Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 9. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΦΟΡΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ 9!!
ΧΡΙΣΤΟΦΟΡΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Τὰ ἐλλείποντα ὑπὸ Ἰωὴλ Φραγκάκου, Μητροπολίτου Ἐδέσσης)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Γλώττῃ ψευδοῤῥήμονι, ὁ δυσσεβέστατος τύραννος, ἠβουλήθη πανεύφημε, τὴν σὴν ἀμετάτρεπτον, καταλῦσαι γνώμην, ἀλλ’ αἵματι μάκαρ, ἐν τῷ σταδίῳ θαυμαστῶς, τῆς ἀθεΐας γλωσσῶν τὸ φρύαγμα, μετ’ ἤχου ἐξεφαύλισας, καὶ ὡς πανάγιον σφάγιον, προσηνέχθης τῷ Κτίστῃ σου, Χριστοφόρε ἀοίδιμε.

Ξίφει τελειούμενος, Μεγαλομάρτυς μακάριε, πρὸς τὰ ἄνω σκηνώματα, ἀνῆλθες γηθόμενος, ὑπὸ τῶν Ἀγγέλων, καὶ στέφος τῆς νίκης, ἀναδησάμενος σοφέ, πολυταράχου ἐχθροῦ τὰς φάλαγγας, δεινῶς κατετραυμάτισας, δι’ ὃ λιταῖς σου δεόμεθα, Χριστοφόρε ἀπόστησον, ἀφ’ ἡμῶν τὸν δυσώνυμον.

Ὅμιλον δημίων σου, τὸν ἐκτακέντα τῷ καύσωνι, ἀθεΐας πανόλβιε, τοῖς ῥείθροις κατήρδευσας, τῶν σεπτῶν δογμάτων, Χριστοῦ τοῦ Σωτῆρος, καὶ σεβασμάτων τῶν ψευδῶν, τὴν ματαιότητα ἀπεξήρανας, ἰσχύϊ τῇ τοῦ Πνεύματος, πανσθενουργῷ τοῦ Κυρίου σου, ὡς ἀστὴρ θεοπύρσευτος, διαλάμπων τοῖς πέρασι.

Πᾶσαν πολυμήχανον, τῶν ἀσεβούντων ἀπόνοιαν, τῶν μελῶν τὴν ἐκπύρωσιν, χαλκοῦν ἱματίδιον, αἰκισμοὺς ἀφάτους, πορνῶν τὰς ἐφέσεις, ἐρεσχελίας τῶν γλυπτῶν, τὰς ἐπιθέσεις τοῦ πολεμήτορος, βελίαρ τοῦ ἀλάστορος, καὶ τὴν τῆς κάρας ἀπότμησιν, σταθερῷ τῷ φρονήματι, καθυπέστης πανάριστε.

Δόξα. Ἦχος α΄.
Τοῖς φεγγοβόλοις σου λάμψεσι, τὸ σκότος τῆς πολυθεΐας ἐκδιώκων, τὴν παράφρονα τῶν διωκτῶν λύτταν κατέλυσας, καὶ λαμπρυνθεὶς τῇ τῶν ἄθλων λαμπρότητι, ἐχώρησας πρὸς τὴν τῆς κάρας ἐκτομήν, κληρούμενος τὰ οὐράνια, ὅθεν τανῦν μετὰ τῶν Μαρτύρων συναγάλλων, μὴ παύσῃ πρεσβεύων, Χριστοφόρε ἔνδοξε, ὑπὲρ πάντων ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.


Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθης Μάρτυς Χριστοῦ, ὡς βότρυς ἀποστάζων, τὸν οἶνον ἰαμάτων, ὀξείᾳ σου πρεσβείᾳ, βροτοῖς τοῖς δεομένοις σου.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Κάραν σου τὴν σεπτήν, γενναίως ὑποκλίνας, ὦ Χριστοφόρε Μάρτυς, τὴν τμῆσιν καθυπέστης, ὡς Μάρτυς ἀξιάγαστος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Δρόσον τοῦ Οὐρανοῦ, ἐν μέσῳ τῶν βασάνων, ἐδέχθης Χριστοφόρε, Χριστοῦ ἐπιφανέντος, αὐγᾶσαί σε πανεύφημε.

Δόξα. Τριαδικόν.
Ἔρωτι πτερωθείς, Τριάδος τῆς Ἁγίας, ἀθύρματα ὡς πάιδων, μυθεύματα εἰδώλων, ἐσκέδασεν ὁ πάντιμος.

Καὶ νῦν. Θεοτοκίον.
Μνήσθητι καὶ ἡμῶν, τῶν ἀνυμνούντων Κόρη, τὴν κλῆσίν Σου τὴν θείαν, πρεσβείαις Σου Παρθένε, πρὸς τὸν Υἱόν Σου Πάναγνε

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἰωήλ. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείθροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀθλοφόρων, ἀπὸ γῆς μετετέθης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, Μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.  Ἕτερον τοῦ Μηναίου. Ἦχος δ' Ταχὺ προκατάλαβε
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.







ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκρξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ Προσόμοια τῆς ἑορτῆς καὶ τοῦ Ἁγίου. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Χριστοφόρου τοὺς ἄθλους, δεῦτε τιμήσωμεν, δι' ὧν ἡμῖν πηγάζει ἡ ἀέναος χάρις, Χριστοῦ τοῦ ζωοδότου· καὶ γὰρ κραταιῶς, τοὺς ἐχθροὺς τροπωσάμενος, κατὰ παθῶν καὶ δαιμόνων καὶ ὀδυνῶν, τὴν ἐξουσίαν ἐκομίσατο.

Ἡ τῶν λειψάνων σου κόνις, θαυμάτων βλύζει πηγάς, τῶν κεραυνῶν τὴν λύσιν, καὶ λοιμῶν καὶ κινδύνων, τὴν λύτρωσιν παρέχει· διὸ σε καὶ νῦν, Χριστοφόρε πολύαθλε, ὁ σὸς λαὸς ἱκετεύει, ὅπως ἀεί, διασώζηται τῆς βλάβης αὐτῶν.

Σοῦ τὸ μνημόσυνον Μάρτυς, εὐωδιάζει τρανῶς, ἐαρινὰ ὡς ῥόδα, τὰ πολύαθλα πάθη, τῶν σῶν ἀγωνισμάτων, δι' ὧν ἀσθενεῖς, ἐμπαθεῖς τε καὶ ἄρρωστοι, τὴν εὐρωστίαν πλουτοῦντες, ταῖς σαῖς εὐχαῖς, ἀνυμνοῦσι τὸν δοτῆρα Χριστόν.

Δόξα. Τοῦ Μάρτυρος. Τοῦ Μηναίου.. Ἦχος δ' Ἰωάννου Μοναχοῦ
Κογχύλῃ αἵματος τοῦ μαρτυρίου σου, κοσμηθεῖσα ἡ Ἐκκλησία τοῦ Θεοῦ, ἡλιακὰς ἀκτῖνας ἐκπέμπει, Χριστοφόρε πολύαθλε· τῷ γὰρ Σταυρῷ, καθοπλίσας σεαυτόν, καὶ τὸ θανεῖν ὑπὲρ Χριστοῦ προθύμως ἑλόμενος, γενναίως πρὸς παράταξιν τοῦ ἀλλοτρίου ἀντικατέστης, καὶ καταισχύνας πάσας τὰς ἐπινοίας τῶν παρανόμων, νικητής στρατιώτης ὤφθης τοῦ Χριστοῦ. Διὸ δυσωποῦμέν σε, ὡς παρρησίαν ἔχων, Μαρτύρων ἐγκαλλώπισμα, πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Τῆς Ἑορτῆς













Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν.
Καὶ τῶν Ἁγίων. Ἦχος α´.
Εὐφραίνου ἐν Κυρίῳ ἡ τῶν Μαρτύρων παράταξις, κατέχουσα ἐν κόλποις, ὡς λαμπρὰν προσθήκην, Χριστοφόρον τὸν πανεύφημον, ἀῤῥενοφρόνως γὰρ πυκτεύσας, καὶ τὸν ἀγῶνα τὸν καλὸν τελέσας, τὸν στέφανον τοῦ μαρτυρίου εἴληφεν, ὅθεν καὶ ἡμεῖς, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, σήμερον συνδραμόντες ἀνακράζομεν· πρέσβευε Χριστῷ τῷ Θεῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Ὄντως Χριστοφόρε πολύαθλε, τὴν θλάσιν τῶν μελῶν, ἐθελουσίᾳ γνώμῃ καθυπέμεινας. Σοῦ γὰρ ὡς θεόδεκτον σφάγιον, τῷ Κυρίῳ δουλεύοντος καὶ τῷ πνεύματι ζέοντος, ὁ παράνομος τύραννος, ἀθλίως ἐξετραχηλίσθη. Διὸ ἱκετεύομεν, μὴ διαλίπης πρεσβεύων, ὐπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ὁ ἐν ἀπατήσας ἐν τῇ Ἐδὲμ τὴν προμήτορα, πορνικὴν ξυνωρίδα, κατὰ σοῦ δολίως ἐκίνησεν, ἀλλ’ ἱερωτάτοις σου λόγοις, ταύτας πρὸς τὸν Χριστὸν ζωγρήσας, τὸν παλαμναῖον συνέτριψας. Τῆς γὰρ ματαίας ἡδονῆς καὶ ψυχοφθόρου λύμης, τὴν ἀγωγὴν καταλιποῦσαι, ὡς ἀμνάδες προσήχθησαν τῷ Βασιλεῖ τοῦ παντός, ὅθεν Χριστοφόρε πανένδοξε, σὺν Ἀκυλίνῃ τῇ θεόφρονι καὶ Καλλινίκῃ, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.
Βαβαὶ τῆς ἀλλοκότου ἐπινοίας τῶν εἰδωλομανέντων. Τὸν Μάρτυρα ἰδόντες ἐγκαρτερήσαντα, τοῖς αἰκισμοῖς ἕως τέλους, ἔπνεον μένεα, κατ’ αὐτοῦ οἱ παμπόνηροι. Τὰ ἐπίπονα σκάμματα, τὰ πολύπλοκα θήρατρα, καὶ τὰ δεινὰ παλαίσματα τῇ τοῦ Χριστοῦ δυνάμει, Χριστοφόρε ἐσκέδασας, ὅθεν καὶ ἡμεῖς, τὴν μνήμην σου τελοῦντες, τῶν ἀγωνισμάτων μνημονεύομεν λέγοντες· πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.



Δόξα. Ἦχος πλ. δ΄.
Ξένον καὶ παράδοξον ὄντως, τὸ ἐν σοὶ τελεσθὲν μυστήριον· ὁ τροφεὺς τῆς κτίσεως, ὤφθη ἐν τῇ καμίνῳ τῆς φλογός, ἀναψυχών σε· ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, καθορᾶται ὑπὸ σοῦ πανσεβάσμιε· Ὃν πάλαι ἰδὼν Ἡσαΐας, ἔφριξε καὶ ἐφοβήθη, ὡσανεὶ φίλος φίλῳ διαλέγεται πανόλβιε· ὁ πηγὰς καὶ ἀβύσσους ἐξουσιάζων, τῇ νοτίδι τῆς χάριτος ἀπεμάρανε, τοῦ πυρὸς τὸ ἀνεπίσχετον ῥεῦμα· Ὃν ἱκέτευε Χριστοφόρε πολύαθλε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πρὸς πάλην χωρήσας ἀνδρικῶς, ἐν ἀρχαίοις ἔτεσι, μακαριώτατε ἔσβεσας, ὡσεὶ ἀράχνια, εἰδωλομανέντων, κενοφώνων ῥήματα, ταῖς αῖς ἀμετατρέπτοις ἐνστάσεσι, καὶ ἐν τοῖς αἵμασι, τοῖς τιμίοις σου πανάριστε, Χριστοφόρε, Μαρτύρων ἀγλάϊσμα.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Σημεῖα καὶ τέρατα σεμνέ, ὑπὸ σοῦ γεγόνασι, τῇ παντουργίᾳ τοῦ Πνεύματος, ἡ ῥάβδος ἤνθησεν, ὥσπερ τοῦ Προφήτου, Ἀαρὼν τοῦ μάκαρος, ἡ βρῶσις ἐπληθύνθη τῇ χάριτι, Ἄγγελος ὤφθη σοι, καὶ ἠλλοίωσας πρὸς κρείττονα, τῶν δημίων, δυσώνυμον ὅμιλον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βαβύλας ὁ θύτης τοῦ Χριστοῦ, ἐπισκόπων κλέϊσμα, εἰς Ἀντιόχειαν πρόπαλαι, Ἁγίῳ Πνεύματι, Μάρτυρα Κυρίου, τὸν κληθέντα Ῥέπρεβον, καλῶς πρὸς τὸ σωτήριον φώτισμα, ἐποδηγέτησε, Χριστοφόρον ὁ ἀοίδιμος, προσφωνήσας, αὐτὸν ἐν τοῖς ὕδασι.

Δόξα... τοῦ Μάρτυρος. Ἦχος δ' Ἀνατολίου
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὸν ἀθλοφόρον Χριστοῦ τοῦ Θεοῦ, ἐν ὕμνοις τιμήσωμεν, Χριστοφόρον τὸν ἔνδοξον. Σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ, ἐπιτελούντων τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.

Καὶ νῦν... Τῆς Ἑορτῆς





Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἰωήλ. Ἦχος γ΄. Θείας πίστεως.
Ῥείθροις αἵματος, πεφοινιγμένος, πρὸς τὰ δώματα, τῶν Ἀθλοφόρων, ἀπὸ γῆς μετετέθης μακάριε, ὡς γὰρ ἀμνὸς Χριστοφόρε ἀμώμητος, ὑπὲρ Χριστοῦ τὴν σὴν κάραν ὑπέκλινας, Μάρτυς ἔνδοξε, ἀεὶ τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.  Ἕτερον τοῦ Μηναίου. Ἦχος δ' Ταχὺ προκατάλαβε
Στολαῖς ταῖς ἐξ αἵματος, ὡραϊζόμενος, Κυρίῳ παρίστασαι, τῷ Βασιλεῖ οὐρανῶν, Χριστοφόρε ἀοίδιμε· ὅθεν σὺν Ἀσωμάτων, καὶ Μαρτύρων χορείαις, ᾄδεις τῇ τρισαγίῳ, καὶ φρικτῇ μελῳδίᾳ· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, σῷζε τοὺς δούλους σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἀπόλυσις.




























ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μυρίας ἀπειλάς, κατεφρόνησας Μάρτυς, τῷ ξίφει τοῦ Σταυροῦ, ὁπλισθεὶς Χριστοφόρε, φλογὸς γὰρ ἀπεμάρανας, ἀσινῶς τὴν ἐκπύρωσιν, νοτιζόμενος, τῇ θείᾳ δρόσῳ Κυρίου, Ὃν ἱκέτευε, ταῖς σαῖς ἁγίαις πρεσβείαις, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ὅμοιον.
Ὦ θαύματος φρικτοῦ, Χριστοφόρος ὁ θεῖος, χιτώνιον χαλκοῦν, πυρωθὲν ὑπ’ ἀνόμων, ἐνδύεται στεῤῥότατα, διαμένων ἀλώβητος, δι’ ὃ ἅπαντες, δοξολογοῦσι τὸν Κτίστην, ὁρῶντες τὸν Μάρτυρα.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνη σήμερον.
Ὡς ἀρνία ἀκάκα, ξίφει σφαγέντα, μετὰ σοῦ ἐνήθλησαν, ἐκ τῶν συνόντων σοι πολλοί, ὅθεν τανῦ συγχορεύουσι, τοῖς πρωτοτόκοις, Χριστοῦ οἱ πανάριστοι.
Δόξα. Ὅμοιον.
Ἀσελγῶν ἠλλοίωσας, γυναίων ἦθος, Χριστοφόρε ἔνδοξε, ἱερολόγῳ διδαχῇ, τῆς τρισηλίου θεότητος, ἀποξηράνας, εἰδώλων μυθεύματα.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸ κάλλος τὸ ἄῤῥητον τῆς φωταυγοῦς σου μορφῆς, Σωτὴρ περιήστραψε, τοῦ Χριστοφόρου ψυχήν, ὑπὲρ τὸν ὁρώμενον, ὅθεν καὶ τῶν τυράννων, φυγαδεύει τὸ θράσος, φλέγει δὲ τῶν δαιμόνων, φρυγανώδη ἀπάτην, διόπερ Χριστέ, ἀεὶ εὐλογοῦμέν σε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς

Οἱ Ἀναβαθμοί·  τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ὁ Μάρτυς ξίφει τελειοῦται, καὶ καταισχύνης ὁ βρόχος συσφίγγει τὸν βελίαρ. Σήμερον ὀρύξας τάφον, ὁ τῶν δημίων ἀπάνθρωπος τύραννος, ἐν αὐτῷ καταβαίνει. Σήμερον ὁ οὐρανὸς τὸν Μάρτυρα πανδημεὶ ὑποδέχεται, καὶ ἡ γῆ πιαίνεται, τοῖς ῥείθροις τῶν αἱμάτων. Διὸ πάντες Χριστοφόρε, τὸ χαῖρε προσφωνοῦμεν λέγοντες· χαίροις Μάρτυς ἀήττητε.

Οἱ κανόνες· ὁ Ἀναστάσιμος·  καὶ β΄ τοῦ Ἁγίου.
Ὁ α΄ τοῦ Ἁγίου, ἐκ τοῦ Μηναίου.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἄσομαί σοι Κύριε.
Δεῦτε πάντες σήμερον χριστοφόροι, τοῦ Χριστοφόρου τὴν μνήμην, τοῦ τῆς ἀληθείας, Μάρτυρος θεόφρονες, εὐσεβῶς ἀνυμνήσωμεν.
Ἀνδρείως ἠγωνίσω κατὰ τῆς πλάνης, καὶ τὰς Τυράννων ἀπειλάς, Μάρτυς ἀθλοφόρε, ἰσχὺϊ ῥωννύμενος, τοῦ Σταυροῦ κατεπάτησας.

Ἕτερος, τοῦ Ἰωήλ, οὗ ἡ ἀκροστιχίς: Τοῦ Χριστοφόρου ἄγομεν μνήμην ὕμνοις.
ᾨδὴ α΄. Ἦχος πλ. β΄. Ὡς ἐν ἠπείρῳ πεζεύσας.
Τοὺς ποταμοὺς τῶν αἰμάτων σου Ἀθλητά, ἀνυμνείσθω σήμερον, πᾶσα γλωσσῶν γηγενῶν, ἐν ᾠδαῖς καὶ ὕμνοις ψαλμικῶς, Χριστοφόρε τοῦ Χριστοῦ, τὸ θεῖον σφάγιον.
θεϊκὴν παντευχίαν ἀναλαβών, καὶ τῆς πλάνης φρύαγμα, ἀνασπάσας ἀνδρικῶς, μετετέθης Μάρτυς πρὸς μονάς, Βασιλείας τῆς καινῆς, θεοφορούμενε.
πομονῆς τὸ κειμήλιον ἀληθῶς, Χριστοφόρε ἔνδοξε, ἀνεδείχθης ἐν δεινοῖς, καὶ φωτὶ τῷ θείῳ λαμπρυνθείς, τῶν εἰδώλων σκοτασμόν, μάκαρ ἐδίωξας.
Θεοτοκίον.
Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, χαῖρε Κόρη ἄσπιλε, χαῖρε Μῆτερ τῆς ζωῆς, χαῖρε ἄστρον ἄδυτον βροτῶν, χαῖρε ὄρος τοῦ Θεοῦ τὸ ἀλατόμητον.

ᾨδὴ γ΄. Τόξον δυνατῶν
Ὅπλῳ τοῦ Σταυροῦ φραξάμενος, Μάρτυς Ἀθλοφόρε, τὰς ἀλγηδόνας ὑπέμεινας, ἀενάως τῷ ποθουμένῳ, ἐντρυφῶν καὶ ἀγαλλόμενος.
Σάρξ μὲν αἰκισμοῖς ἐτέμνετο, ἡ θεοφιλὴς δέ σου ψυχή, δι' ἀγάπης ἐτρέφετο, μελετῶσα τῆς βασιλείας, Χριστοφόρε τὴν ἀπόλαυσιν.

Ἕτερος. Οὐκ ἔστιν Ἅγιος.
υσθῆναι μάκαρ τῶν κακῶν, ἐπεπόθεις εἰδώλων, καὶ δεινῆς τυραννίδος, διαῤῥῆξαι τοῦ Σατᾶν, διό σοι ὤφθη Σωτήρ, κατηφείας πάσης σε λυτρούμενος.
λὺν ἀτόπων ἡδονῶν, τῶν φυσάντων γονέων, καὶ τῶν σῶν προπατόρων, ἐκτινάξας πρὸς τὸ φῶς, τὸ ἄκτιστον γεγηθώς, Χριστοφόρε ἔνδοξε προσέδραμες.
Σταυροῦ δυνάμει θαυμαστῶς, τοῦ βελίαρ τοὺς πλόκους, καταλύσας παμμάκαρ, ἐδειγμάτισας αὐτόν, σὺν τοῖς ἀγγέλοις αὐτοῦ καὶ ψυχήν σου Μάρτυς ἠλευθέρωσας.
Θεοτοκίον.
Τῷ κράτει Μῆτερ τῶν παθῶν, ῥιπισθεὶς ἐν τῷ λάκκῳ λογισμῶν τῶν κακούργων, καταβέβηκα ἁγνή, καὶ ἐν ὀδύνῃ βοῶν, νοητῶν δρακόντων με ἐξάρπασον.

Κάθισμα. Τοῦ Μηναίου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Εὐσεβείας τὴν γνῶσιν καταλαβών, ἀγνωσίας τὸν ζόφον ἀποβαλών, Μάρτυς κατεπάτησας, τὸν ἀρχέκακον ὄφιν, τῷ γὰρ θείῳ πόθῳ, τὸν νοῦν πυρπολούμενος, τῶν εἰδώλων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν ἀγώνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, Χριστοφόρε πολύαθλε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

ᾨδὴ δ΄. Τῆς σῆς ἐπὶ γῆς παρουσίας.
Τῶν οὐρανῶν τὴν κληρουχίαν Μάρτυς εἴληφας, ἐπὶ γῆς ὑπὲρ Χριστοῦ ἀγωνισάμενος, καὶ τῶν εἰδώλων ἔσβεσας, πλάνην ἀνδρικῶς δεισιδαίμονα.
Τῶν γυναικῶν σοι τὴν πεῖραν Μάρτυς προσέφερεν, ὡς Ἀδὰμ τῷ προπάτορι, ὁ ὄφις ποτέ, ἀλλ' ἡττηθεὶς ᾐσχύνετο, βρόχους καθεαυτοῦ τεκταινόμενος.

Ἕτερος. Χριστός μου δύναμις.
ν πάντα ἔτρεμον, βροτῶν συστήματα, πρὸ τῶν ἄθλων θαμβοῦται τῶν σῶν σοφέ, σοῦ φωνοῦντος Ἅγιε· τῷ σταυρωθέντι δι’ ἡμᾶς, πρέπει πᾶσα ἡ προσκύνησις.
Φωτὶ τῆς χάριτος, Σωτὴρ κατηύγασας, τὴν ψυχὴν Χριστοφόρου θεοπρεπῶς, πᾶσαν τὴν σκοτόμαιναν, τῶν φθισιμβρότων διδαχῶν, ἐκφαυλίσας ὡς Φιλάνθρωπος.
γῆν καὶ θάλασσαν, δρακί Σου Κύριε, περιέπων ἀκόπως ὡς πλαστουργός, τὰ μηχανουργήματα, τοῦ ἀρχεκάκου πτερνιστοῦ, ἀπὸ τοῦ Μάρτυρος ἀπέστησας.
Θεοτοκίον.
ευστὴν καὶ βρότειον, τὴν φύσιν εἴληφε, ὁ Υἱός Σου Παρθένε ξενοπρεπῶς, καὶ θεώσας πρόσλημμα, δι’ εὐσπλαγχνίαν ὡς Θεός, ταύτην ἄῤῥευστον ἀνέπλασε.




ᾨδὴ ε΄. Τὸν φωτισμόν Σου Κύριε.
Τῷ φωτισμῷ τῆς πίστεως, σαφῶς ἐζώγρησας λαούς, καὶ τὴν μανίαν ἀθέων τυράννων, ἔλυσας, ἐνδεδυμένος, τὴν ἐξ ὕψους ἐνέργειαν.
Οὐρανῶν ὡς προέκρινας, ἀπόλαυσιν σαφῶς, τῆς ἐπιγείου, σοφὲ Χριστοφόρε, ἔφερες στεῤῥῶς βασάνων πόνους, τῷ Σταυρῷ δυναμούμενος.

Ἕτερος. Τῷ θείῳ φέγγει Σου Ἀγαθέ.
θνεῖον τὸ δόγμα καὶ μωρόν, τῶν παρανομούντων δυναστῶν, τοῖς πιστοῖς μάκαρ ἐδήλωσας, ἐλευθέρᾳ Μάρτυς φωνῇ, ὡς θεῖον πτηνόν, ὁδὸν τῆς σωτηρίας αὐτοῖς δεικνύμενος.
πὸ ῥημάτων τῶν σῶν ποτέ, τῶν πορνευομένων ξυνωρίς, πρὸς σωτηρίας τὸν δίαυλον, ἐκ τοῦ λάκκου ἤχθη θηρῶν, τῶν ὄντως δεινῶν, παθῶν τῶν ψυχολέθρων, τοῦ κοσμοκράτορος.
Θεοτοκίον.
Γενοῦ τοῖς μέροψι βοηθός, ὡς ἐν τῷ πελάγει ὁ φανός, καὶ τῆς ψυχῆς τὸ κλυδώνιον, ταῖς λιταῖς Σου Κόρη Ἁγνή, ἀπέλασον νῦν, διό Σε ὁμοφρόνως, καθικετεύομεν.

ᾨδὴ στ΄. Ἐβόησε προτυπῶν.
Οὐ πρὸς αἷμα, οὐ πρὸς σάρκα τὴν πάλην ἀράμενος ὁ γενναῖος, ἀλλ' ἀρχὰς ἐτροποῦτο καὶ δαίμονας, ἀοράτῳ σθένει, τοῦ Υἱοῦ τοῦ Θεοῦ κρατυνόμενος.
Ἀγαπήσας, εὐπρεπῶς ὀρεκτῶν τὴν ἀκρότητα, Ἀθλοφόρε, οὐκ ᾐσθάνου τῶν πόνων ξεόμενος, τὴν διανοίαν σου, ἐπερείδων ἀεὶ τῷ Δεσπότῃ σου.

Ἕτερος. Τοῦ βίου τὴν θάλασσαν.
ς στῦλος ἀκλόνητος, τὰς πυρώσεις ὑποστάς, τοὺς αἰκισμοὺς τοῦ σώματος, καὶ χαλκοῦν ἱματίδιον, ἀκρατῶς ἐβόας· ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Μαινέσθω τὰ κύματα, ἀθεΐας τὰ πυκνά, πολυθεΐας πέπτωκε, τῶν σεβασμάτων, ἅπαντα τὰ γλυπτά, ῥοῇ τῶν αἱμάτων σου, Χριστοφόρε Μαρτύρων ἰσοστάσιος.
νθέως τὴν ἄτολμον, συμμορίαν ὁπλιτῶν, φωταγωγήσας ἔνδοξε, τοῦ τυράννου κατέλυσε μηχανάς, καὶ πάντα τὰ σκάμματα, Χριστοφόρε Ἀγγέλων ὁμοδίαιτε.
 Θεοτοκίον.
Νεφέλη ὁλόφωτε, καὶ αὐγὴ ὠς μυστική, δικαιοσύνης Ἥλιον, τῆς Βασιλείας Μῆτερ τῶν Οὐρανῶν, ἀσπόρως ἐκύησας, τῶν βροτῶν καινουργήσασα τὸ φύραμα.


Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Τομαῖς σπαθισθείς, καὶ ἄθλοις ἐγκοσμούμενος, τυράννου ἰσχύν, ἐκ ῥίζης ἀνέσπασας, Χριστοφόρε χάριτι, ὅθεν πάντα τὰ λίθινα, τῷ σῷ αἵματι ἔπληξας, ὡς Μάρτυς ἀήττητος πανόλβιε.
Οἶκος.
Ῥιζοτομήσας τῆς πλάνης τὸ δαιμονῶδες γαυρίαμα, καὶ ὁλοκαρδίως ποθήσας, τῆς κάρας τὴν ἔκτμησιν, ἔκλινας τὸν αὐχένα, Ἀθλητὰ τοῦ Χριστοῦ πανεύφημε. Σὺ γὰρ ὁλοκάρπωμα γέγονας, προσκομίζων τὸ ἴδιον αἷμα τῷ σῷ Δεσπότῃ φαιδρῶς, διὸ ἐμβατεύεις εἰς οὐρανοὺς μετὰ τῶν Μαρτύρων συναγαλλόμενος καὶ κοινωνῶν τῆς λαμπρότητος τοῦ Κυρίου, ὅθεν μὴ παύση πρεσβεύων ὑπὲρ τῶν τιμώντων σε Χριστοφόρε, ὡς Μάρτυς ἀήττητος πανόλβιε.

Συναξάριον
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.
Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος,
Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους.
Φασγάνῳ ἀμφ’ ἐνάτῃ Χριστοφόρος ἀπῆρε βίου.
Οὗτος ὁ ἐν Μάρτυσι θαυμαστός, λέγεται ὅτι ἧν ἀπὸ χώρας εἰδωλολατρῶν, τῶν κατεσθιόντων τοὺς ἀνθρώπους καὶ ὅτι πρότερον ἀνθρώπους ἤσθιεν, ὕστερον δὲ μετὰ τὸ πιστεῦσαι Χριστῷ μετεμορφώθη. Τὸ ἀρχικὸν αὐτοῦ ὄνομα ἦν Ῥέπρεβος, ὅπερ σημαίνει ἀδόκιμος καὶ ἀποδεδοκιμασμένος. Κατασχεθεὶς αἰχμάλωτος ἐν πολέμῳ ὑπὸ κόμητός τινος καὶ ἀνθρωπίνως μὴ δυνάμενος φθέγξασθαι, προσηύξατο τῷ Θεῷ καὶ ἐπέμφθη αὐτῷ Ἄγγελος παρασκευάσας αὐτὸν εἰς τὸ λαλεῖν. Ὕστερον δέρεται ὑπὸ Βακχείου τινός, ὅστις καὶ ἀνήγγειλε τῷ βασιλεῖ περὶ αὐτοῦ καὶ διὰ τὸ ἄγριον καὶ βλοσυρὸν τῆς ὄψεως αὐτοῦ.
Ὁ οὖν Δέκιος ἀπέστειλε διακοσίους στρατιώτας ἵνα κατάσχωσι καὶ ἀγάγωσιν αὐτὸν δεδεμένον ἐν τοῖς βασιλείοις. Οὗτοι ἰδόντες τὸν μακάριον Χριστοφόρον ποιοῦντα σημεῖά τινα ἐπίστευσαν τῷ Κυρίῳ, βαπτισθέντες ὁμοῦ μετὰ τοῦ Μάρτυρος εἰς τὴν Ἀντιόχειαν ὑπὸ τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα. Ὅτε παρέστη τῷ κριτηρίῳ τοῦ τυράννου, ἐπέμφθη ὑπὸ τοῦ Δεκίου δολίως ξυνωρὶς ἀσέμνων γυναίων, ἤγουν ἡ Καλλινίκη καὶ ἡ Ἀκυλίνα, ἵνα αὐτὸν ζωγρήσωσιν εἰς πορνείαν. Ζωγρηθεῖσαι ὅμως αὗται ὑπ’ αὐτοῦ εἰς τὴν τοῦ Χριστοῦ πίστιν, ἐκοιμήθησαν κεφαλοτομούμεναι καὶ εἰλήφασι τὸν λαμπρὸν τοῦ μαρτυρίου στέφανον.
Εἶτα, ὁ δυσώνυμος βασιλεὺς Δέκιος πολλὰς βασάνους ἐπήνεγκε κατὰ τοῦ Μάρτυρος. Ἐνδύας αὐτὸν χαλκοῦν ἱματίδιον, ἐπιῤῥίψας αὐτὸν εἰς φρέαρ συντετριμμένον, ξιφοτομήσας καὶ κακοποιήσας ἀπέτεμε τὴν τιμία αὐτοῦ κάραν τῇ Θ΄ τοῦ Μαΐου μηνός.

Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ Ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι τελειοῦνται.
Ἔχει τράπεζαν Σατανᾶς πάλιν νέαν,
Γύναια σουβλίζουσιν οἱ πλάνοι δύω.





Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου.
Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν,
Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν.
Οὗτος ὁ ἐν Προφήταις μέγιστος καὶ μεγαλοφωνότατος ἦν ἀπὸ Ἱερουσαλήμ. Θνήσκει δὲ πρισθεὶς ὑπὸ Μανασσῇ τοῦ βασιλέως, υἱοῦ Ἐζεκίου καὶ ἐτέθη ὑποκάτω δρυὸς Ἀρωήλ ἤ Ῥογήλ, ἐχομένου τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπώλεσεν Ἐζεκίας ὁ βασιλεύς καταχώσας αὐτά. καὶ ὁ Θεός, τὸ σημεῖον τοῦ Σιλωὰμ ἐποίησε δι’ αὐτὸν τὸν Προφήτην. Διότι πρὸ τοῦ ἀποθανεῖν ὀλιγωρήσας, ηὔξατο καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός, διὰ τὸ τὸν Προφήτην πιεῖν ὕδωρ. Καὶ εὐθέως ἀπέστειλεν αὐτῷ ἐξ αὐτοῦ ζῶν ὕδωρ. Διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὃ ἑρμηνεύεται Ἀπεσταλμένος. Καὶ ἐπὶ τοῦ Ἐζεκίου, πρὸ τοῦ ποιῆσαι τοὺς λάκκους καὶ τὰς κολυμβήθρας, επὶ τῇ εὐχῇ Ἡσαΐου μικρὸν ὕδωρ ἐξελήλυθεν, ὅτι ἦν ἡ πόλις ἐν συγκλεισμῷ ἀλλοφύλων, ἵνα μὴ διαφθαρῇ ἡ πόλις, μὴ ἔχουσα ὕδωρ, ἠρώτων γὰρ οἱ πολέμιοι: Πόθεν αὐτοῖς τὸ πότιμον ὕδωρ; Καὶ ἐχαράκωσαν τὴν πόλιν, καὶ παρεκαθέζοντο τῷ Σιλωάμ. Ὅταν οὖν ἤρχοντο σὺν τῷ Ἡσαΐᾳ οἱ Ἰουδαῖοι, ἄφνω ἀνήρχετο τὸ ὕδωρ. Διὸ καὶ ἕως τῆς σήμερον αἰφνιδίων ἐξέρχεται, καὶ κατὰ τὴν ὥραν ἧν  ὁ Προφήτης ἐπεδήμει σὺν τοῖς Ἰουδαίοις ἵνα δειχθῇ τὸ μυστήριον. Καὶ ἐπειδὴ διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης αὐτοῦ χάριν καὶ ὁ λαὸς πλησίον τοῦ Σιλωάμ, ἐπιμελῶς ἔθαψαν αὐτόν, καὶ ἐνδόξως, ὅπως διὰ τῶν εὐχῶν αὐτοῦ, καὶ μετὰ θάνατον αὐτοῦ, ἔχωσιν ὡσαύτως τὴν ἀπόλαυσιν τοῦ ὕδατος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἐπιμάχου καὶ Γορδιανοῦ.
Ἀνεῖλεν Ἐπίμαχον ἀθλητήν ξίφος,
Θείον μαχητήν, εὺσθενῆ κατὰ πλάνης.
Oὐ δὲ προσεῖχε Γορδιανός, τῷ ξίφει,
Ψυχὴν ἑαυτοῦ θαρσοποιὼν τῷ στέφει.
Οὗτοι κατάγονταν ἐξ Ῥώμης καὶ ἤθλησαν ἐπὶ αὐτοκράτορος Δεκίου (249-251 μ.Χ.). Συνελήφθησαν καὶ ὁ ἄρχων τοὺς ἐπίεζε ν' ἀρνηθοῦν τὸν Χριστό, καὶ νὰ θυσιάσουν στὰ εἴδωλα. Ἐπειδὴ ὅμως ἔμειναν ἀκλόνητοι στὴν πίστη τους, βασανίστηκαν σκληρά, καὶ κατόπιν ἀποκεφαλίστηκαν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος Νικολάου τοῦ Νέου τοῦ ἐν Βουνένοις τῆς Θετταλίας ἀθλήσαντος.
Ὡς ὁ Χριστὸς τρωθείς, Νικόλαε λόγχῃ,
Αὐτῷ ἔδραμες ὑπαντῆσαι εἰς πόλον.
Οὗτος, κατήγετο ἐξ Ἑῴας, ἐκ γονέων εὐγενῶν καὶ εὐσεβεστάτων. Διὰ τὴν ψυχικὴν καὶ σωματικήν του ῥώμην, ὁ βασιλεὺς Λέων Στ΄, ὁ Σοφός, διόρισεν αὐτὸν δούκα καὶ ἀρχηγὸν τῆς ἐν Λαρίσῃ ἑδρευούσης λεγεῶνος.
Ἡ πολιτεία τοῦ Νικολάου ἐν Λαρίσῃ ὑπῆρξε λίαν φρόνιμος καὶ θεοφιλής. Ἐνεψύχου διαρκῶς καὶ συνετήρει ἀκλινεῖς τῇ πίστει οὐχὶ μόνον τοὺς ὑπ’ αὐτὸν ὁπλίτας, ἀλλὰ καὶ τὸν φιλόχριστον λαὸν τῆς πόλεως. Ὁρῶν τὸ ὀλιγάριθμον τῆς φρουρᾶς κατά τινα ἐπιδρομὴν τῶν Ἀράβων εἰς Θετταλίαν παρότρυνε τοὺς κατοίκους τῆς πόλεως, ὅπως ἀπομακρυνθῶσι ταύτης καὶ σωθῶσιν ἐκ τῆς ἐπικειμένης λαίλαπος καταφεύγοντες εἰς τὰ πέριξ τῆς πόλεως ὄρη. Ὁ ἴδιος μετὰ τῶν ὑπ’ αὐτοῦ ἀνδρῶν κατέφυγεν εἰς τὰ ὄρη τοῦ Τυρνάβου, ἔνθα πλῆθος ἀσκητῶν ἠσκεῖτο εἰς τὴν ἀρετήν. Τοῖς ἀσκηταῖς τούτοις συνηριθμήθη καὶ ὁ Νικόλαος μετὰ τῆς ὑπ’ αὐτὸν φρουρᾶς.
Ἐνταῦθα ἔν τινι νυκτί, τοῦ Νικολάου καὶ τῶν λοιπῶν συνηγμένων ἐπὶ τὸ αὐτὸ καὶ συμπροσευχομένων, Ἄγγελος Κυρίου ἐνεφανίσθη αὐτοῖς καὶ προανήγγειλε τὴν ἐπικειμένων αὐτῶν ἐνάθλησιν. Ὄντως, μετ’ οὐ πολύ, τὰ πολυάριθμα στίφη τῶν Ἀράβων ἐπέπεσον ὡς ὄρνεα ἐπὶ τῶν γενναίως ἀνθισταμένω ἀθλητῶν, οὕς καὶ φρικτῶς ἐθανάτωσαν. Οὕτως ἔλαβον οἱ στεῤῥόψυχοι τὸν στέφανον τοῦ μαρτυρίου, ὡς καὶ ὁ Ἄγγελος Κυρίου εἶχε προείπει. Τὰ ὀνόματα αὐτῶν γεγραμμένα ἐν βίβλῳ ζωῆς εἰσὶ τὰ ἀκόλουθα: Αἰμιλιανός, Ἀκίνδυνος, Ἁρμόδιος, Γρηγόριος, Δημήτριος, Εὐώδιος, Θεόδωρος, Ἰωάννης, Μιχαήλ, Παγκράτιος, Χριστοφόρος, καὶ Παντολέων. Ἄξιόν ἐστι μνείας, ὅτι μετ’ αὐτῶν συνεμαρτύρησε καὶ πλῆθος ἀμάχων καταφυγόντων εἰς τὰ ὄρη ταῦτα πρὸς ἀσφάλειαν.
Ὁ γενναῖος Νικόλαος, κατὰ θείαν οἰκονομίαν, δραμὼν μέσῳ τῶν τάξεων τοῦ ἐχθροῦ διεσώθη καὶ κατέφυγε εἰς Βούνενα, ἔνθα παρέμενεν ἀσκούμενος τῇ μοναδικῇ πολιτείᾳ καὶ εὐαρεστῶν τῷ Θεῷ. Αἱ ὀρδαὶ τῶν Ἀράβων, μετ’ οὐ πολύ, ἀνεῦρον αὐτόν, καὶ ὑπέβαλον εἰς πλῆθος βασάνων, προτρέπουσαι αὐτὸν εἰς ἐξόμωσιν. Προσκούσασαι ὅμως τῇ στεῤῥᾶ αὐτοῦ ἐνστάσει παρέδωκαν εἰς θάνατον. Προσέδεσαν αὐτόν, ἔν τινι δρυΐ, καὶ ἐλόγχευσαν τῇ ἰδίᾳ αὐτοῦ λόγχῃ. Οὕτως ἔλαβεν ὁ μακάριος τὸ στέφος τῆς ἀφθαρσίας τῇ ἑνάτῃ τοῦ μηνός Μαΐου.
Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός, εὐαρεστηθεὶς ἐκ τῆς λαμπρᾶς πολιτείας καὶ τῆς γενναίας ἐναθλήσεως τοῦ Νικολάου ἀνέδειξεν αὐτὸν πηγὴν χαρίτων καὶ κρήνην παντοίων ἰάσεων. Οὕτως, ὁ δοὺξ τῆς Θεσσαλονίκης Εὐφημιανός, πάσχων ἐκ λέπρας βαρυτάτης προτροπῇ θείᾳ ἦλθεν εἰς τὰ ἄλση τῶν Βουνένων, ἔνθα καίτοι παρελθόντος ἱκανοῦ χρόνου ἀπὸ τοῦ μαρτυρίου τοῦ Ἁγίου ἀνεῦρεν ὑποκάτω τῆς δρυός, τὸ πάνσεπτον αὐτοῦ λείψανον ἀλώβητον καὶ εὐωδιάζον καὶ παρευθὺς ἰάθη. Οὗτος, ἐξ εὐλαβείας πρὸς τὸν ἄμισθον ἰατῆρα αὐτοῦ Νικολάου, ἐνεταφίασεν αὐτόν, καὶ ναὸν πρὸς τιμὴν αὐτοῦ ἤγειρε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μαξίμου, Πατριάρχου Ἱεροσολύμων

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κωνσταντίνου τοῦ Μάρτυρος, βασιλέως τῶν Σκώτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Δημητρίου τοῦ μεγάλου Πρίγκηπος τῆς Μόσχας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τῆς Ὅπτινα.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἀβραμιαῖοί ποτε.
Τῆς μαρτυρίας ὁδόν, τῇ καρτερίᾳ τρέχων, ὁ Χριστοφόρος τὰ οὐράνια, πολεύει σκηνώματα· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Τῆς ἀσεβείας φλόγα, τῆς εὐσεβείας δρόσῳ, ὁ Χριστοφόρος κατεμάρανε, καὶ ὕμνοις ἐκραύγαζεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο.
Μολυσμοῖς τῆς ἀσελγείς ἀμαυρώσασα, κάλλος θεουργηθείσης στολῆς, ἡ δυὰς ἀσέμνων γυναίων, Μάρτυς ὑπὸ σοῦ, ἐπείσθη βοῆσαι θαυμαστῶς· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.
Νῦν βελίαρ καθηρέθη τὸ γαυρίαμα, ὄμβροις τῶν σῶν αἱμάτων πνιγείς, ὡς ὁπλίτης γὰρ Χριστοφόρε, ἔθλασας αὐτοῦ, τὴν κάραν βοῶν σεμνοπρεπῶς· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.
ἑδραία καταβάλλει σου πεποίθησις, τὸ σθένος τῶν ἀθέων βροτῶν, τοὺς συνόντας δὲ πρὸς τὰ κρείττω, ὤφθης ποδηγῶν κραυγάζων θεόφρον· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Μακαρία ἡ κοιλία ἠ βαστάσασα, τὸν Λόγον τοῦ ἀνάρχου Πατρός, μελωδήσασα ἐκ τοῦ πλήθους πάλαι τῶν πιστῶν, γυνή τις ἐδίδαξε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεό, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ η΄. Οἱ ἐν Βαβυλῶνι παῖδες
Τὸ τῆς εἰδωλομανίας, θρασέως προσρηγνύμενον κῦμα, Μαρτύρων προσεθραύσθη στεῤῥαῖς, ἀντιτύποις ἐνστάσεσι, τῶν ὑπὲρ Χριστοῦ ἑλομένων, κινδύνους καὶ μελπόντων αὐτῷ· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Βασιλικὴν ἁλουργίδα, βαφεῖσαν ἐξ αἱμάτων σου Μάρτυς, ὡραίως ἐνδυσάμενος νῦν, Χριστοφόρε ἀήττητε, Ἀγγέλων χοροῖς συγχορεύεις, καὶ συμμέλπεις τῷ Κτίστῃ σου· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἕτερος. Ἐκ φλογὸς τοῖς Ὁσίοις.
σορὸς τῶν τιμίων μάκαρ λειψάνων σου, ὑπὸ Πέτρου τοῦ θύτου καθωραΐζεται, μύροις τοῖς τερπνοῖς, δι’ ὃ πάντες ἐκραύγαζον· Ἀνυμνολογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
Νοερῶν αἱ δυνάμεις ὑπερεθαύμασαν, τῶν σῶν ἄθλων ἰδοῦσαι τὸ καρτερόψυχον, Μάρτυς τοῦ Χριστοῦ, καὶ ἐν θάμβει ἀνέμελπον· Ἀνυμνολογοῦμεν Χριστὸν εἰς τοὺς αἰῶνας.
πὸ μάλης λαμπάσι ποτὲ ἐφλέγεσο, ἀλλ’ ἡ δρόσος ἡ ἄνωθεν τοῖς σοῖς καύμασι, θεῖον γλυκασμόν, Χριστοφόρε ἐπέσταξε· ὅθεν ὑμνολογεῖς Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μαριὰμ Σοῦ τὸ ἄσπιλον ὑπερκείμενον, νοῶν πάντων ὑπάρχει Θεοχαρίτωτε, ὅθεν τῶν βροτῶν, ἡ χορεί κραυγάζει Σοι· Ἀνυμνολογοῦμεν Υἱόν Σου Θεοτόκε.















ᾨδὴ θ΄. Εὔα μὲν τῷ τῆς παρακοῆς.
Στέφανον ὡς νικητὴς λαμπρὸν δεξάμενος, Χριστοφόρε παναοίδιμε, συμβασιλεύεις τῷ Δεσπότῃ, τῷ σὲ ἐν ταῖς βασάνοις κρατύναντι, καὶ χεῖρα ζωηφόρον ὀρέξαντι, καταπαλαῖσαι τὸν ἀρχέκακον.
Αἵματι μαρτυρικῷ φαιδρῶς λουσάμενος, κατηυγάσθης Ὑπερένδοξε, νῦν δὲ παρθένων ἐν νυμφῶνι, σὺν τῷ νυμφίῳ χαίρων εἰσέδραμες, εἰρήνην δὲ τῷ κόσμῳ αἰτούμενος, μὴ διαλίπῃς Μάρτυς ἔνδοξε.

Ἕτερος. Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον.
Νοὸς τρισμάκαρ, τὸν ζόφον λέλυσο καὶ τὴν πυκνὴν ὁμίχλην ὀφλημάτων ἀπέλασον, ἀφ’ ἡμῶν τῶν σήμερον βοώντων πιστῶς, σὸν ὕμνον Χριστοφόρε, ὅθεν εἰκόνι σου, πίστει παρεστῶτες τὸν αὐχένα ὑποκλίνομεν.
φθεὶς τῷ κάλλει Χριστὲ προσώπου Σου, ὃ οὐ τολμᾷ ὁ δῆμος τῶν Ἀγγέλων θεάσασθαι, Χριστοφόρου ψυχὴν περιήστραψας, πᾶσαν μηχανουργίαν, τοῦ πολεμήτορος, σὺν ταῖς κακουργίαις δυναστῶν κατατροπούμενος.
ᾶται πάνας σεμνὲ ἡ κλῆσίς σου, τῶν ἁμαξῶν ὑπάρχει ἡ λυχνία ἀείφωτος, τῆς πανώλους ἐστὶν ἡ ἀφάνεια, λύμης τε ἀνιάτου τὸ καθαρτήριον, καὶ τῶν δαιμονώντων ἐλατὴρ θεομακάριστε.
Θεοτοκίον.
Σαρκός Σου Μῆτερ Παρθένε φύραμα, ὁ τῷ Πατρὶ ὁμότιμος Υἱὸς καὶ τῷ Πνεύματι, δανεισθεὶς τῇ χάριτι, λαμπρύνεις Ἁγνή, φύσιν τὴν ἡμετέραν, τὴν ἁμαρτήμασιν, ὅλως σκοτισθεῖσα, συνεργείᾳ τοῦ πτερνίσαντος.

Ἐξαποστειλάρια. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Πεφοινιγμένην χλαῖναν, τοῖς τῶν αἰμάτων σου κρουνοῖς, περιβληθεὶς Χριστοφόρε, νικητικῶς εἰς τὰς μονάς, τῶν Οὐρανῶν μετετέθης, ὡς στεφανίτης Κυρίου.
Πεπυρσευμένος Μάρτυς, τῷ θείῳ ἔρωτι Χριστοῦ, αὐτοθελῶς προσκομίζεις, τῷ σῷ Δεσπότῃ σεαυτόν, ὡς ὁλοκάρπωμα θεῖον, ὦ Ἀθλητὰ Χριστοφόρε.
Καὶ τὸ τῆς Ἐορτῆς.









Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία λαμπρῶς ἀγάλλεται, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ κλεινοῦ Χριστοφόρου, τῆς πλάνης γὰρ τὸ δένδρον ῥιζοτομῶν, τῶν ἀθέων σεβάσματα, καὶ τοῦ τυράννου τὸ θράσος τὸ μανικόν, θεοφρόνως ὑπεσκέλισε.

Τοῖς φεγγοβόλοις σου λόγοις νοὸς τὸ ἄστατον, τῶν πορνικῶν γυναίων, καὶ δημίων ἰθύνας, πρὸς τρίβον σωτηρίας τὴν ἀσφαλῆ, καὶ πολλῶν ὁμοφρόνων σοι, ἐπιστηρίξας τὴν πίστιν εἰς τὸν Χριστόν, πρὸς τὰ σκάμματα ἐχώρησας.

Κολαστηρίων ἀφάτων τὰ κινδυνεύματα, τῇ θεοψίᾳ Μάρτυς, τοῦ προσώπου Κυρίου, παμμάκαρ ἐνηδόμενος θαυμαστῶς, ὠς τὸ ἄσειστον τείχισμα, ἐν τῷ σταδίῳ συνέτριψας κραταιῶς, Χριστοφόρε πανσεβάσμιε.

Ὁλοκαρδίως τὸ αἷμα τὸ σὸν πανόλβιε, ὑπὲρ Χριστοῦ ἐκχύσας, τῶν δαιμόνων τὰ στίφη, ἐπόντισας ὡς πάλαι τὸν Φαραώ, τῇ δυνάμει ὁ Κύριος, καὶ συμπολίτης Μαρτύρων ἐν οὐρανῷ, ἀνεδείχθης παναοίδιμε.

Δόξα. Ἦχος πλ. α΄.
Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, βοήσωμεν τῷ πνεύματι, ψαλμικῶς δὲ πανηγυρίσωμεν, τῇ χαρμοσύνῳ μνήμῃ τοῦ Ἀθλοφόρου Χριστοῦ. Βασιλεῖς καὶ ἄρχοντες συνελθέτωσαν, καὶ τὸν στεφανίτην τιμάσθωσαν ἐν ὕμνοις, ὡς τὸ σκότος λύσαντα, τῶν σεβασμάτων ψευδῶν θεῶν, τῇ ἰσχύϊ τοῦ Παρακλήτου. Φιλεόρτων τὰ συστήματα, τὸν τῆς Ἐκκλησίας τροπαιοφόρον ὁπλίτην, συνδραμόντες εὐφημήσωμεν· εὐσθενείας τὸν θησαυρόν, τῶν ἀσθενῶν θεραπείαν, τῆς πολυθεΐας τὴν λύσιν, τὸν τρόμον τῶν γλυπτῶν θεῶν, τὴν ἡδύφθογγον τῆς εὐσεβείας λύραν, τὸν καθαιρέτην δεινοῦ βελίαρ, τὸν ποταμὸν τῶν πολλῶν χαρίτων, ἁπάντων τῶν γηγενῶν ἰατρὸν ἄριστον, Μάρτυρα τοῦ Κυρίου, ἐγκωμιάζοντες οὕτως εἴπωμεν· Χριστοφόρε θεόληπτε, ἐμφρούρησον ἡμᾶς τῇ σῇ ἐπιστασίᾳ καὶ πρέσβευε τῷ σῷ Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις Ἀθλοφόρων ἡ καλλονή, χαίροις τροπαιοῦχε καὶ ἐν Μάρτυσι θαυμαστέ, χαίροις Χριστοφόρε, Χριστοῦ ὁ στεφανίτης, καὶ πάντων τῶν Ἀγγέλων ὁ ὁμοδίαιτος.


ΠΑΡΑΚΛΗΣΙΣ
(Ἀβιμέλεχ μοναχοῦ Ἁγιορείτου)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Χριστοφόρου τῷ τεμένει προσδράμωμεν, καὶ τὴν αὐτοῦ κάραν ἀσπασώμεθα, ἐκ κατωδύνου κράζοντες ψυχῆς πρὸς αὐτόν· Ἀθλοφόρε πρόφθασον, ἐκ χαλάζης καὶ σῶσον, ὅτι τιμωρούμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς δέησιν ἡμῶν, καὶ γὰρ προστάτην, θερμόν σε κεκτήμεθα.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Σοφίαν ἐν λόγοις σου πεπλουτηκὼς πρὸς Χριστοῦ, ἐλέγχεις τὸν Δέκιον, καὶ τοὺς λοιποὺς ἀσεβεῖς· ἐντεῦθεν καὶ εἵλκυσας, ἄνδρας τε καὶ γυναῖκας, πρὸς εὐσέβειαν μάκαρ· τέρασι καὶ σημείοις, Χριστοφόρε ἐκλάμπων· διό σε τῶν Μαρτύρων κλέος κηρύττομεν.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα ὁ Κανών.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ἁρματηλάτην Φαραώ.
Τιμωριῶν αἱ συμφοραὶ κατέλαβον τὴν τάλαινάν μου ψυχήν, ἁμαρτιῶν νέφη, τὴν ἐμὴν μαστίζουσι, ζωήν· διὸ αἰτοῦμαί σε, Ἀθλοφόρε Κυρίου, ὑπὲρ οὗ σὸν αἷμα ἐξέχεας, κούφισον τὸν δοῦλόν σου τάχιον.
Νῦν ἤλπισα ἐπὶ τὴν σὴν ἀντίληψιν πρεσβείαν τὴν κραταιάν, καὶ σῇ προστασίᾳ, εὐλαβῶς προσέδραμον· παρακαλῶ καὶ δέομαι, Χριστοφόρε καὶ στένω, μὴ μὴ παρίδῃς δονούμενον, πάντων χριστωνύμων προσφύγιον.
Ἐκ παντοίων με ἀναγκῶν καὶ θλίψεων καὶ τῶν πολλῶν δυσχερῶν, καὶ τῶν δεινῶν βίου, κουφισθεὶς προσφέρω σοι, καὶ τῇ γενναίᾳ ἀθλήσει σου, τὸν ἔπαινον καὶ γέρα, κάρᾳ σεπτῇ σου Χριστοφόρε, ὀργὴν Κυρίου ἐκμειλίσσουσαν.
Θεοτοκίον.
Οὐ σιωπήσω τοῦ βοᾶν τρανότατα τὰ μεγαλεῖα τὰ Σά· εἰ μὴ γὰρ Σὺ Κόρη, πάντοτε προΐστασο, ὑπὲρ ἐμοῦ πρεσβεύουσα, τῷ Υἱῷ καὶ Θεῷ Σου, τίς ἐκ τοσούτου με κλύδωνος, καὶ δεινῶν κινδύνων ἐῤῥύσατο.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἐξαπορήσω πάσης προστασίας κράζω σοι πρόφθασον, θερμὲ ἀντιλήπτωρ, καὶ σὴν βοήθειαν πάρεχε τῷ δούλῳ σου, Μεγαλομάρτυς ἔνδοξε, καὶ τὴν σήν μοι δώρησαι, ἐλευθερίαν δεινῶν.
Ἐθαυμαστώθης ὄντως ἐν τῷ κόσμῳ Ἅγιε, ἐπιδαψιλεύων αἰτοῦσι, σεπτά σου θαύματα· καὶ γὰρ τῆς χαλάζης, ὄμβρους καὶ βόλους ἀπείργεις, θερμῇ ἀντιλήψει σου, πᾶσι τοῖς δούλοις σου.
Καταιγίδες ἔπνευσαν καὶ ἀνέμων δονήσεις, καὶ κακόχυμοι κράσεις, καὶ ἀνεμοστρόβιλοι· ἀλλὰ σὺ πρόφθασον, ὡς ταχινὸς βοηθός μου, καὶ ῥῦσαί με τῶν κακῶν, καὶ τῆς μελλούσης ὀργῆς.
Θεοτοκίον.
Καταιγίς με χειμάζει τῶν συμφορῶν Δέσποινα, καὶ τῶν λυπηρῶν τρικυμίαι καταποντίζουσιν· ἀλλὰ προφθάσασα, χεῖρά μοι δὸς βοηθείας, ἡ θερμὴ ἀντίληψις, καὶ προστασία μου.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.
Πρέσβυν σε θερμόν, κεκτήμεθα πρὸς Κύριον, πρόμαχον στεῤῥόν, καὶ νόσων ἀμυντήριον, ἐκτενῶς σοι κράζομεν· Χριστοφόρε Ἀθλητὰ πρόφθασον, καὶ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταχὺς βοηθὸς δεομένων σου.

ᾨδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.
Καὶ πῶς λοιπόν, μὴ σὴ ζητῶ ἀντίληψιν; ἢ προσφύγω, ἐν σοὶ καὶ σωθήσομαι; Τίνα θερμὸν ἔξω βοηθόν, συμφοραῖς παλαίειν, καὶ ὀργῇ θείᾳ κλονούμενος; Σὲ αἰτοῦμαι πρέσβυν, καὶ προστάτην μεσίτην τε, καὶ προσπίπτω τῇ κάρᾳ σου σῶσόν με.
Τὸν ποταμόν, τὸν δροσερὸν τῶν θαυμάτων σου, τὸν πλουσίως ἄνωθεν δωρούμενον, τοῖς εὐσεβέσι καὶ ταπεινοῖς, Ἅγιε σοῖς δούλοις, προσπίπτουσι καὶ αἰτοῦσί σε· ὀργῆς ἀπαλλαγέντες, μεγαλύνομεν Μάρτυς, καὶ προστρέχομεν κάραν σου πάντιμον.
Σὲ τὸν λαμπρόν, τῆς εὐσεβείας ὑπέρμαχον, εὐφημοῦμεν, τεῖχος σε κηρύττοντες, καὶ καταφύγιον τῶν πιστῶν, Χριστοφόρε Μάρτυς· μὴ οὖν παρίδῃς σοὺς ἱκέτας, ἡ χαρὰ θλιβομένων, ἰατρὸς ἀσθενούντων, κλονουμένων ἰσχὺς καὶ ἑδραίωμα.
Θεοτοκίον.
Πῶς ἐξειπεῖν, Σοῦ κατ’ ἀξίαν δυνήσομαι, τοὺς ἀμέτρους, οἰκτιρμοὺς ὦ Δέσποινα, τοὺς τὴν ἐμὴν πάντοτε ψυχήν, δεινῶς πυρουμένην, ὡς ὕδωρ περιδροσίσαντας; ἀλλ’ ὢ τῆς Σῆς προνοίας, καὶ τῆς εὐεργεσίας, ἧς ἀφθόνως αὐτὸν παραπήλαυσα.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
Εὐχαρίστως κράζει σοι· χαῖρε θεοδόξαστε, χαῖρε θεόσοφε, χαῖρε θεῖον εὖχος, χαῖρε εὐσεβῶν φύλαξ παμπόθητος, χαῖρε εὐζωΐα, καὶ ἀρωγὲ καὶ σωτηρία, τῶν εἰς σὲ προστρεχόντων ἐκ πίστεως.
Οἱ μισοῦντές με μάτην, ἐχθροὶ παλαιμναῖοι, λάκκον μοι ὤρυξαν, καὶ ζητοῦσιν ἅμα, τὸ ταλαίπωρον σῶμα προστρῖψαί μου, καὶ καταβροχθίσαι, ζωὴν ψυχὴν ἐπιζητοῦσιν· ἀλλ’ ἐκ πάντων πρόφθασον ἐκλύτρωσαι.
Ἀπὸ πάσης χαλάζης, καὶ ὀργῆς καὶ νόσου, καὶ θλίψεως λύτρωσαι, τῇ σῇ μεσιτείᾳ, καὶ εὐχῇ σὺ φύλαξον ἄτρωτα, ἐκ παντὸς κινδύνου, κήπους ἀργούς τε καὶ ἀμπέλους, τιμώντων σε Μάρτυς πολύαθλε.
Θεοτοκίον.
Ἀπὸ πάσης ἀνάγκης, θλίψεως καὶ νόσου καὶ βλάβης με λύτρωσαι, καὶ τῇ Σῇ δυνάμει, ἐν τῇ σκέπῃ Σου φύλαξον ἄτρωτον, ἐκ παντὸς κινδύνου, καὶ ἐξ ἐχθρῶν τῶν πολεμούντων, καὶ μισούντων με Κόρη πανύμνητε.










ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὰ νέφη, τῶν συμφορῶν ἐκάλυψαν, τὴν ῥεούσάν μοι ζωὴν καὶ τὴν κτῆσιν, καὶ κλονισμόν, ἐπιφέρουσιν Ἅγιε· ἀλλ’ ὡς ἀθλήσας γενναίως ὑπὲρ Χριστοῦ, ἀπέλασον πάντα μακράν, εὐπροσδέκτοις εὐχαῖς σου πρὸς Κύριον.
Ἀνάψυξιν, ἐν τοῖς δεινοῖς σὲ ἔτυχον, καὶ φύλακα καὶ ζωῆς μου προστάτην, καὶ τέλος καταστροφὴν τῶν βλαπτόντων, καὶ ποταμὸν συμπαθείας ἀδάπανον, καὶ πασῶν μου τῶν συμφορῶν, Χριστοφόρε τὴν ταχεῖαν ἐπίλυσιν.
Κηρύττω σου, τὴν θερμήν τε πρεσβείαν, καὶ τὴν παῦσιν τῶν κακῶν μου ἁπάντων· καὶ τὴν ῥοήν, τῶν θαυμάτων σου Μάρτυς, καὶ τὴν πολλὴ συμπαθῆ σου ἀντίληψιν, χριστώνυμε τῶν Ἀθλητῶν, τὸ ἐξαίσιον θαῦμα καὶ σέμνωμα.
Θεοτοκίον.
Ἐκύκλωσαν, αἱ τοῦ βίου με ζάλαι, ὥσπερ μέλισσαι κηρίον Παρθένε, καὶ τὴν ἐμήν, κατασχοῦσαι καρδίαν, κατατιτρώσκουσι βέλη τῶν θλίψεων, ἀλλ’ εὕροιμί Σε βοηθόν, καὶ διώκτην καὶ ῥύστην πανάχραντε.
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους Χριστοφόρε· ἡμεῖς γὰρ μετὰ Θεὸν πρὸς σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον τεῖχός τε καὶ προστάτην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστάτην σε ἐπικαλούμεθα ἄγρυπνον, καὶ μεσίτην ὑπὲρ ἡμῶν τῷ Θεῷ εὐδυσώπητον· μὴ παρίδῃς σῶν ἱκετῶν δεήσεων φωνάς, ἀλλ’ ἐπάκουσον ὡς συμπαθής, ἐπὶ τὴν δέησιν ἡμῶν, τῶν πιστῶς προσφευγόντων σοι· ἔκτεινον σὴν πρεσβείαν, καὶ σπεῦσον εἰς μεσιτείαν, ὁ προστατεύων ἡμᾶς, Χριστοφόρε τιμῶντάς σε

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μὴ ἀποστερήσῃς με σῆς εὐπροσδέκτου πρεσβείας, Χριστοφόρε ἔνδοξε, ἀλλὰ δέξαι δέησιν τοῦ ἱκέτου σου· καὶ γὰρ συνέχει με, θλῖψις οὐ βαστάζω, τὰ δεινὰ καὶ πέποιθα, τῇ σῇ ἀντιλήψει πανεύφημε, μὴ γὰρ ἀποῤῥίψῃς, κατώδυνον δέησιν ἡμῶν, ἀλλ’ ἀπολύτρωσαι Ἅγιε, πάντας τοὺς τιμῶντάς σε.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Φῶς ὁ κηρύξας Χριστοφόρε, τιμωρούμενον ὀργὴ τοῦ Θεοῦ Λόγου, ἀνακούφισον σύ, φωτὶ τῶν πρεσβειῶν σου· ὅπως πιστῶς γεραίρω σε, καὶ προστρέχω σῇ πρεσβείᾳ.
Φύλαξ γενοῦ μοι καὶ προστάτης, καταφύγιον καὶ κραταιὸς μεσίτης, στερηθέντα λοιπόν, ἁπάσης βοηθείας, Μεγαλομάρτυς ἔνδοξε, σὺ ἐκλύτρωσαι κινδύνου.
Ὅλῃ ψυχῇ τε καὶ καρδίᾳ, διανοίᾳ τε καὶ χείλεσι δοξάζω, ἀπολαύσας τῆς σῆς, μεγάλης προστασίας, ἐκλυτρωθεὶς κινδύνου τε, καὶ ὀργῆς τῆς ἐκ χαλάζης.
Θεοτοκίον.
Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι, ἀμετρήτῳ Σου ἐλέει.

ᾨδὴ η΄. Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Διὰ φίλτρον Δεσπότου θεομάκαρ, σὺ παρεῖδες στεῤῥέ, αἰκίσεις τοῦ Δεκίου, καὶ τὰς πολλὰς βασάνους, ἀλλὰ δίδου μοι χεῖρα Χριστοφόρε, λυτρωσάμενός με, τῶν συμφορῶν πασῶν τε.
Ἐπιφοραὶ κίνδυνοι καὶ ἀνάγκαι, εὕροσάν με Μάρτυς, καὶ κακόχυμοι βίαι, καὶ βλαπτικῶν ἀνέμων αἱ ἀντίπνοιαι· ἀλλὰ λύτρωσαί με, αὖθις περαιτέρω, τῆς τῶν ἁπάντων βλάβης.
Σὺ αἰτήσω παρὰ τοῦ πάντων Δεσπότου, τοῦ λυτροῦσθαι πιστῶν, τοὺς κήπους καὶ ἀμπέλους, καὶ πἆν εἶδος ἑορταζόντων σε Μάρτυς· ὅπερ ἐξεπλήρου, σὺ καὶ ὁ Δεσπότης, παμμάκαρ Χριστοφόρε.
Θεοτοκίον.
Περιστάσεις καὶ θλίψεις καὶ ἀνάγκαι, εὕροσάν με Ἁγνή, καὶ συμφοραὶ τοῦ βίου, καὶ πειρασμοί με πάντοθεν ἐκύκλωσαν· ἀλλὰ πρόστηθί μοι, καὶ ἀντιλαβοῦ μου, τῇ κραταιᾷ Σου σκέπῃ.














ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
Πρὸς ποῖον νῦν προσφύγω Μάρτυς σοφέ; ἢ προσπέσω θερμῶς καὶ λυτρώσεται; Ποῦ πορευθῶ; Ποίαν ἄλλην εὕρω τὴν προσφυγήν; Ποίαν λοιπὸν ἀντίληψιν; Καὶ τίς ἐν ταῖς θλίψεσι βοηθεῖ; Εἰς σὲ μόνον ἐάσω, ἐμὲ καὶ κτῆσιν πᾶσαν, ὦ Χριστοφόρε θαυματόβρυτε.
Οὐκ ἔστιν ἀριθμήσασθαι δυνατόν, μεγαλεῖα σῆς κάρας θεόσοφε, καὶ τὴν πληθύν, ὅσων θαυμασίων τίς ἐξειπεῖν; τῶν πιστῶς ἐκτελούντων σου, μέμνησο σὴν ἁγίαν μνήμην ὦ Ἀθλητά· καὶ εὐσεβῶς τιμῶσι, καὶ στοργῇ σεβομένοις, ἡμῖν γενοῦ τε πρέσβυς ἄγρυπνος.
Ἐπίσκεψαι ἐξ ὕψους μάκαρ σοφέ, κἀμὲ τὸν σόν, ἄτορον ὑμνολόγον, καὶ τοὺς ἐμοί, αἰτίαν ταύτην δόντας, ἀγάπης στοργῇ πολλῇ· καὶ τὰς ἀμπέλους φύλαττε, καὶ κήπους καὶ ἀρούρας σῶν ἱκετῶν, καὶ ἐξ ὀργῆς χαλάζης, καὶ πάσης ἄλλης νόσου, χριστώνυμε καὶ Μάρτυς λύτρωσαι.
Θεοτοκίον.
Ἐν ὕμνοις εὐχαρίστοις δοξολογῶ, καὶ γεραίρω τὸ ἄμετρον ἔλεος, καὶ τὴν πολλήν, δύναμίν Σου πᾶσιν ὁμολογῶ· καὶ τὰς εὐεργεσίας Σου, ἃς ὑπερεκένωσας εἰς ἐμέ, κηρύττω μεγαλύνω, ψυχῇ τε καὶ καρδίᾳ, καὶ λογισμῷ καὶ γλώσσῃ πάντοτε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Σιδηρᾷ σου ῥάβδῳ τῶν προσευχῶν, Χριστοφόρε Μάρτυς ἀποδίωξον ἐφ’ ἡμῶν, τὰς λοιμώδεις νόσους, καὶ βράβευσον εἰρήνην, τοῖς πίστει ἐκτελοῦσι σοῦ τὸ μνημόσυνον.
Δεῦτε ἐπαξίως οἱ εὐσεβεῖς, μέλψωμεν ἐν ὕμνοις, Χριστοφόρον τὸν Ἀθλητήν, μέγιστον φανέντα, ἐ Μάρτυσι καὶ στέφος, διὰ χειρὸς Κυρίου ἀναδεξάμενον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.









Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, σὺ προστάτης ἀληθής, τῶν ἑορταζόντων σὴν μνήμην, Ἀθλητὰ γεγένησαι, Χριστοφόρε πανεύφημε· ὡς γὰρ ἐξαιτήσω, τοῦτο καὶ ἀπείληφας, παρὰ τοῦ σοῦ Ἰησοῦ, προσβολὴν χαλάζης σοβεῖς, θεραπεύεις νόσους, καὶ πάσαν ἐπήρειαν λύεις· ὅθεν, καὶ αἰτοῦμέν σε Μάρτυς, οἱ δοῦλοί σου, ὕψωσον ἱκέτιδας χεῖρας, καὶ ῥῦσαι ὀργῆς τοὺς τιμῶντας, καὶ τὴν θείαν μνήμην σου γεραίροντας.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου