜ ΟΣΙΟΣ ΠΑΠΟΥΛΑΚΟΣ
ΑΚΟΛΟΥΘΙΑ


ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Κλέος ἀσκητῶν, Ἰωακείμ, ἔρωτι τρωθεὶς τῷ ἁγίῳ ναυπόρου ἔλιπες ἔργον καὶ νεότητος ἀκμήν, πανόσιε, καὶ τὸ Ὄρος τὸ Ἅγιον κατῴκησας χαίρων, ἔνθα τὴν ἰσάγγελον προείλου βίωσιν καὶ δι᾿ ἀσιγήτου νηστείας καὶ ὑπακοῆς χαρισμάτων γέγονας τοῦ Πνεύματος κυάθιον.

Κλέος ἀσκητῶν, Ἰωακείμ, αἴρων τὸν Σταυρὸν τοῦ Κυρίου ἐπὶ τῶν ὤμων σου, ἅπασαν διέτρεξας τὴν Πελοπόννησον ἀληθείας τῆς πίστεως τὰς θείας κηρύττων καὶ τὸ ἐπερχόμενον προλέγων ἅπασιν ἦμαρ, τοῖς ἐν σκότει κειμένοις καὶ σκιᾷ πικρᾶς τυραννίδος, τῆς ἐλευθερίας τὸ ποθούμενον.

Κλέος ἀσκητῶν, Ἰωακείμ, γόνε ἱερὲ τῆς Ἰθάκης, πτωχῶν ὑπέρμαχος, τροφοδότης τάχιστος χηρῶν, ἐπάρκεια ὀρφανῶν καὶ ἀντίληψις καμνόντων ἐπώφθης· ὅθεν σου τὴν πάντιμον τιμῶντες κοίμησιν καὶ τὴν τῶν λειψάνων σου θήκην πόθῳ ἀσπαζόμενοι ὑμνῶν ἄνθεσι τερπνοῖς σε καταστέφομεν.

Κλέος ἀσκητῶν, Ἰωακείμ, φρέαρ ἀνεξάντλητον ξένων, θαυμάτων πέλαγος καὶ κρουνὸς ἰάσεων ὀφθεὶς ἐκέρασας τὸν εἰς σὲ καταφεύγοντα λαὸν τῆς Ἰθάκης ζωηῤῥύτοις νάμασι καὶ καθηγίασας τὴν ἀναβλαστήσασαν χθόνα σὲ καὶ γεραρὸν κυβερνήτην ἐν τρικυμιῶν τῷ σάλῳ ἔχουσαν.

Δόξα. Ἦχος δ´.
Ἰσαγγέλως βιώσας ἄρτι ἐν Βατοπεδίῳ καὶ Ἰθάκῃ τῶν πάλαι ὁσίων ἐμιμήσω τὰς τρίβους, Ἰωακεὶμ παμμακάριστε· καὶ ὡς ἀστὴρ διαυγέστατος ἐν καιρῷ δουλώσεως τοῦ γένους ἑξανατείλας τοὺς πιστοὺς ἐφώτισας σοῖς λόγοις καὶ θείαις προσρήσεσι· Χριστὸν οὖν δοξάσας λόγοις εὐσεβείας καὶ πράξεσι θαυμάτων πηγὴ θεοβρυτος ὤφθης καὶ μεσίτης ἡμῶν πρὸς Κτίστην θερμότατος.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου...













Ἀπόστιχα. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Κλέϊσμα μοναστῶν, Ἰωακείμ, ὠράθης καὶ ἱεραποστόλων ἐν τοῖς ἐσχάτοις χρόνοις φαιδρότατον καλλώπισμα.

Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Γάνυται ἐπὶ σὲ τὸ τοῦ Βατοπεδίου, Ἰωακείμ, σεμνεῖον ὁμοῦ σὺν τῇ Ἰθάκῃ, προστάτην τῇ ἐχούσῃ σε.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαῖρε, τῆς του Θεοῦ ἀγάπης ἐκμαγεῖον καὶ τῆς φιλαδέλφειας ἀκρότης, θεοφόρε Ἰωακείμ, πανόσιε.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ καὶ Πνεύματι τῷ θείῳ, τρισήλιε Θεότης, ἐλέησον τὸν κόσμον Ἰωακεὶμ δεήσεσι.

Καὶ νῦν. Θεοτοκίον.
Λύτρωσαι πειρασμῶν, πανύμνητε Παρθένε, κακώσεων καὶ νόσων τοὺς προσκυνοῦντας πόθῳ Ἰωακεὶμ τὴν κοίμησιν.

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Θεία χάριτι λελαμπρυσμένος κατεφώτισας τοὺς ἐν σκοτείᾳ, ἀγνωσίας καὶ δουλώσεως πέλοντας, ταῖς διδαχῶν καὶ θαυμάτων ἀκτῖσί σου, Ἰωακείμ, ἀσκητὰ ἐνθεώτατε· γόνε πάντιμε Ἰθάκης, Χριστὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σέ, τὴν μεσιτεύσασαν...

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἰθακησίων ἡ νῆσος φρουρὸν πλουτήσασα σέ χρόνοις ἐν ἐσχάτοις, εὐσταλὲς ταύτης γόνε, προσάγει εὐχαρίστως, Ἰωακείμ, μελῳδίας καὶ ὕμνους σοι ἀναβοώσα· ἐκλύτρωσαι πειρασμῶν καὶ δεινῶν μὲ ἱκεσίαις σου.

Βατοπεδίου ἡ μάνδρα σὲ ὑπεδέξατο καὶ ἀρετῶν παντοίων ἔδειξε σὲ ταμεῖον, σεμνότης μονοτρόπων, Ἰωακείμ, καὶ Θεοῦ φίλε γνήσιε· διὸ καὶ χαίρει νῦν ἄγουσα τὴν σεπτὴν καὶ φωσφόρον σου πανήγυριν.

Πεζοπορῶν ἐν Ἰθάκῃ ἀνήρτας, ὅσιε, ἐπὶ τῶν ὤμων πήραν πλήρη λίθων βαρέων ποθῶν καταπονήσαι, Ἰωακείμ, τὴν ταλαίπωρον σάρκα σου καὶ ἀνυψώσαι τὸν νοῦν σου πρὸς τὸν Θεὸν καὶ Δεσπότην ἀνετώτερον.

Ὠκεανὸν ὥσπερ ἄλλον θαυμάτων ἔγνωμεν, Ἰωακείμ, σὲ πάντες καὶ πλημμύραν χαρίτων, οἱ πόθῳ καταφεύγοντες τῇ σορῷ τῶν τιμίων λειψάνων σου· ὑπερφυέστατα νέμεις γὰρ δωρεὰς θεϊκὰς τοῖς ἀνυμνοῦσί σε.

Πανευσθενῶς τὸ σὸν πλοῖον, σοφέ, προσήγγισας τῇ παραλία, ἔνθα τῶν ἀπίστων τὰ στίφη διέχεον τὸν ὄλεθρον καὶ σφαγὴν Ὀρθοδόξων τοῖς πλήθεσι καὶ τῇ δυνάμει τῇ θείᾳ, Ἰωακείμ, ἠδυνήθης τοῦτα σώσασθαι.

Ὑπηρετεῖν κατεδέχθης, θεοφορούμενε Ἰωακείμ, ἀσμένως ἰατρὸν ἀντὶ ἄλλου πτωχοῦ ἐζωγρισμένου παίδων πατρὸς διὰ χρέη δωρούμενος ἐλευθερίαν ἐκείνῳ τὴν ποθεινήν, ὁσιώτατε φιλάνθρωπε.

Δόξα. Ἦχος πλ. β´.
Τῶν φιλεόρτων Ἰθακησίων οἱ δῆμοι καὶ φιλοσίων Ἀθω οἱ σύλλογοι, δεῦτε, σήμερον συνελθόντες τιμήσωμεν Ἰωακεὶμ τὸν θεσπέσιον· οὗτος γὰρ ἐγκράτειᾳ τὸ σῶμα περιφραξάμενος καὶ Χριστοῦ τὰς ἀληθείας εὐθαρσῶς κηρύξας χάριν εἴληφεν ἀπελαύνειν τῶν ἀνθρώπων τὰς νόσους· καὶ νῦν τῶν ἐφετῶν ἀπολαύων καὶ παῤῥησίαν ἔχων πρὸς Κύριον ἀσιγήτως πρεσβεύει ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε...

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. η΄ 1-11)
Σὺ τὴν σοφίαν κηρύξεις, ἵνα φρόνησίς σοι ὑπακούση· ἐπὶ γὰρ τῶν ὑψηλῶν ἄκρων ἐστίν, ἀνὰ μέσον δὲ τῶν τρίβων ἕστηκε· παρὰ γὰρ πύλαις δυναστῶν παρεδρεύει, ἐν δὲ εἰσόδους ὑμνεῖται. Ὑμᾶς, ὧ ἄνθρωποι, παρακαλῶ καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων· νοήσατε ἄκακοι, πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔσεσθε καρδίαν.
Εἰσακούσατέ μου, σεμνὰ γὰρ ἐρῶ καὶ ἀνοίσω ἀπὸ χειλέων ὀρθὰ· ὅτι ἀλήθειαν μελετήσει ὁ φάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιὸν οὐδὲ στραγγαλιῶδες· πάντα ἐνώπια τοῖς συνιοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Λάβετε παιδείαν καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. ζ΄ 10-17)
Υἱέ, μὴ ὀλιγοψυχήσης ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. Μὴ καταγελᾷ ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἐστὶ γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. Μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σοῦ, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. Μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. Μὴ ἀδολέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. Μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην. Μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν. Μνήσθητι ὅτι ὀργὴ οὑ χρονιεῖ. Ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄ 15- στ΄ 3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καί τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὀπλοποιήση τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνης, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ συνέτε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ, Ἰθακησίων ἡ πανεύφημος νῆσος ἐν κόλποις κατέχουσα ὄλβον ἀσύλητον καὶ ἰατρεῖον ἀδάπανον τὰ θαυματόβρυτα λείψανα τοῦ σεπτοῦ σου γόνου Ἰωακεὶμ τοῦ μάκαρος· οὗτος γὰρ ἐργάτης τῶν ἐντολῶν τοῦ Κυρίου καὶ ὁμότροπος τῶν ἀποστόλων γενόμενος ἠξιώθη σπεῖραι Εὐαγγελίου τὸν σπόρον τοῖς ἐν σκοτείᾳ δουλείας οὖσι καὶ πρεσβεύειν Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β´.
Ὥσπερ τῷ ὑποδούλῳ χριστεπωνύμῳ ἡμῶν ἔθνει τὴν ὁδὸν τῆς ἐλευθερίας ὑπεδείκνυς, Ἰωακεὶμ ἐνθεώτατε, οὕτω καὶ νῦν ἡμᾶς τοὺς τιμῶντας τὴν μνήμην σου καὶ ἐκδεχομένους τὴν σὴν ἀντίληψιν νοερῶς ἐφιστάμενος χειραγώγησον πρὸς ζωὴν τὴν αἰώνιον τρόπους μετανοίας ὑποδεικνὺμενος.

Ἦχος γ´.
Τὸν νεοφανῆ ἀστέρα τῆς εὐσεβείας, Ἰωακείμ, Βατοπεδίου τὸ πάνσεμνον ἀνάστημα, τοῖς ὕμνων ἄνθεσιν ἐκθύμως καταστέψωμεν· οὗτος γὰρ καταλιπῶν πᾶν ῥέον καὶ πρόσκαιρον τὸ τῆς Θεόπαιδος Ἁγιώνυμον Ὅρος ᾤκησε σκεῦος ὑπακοῆς καὶ σεμνότητος γενόμενος· καὶ τοῦ Παύλου τὰς περιοδείας μιμούμενος πόλεις καὶ τόπους ὑποδούλων συνεχῶς διήμειβε Χριστὸν καὶ ἐλευθερίαν εὐαγγελιζόμενος· καὶ νῦν ἐν τῇ οὐρανίῳ πόλει οἰκῶν, ἥν ὡς μέλλουσαν ἐν γῇ βιῶν ἐπεζήτει πρεσβεύει Χριστῷ ἀξιώσαι καὶ ἡμᾶς τῆς ἀφθίτου βιώσεως.

Ἦχος δ´.
Θείῳ Πνεύματι κινούμενος ἐν τῇ σῇ πατρίδι παρεγένου καὶ Ἰθακησίων τοὺς δήμους ἡγίασας τῇ ἐλεύσει σου, Ἰωακεὶμ θεοδόξαστε· ἀγαπήσας οὖν τούτους ὡς σεαυτὸν ἐδείχθης πενήτων τροφός, χειμαζόμενων καταφύγιον καὶ τῶν ἐν περιστάσει ὄντων ἀρωγὸς συμπαθέστατος· ὅθεν ὁ μισθαποδότης Κύριος ὡς τηρητὴν τῶν Αὐτοῦ ἐντολῶν ἀκριβέστατον ἠξίωσε προσβεύειν ὑπὲρ τῶν τελούντων τὴν πάντιμον μνήμην σου.





Δόξα. Ἦχος πλ. α´.
Μελίχροις μελῳδήμασι, δεῦτε, πάντες οἱ φιλέορτοι, ἐπαινέσωμεν τὴν θεοφιλῆ πολιτείαν καὶ τὰ κατορθώματα τοῦ νεοφανοὺς ὁσίου, Ἰωακεὶμ τοῦ πάνυ σώφρονος· οὗτος γὰρ ἐν Βατοπεδίῳ τῶν μοναχῶν ἀμπεχόμενος τριβώνιον καὶ ἀπεκδυσάμενος τὸν παλαιὸν ἄνθρωπον ἐνεδύθη τὸν νέον τῆς χάριτος καὶ ἰσαγγέλως ἐβίωσεν· ὅθεν κῆρυξ ἠξιώθη γενέσθαι τῆς χάριτος, ἰατρὸς ψυχῶν καὶ σωμάτων ταχύτατος καὶ φιλανθρώπου δράσεως ἀκρώρεια, πᾶσιν ἐκχέων τὴν αὐτοῦ εὐσπλαγχνίαν καιν νῦν τῷ Σωτῆρι παριστάμενος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν ἀδιαλείπτως πρεσβεύει Αὐτῷ, ὅπως ἵλεως γὲνηται ἡμῖν ἐν τῇ φοβερᾷ καὶ φρικτῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομεν Σε, Θεοτόκε Παρθένε...

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, φιλανθρωπίας εἰκών, ἀκτημοσύνης ἡ λαμπρὰ ὑποτύπωσις, ἀγάπης πρὸς τὸν πλησίον καὶ τὸν Θεὸν ἀληθῶς, μυροθήκη πᾶσι μῦρον χέουσα, εὐῶδες καὶ ἥδιστον, ἀσκητὰ ἐνθεώτατε, Ἰθάκης γόνε, τιμαλφὲς καὶ ὑπέρτιμε, ὁ δεήσεσι, τὴν ψυχὴν καθηράμενος ἀδιαλείπτοις, στάσεσι παννύχοις καὶ δάκρυσι τοῖς ἀειῤῥόοις· διόπερ, Ἰωακείμ, τὴν σεβάσμιον τιμῶντες σοῦ μνήμην μεγαλύνομεν τὸν δόντα σοὶ θείαν δύναμιν.

Στίχος: Τίμιος ἐναντίον Κυρίου...
Χαίροις, ὁ τῆς Ἰθάκης βλαστός, Βατοπεδίου τῆς μονῆς ἐγκαλλώπισμα, κανὼν ἱεραποστόλων καὶ διδασκάλων σοφῶν ἀκρεμών, ἀγάπης ἐνδιαίτημα· δοχεῖον τῆς χάριτος, πολυχεύμων ἰάσεων καὶ θαυμασίων ποταμὸς ἀναδέδειξαι, ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις πανόσιε· ὅθεν τῇ τῶν λειψάνων σου σορῷ καταφεύγοντες, Ἰωακείμ, οἱ ἐν νόσοις καὶ ζοφεροῖς ἀῤῥωστήμασιν, ἰάσεων ῥεῖθρα, ἀρυόμεθα ἀφθόνως καὶ ἀγαλλόμεθα.

Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, εἰς ἡλικίας ἀκμὴν ὁ προσαράξας εἰς τὸ Ὅρος τὸ Ἅγιον ψυχῆς τὸ ἱστιοφόρον καὶ διαπλεύσας καλῶς καὶ σωφρόνως βίου πάντα ῥέοντα· Ἰθάκης ἐκβλάστημα, τὰ σὰ ὦτα ἐσφράγισας τοῖς ἡδυμόλποις τῶν Σειρήνων ἀκούσμασι καὶ τὰ ὄμματα τῷ Κυρίῳ ἀνέτεινας· ὅθεν καὶ χάριν εἴληφας κηρύττειν τοῖς πέρασιν, Ἰωακεὶμ θεοφόρε, Εὐαγγελίου τὰ ῥήματα ἐν χρόνοις δουλείας, οἱ καρποὶ ἐλευθερίας ἐξ ῳν ἐβλάστησαν.





Δόξα. Ἦχος πλ. δ´.
Χαῖρε καὶ ἀγάλλου Ἰθακησίων ἡ νῆσος τοιοῦτον προστάτην ἐκ Θεοῦ κληρωσαμένη καὶ Ἀθω φάραγγες καὶ δρυμοί, οἱ πνευματικῶς ἄρτι διαθρέψαντες Ἰωακείμ, τὸν ἐν ἀσκηταῖς μέγιστον, καὶ διδασκάλων ἀρχέτυπον· αὐτὸν καὶ ἡμεῖς, οἱ μιμνῃσκόμενοι τῆς ἀκραιφνοῦς αὐτοῦ πολιτείας, μεσιτηνπροσαγοντες θερμότατον πρὸς Κύριον καὶ ῥύστην ἐν κινδύνοις ταχύτατον, αἰτούμεθα δυσωπεῖν Χριστὸν τὸν πανοικτίρμονα σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεόν...

Νῦν ἀπολύεις. Τὸ Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Θεία χάριτι λελαμπρυσμένος κατεφώτισας τοὺς ἐν σκοτείᾳ ἀγνωσίας καὶ δουλώσεως πέλοντας ταῖς διδαχῶν καὶ θαυμάτων ἀκτῖσί σου, Ἰωακείμ, ἀσκητὰ ἐνθεώτατε· γόνε πάντιμε Ἰθάκης, Χριστὸν ἱκέτευε δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σέ, τὴν μεσιτεύσασαν...

Ἀπόλυσις.




















ΕΝ ΤΩ ΟΡΘΡΩ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Νεοφωτὸς λαμπτὴρ τῇ Χριστοῦ Ἐκκλησίᾳ ἐφάνης ἐν καιροῖς ζοφεροῖς τῆς δουλείας καὶ ηὔγασας ἅπαντας κηρυγμάτων ἀκτῖσί σου· ὅθεν σήμερον, Ἰωακεὶμ θεοφόρε, τὴν σεβάσμιον καὶ φωτοφόρον σοῦ μνήμην ᾠδαῖς καταστέφομεν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον,
Κυβέρνησον, ἁγνή, τὴν ἐν κλύδωσι βίου καὶ πλείστοις πειρασμοῖς ποντουμένην, Παρθένε, ψυχήν μου καὶ σῶσον μέ, τὸν πολυστηνον δοῦλόν σου· σὲ γὰρ ἔγνωκα ὅρμον ἀχείμαστον ὄντως καὶ ἀκύμαντον λιμένα, Μῆτερ ἅγια, τοῦ κόσμου προσφύγιον.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος δ´. Ὁ ὑψωθεὶς.
Βατοπεδίου ἀσκητὴν τὸν θεόπνουν καὶ τῆς Ἰθάκης ἐγκαλλώπισμα μέγα, Ἰωακείμ, τιμήσωμεν, πιστοί, ἐκτενῶς καὶ αὐτοῦ τὰ λείψανα, τὰ βλυστάνοντα πᾶσι νάματα ἰάσεων καὶ προσκυνήσωμεν πίστει ἀναβοῶντες· ὅσιε Χριστοῦ, ὑπάρχεις σκέπη ἡμῶν καὶ διάσωσμα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Ἡ τῶν ἁπάντων ποιητὴν τετοκυῖα, θεογεννῆτορ, καὶ ἡμᾶς ῥυσαμένη ἐκ τῆς ἀρχαίας, κράξωμεν, κατάρας ταχὺ συμφορῶν ἐκλύτρωσαι τοὺς προστρέχοντας πόθῳ ταῖς πρὸς τὸν Παντάνακτα ῥυπτικαἶς σου πρεσβείαις καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν παράσχου πᾶσι τοῖς σὲ μακαρίζουσι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Λόγοις ἐνθέοις σου ψυχὰς ἐπτέρωσας πρὸς τὰ οὐράνια ὄντως σκηνώματα, Ἰωακείμ, τῶν ἐν σκιᾷ δουλώσεως διαγόντων καὶ τῆς ἀγαπήσεως πρὸς τὸν πέλας ἀκρώρεια καὶ Θεὸν γενόμενος τὸν σὸν δρόμον ἐτέλεσας καὶ χάριν δαψιλῶς οὐρανόθεν νόσους ἀπείληφας διώκειν.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὔρω ἔλεος ἐν τῇ ὤρα τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.







Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος: Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ ὁσίων.
Εὐαγγέλιον Ὀσιακόν. (Ζήτει αὐτὸ τῇ ε΄ Δεκεμβρίου).
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Ἰδιόμελον. Ἦχος πλ. β´. Στίχος: Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ὁσιώτατε πάτερ Ἰωακείμ, ἡ φωτοφόρος σου μνήμη πρὸς δοξολογίαν κινεῖ τοῦ Θεοῦ ἡμᾶς τοὺς συνηγμένους τελέσαι αὐτὴν χαρμοσύνως· πρέσβευε οὖν τῷ Κυρίῳ, θαυματόβρυτε ἀκέστορ ἡμῶν, καταπέμψαι ἡμῖν φωτισμὸν οὐρανόθεν καὶ ἄμετρον ἔλεος.

Εἶτα ὁ Κανῶν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς:  Ἰθάκης τίμιον γέρας, Ἰωακείμ, τιμάσθω. Χ.
ᾨδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
θάκης τὸ βλάστημα, τὸ εὐθαλὲς καὶ ἡδύπνευστον, ὁσίων τοῖς ἴχνεσιν ἐν τοῖς ἐσχάτοις καιροῖς τὸν βαδίσαντα, Ἰωακεὶμ τὸν θεῖον, ὑμνῆσαι τὰ χείλη μου ἄνοιξον, Κύριε.
Θαῤῥήσας κατέλιπες ἱστιοφόρον, ἐν ᾧπερ σὺ ναυτόπαις πειθήνιος ὑπῆρχες, Ἰωακείμ, καὶ ἀνέδραμες ἐν τῇ Βατοπεδίου μονῇ ἀπαρνήσασθαι ἅπαν τὸ βρότειον.
κμαίῳ φρονήματι καὶ διαυγεῖ ὄντως βλέμματι τὸν δρόμον ἐπέλεξας τῆς μοναχῶν βιοτῆς καὶ ἐξέθεσας σαφῶς τῷ προεστῶτι, σοφέ, τὴν ἐνδόμυχον ἐπιθυμίαν σου.
Θεοτοκίον.
Κριμάτων ἀβύσσους μου ταῖς σαῖς πρεσβείαις ἀπόπλυνον, ἁγνὴ Μητροπάρθενε, καὶ καθαρὸν εἰς μονὰς τοῦ Παντάνακτος καὶ Ζωοδότου δέξαι τὸν τλήμονα δοῦλόν σου ἀνευφημοῦντά σε.









ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
σκήσω ἐν Ὄρει τῷ Ἁγίῳ ὁσίως, στεῤῥὲ Ἰωακείμ, καὶ ὥσπερ ἄλλη μέλισσα συνέλεγες γλυκύτατον σοφίας καὶ συνέσεως μέλι διὸ εὐφημοῦμὲν σε.
Σωφρόνως διάγων ἐν τῷ Ἀθω ἐδείχθης κανῶν ὑπακοῆς καὶ τύπος ἀκριβέστατος ἀσκητικῆς βιώσεως· διὸ καὶ ξένων, ὅσιε, θαυμάτων γέγονας χείμαῤῥος.
Ταχύτατος ὤφθης πεζοπόρος, ἐνάρετος καὶ διδακτικός, ἀκρότης διοράσεως, ὀξυδέρκειας πρόβολος καὶ τῆς ἐνθέου προτύπον ῥητορικῆς, ὁσιώτατε.
Θεοτοκίον.
δού, μακαρίζομέν σε πάντες, Παντάνασσα, νῦν οἱ γηγενεῖς, ὅτι ἐν τῇ κοιλίᾳ σου Χριστὸν τὸν Παντοκράτορα ὑπερφυῶς ἐκύησας, τὸν καταργήσαντα θάνατον.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Τῆς φθορᾶς τὸν χιτῶνα ἀποβαλῶν ἐγκρατείᾳ συντόνῳ καὶ προσευχῇ ἀφθίτου βιώσεως ἠμφιάσω εὐπρέπειαν τῇ θείᾳ ἐνεργεῖᾳ τοῦ Πνεύματος, ὅσιε, Ἰωακεὶμ θεόφρον, Ἰθάκης ἀγλάϊσμα· ὅθεν λαμπροχίτων πρὸς τῆς δόξης ἐπήρθης τοὺς δρόμους καὶ εἴληφας σῶν καμάτων ἀντίδωρον θεραπεύειν ἰάματα· πρέσβευε οὖν, πάτερ, Χριστῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Σὲ πλουτοῦμεν προστάτιν οἱ γηγενεῖς, Θεοτόκε πανύμνητε Μαριάμ, χαρὰν καὶ ἀντίληψιν, εὐφροσύνην καὶ στήριγμα οἱ ἀπαύστως αἰνοῦντες τὸν πάντιμον τόκον σου καὶ σὲ δοξολογοῦντες εἰς χρόνον τὸν ἅπαντα· ὅθεν τῇ σῇ σκέπῃ καταφεύγομεν πίστει οἱ δοῦλοί σου κράζοντες· ὑφηλίου Παντάνασσα, Μητροπάρθενε Δέσποινα, πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ τῶν πταισμάτων δοῦναι πᾶσιν ἄφεσιν τοῖς τοῦ ὁσίου τελοῦσιν φωσφόρον πανήγυριν.













ᾨδὴ δ´. Ὁ καθήμενος ἐν δόξῃ.
Μοναχὲ πνευματοφόρε, τὸν ζυγὸν τῆς δουλώσεως τοῦ χριστεπωνύμου ἔθνους μὴ βαστάζων ἀνέδραμες τοῖς ὑποδούλοις κηρῦξαι θείᾳ χάριτι, γενναιότατε, τὴν κατ᾿ ἀπίστων ἐξέγερσιν.
εραποστόλων κλέος, ὁδηγὸν ἔχων πάντοτε τῆς ἐλευθερίας ὑπερασπιστὴν μόνον Κύριον δεινοπαθούσι τὸ ἦμαρ τὸ εὐφρόσυνον διεκήρυττες τὸ ἐπερχόμενον τάχιστα.
δοδείκτης πλανωμένων ἀνεδείχθης σαφέστατος καὶ ὀλιγοψύχους λόγοις σου σοφοῖς ἐνεθάῤῥυνας, Ἰωακεὶμ Παπουλάκη· ὅθεν ἅπαντες τὴν πανεύφημον μνήμην σου ὕμνοις γεραίρομεν.
Θεοτοκίον.
Νόμοι βρότειοι, Παρθένε Μαριάμ, οὐκ ἰσχύουσιν ἐν τῇ σῇ κυήσει, ὅτι ἀνηρότως συνέλαβες ἐν τῇ γαστρὶ σοῦ τῇ θεία τὸν Θεάνθρωπον, ὃν δοξάζοντες σὲ οἱ πιστοὶ μακαρίζομεν.

ᾨδή ε´. Ἐξέστη τὰ σύμπαντα.
Γηθόμενοι μέλπομεν καμάτους τοὺς ἀόκνους σου, οὕσπερ κακουχούμενος νηστεύων καὶ γυμνητεύων, Ἰωακείμ, καρτερῶς ὑπέμεινας ἔχω τὸν σὸν νοῦν ἐστραμμένον, ὅσιε, πρὸς Χριστὸν τὸν Σωτῆρά σου.
νθέοις σου ῥήμασι λαμπρύνας Πελοπόννησον πᾶσαν ζήλῳ Παύλου τοῦ μεγίστου ἐν ταῖς καρδίαις τὴν ἐσβεσμένην πολλῶν ἀνάψαι τῆς πίστεως Χριστοῦ φλόγα τὴν σωτήριον ἠξιώθης, μακάριε.
ωννύμενος ἄνωθεν στερήσεις καθυπέμεινας πλείστας, ἵνα τήξῃς τὴν σὴν σάρκα ὡσεὶ κηρίον καὶ τοῦ δολίου ἐχθροῦ πατήσῃς ὀφρῦν, Ἰωακείμ, νέον ἐγκαλλώπισμα τῆς Χριστοῦ θείας πίστεως.
Θεοτοκίον.
παύστως βοῶμεν σοι· χαρίτωσον, Πανύμνητε, τούς σε καθ᾿ ἑκάστην ἀνυμνοῦντας καὶ μετανοίας δεῖξον ἡμῖν τὴν ὁδόν, τὴν ἄγουσαν πρὸς τοὺς οὐρανούς, ἵνα σὺν τῷ τόκῳ σου ἐσαεὶ εὐφραινόμεθα.














ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
Στεῤῥῷ φρονήματι ἤσκησας ἐν φάραγγι τῆς Γούβας τηκόμενος παννύχοις στάσεσι, χαμαικοιτίᾳ καὶ δάκρυσιν, Ἰωακείμ, ὁσίων δειχθεὶς ὁμότροπος.
θάκης θεῖε διδάσκαλε, ἀλλοίωσιν ἐπέφερες ἄριστον τοῖς σεβομένοις σε, Ἰωακείμ, καὶ κατηύθυνας αὐτοὺς πρὸς σωτηρίας λιμένα εὔδιον.
σεὶ λαμπτὴρ ἐκλαμπρότατος κατηύγασας ἀκτῖσι θαυμάτων σου Ἰθάκην ἅπασαν καὶ ἀστυνόμον κατέπιθες τόν σε καταζητοῦντα ἐᾶν σε ἥσυχον.
Θεοτοκίον.
τρέπτως, Μῆτερ ἀπείρανδρε, κυήσασα σαρκὶ τὸν Παντάνακτα ἀρὰν ἠφάνισας τὴν παναρχαίαν καὶ ἅπασιν ἐπήγασας ἀφθόνως τὴν ἀπολύτρωσιν.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Βατοπεδίου τὸν φωστῆρα τὸν ἀνέσπερον, τὸν ἐξ Ἰθάκης ἐπ᾿ ἐσχάτων ἀνατείλαντα καὶ φωτίσαντα θαυμάτων φαιδραῖς ἀκτῖσιν, ἅμα λόγων θεοπνεύστων ἅπαν πλήρωμα εὐσεβῶν, Ἰωακείμ, τοῖς ὕμνων στέφομεν ῥόδοις κράζοντες· Χαῖρε, Πάτερ θεόσοφε.
Ὁ Οἶκος
Ἄκρας φιλανθρωπίας καὶ ἀγάπης ἐπώφθης, σεμνὲ Ἰωακείμ, ἐκμαγεῖον· διὸ πάντες βροτῶν οἱ χοροὶ καὶ ἀγγέλων τάξεις τὴν σεπτὴν μέλπουσι, τρισμάκαρ, πολιτείαν σου βοῶντες εὐθαρσῶς τοιαῦτα·
Χαῖρε, βλαστὲ ἱερὲ Ἰθάκης,
χαῖρε, χρυσὲ θησαυρὲ ἀγάπης·
Χαῖρε, διδασκάλων κανών ὁ εὐθύτατος,
χαῖρε, μονοτρόπων λειμὼν ὁ ἡδύτατος·
Χαῖρε, λύχνε φωτοπάροχε Ἐκκλησίας τοῦ Χριστοῦ,
χαῖρε, στῦλε ἀκλινέστατε τοῦ θεόφρονος λαοῦ·
Χαῖρε, Βατοπεδίου λαμπαδοῦχος ὁ μέγας,
χαῖρε, τοῦ ὑποδούλου πλήθους πάμφωτον σέλας·
Χαῖρε, χηρῶν προστάτης θερμότατος,
χαῖρε, εἰκὼν ἀδόλου πραότητος·
Χαῖρε, ἠθῶν φυτοκόμε ὁσίων,
χαῖρε, παθῶν ῥιζοτόμε αἰσχίστων
Χαῖρε, Πάτερ θεόσοφε.






Συναξάριον.
Τῇ 23ῇ τοῦ αὐτοῦ μηνός, μνήμῃ τοῦ ὁσίου Ἰωακεὶμ τοῦ Ἰθακησίου.
Κῆρυξ ἀληθείας καὶ ἀγάπης ὤφθης,
σοφὲ Ἰωακείμ, τεραστίων φρέαρ.
Ὁ ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Ἰωακεὶμ ἐγεννήθη ἐν Ἰθάκῃ τὸ 1786 ὑπὸ εὐσεβῶν γονέων. Τῆς μητρὸς αὐτοῦ ἀποθανούσης ἐν νεαρᾷ ἡλικίᾳ καὶ τοῦ πατρὸς αὐτοῦ συζευχθέντος μετὰ τινος ἄλλης ἀφιλοστόργου καὶ δύστροπου γυναικὸς, ὁ νεαρὸς Ἰωάννης (αὐτὸ ἦτο τὸ κοσμικὸν ὄνομα τοῦ ὁσίου Ἰωακείμ), ἠναγκάσθη ἐργασθῆναι ὡς ναυτόπαις, ἀπομακρυνόμενος οὕτω τῆς πατρῴας στέγης. Ἀγαθὸς ὢν καὶ πειθήνιος ἠγαπᾶτο λίαν ἐν τῷ ἐργασιακῷ αὐτοῦ χώρῳ παρά τε τοῦ, πλοιάρχου καὶ τοῦ πληρώματος τοῦ ἱστιοφόρου. Ἐν αὐτῷ ἀσκητικῶς διάγων ἠκολούθει ταῖς τῆς νηστείας καὶ μελέτης τρίβοις. Εἴς τι τῶν αὐτοῦ ταξειδίων τὸ πλοῖον προσήγγισε τὰς ἀκτὰς τῆς Χαλκιδικῆς ἐμπορίου χάριν. Ὁ Ἰωάννης διαπνεόμενος ὑπὸ θρησκευτικοὺ ζήλου καὶ πόθου μοναχικῆς πολιτείας ἐξῆλθε λάθρα τοῦ πλοίου καὶ δι᾿ ἀγνώστου καὶ δυσπροσίτου διαδρομῆς κατηυθύνθη εἰς τὴν μονὴν Βατοπεδίου τοῦ Ἁγιωνύμου Ὅρους, ἔνθα ἐτέθη εἰς δοκιμασίαν ὑπὸ τοῦ Προεστῶτος. Ὁ νεαρὸς ἀσκητὴς ἐθαυμάζετο διὰ τὸ ἀκλινὲς τοῦ ἤθους καὶ τῆς αὐτοῦ πίστεως. Ἐξελισσόμενος εἰς τύπον μοναδικῆς βιοτῆς κατέστη περίβλεπτος ἀνὰ τὸν Ἄθωνα διὰ τὰς εὐρείας αὐτοῦ γνώσεις, τὴν διορατικότητα, τὴν εὐγλωττίαν καὶ τὴν πολλὴν αὐτοῦ παῤῥησίαν. Ἕνεκα τῶν ἀρετῶν αὐτῶν ὁ Ἰωακεὶμ πρῶτον μὲν διωρίσθη συμβουλος τῆς Μονῆς, εἶτα δὲ ἀπεστάλη ὡς ἱεραπόστολος κηρύξαι τοῖς ὑποδούλοις Ἕλλησιν. Ἔκτοτε οὗτος μετὰ πολλοῦ ζήλου περιέτρεχε τὰς πόλεις καὶ τὰς κώμας τῆς Ἑλλάδος διδάσκων καὶ ποδηγετών. Ἑξαιρέτως ἐν τῇ Βορείᾳ καὶ Δυτικῇ Πελοποννήσῳ διέλαμψεν ὡς ἀστὴρ φαεινότατος φωτίζων τὰ σκότη τῶν ἐκεῖ χειμαζόμενων, ἕνεκα δουλώσεως ὑπὸ τῶν ἀπογόνων τῆς Ἄγαρ, χριστωνύμων. Ἀποστόλων οὖν ἐποφθεὶς ὁμότροπος καὶ τῶν πάλαι ὁσίων πατέρων τῶν ἐν ἐρήμῳ ἀσκησάντων ἰσοστάσιος δαψιλῶς εἵλκυσε τὴν χάριν τοῦ Παναγίου Πνεύματος τοῦ τὰ ἀσθενῆ θεραπεύοντος καὶ τὰ ἐλλείποντα ἀναπληροῦντος. Ἐν ἑτέρῳ χρόνῳ ὁ ὅσιος Ἰωακεὶμ ἀναφαίνεται ὡς πλοίαρχος ἐπὶ τινος πλοίου κομίζοντος τροφὰς εἰς τοὺς φυγάδας εἰς τὰς παραλίους περιοχὰς τῆς Δυτικῆς Πελοποννήσου. Εἰς τινα μάχην δὲ ἔπλευσε πρὸς διάσωσιν τῶν Ἑλλήνων ἀγνοῶν τὰ ῥιπτόμενα κατὰ τοῦ πλοίου πυρὰ ὑπὸ τῶν ἐχθρῶν καὶ ἐπέτυχε τοῦ ἐπιθυμητού. Μετὰ τὴν λῆξιν τοῦ πολέμου ὁ Ἰωακεὶμ κατηυθύνθη εἰς τὴν ἰδιαιτέραν αὐτοῦ πατρίδα, τὴν Ἰθάκην, πόθων διελθεῖν τὸ ὑπόλοιπον τῆς ἐπὶ γῆς αὐτοῦ πολιτείας ἐν προσευχῇ καὶ νηστείᾳ. Ἐν αὐτῇ παρέμεινε μέχρι τῆς ὀσιακὴς αὐτοῦ κοιμήσεως κακουχοὺμενος, γυμνητεύων, νηστεύων καὶ προσευχόμενος. Ἐδίδασκεν ἀκαταπαύστως καὶ οὐδεὶς προσερχόμενος αὐτῷ ἀπήρχετο ἄνευ μετανοίας καὶ συντριβῆς καρδίας. Ναοὺς ἀνεδόμησεν, ἀσθενεῖς ἰάτρευσε, πτωχοὺς ἐνίσχυσε, θαύματα πολλὰ ἐπετέλεσε καὶ γενικὼς ἠναλώθη εἰς ἔργα ἀγάπης τοῦ πλησίον. Ἀνεπαύθη ἐν Κυρίῳ τὴν Δευτέραν Μαρτίου 1868 καὶ ἐτάφη ἐν μέσῳ θρήνων καὶ ὀδυρμῶν ἀπείρου πλήθους Ἰθακησίων ὄπισθεν τοῦ ἐν τῷ Σταυρῷ Ναοῦ τῆς Ἁγίας Βαρβάρας, ἥν οὗτος ἀνήγειρεν. Παραδόξως δὲ τὸ τίμιον αὐτοῦ σκῆνος κατὰ τὴν ἐκφορὰν οὐδόλως ἐβράχη παρὰ τὴν πίπτουσαν ῥαγδαίαν βροχήν. Ἀρτίως (ΚΓ᾿ Μαίου 1992) ἐγένετο πανηγυρικῶς ἡ ἀνακομιδὴ τῶν πανσέπτων αὐτοῦ λειψάνων ὑπὸ Νικηφόρου ἀρχιερατεύοντος τῶν νήσων Ἰθάκης καὶ Λευκάδος, παρουσία τοῦ Καθηγουμένου τῆς ἱερᾶς τοῦ Βατοπεδίου μονῆς καὶ πλήθους πιστῶν.








Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων.
Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ,
Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ.
Οὗτος ὁ ἀγγελώνυμος Πατήρ, ὕπηρχεν ἐν τῇ δευτέρα εἰκονομαχία ἐπὶ τῆς βασιλείας τοῦ ἐπαράτου εἰκονομάχου Λέοντος τοῦ Ἀρμενίου. Διὰ δὲ βίου τελείου ἑαυτὸν καθαρὰς καὶ ἐκ μητρικῶν ἀγκαλῶν τῷ Θεῷ ἀφιερωθείς, ὤφθη ἀρχιερεὺς τοῦ Θεοῦ τοῦ Ὑψίστου, καὶ ὑπ᾿ αὐτοῦ δυναμούμενος, τῶν θεομάχων πᾶσαν κατέσβεσε γλωσσαλγίαν, αἱρετιζόντων ἄθεα στόματα φιμώσας, κατὰ τῆς θείας μορφώσεως ἀνοιγόμενα, μὴ φέρων δὲ ὁ δυσώνυμος θὴρ τὸ θεῖον ῥεῦμα τῆς ἱερᾶς γλώσσης αὐτοῦ, ὅτι παρεστῶς ὁ Ἅγιος ἔμπροσθεν τοῦ βήματος αὐτοῦ, οὑ κατεπλάγη τὰς ἀπειλάς, οὐκ ἐχαυνώθη τὸν νοῦν, ἀλλὰ ἐλευθέρᾳ τῇ φωνῇ ἐβόησε· Τὴν ἀχραντον Εἰκόνα σέβω καὶ προσκυνῶ Χριστοῦ τοῦ Θεοῦ μου, καὶ τῆς ἁγίας αὐτοῦ Μητρός, τὸ δὲ σὸν δόγμα διαπτύω καὶ εἰς οὐδὲν λογίζομαι. Καὶ ὁ τύραννος θυμωθείς, καταδικάζει αὐτὸν εἰς ἐξορίαν μακρὰν καὶ ἀειφυγίαν. Ὁ δέ Ἅγιος διωκόμενος ἀπὸ τόπου εἰς τόπον καὶ ὑπομείνας ἐξορίας καὶ θλίψεις πολλὰς καὶ πικράς, καὶ τόν βίον αὐτοῦ τελέσας θεοψιλῶς, καὶ κοσμηθεὶς διπλοῖς στεφάνοις, προσετέθη τοῖς ἀρχιερεῦσιν ὡς ἀρχιερεύς, καὶ ὡς μάρτυς τοῖς μάρτυσι.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ, ἐν εἰρήνῃ τελειωθείσης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Εὐφροσύνης Πολότας, ἡγουμένης τῆς ἱερὰς Μονὴς τοῦ Σωτῆρος, τῆς Ρωσσίδος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὐρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Λεοντίου, ἐπισκόπου Ροστοβίας, τοῦ θαυματουργοῦ τοῦ Ρώσσου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Κόσμος πάγχρυσος, Χριστιανῶν ὡράϊσμα, Ἰθάκης βλάστημα, ἐδείχθης, Ἰωακείμ, πενήτων ἀντίληψις, ἀγάπης ἔκτυπον, ἅμα πάνσεπτον φιλαλληλίας τέμενος καὶ χιτὼν γυμνητευόντων.
Εὐλαβέστατε Ἰωακείμ, θερμότατος ἐγένου πρόμαχος χηρῶν τε καὶ ὀρφανῶν, καμνόντων βοήθεια, νοσούντων ἴαμα, καὶ γλυκύτατος πενήτων ἐπιούσιος ἄρτος, πάτερ θεοφόρε.
ερώτατον ναὸν ἐν Ῥάχῃ ἔκτισας ἱδρῶσι πλείστοις σοῦ καὶ ἄλλον ἐν Ἀνωγῇ, προσέτι τῆς μάρτυρος Βαρβάρας πάγκαλον, θεοφόρητε, ἐν τῷ Σταυρῷ, παρ᾿ ᾧπερ σὺ εὐλαβῶς καὶ ἐνετάφης.
Θεοτοκίον.
Μητροπάρθενε, εὐλογημένη Δέσποινα, δεινῆς φαυλότητος περιπεζίου κἀμὲ τόν σὲ μεγαλύνοντα ἀεὶ ἀπάλλαξον καὶ καρδίας μου τὴν ἔφεσιν ἀνύψωσον πρὸς τὸν ἔρωτα τὸν θεῖον.
ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Τίς σου τοὺς καμάτους ἐξυμνήσει καὶ πλοῦτον τῆς σῆς ἀγάπης τὸν ἀσύλητον ἤ τίς διηγήσητε πόνους καὶ ἱδρῶτάς σου, οὓς ἀκλινῶς ὑπήνεγκας, ἱεραπόστολε, ὑπὲρ τῆς τῶν πολλῶν σωτηρίας, εὐσεβείας στῦλε, Ἰωακείμ, βοῶμεν.
να μιμηθῇς τοὺς ἐν ἐρήμῳ ὁσίους πατέρας, μάκαρ, τοῖς βλεφάροις σου νυσταγμὸν οὐκ ἔδωκας τοῖς τιμίοις, ὅσιε, καὶ βιοτήν σου αἴθριος ἄγων ἀσίγητον εὐχὴν τὴν νοερὰν τῶν ὀστῶν σου γλυκασμὸν καὶ τέρψιν τῆς σῆς καρδίας ἔσχες.
Μνήμην ἔχων πάντοτε θανάτου τῶν βίου τερπνῶν καὶ ἡδονῶν, μακάριε Ἰωακείμ, ἐμάκρυνας καὶ ὡς πάντων ἔσχατος δεινῶς παρενοχλούμενος, κολαφιζόμενος καὶ ῥίψεις ὑπομένων, θεόφρον, λίθων θεαρέστως ἐτέλεσας τὸν βίον.
Θεοτοκίον.
σμα μυστικὸν χρηστοηθείας καὶ ὕμνος ἁγνείας πέλουσα, πανύμνητε Μῆτερ, μελιχρότατος, Παναγία Δέσποινα, ἐν τῇ σεπτῇ νηδύϊ σου τὸν Παντοκράτορα Χριστὸν κατηξιώθης βαστάσαι καὶ τὴν σωτηρίαν ἡμῶν μελοποιῆσαι.

ᾨδὴ θ´. Ἅπας γηγενής.
Σέμνωμα λαοῦ Ἰθάκης περίλαμπρον, θαυμάτων τέμενος ὤφθης καὶ πολύῤῥυτος κρουνὸς προχέων πιστοῖς ἰάματα, Ἰωακείμ· διόπερ σου τὴν θείαν κοίμησιν μελωδοῦντες ὕμνοις τὸν κρατύναντά σε ἐν βίῳ ἀπαύστως δοξάζομεν.
Θραύσας μηχανὰς τοῦ πλάνου ἀλάστορος πολλαῖς στερήσεσι, τῶν γονάτων κλίσεσι, σαρκίου τήξει, δακρύων χεύμασι καὶ ἀγρυπνίαις γέγονας ἀγάπης ἔκτυπον, σωφροσύνης σκεῦος καὶ πραότητος ἀκροθίνιον, πάτερ πανόσιε.
ς φωτὸς πηγὴν πυρσεύμασι χάριτος τὴν καταύγασαν ἐν ἐσχάτοις ἔτεσι Βατοπεδίου μονὴν τὴν πάνσεπτον, Πελοποννήσου πέρατα, Ἰθάκην, Ἤπειρον καὶ Ἑλλάδος πλάτη εὐφημοῦμέν σε, Ἰθακήσιον γέρας, ἑκάστοτε.
Θεοτοκίον.
Χαῖρε, Μαριάμ, Παντάνασσα Δέσποινα, ἀναβοῶμέν σοι, τεῖχος καὶ ὀχύρωμα τοῦ ἐν Ἰθάκῃ πατρὸς θεόφρονος, Ἰωακείμ, καὶ καύχημα αὐτοῦ περίδοξον ἅμα κλέος τῶν ὑμνολογούντων σε εἰς αἰῶνας πιστῶν, Μητροπάρθενε.






Ἐξαποστειλάριον. Ἦχος γ´. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τὸ νέον κόσμημα πάντες, ἀνευφημήσωμεν ὕμνοις, Ἰωακεὶμ τὸν ἀσκητήν, φιλανθρωπίας τὸ κῦδος, καὶ ἀγαπήσεως στέφος.
Θεοτοκίον.
Ὡς τὸν Σωτῆρα τῶν πάντων, Θεογεννῆτορ, τεκοῦσα τῆς οὐρανῶν βασιλείας μέτοχον ἔργασαι κἀμε ταῖς σαῖς ἀπαύστοις πρεσβείαις, Παντοβασίλισσα, κράζω.

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ, ἀσκουμένων ἔκτυπον, Ἰωακείμ, τῶν φθαρτῶν πᾶσαν σχέσιν κατέλιπες καὶ ναυτίλλου ἔργον σου τοῦ Παντάνακτος ἔρωτι· σὺ γὰρ εἰς Ὄρος ἐλθὼν τὸ Ἅγιον ὑπακοῆς τε καὶ ταπεινώσεως ὤφθης κειμήλιον καὶ δοχεῖον γέγονας τῶν δωρεῶν τοῦ Ἁγίου Πνεύματος, θεομακάριστε.

Πάτερ, φιλανθρώπου δράσεως, Ἰωακείμ, κορυφή, ἀδυνάτους ἐστήριξας, πενομένους ἔθρεψας καὶ νοσοῦντας ἰάτρευσας· προσφύγων ὤφθης, σοφέ, ἀντίληψις καὶ εὐποιΐας ἐργάτης τίμιος· ὅθεν τιμῶντές σε ἐφυμνίων ᾄσμασι τὴν σὴν σεπτὴν μνήμην καταστέφομεν, θεοειδέστατε.

Πάτερ, ἀπαθείας τέμενος, Ἰωακεὶμ γεραρέ, ἐν δεινοῖς περιστάσεσι κακουχίας ἤνεγκας ἀταράχως, πανόσιε· σὺ γὰρ προσηύχου κολαφιζόμενος, κακῶς ἐν βίῳ συκοφαντούμενος, παρενοχλούμενος, ἅμα λοιδορούμενος καὶ ζοφερὰς ὕβρεις νήφων, ἄριστε, ἀποδεχόμενος.

Πάτερ, ἰατρῶν εὐπρέπεια, Ἰωακείμ, ἐν καιροῖς τοῖς ἐσχάτοις διέπρεψας ὡς ἀλεξιτήριον πάσης νόσου καὶ θλίψεων εὐεργετήσας τῆς Θεομήτορος Ὄρος τοῦ Ἄθω, τὴν Πελοπόννησον καὶ τὴν βλαστήσασαν νῆσόν σε τὴν πάγκαλον πρὸς οὐρανοὺς ἔδραμες τοῦ Κτίσαντος χωρῆσαι τάγμασι.

Δόξα. Ἦχος πλ. δ´.
Τὸν ἱλαρὸν δότην τῶν ἐπιδεομένων, τὸν σοφὸν διδάσκαλον τῆς θεοσεβείας καὶ ἰατρὸν ἐμπειρότατον τῶν νοσούντων ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· τὸν ἐν ἐσχάτοις τοῖς καιροῖς φανέντα ὡς ἥλιον καὶ διαλάμποντα ἐν κάλλεσιν ἀρετῶν, Ἰωακείμ, τὸν θειότατον ἐν ἀσκηταῖς, ἐγκωμιάσωμεν κράζοντες· Ἰθακησίων ὡράϊσμα, πολιοῦχε καὶ πρόβολε, σπεῦσον, ἐξελοῦ ἡμᾶς ἀπὸ κινδύνων καὶ θλίψεων καὶ ῥῦσαι ἡμᾶς εὐχαῖς σου ἐκ τῶν δεινῶν τῆς κολάσεως.



Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις, ἐγκαλλώπισμα μοναχῶν τοῦ Βατοπεδίου καὶ Ἰθάκης βλαστὲ σεπτέ, χαίροις, τῆς ἀγάπης πρὸς πέλας μυροθήκη, Ἰωακεὶμ θεόφρον, ἱεραπόστολε.


















Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου