ΜΑΪΟΥ 16!!
ΒΑΡΑΣ ΟΣΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χαραλάμπους Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν
στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν θεοφόρητον Βάραν ἀνευφημήσωμεν, ἐν Κωνσταντινουπόλει,
πολιτείᾳ ἀμέμπτῳ, καὶ πόνοις νυχθημέροις ἀσκητικοῖς, τῷ Θεῷ καὶ Παντάνακτι,
εὐαρεστήσαντα ὕμνοις δεῦτε πιστοί, καὶ εὐτάκτοις μελωδήμασι.
Τὸν τῆς Αἰγύπτου στρουθίον
τὸ πῆξαν πάγκαλον, ἀσκητικῶν ἀγώνων, καλιὰν ἐν ὁρίοις, εὐφήμου Βασιλίδος Βάραν πιστοί, πνευματέμφορον μέλψωμεν, ὡς
μονοτρόπων ἁπάντων ὑπογραμμόν, καὶ ταμεῖον θείας χάριτος.
Τὸν ἐνιδρώσαν πόνοις
στεῤῥᾶς ἀσκήσεως, καὶ ταῖς αὐγαῖς θαυμάτων, διαλάμψαντα κόσμῳ, τιμήσωμεν πατέρα
θεοειδῆ, Βάραν τὸν ἀξιάγαστον, τοῦ Παταπίου τοῦ
θείου καὶ Ῥαβουλᾶ, τοῦ Ὁσίου τὸν ὁμόζηλον.
Ἐν πτερυγίῳ βαστάζων
ἡμμένους ἄνθρακας, ῥακώδους σου μανδύου, προϋπήντησας Βάρα,
τῷ ἄνακτι ἰδῶντι ὑπερφυῶς, θυμιῶντά σε Ὅσιε, αὐτῷ σεμνῶς καὶ μηδόλως ὑπὸ πυρός,
λυμαινόμενόν σε πάντιμε.
Δόξα. Ἦχος β΄.
Τὸν ἐν Βασιλίδι
διαλάμψαντα, μοναδικῇ πολιτείᾳ καὶ θαυμάτων χάρισι, Βάραν τὸν ἀξιάγαστον οἱ
πιστοὶ ἐπαινέσωμεν. Οὗτος γὰρ ἀγγελικῶς πολιτευσάμενος, καὶ Παταπίου καὶ
Ῥαβουλᾶ τοῖς πόνοις ἁμιλλώμενος, Θεῷ τῷ παμβασιλεῖ εὐηρέστησε. Καὶ νῦν Αὐτῷ
συμβασιλεύων, καὶ Ἀγγέλοις συναυλιζόμενος, ἀσιγήτως πρεσβεύει ῥύεσθαι πάσης
θλίψεως, τοὺς αὐτὸν μακαρίζοντας.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει ἡ Βασιλίς, τῶν
Πόλεων δεχθεῖσα, ἀσκήσεώς σου πόνους, καὶ πρέσβυν σε προβάλλει, πρὸς Κτίστην Βάρα Ὅσιε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ὤφθης τοῦ Ῥαβουλᾶ, καὶ
Παταπίου Βάρα, ὁμόζηλος καμάτων, ἐν
Κωνσταντινουπόλει, πρὸς θέωσιν τρισόλβιε.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ἔρωτι θεϊκῷ, ἐπτερωμένος Βάρα, ἠρνήσω τὰ τοῦ κόσμου, ἡδέα καὶ τὰ θεῖα,
ἠγάπησας καὶ μένοντα.
Δόξα. Τριαδικόν.
Αἴγλῃ τρισολαμπεῖ, τῇ Σῇ
κατηυγασμένος, Τριὰς ὑπεραγία, ὁ Βάρας τὴν
σκοτείαν, προσκαίρων ἀπεδίωξεν.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ,
ὑπερδεδοξασμένη, ἡ πᾶσι τοῖς σοῖς δούλοις, ἀρήγουσα ἀφόβως, τοῦ βίου πλεῦσαι
πέλαγος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ καὶ ἀσκήσει τὸν
ἁμιλλώμενον, τῷ Παταπίῳ τῷ θείῳ, καὶ Ῥαβουλᾷ τῷ σεπτῷ, καὶ νοΐ αὐτοῦ τὸν πόλον
διερχόμενον, Βάραν ὑμνήσωμεν φαιδρῶς,
Βυζαντίου ὡς σεπτόν, ὡράϊσμα ἐκβοῶντες· χαρᾶς ἡμᾶς πλῆσον πάντας, βεβαρυμένους
πλείσταις θλίψεσι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν
στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς λαμπρότατος ἥλιος, ἐξ
Αἰγύπτου ἀνέτειλας, καταυγάσαι ἅπασαν τὴν ὑφήλιον, σῶν ἀρετῶν ἀμαρύγμασι, καὶ
τῆς πολιτείας σου, τῆς ὀρθῆς καὶ διαυγοῦς, τοῖς φαιδροῖς ἐκπυρσεύμασι, Βάρα Ὅσιε, διὰ τοῦτο σὴν μνήμην γεγηθότες, τὴν
λαμπρὰν καὶ σεβασμίαν, καὶ φωταυγῆ ἑορτάζομεν.
Τὸν σταυρόν σου ἀράμενος,
ἐπωμάδιον Ὅσιε, ἀπηρνήσω ἅπαντα τὰ ἐπίκηρα, καὶ ὥσπερ ἔνσαρκος ἄγγελος, ἐν
Πόλει ἐσκήνωσας, Κωνσταντίνου τῇ λαμπρᾷ, ἱεραῖς ἀναβάσεσι, λαμπρυνόμενος, τὸν
σὸν νοῦν καὶ δακρύων σου τοῖς ῥείθροις, ἀρδευόμενος ἐπήρθης, Βάρα εἰς ὕψος θεώσεως.
Μονοτρόπων καλλώπισμα, τοῦ
Προδρόμου ὁμόζηλον, οὗ ναοῦ οἰκήτωρ ἐπώφθη ἔνθεος, καὶ ὃν ἀνέδειξε χάριτι, Θεοῦ
εἰς περίδοξον, καὶ πανίερον Μονήν, Βάραν τὸν
πνευματέμφορον, εὐφημήσωμεν, ἀρετῶν ἀνελθόντα τὰς βαθμίδας, καὶ εἰς ὕψος
ἐπαρθέντα, τῶν οὐρανῶν δυσαντίβλεπτον.
Ῥαβουλᾶ τοῦ θεόφρονος, τῶν
καμάτων ὁμόζηλος, καὶ τοῦ Παταπίου τοῦ οὐρανόφρονος, συνασκητὴς καὶ ὁμότροπος,
ἐδείχθης σοφώτατε, Βάρα πίστεως φανέ, καὶ
τοῦ Πνεύματος ὄργανον, παναρμόνιον, τὸ εὐφράναν πιστοὺς τῆς Βασιλίδος, τῇ ὁσίᾳ
βιοτῇ σου, καὶ τῶν θαυμάτων σου χάριτι.
Ἀσκητὰ ἐνθεώτατε, σιωπῆς
ἐνδιαίτημα, Βάρα φιλοθέων ἀνδρῶν ὑπόδειγμα,
τῆς ἀρετῆς στηλογράφημα, λαμπτὴρ ἐγρηγόρσεως, καὶ ὀσφράδιον εὐχῆς, ἀσιγήτου ὡς
ἄσαρκος, πεπολίτευσαι, διὰ τοῦτο Ἀγγέλων συνευφραίνει, καὶ Ἁγίων συντοιχίαις,
ἐν οὐρανίοις σκηνώμασι.
Δεῦτε πάντες φιλέορτοι,
ἀνυμνήσωμεν ᾄσμασι, Βάραν τὸν θεόληπτον καὶ
πανένδοξον, καὶ τὴν αὐτοῦ πανευφρόσυνον, τελοῦντες πανήγυριν, μιμησώμεθα αὐτοῦ,
τοὺς ἀγῶνας πρὸς θέωσιν, καὶ βοήσωμεν, ὑπερόπτα ἁπάντων τῶν προσύλων, ἐραστὰς
τοὺς σοὺς ἱκέτας, τῶν αἰωνίων ἀνάδειξον.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν οὐρανόφωτον στῦλον
χρηστότητος, ἐν Βυζαντίῳ ἀφανῶς ἀσκήσαντα, καὶ εὐαρεστήσαντα τῷ ἐτάζοντι
νεφροὺς καὶ καρδίας, Βάραν τὸν ἀοίδιμον ἐγκωμιάσωμεν. Οὗτος γὰρ ἡσυχίαν καὶ
σιωπὴν ποθήσας, θεοφιλῶς ἤσκησε, καὶ θεϊκῶν ἐλλάμψεων ὀφθεὶς ἔμπλεως, φιλοσίων
τὰς χορείας θεοσοφίᾳ καὶ χάριτι κατεφώτισε. Καὶ νῦν ὡς θεάμων τῆς ἀῤῥήτου δόξης
τοῦ Κυρίου, καὶ φωτομόρφων Ἀγγέλων συνόμιλος, Χριστῷ ἀδιαλείπτως πρεσβεύει,
ὑπὲρ εἰρήνης τοῦ κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ιβ΄, 1-11)
Ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ
αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. Κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ
παράνομος παρασιωπηθήσεται. Οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν
δικαίων οὐκ ἐξαρθήσονται. Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς
δόλους. Λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς. Οὗ ἐὰν στραφῇ ὁ
ἀσεβής ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσι. Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ
ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ
τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν
αὐτοῦ καὶ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν
ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄, 1-11)
Τέκνον, εἰ προσέρχῃ
δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν. Εὔθυνον τὴν καρδίαν
σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς, κολλήθητι αὐτῷ καὶ μὴ
ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν
ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον, ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσός, καὶ
ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου.
Εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ’ αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον
ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι τὸν
Κύριον πιστεύσατε αὐτῷ, καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι τὸν
Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς
ἀρχαίας γενεάς, καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατησχύνθη; Ἢ τίς
ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ
ἀφίησιν ἁμαρτίας καὶ σώζει ἐν καιρῷ θλίψεως.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἰσαγγέλως πολιτευσάμενος,
τοῦ θείου Πνεύματος καρποὺς ἐβλάστησας, Βάρα Πάτερ
ἡμῶν Ὅσιε, ὑπεραρθεὶς γὰρ τῶν φθαρτῶν καὶ προσύλων, ἀφθαρσίαν ἐμελέτησας, καὶ
ζωὴν ἀγήρω ἐπόθησας. Καὶ νῦν ἐν τῇ ἀϊδίῳ δόξῃ, Χριστοῦ τὸ κάλλος θεώμενος, ἀεὶ
πρεσβεύεις ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος β΄.
Ὁ τρόπος ἀσκήσεώς σου Θεῷ
εὐηρέστησε, καὶ τῆς ἀρετῆς σου αἱ ἐπιδόσεις εὐσεβεῖς κατηύφραναν, Βάρα παναοίδιμε. Σὺ γὰρ τρυφὴν ἡγούμενος τὰς τῆς
σαρκὸς στερήσεις, καὶ ἔξω κόσμου καὶ σαρκὸς γενόμενος, ἐθεώθης κατὰ μέθεξιν,
ἀξίωσον οὖν καὶ ἡμᾶς τρυφῆσαι, τῶν θείων ἐπιλάμψεων, ὧν μυστικῶς κατετρύφησας,
πρεσβείαις σου πρὸς Κύριον δεόμεθα.
Ἦχος γ΄.
Τοῦ Προδρόμου τὸν ναὸν
οἰκήσας, καὶ Μονὴν αὐτὸν περίδοξον ἀναδείξας, Χριστῷ ἰσοβίῳ ἠτένιζες,
καθαρωτάτῳ νοΐ, καὶ θεολήπτῳ φρονήματι, Βάρα ὁσιώτατε,
συντρίψας οὖν τοῦ ἐχθροῦ τὰς παγίδας, πόνοις συντόνοις σου, πρὸς τὴν ἄπονον καὶ
ἄλυπον ζωὴν ἀπῆλθες, ἔνθα Χριστὸν δυσωπεῖς ἀπαύστως, ὑπὲρ τῶν τιμώντων τὴν
ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Τὸν ἄνθρακα ἀνάψαντα ἐν τῷ
πτερυγίῳ, τοῦ ῥακώδους αὐτοῦ μανδύου, καὶ θυμίαμα ἐπιθέντα πρὸς βασιλέως
ὑπάντησιν, καὶ μηδόλως λωβηθέντα, Βάραν τὸν
θαυμαστὸν εὐφημήσωμεν κράζοντες· ἀσινεῖς ἡμᾶς τήρησον τοῦ πυρὸς τῆς ἁμαρτίας,
καὶ τῆς φλογὸς τῆς γεέννης ἡμᾶς ἐκλύτρωσαι, τοὺς μεγαλύνοντας πόθῳ τὰ σὰ
κατορθώματα, καὶ ἐκζητοῦντας τὰς θερμάς σου ἐντεύξεις πρὸς Κύριον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τοῦ Προδρόμου
Μονῆς, ἐν Κωνσταντίνου τῆς Μεγάλης τῆς Πόλεως, δομήτωρ τοῖς περιχώροις, σοφίας
Βάρα φανέ, Πέτρας κεκλημένης πνευματέμφορε. Αὐτὴν γὰρ ἀνέδειξας, παλαισμάτων
ἀόκνων σου, κονίστραν θείαν, καὶ πηγὴν ἀκεσώδυνον, τοῖς προστρέχουσιν,
ἐκβλυστάνουσαν νάματα, παντοδαπῶν ἰάσεων, ὑπέρλαμπρε Ὅσιε, καὶ δωρεῶν οὐρανίων,
καταθελγότων τοὺς σπεύδοντας, πιεῖν μετὰ πόθου, ἐξ αὐτῆς καὶ ἀπολαῦσαι, τῆς
εὐλογίας σου.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τοῖς τρόποις τοῖς
θαυμαστοῖς, τοῦ Παταπίου τοῦ σοφοῦ ἁμιλλώμενος, κοσμήτορος τῶν ἀζύγων, καὶ τοῦ
σεπτοῦ Ῥαβουλᾶ, τῶν συνασκητῶν σου Βάρα πάντιμε. Ἀγγέλων γὰρ Ὅσιε, πολιτείαν
μιμούμενος, καὶ κατατήξας, τὴν σὴν σάρκα τὴν βρότειον, νυχθημέροις σου, πόνοις
καὶ παρακλήσεσιν, νοῦν σου σαφῶς ἐκάθηρας, ῥυπώδους θελήματος, καὶ λογισμῶν
ἀκαθάρτων, δεχθεὶς δοχεῖον τοῦ Πνεύματος, τοῦ θείου παμμάκαρ, διαυγὲς καὶ
δωρημάτων, ταμεῖον χάριτος.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Χαίροις, τῆς ἡσυχίας κανών,
τῆς ἀρετῆς καὶ ἀγαθότητος πρόβολος, δαιμόνων ὁ καταλύτης, καὶ ὀλετὴρ τῆς αὐτοῦ,
ἐπηρείας Βάρα τρισμακάριστε, θανάτου γὰρ
πάντοτε, μνημονεύων καὶ δάκρυσι, κοσμῶν ψυχῆς σου, ἀειῤῥύτοις τὸ ἔνδυμα, χάριν
εἵλκυσας, δαψιλῶς τοῦ Παντάνακτος, ὅθεν καὶ προϋπήντησας, τῆς Πόλεως ἄνακτι,
καὶ ξένως ἐδεξιώθης, αὐτὸν ὀσμῇ θυμιάματος, βαστάζων ἐν ῥάκει, σοῦ μανδύου
ἀνημμένους, τῷ ὄντι ἄνθρακας.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν τῆς ἐρημίας οἰκήτορα,
καὶ φιλαρέτου πολιτείας ἐκτύπωμα, Βάραν τὸν
τοῦ Βυζαντίου φωστῆρα, οἱ πιστοὶ ἀξιοχρέως μακαρίσωμεν. Οὗτος γὰρ σὺν Παταπίῳ
καὶ Ῥαβουλᾷ θεοφιλῶς ἀσκήσας, τὰ γέρα ἐκομίσατο τῆς ἀφθαρσίας, καὶ ἀτελευτήτου
ἐν πόλῳ μακαριότητος. Στεφηφόρος οὖν νῦν παριστάμενος τῷ τοῦ Ὑψίστου θρόνῳ, καὶ
σὺν τοῖς Ὁσίοις συνασκηταῖς αὐτοῦ ἀγαλλώμενος, ἀεὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Προσευχῇ καὶ ἀσκήσει τὸν
ἁμιλλώμενον, τῷ Παταπίῳ τῷ θείῳ, καὶ Ῥαβουλᾷ τῷ σεπτῷ, καὶ νοΐ αὐτοῦ τὸν πόλον
διερχόμενον, Βάραν ὑμνήσωμεν φαιδρῶς,
Βυζαντίου ὡς σεπτόν, ὡράϊσμα ἐκβοῶντες· χαρᾶς ἡμᾶς πλῆσον πάντας, βεβαρυμένους
πλείσταις θλίψεσι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀστὴρ ὡς παμφαής, προσευχῆς
καὶ νηστείας, ἐκλάμψας νοερῶς, Βάρα μάκαρ
αὐγάζεις, ἡμῶν τὴν διάνοιαν, ταῖς ἀκτῖσι τῆς χάριτος, ὅθεν σήμερον, τὴν
παναγίαν σου μνήμην, ἑορτάζοντες, σὲ προβαλλόμεθα πάντες, μεσίτην πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νηστείαις καὶ δάκρυσιν
ἀνακαθάρας τὸν νοῦν, δοχεῖον γεγένησαι τοῦ Παρακλήτου λαμπρόν, Ὁσίων ἀπαύγασμα,
ὅθεν μὴ διαλίπῃς, πάσης ἡμᾶς ἀνάγκης, καὶ κινδύνων λυτροῦσθαι, τοὺς πόθῳ εἰς
αἰῶνας λαμπρῶς, σὲ μεγαλύνοντας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἅπαν τὸ φρόνημα, σαρκὸς
ἐνέκρωσας, σκληραγωγίας σου, πόνοις καὶ νήψεως, καὶ ἀπαθείας θεῖον φῶς ὡς
χλαῖναν περιεβάλου, ἀσκητὰ παγκόσμιε, ἀρετῶν ἐνδιαίτημα, Βάρα τρισμακάριστε, ὁ τυχὼν τῆς θεώσεως, καὶ νῦν
συνὼν ἁγίων Ἀγγέλων, δήμοις ἐν οὐρανίῳ θόλῳ.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸ α΄
ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
Ὁσιακόν (Λουκᾶ στ΄, 17-23): Τῷ καιρῷ
ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... Ζήτει τῇ Παρασκευῇ τῆς Β΄ ἑβδομάδος τοῦ
Λουκᾶ.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με
ὁ Θεός...
Τῇ σῇ ἐναρέτῳ πολιτείᾳ
Κυρίῳ εὐαρεστήσας, τῶν ἀκηράτων ἀγαθῶν τὰς χορηγίας ἐδέξω, ὡς θεράπων καὶ φίλος
Χριστοῦ Βάρα Ὅσιε, ὡς θυσίαν γὰρ δεκτὴν Αὐτῷ
προσήγαγες, τὰ κατορθώματα τῶν τιμίων σου νυχθημέρων πόνων, καὶ τὴν ὁμήγυριν
τῶν μονοτρόπων τοῦ λαμπροῦ σεμνείου σου. Καὶ νῦν Ἀγγέλοις συνὼν ἐν παμφώτοις
δόμοις τῆς οὐρανίου πόλεως, καὶ τοῦ θείου φωτὸς ἀπολαύων, πρέσβευε δεόμεθα Ὅσιε
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἶτα, οἱ
Κανόνες· τῆς Ἑορτῆς καὶ τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Βάραν,
Προδρόμου ὁμόζηλον, μεγαλύνω. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Βλαστὸν εὐθαλέστατον, Νειλώας γῆς καὶ ὁμότροπον, τῶν
πόνων ἀσκήσεως, τοῦ Παταπίου λαμπρῶς, εὐφημήσωμεν, πνευματοφόρον Βάραν, κρουνὸν ὡς ἀείῤῥυτον, τῆς θείας γνώσεως.
Ἀμέμπτως τὸν βίον σου, ἀνύσας Βάρα
θεόληπτε, εἰς ὕψος κατήντησας, τῶν αἰωνίων μονῶν, ἔνθα Κύριον,
ἐκδυσωπεῖς ἀπαύστως, ὑπὲρ τῶν τιμώντων σου, μνήμην τὴν πάντιμον.
Ῥωσθεὶς θείᾳ χάριτι, τοῦ μισοκάλου ἐπάτησας, τὸ ἄνομον
φρύαγμα, καὶ μηχανὰς τὰς αὐτοῦ, Βάρα Ὅσιε,
κατέθραυσας δυνάμει, εὐχῶν τῶν ἀόκνων σου, καὶ τρόπων νήψεως.
Θεοτοκίον.
Ἀπείρανδρε Δέσποινα, ἰαματόβρυτε χείμαῤῥε, ψυχὰς
προσπιπτόντων Σοι, καθαγιάζεις ἀεί, Μητροπάρθενε, δεινῶς κεχερσωμένας, θερμαῖς
παρακλήσεσι, Βάρα τοῦ ἔμφρονος.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Νεκρώσας κινήσεις τὰς σαρκός σου, συντόνῳ ἀσκήσει τὸν
σὸν νοῦν, ἐπτέρωσας πρὸς Κύριον, οὗ τὰ σεπτὰ ἐντάλματα, ἐτήρησας ἐν βίῳ σου,
πανευλαβῶς Βάρα ἔνδοξε.
Πατέρων Ὁσίων κοσμιότης, ναὸν τοῦ Προδρόμου παλαιόν,
εὑρὼν αὐτὸν κατώκησας, καὶ μιμητὴς τῶν πράξεων, τοῦ Ἰωάννου γέγονας, καὶ Ἠλιοὺ Βάρα ὄλβιε.
Ῥανίσι τῶν θείων σου ἱδρώτων, κατήρδευσας Πέτρας τὴν
Μονήν, ἣν μόχθοις σου ἐδόμησας, ἰδίοις Βάρα ἔνθεε,
καὶ ἣν εὐχῆς κατέδειξας, καρδιακῆς ἐργαστήριον.
Θεοτοκίον.
Ὁλόφωτε πύργε παρθενίας, ἀνάγνους Σῶν δούλων λογισμούς,
ἀπέλασον Θεόνυμφε, εὐλογημένη Δέσποινα, καὶ τὰς θυρίδας φύλαξον, νοὸς ἡμῶν τῶν
ὑμνούντων Σε.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Εὐθαλέστατε, Αἰγύπτου γόνε,
καὶ ὑψίκομε, ἀγάπης φοῖνιξ, φυτευθεὶς ἐν Βασιλίδι τῶν Πόλεων, ἀσκητικῆς ἀγωγῆς
ὁ ἡδύγευστον, καρπὸν βλαστήσας πιστῶν δήμους ηὔφρανας, λόγοις θείοις σου καὶ
θαύμασι παραδόξοις σου, Πατέρων κοσμιότης, Βάρα ἔνδοξε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Δέμας πόνοις σου δαμάσας, ἐγκρατείας ἀδούλωτον, τὴν
ἁγνὴν ψυχήν σου, Βάρα τῷ Χριστῷ
προσεκόμισας, δῶρον ὡς πάντιμον ὄντως καὶ θυμίαμα, εὐωδέστατον, ἀζύγων θείων
μυράλειπτρον.
Ῥόδον πάντερπνον νηστείας, ἀγρυπνίας λευκάνθεμον,
κύμινον ἁγνείας, καὶ ἀγαθωσύνης κιννάμωμον, ἐν ταῖς αὐλαῖς τὸ ἀνθίσαν τοῦ
Παντάνακτος, Βάρα ηὔφρανας, σῇ εὐωδίᾳ τὰ
σύμπαντα.
Ὁλοθύμως καθ’ ἑκάστην, τῷ Δεσπότῃ τῆς κτίσεως, ὕμνεις
θεῖε Βάρα, καὶ δοξολογίαν ἀέναον, Αὐτῷ
ἀνέπεμπες αἴρων τὰς παλάμας σου, καὶ τὴν ἔφεσιν, τῆς φιλοθέου καρδίας σου.
Θεοτοκίον.
Μὴ ἀπώσῃ με Παρθένε, Σὸν οἰκέτην κραυγάζοντα· δέξαι με
τὸν τάλα, θλίψεσι τὸν περιαντλούμενον, καὶ τρικυμίαις δεινῶς κατατρυχόμενον,
τὸν προστρέχοντα, τῇ κραταιᾷ προστασίᾳ Σου.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Οἱ πόθῳ σὸν ὄνομα, καλοῦντες Βάρα
τίμιε, τὸ σεπτὸν ἐν πόνοις καὶ κινδύνοις, πάντες εὐθέως, τὴν παρὰ σοῦ
ἀρωγήν, πλουσίως λαμβάνουσιν ἀεί, καὶ τὴν σὴν ἀντίληψιν, οἱ ἐν λύπαις
στενάζοντες.
Ὑφέρποντος ὄφεως, τοῦ πονηροῦ τὸ φρύαγμα, Βάρα κατεπάτησας ἀγῶσι, σοῖς θεαρέστοις,
χαμαικοιτίᾳ εὐχῇ, αἰσθήσεων πέντε φυλακῇ, στάσεσι παννύχοις σου, καὶ δακρύων
τοῖς χεύμασιν.
Ὁ νοῦς σου λαμπόμενος, τῇ φωταυγείᾳ τοῦ Πνεύματος, Βάρα τοῦ Ἁγίου ἔδειξέ σε, φωστῆρα μέγα, πατέρων
θεοειδῶν, καὶ φάρον ἀμέμπτου ἀγωγῆς, πάντας καταυγάζοντα, τοὺς ἐν σκότει
καθεύδοντας.
Θεοτοκίον.
Μαστίγων ἀπάλλαξον, ὀργῆς θυμοῦ Παντάνασσα, φθόνου καὶ
δεινῆς μνησικακίας, τοὺς Σοὺς οἰκέτας, καὶ πρὸς ὁδὸν σωστικήν, κατεύθυνον
πάντας ἀγαθή, ἀπαθείας ἵνα Σε, ἀκλινῶς μεγαλύνωμεν.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁ μέγας Βάρα διδάσκαλος,
ἀλείπτης μονοτρόπων καὶ ἄριστος, ἰθύντωρ Ὅσιε, πιστῶν πρὸς θέωσιν δίδου μοι,
μετάνοιαν γνησίαν, τῷ σοὶ προστρέχοντι.
Ζηλώσας πάντα τὰ ἄῤῥευστα, καθάπερ Ῥαβουλᾶς καὶ
Πατάπιος, οἱ θεοφόρητοι, φίλοι σου Βάρα ἐμίσησας,
τὰ ῥέοντα ἡδέα, τερπνὰ καὶ πρόσκαιρα.
Ἡ βιοτή σου ἰσάγγελος, ὁ τρόπος σῆς ἀσκήσεως ἄμεμπτος,
καὶ ἡ ἀγάπη σου, πρὸς τὸν Θεὸν καὶ τὸν ἔγγιστα, παμμάκαρ Βάρα πέλει, ἀπεριόριστος.
Θεοτοκίον.
Λαμπρύνεις κόσμου τὰ σύμπαντα, τῇ Σῇ φωτοχυσίᾳ
σεμνότητος, καὶ ἀγαθότητος, εὐλογημένη Μητρόθεε, χριστιανῶν φαιδρότης, καὶ
καταφύγιον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν πτερωθέντα, τῇ ἀγάπῃ
τοῦ Παντάνακτος, καὶ ἀνενδότως τοῖς Αὐτοῦ ἀκολουθήσαντα, θείοις ἴχνεσιν ἐν
πόνοις τῆς ἐγκρατείας, Βασιλίδος ἀσκητὴν πασῶν τῶν πόλεων, καὶ Προδρόμου
ζηλωτὴν ἐγκωμιάσωμεν, πόθῳ κράζοντες·
Χαίροις Βάρα μακάριε.
Ὁ Οἶκος.
Ἄγγελος σαρκοφόρος, Βάρα πάντιμε ὤφθης, καλῶς ἐν Βυζαντίῳ ἀσκήσας. Διὸ
νῦν σὺν Ἀγγέλων χοροῖς, τοῦ Κυρίου θρόνῳ τῷ σεπτῷ Ὅσιε, παρίστασαι δωρούμενος,
ἰσχὺν τοῖς σοὶ βοῶσι πόθῳ·
Χαῖρε, ὁ πλήρης Θεοῦ
σοφίας·
χαῖρε, ὁ μύστης Αὐτοῦ
προνοίας.
Χαῖρε, τῶν Ὁσίων φαιδρὸν
ἀγαλλίαμα·
χαῖρε, τῶν Πατέρων λαμπρὸν
ἐγκαλλώπισμα.
Χαῖρε, φίλε γνησιώτατε,
Ῥαβουλᾶ τοῦ ἐκλεκτοῦ·
χαῖρε, σύσκηνε θειότατε,
Παταπίου τοῦ κλεινοῦ.
Χαῖρε, ὁ διαπτύσας τὰ ἡδέα
τοῦ βίου·
χαῖρε, ὁ καταυγάσας πλήθη
τοῦ Βυζαντίου.
Χαῖρε, τὸ οἴκημα τῆς
χρηστότητος·
χαῖρε, ὑπόδειγμα
ἀγαθότητος.
Χαῖρε, κανὼν προσευχῆς καὶ
νηστείας·
χαῖρε, εἰκὼν διαυγὴς
ἐγκρατείας.
Χαίροις Βάρα μακάριε.
Συναξάριον.
Τῇ ΙΣΤ του αὐτοῦ Μηνός,
Μνήμη τοῦ Ὁσίου Βάρα, τοῦ ἐν Κωνσταντινουπόλει
ἀσκήσαντος.
Ξένως
ὁ θυμιάσας ἄνακτα, Βάρας·
Παντάνακτα
θυμιᾷ νῦν ἐν πόλῳ.
Οὗτος, ἐξ Αἰγύπτου ἕλκων
τὴν καταγωγήν, ἤσκησε θεοφιλῶς ἐν τοῖς ὁρίοις τῆς Βασιλίδος τῶν πόλεων, σὺν
τοῖς φίλοις αὐτοῦ Ῥαβουλᾷ καὶ Παταπίῳ, μεθ’ ὧν ἦλθεν εἰς τὴν πρωτεύουσαν τοῦ
Βυζαντίου ἐπὶ τῆς βασιλείας Ζήνωνος. Οἱ τρεῖς οὗτοι Πατέρες, ἡσυχίαν φιλοῦντες,
ἀλλὰ καὶ τὸ ἀκοινώνητον ὡς ἐπονείδιστον ἀποφεύγοντες, ἔπηξαν καλιὰς ἀσκητικῶν
πόνων· ὁ μὲν Πατάπιος κατὰ τὸ ἀρκτικώτερον μέρος ὡς πρὸ τὸ παράλιον τεῖχος τῶν
Βλαχερνῶν· ὁ Ῥαβουλᾶς κατὰ τὸ νοτιώτερον καὶ ὁ Βάρας
κατὰ τὸ μέσον τῆς ἀπ’ ἀλλήλων αὐτῶν ἀποστάσεως. Εὑρὼν παλαιὸν ναὸν ἐπ’
ὀνόματι τοῦ Προδρόμου καὶ ζηλωτὴς τῶν πόνων αὐτοῦ ὑπάρχων ἐσκήνωσεν ἐν αὐτῷ.
Σὺν τῷ χρόνῳ, πολλῶν μοναχῶν προσελθόντων, Μονὴν τῷ Βαπτιστῇ περίδοξον ἐδόμησεν
τὴν κεκλημένην τῆς Πέτρας. Ταύτῃ ἐγγίσας ὡς θηρευτὴς ὁ αὐτοκράτωρ Ἀναστάσιος
καὶ θαυμάσας τὸν Ὅσιον αὐτῷ προϋπαντήσαντι θυμιῶντα καὶ βαστάζοντα τοὺς
ἀνημμένους ἄνθρακας ἐν τῷ πτερυγίῳ τοῦ εὐτελοῦς αὐτοῦ τριβωνίου, ἐκτεταμμένας
γαίας αὐτῷ ἐδωρήσατο. Ἡσύχως καὶ θεοφιλῶς πολιτευσάμενος, καὶ θαυμάτων ἀξιωθεὶς
ξένων, πρὸς Κύριον ἀπῆλθε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Θεοδώρου τοῦ ἡγιασμένου
Δῶρόν
σε θεῖον Θεόδωρε δεικνύει
Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε.
Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε.
Οὗτος, μελετήσας τὸν τοῦ
Θεοῦ νόμον, καὶ ὅλος καθαρὸς γενόμενος, καὶ σκεῦος εὔχρηστον καὶ ἡγιασμένον
δειχθείς, τῆς ἀληθοῦς καὶ μεγίστης προσηγόριας καταξιοῦται, ὁμόσκηνος καὶ
ὁμότροπος τῷ Μεγάλῳ Παχωμίῳ χρηματίσας. Ὅθεν, σκηνώματα Αἰθιόπων κατὰ τὸν θεῖον
φάναι Δαβὶδ καταπτοήσας, καὶ ὡς ἐν ἐκστάσει τὰς τούτων κεφαλὰς διακόψας, μετὰ
τῶν τῆς ἀρετῆς ἱδρώτων ἐπὶ τὰ βραβεῖα διαβαίνει, πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν
ἐξ ἀνθρώπων ἀποδιώξας.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀλεξάνδρου ἀρχιεπισκόπου Ἱεροσολύμων
Ἰδὼν
τόπους οὗς εἶδεν ἔνσαρκος Λόγος,
ἀπῆλθες Ἀλέξανδρε καὶ τοῦτον βλέπειν.
ἀπῆλθες Ἀλέξανδρε καὶ τοῦτον βλέπειν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων· Αὐδᾶ, Αὐδιησοῦ τῶν ἐπισκόπων, Βενιαμὶν τοῦ διακόνου, Δεκαὲξ Πρεσβυτέρων, Ἐννέα Διακόνων, Ἓξ Μοναχῶν καὶ Ἑπτὰ Παρθένων.
Ἄμφω
πρὸ τῶν σῶν Aὐδᾶ Mάρτυς ὀμμάτων,
Tομεὺς κεφαλῆς καὶ βραβεὺς θείου στέφους.
Ἐκδοὺς ἑαυτὸν Aὐδιησοῦς τῷ ξίφει,
Ὁρᾷν Ἰησοῦν ἠξιώθη τὸν μέγαν.
Tοὺς Ἱερεῖς σου Σῶτερ ἔκτεινε ξίφος,
Tὴν ἱεράν σου μὴ προδόντας ἀξίαν.
Tοὺς τρισσάκις τρεῖς Λευΐτας τετμημένους,
Στέφει Θεὸς δὶς ὡς ἀθλητολευΐτας.
Eἰ Παρθένων ἔδωκεν ἑπτάδα ξίφει,
Πῶς οὐ παρέξει καὶ Mοναχῶν ἑξάδα;
Tομεὺς κεφαλῆς καὶ βραβεὺς θείου στέφους.
Ἐκδοὺς ἑαυτὸν Aὐδιησοῦς τῷ ξίφει,
Ὁρᾷν Ἰησοῦν ἠξιώθη τὸν μέγαν.
Tοὺς Ἱερεῖς σου Σῶτερ ἔκτεινε ξίφος,
Tὴν ἱεράν σου μὴ προδόντας ἀξίαν.
Tοὺς τρισσάκις τρεῖς Λευΐτας τετμημένους,
Στέφει Θεὸς δὶς ὡς ἀθλητολευΐτας.
Eἰ Παρθένων ἔδωκεν ἑπτάδα ξίφει,
Πῶς οὐ παρέξει καὶ Mοναχῶν ἑξάδα;
Ὁ Αὐδιησοῦς,
ἦτον ἐπίσκοπος τῆς πόλεως Βηθασαχὰρ τῆς Περσίας. Διαβληθεὶς δὲ ἀπὸ τὸν ἴδιον
ἀνεψιόν του πρὸς τὸν βασιλέα Περσῶν, ὅτι σέβεται τὸν Χριστόν, ἐφέρθη ἔμπροσθεν
τοῦ βασιλέως ὁμοῦ μὲ ἄλλους 38· ἱερεῖς μὲν 16, διακόνους 19, μοναχοὺς 6 καὶ
καλογραίας 7· καὶ ὁμολογήσας παῤῥησίᾳ τὸν Χριστὸν Θεὸν ἀληθινόν, ἀπεστάλη μετὰ
τῶν 38, πρὸς Ἀρσήθ, ἀδελφὸ τοῦ βασιλέως. Οὗτος δέ, γνωρίσας αὐτοὺς ὅτι ἐπέμενον
εἰς τὴν πίστιν τοῦ Χριστοῦ καὶ δὲν ἐπείθοντο εἰς τὰ λόγια του, πρόσταξε νὰ
δέσωσι τοὺς Ἁγίους μὲ σχοινία, καὶ νὰ σφίγξωσιν αὐτοὺς δυνατά. Αὕτη δὲ ἡ
βάσανος ἐγίνετο εἰς τοὺς Ἁγίους ἑπτάκις τὴν ἡμέραν, ὅθεν τόσον πολλὰ
στενοχωρήθησαν οἱ μακάριοι, ὥστε κατεσυντρίφθησαν τὰ κόκκαλά των, καὶ ἠκούετο
ἔξω ὁ κτύπος αὐτῶν. Ἔπειτα, ἐβλήθησαν εἰς φυλακήν, καὶ ἐκεῖ ἐστάλησαν εἰς
αὐτοὺς φαγητὰ ἀπὸ τὰς θυσίας τῶν εἰδώλων, ἀλλ’ οἱ Ἅγιοι ὄχι μόνον δὲν ἔφαγον
ἀπὸ αὐτά, ἀλλὰ οὔτε πρόσεξαν εἰς αὐτά, οὔτε ὅλως ἐγύρισαν νὰ τὰ ἴδωσι. Ὅθεν
ἔγινε προσταγή, καὶ ἔμειναν εἰς τὴν φυλακήν, χωρὶς νὰ φάγωσιν ἢ νὰ πίωσι. Μία
δὲ γυνὴ φιλόθεος ἔδιδεν εἰς αὐτοὺς ψωμία καὶ νερό. Ἀφ’ οὗ δὲ μετὰ ἡμέρας
ἐξῆλθον οἱ Ἅγιοι ἀπὸ τὴν φυλακήν, ἐπιάσθη καὶ ὁ ἐπίσκοπος Αὐδᾶς, εἰς τὸν ὁποῖον ἀπεκάλυψε πρότερον ὁ Θεός,
ὅτι θὰ μαρτυρήσει, καὶ ὅτι μέλει νὰ νικήσει. Ὅθεν, ὅλοι αὐτοὶ οἱ Ἅγιοι
ἐστάλησαν ἀπὸ τὸν βασιλέα εἰς τὸν ἀρχιερέα τῶν Περσῶν, Μάπτην ὀνομαζόμενον,
ἔμπροσθεν τοῦ ὁποίου ἐκήρυξαν οἱ Ἅγιοι καὶ ἐβεβαίωσαν τὴν εἰς Χριστὸν πίστιν.
Διὰ πρῶτον μὲν ἐδάρησαν δυνατά, μετὰ ταῦτα δὲ ἀπεκεφαλίσθησαν.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ Ἅγιοι
Μάρτυρες Ἰσαάκιος, Συμεών, καὶ Βαχθισόης, διὰ πυρὸς τελειοῦνται.
Πρὸς
ἓν πῦρ ἐκπνέουσι τρεῖς ὁμοφρόνως,
Ἰσαάκιος, Συμεών, Bαχθισόης.
Ἰσαάκιος, Συμεών, Bαχθισόης.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ Ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ Μονῇ τοῦ
Ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμύων, ξίφει τελειοῦνται.
Σοὺς
Σῶτερ ἄρνας ὡς ὁδοῦσι ταῖς σπάθαις,
Mάνδρας ἔσω κτείνουσιν εἰσδύντες λύκοι.
Mάνδρας ἔσω κτείνουσιν εἰσδύντες λύκοι.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Παπυλῖνος, ξίφει τελειοῦται.
Ὁ
Παπυλῖνος θραῦσιν εὑρὼν ἐκ ξίφους,
Πύλας πλάνης ἔθραυσε καὶ θεοὺς ἅμα.
Πύλας πλάνης ἔθραυσε καὶ θεοὺς ἅμα.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος
Μάρτυς Πέτρος ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθεὶς τελειοῦται.
Ἄσειστος ὄντως
πίστεως Πέτρος πέτρα,
Πρὸς ὃν τὰ νεύρα πάπυροι, τὸ τοῦ λόγου.
Πρὸς ὃν τὰ νεύρα πάπυροι, τὸ τοῦ λόγου.
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος
Νικόλαος ὁ Α' ὁ Μυστικός, Πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ
τελειοῦται.
Ὁ
Nικόλαος ἐκλιπὼν σκιὰν βίου,
Πρὸς ἄσκιον μετῆλθε φωτὸς χωρίον.
Πρὸς ἄσκιον μετῆλθε φωτὸς χωρίον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Νεαδίου τοῦ ἐπισκόπου, τοῦ θαυματουργοῦ
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μακαρίου τοῦ Νοταρᾶ, ἀρχιεπισκόπου Κορίνθου ἐν Μύλοις Σάμου
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος
Περεγρίνος, ἐπίσκοπος Τέρνι Ἰταλίας, ἐν ἔτει 138,ἐν εἰρήνῃ
τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Μάρτυρος Περεγρίνου τῆς Ὠξέῤῥης
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Καραντοκίου, Πρίγκιπα Οὐαλλίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Δομνόλου, ἐπισκόπου Λὲ Μὰν Γαλλίας
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιδωλοῦ, ἡγουμένου τῆς Μονῆς Ὄουμοντ
Γαλλίας
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου
Βρενδανοῦ τοῦ ἀναχωρητοῦ τοῦ Ἰρλανδοῦ
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου
Ὀνωράτου, ἐπισκόπου Ἀμιένης τῆς Γαλλίας
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φήλικος καὶ Γενναδίου τῶν ἐξ Ἀφρικῆς
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μούσας τῆς παρθένου
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, ἐπισκόπου Βρσὰκ Σερβίας
Τῇ αὐτῇ
ἡμέρᾳ, ὁ Ἅγιος
Νέος Ὁσιομάρτυς Βουκασίνος τῆς Ἐρζεγοβίνης, ὑπὸ τῶν φιλοναζιστῶν
Ῥωμαιοκαθολικῶν Κροατῶν τελειοῦται.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Κασσιανοῦ καὶ Λαυρεντίου τοῦ Κόμελ τῶν
Ῥώσσων.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν Λειψάνων τοῦ Ὁσίου Ἐφραίμ τοῦ Ῥώσου
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὁ διάκοσμος, Κυρίου Βάρα πίστεως,
κατοικητήριον, παντοδαπῶν ἀρετῶν, φωτὶ θείας χάριτος, ὁ ἐλλαμπόμενος, ζόφος
δίωξον, ἡμῶν τῶν γεραιρόντων σου, τοὺς πρὸς θέωσιν καμάτους.
Νοῦν ἐκάθαρας, τῶν λογισμῶν φαυλότητος, καὶ τὴν καρδία
σου, ἡδυπαθείας σοφέ, ἀγῶσιν ἀσκήσεως, ἀδιαλείπτοις σου, καὶ δακρύων σου,
ἐκβλύσεσι μακάριε, Βάρα κλέϊσμα Πατέρων.
Μακαρίζοντες, σὲ Βάρα ἱερώτατε,
τὸν ἀγαπήσαντα, ἀζύγων τὴν ἀγωγήν, καὶ πάντα τὰ γήϊνα, τὸν βδελυξάμενον,
ἱκετεύομεν, ὑπὲρ ἡμῶν τὸν Κύριον, τῶν τιμώντων σε δυσώπει.
Θεοτοκίον.
Ἐνδιαίτημα, Ὑψίστου παμφαέστατον, ῥῦσαι μανίας με, τοῦ
μισοκάλου σατάν, πανύμνητε Δέσποινα, καὶ τὴν καρδίαν μου, ῥύπον κάθαρον,
χαμαιπετοῦς Παντάνασσα, ἐμπαθείας ψυχοφθόρου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Γνήσιε τοῦ Παταπίου φίλε, ἡγήσω γεώδη ἅπαντα ὡς
σκύβαλα, καὶ Σταυρὸν ἀράμενος, τοῦ Χριστοῦ ἐπ’ ὤμων σου, ἐν Βασιλίδι ἄϋλος
καθάπερ Ἄγγελος, ἐβίωσας, καὶ δήμους ἀζύγων, ηὔφρανας σοὺς τρόπους, μιμήσασθαι
ποθοῦντας.
ᾌσμασι τιμῶντές σε παντέρπνοις, ὡς κόσμου ἀποταγῆς καὶ
ματαιότητος, ὀλετῆρα ἔνθεε, Βάρα ὁσιώτατε,
καὶ Βαπτιστοῦ ὁμόζηλον, οὗπερ τὸ τέμενος, τὸ ἄσημον ἐν τῇ Βασιλίδι, ἔδειξας
σεμνεῖον, περίδοξον ἀζύγων.
Λάμψεσιν ἐμπράκτου θεωρίας, τῆς σῆς Βάρα πάμφωτε κατηύγασας, μονοτρόπων τάγματα, καὶ
πιστῶν ὁμήγυριν, διό σε πάντες σέβοντες, εὐτάκτοις μέλεσι, γεραίρομεν τοὺς
θείους σου πόνους, οὓς Ἀγγέλων βίον, ζηλῶν ἀΰλων ἔτλης.
Θεοτοκίον.
Ὕμνους ἐξυφαίνομέν Σοι Μῆτερ, πανάμωμε τοῦ Ὑψίστου
ἐνδιαίτημα, ἔτεκες γὰρ Κύριον, ὑπὲρ λόγον κτίσεως, ἐκ τῆς ἀρχαίας σώσαντα,
φθορᾶς δι’ ἔλεος, τὸ γένος τῶν βροτῶν τὸ κραυγάζον· Χαῖρε Θεοτόκε, ἡμῶν ἡ
σωτηρία.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νῦν τῶν γηγενῶν, χοροὶ εὐφημοῦσί σε, πνευματοφόρητε, Βάρα ὅτι ἄνακτα, καθυποδέξω, βαστάζων ἄνθρακας,
πυρακτωμένους Ὅσιε, ἐν τριβωνίῳ σου, τὸν ἰδόντα, θυμιῶντά σε καὶ μὴ καιόμενον.
Ὤφθης ἀρωγός, Κωνσταντινουπόλεως, πιστῶν καὶ πρόμαχος, Βάρα ἱερώτατε, αὐτῶν σπευδόντων τῇ ἀντιλήψει σου,
ἐν πάσαις περιστάσεσι, καὶ βίου κλύδωσι, νῦν δὲ πέλεις, τῶν μακαριζόντων σε,
πρεσβευτὴς καὶ μεσίτης πρὸς Κύριον.
Χαίρετε πηγαί, θαυμάτων κραυγάζομεν, πιστῶς ἑκάστοτε, Βάρα παναοίδιμε, σὺν Παταπίῳ, τῷ ὁμοζήλῳ σου, καὶ
Ῥαβουλᾶ πανάριστε, τριὰς πανένδοξε, θεοφόρων, ἀσκητῶν τῆς Πόλεως, Κωνσταντίνου
καὶ στύλων σεμνότητος.
Θεοτοκίον.
Μύρου νοητοῦ, δοχεῖον πολύτιμον, Θεογεννήτρια, καὶ
τερπνὸν ὀσφράδιον, Χριστοῦ χαρίτων, πιστοὺς κατηύφρανας, ὀδμαῖς τῆς προστασίας
Σου, διὸ κραυγάζω Σοι· ἁμαρτίας, ῥύπου ἀποκάθαρον, καὶ Χριστοῦ εὐωδίαν με
ἔργασαι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἀσκήσας θείῳ ἔρωτι, καὶ τοῦ
Χριστοῦ τὸ ὄνομα, δοξάσας ἐν τῇ ἐκχύσει, τῶν σῶν τιμίων ἱδρώτων, Πατέρων ὤφθης
καύχημα, τῆς Κωνσταντινουπόλεως, καὶ πρεσβευτὴς τρισμέγιστος, Βάρα πιστῶν συστοιχίας, πρὸς τὴν Ἁγίαν Τριάδα.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Βάρα τρισμακάριστε, τοῦ Παταπίου μιμούμενος, τὴν νυχθήμερον
ἄσκησιν, καὶ πόνους πρὸς θέωσιν, Ῥαβουλᾶ τοῦ πάνυ, ὤφθης τοῦ Σωτῆρος, Χριστοῦ
θεράπων ἱερός, καταπαλαίσας, τὸν κοσμοκράτορα, χαμαικοιτίᾳ δεήσεσι, καὶ
παννύχοις σου στάσεσι, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Ῥεῖθρα τῶν ἱδρώτων σου, ἡ
Βασιλὶς ἡ τῶν πόλεων, δεξαμένη ἡγίασται, ἐν ταύτῃ γὰρ Ὅσιε, Βάρα τὸν ἀγῶνα, τὸν καλὸν τελέσας, ὡς ἀσκητὴς
θεοειδής, πρὸς θεῖα δώματα ἀνελήλυθας, καὶ δόξαν τὴν οὐράνιον, χρυσῷ στεφάνῳ
κοσμούμενος, καὶ ἀεὶ αὐλιζόμενος, σὺν Χριστῷ καὶ Σωτῆρί σου.
Πόνοις ἐγκρατείας σου,
ὑποπιάζων τὸ σῶμά σου, Βάρα Πάτερ παγκόσμιε,
δοχεῖον πολύτιμον, ὤφθης Θεαρχίας, τῆς τρισυποστάτου, τῆς σκηνωσάσης ἀσκητά, ἐν
σοὶ θεράπον Αὐτῆς ἀοίδιμε, Χριστὸς ὡς ἐπηγγείλατο, ᾯ πάσης θλίψεως πρέσβευε,
ἐκλυτροῦσθαι δεόμεθα, τοὺς ἀεὶ μελῳδοῦντάς σε.
Ἤνυσας ὡς Ἄγγελος, τὴν ἐπὶ
γῆς πολιτείαν σου, σάρκα φέρων μερόπειον, καὶ χαίρειν ἠξίωσαι, τῆς χαρᾶς
Ἀγγέλων, Βάρα ἐν τοῖς δόμοις, ἀκαταπαύστου
χαρμονῆς, διὸ ὑψόθεν, τὴν εὐλογίαν σου, τοὺς πόθῳ ἑορτάζουσι, μνήμην τὴν σὴν δίδου
πάντοτε, σὲ γὰρ θεῖον ἀκέστορα, καὶ προστάτην κεκτήμεθα.
Δόξα. Ἦχος πλ. α΄.
Δουλεύσας τῷ Κυρίῳ τῆς
δόξης, ὡς πιστὸς θεράπων ἀσκητικοῖς ἀγῶσιν, τὸ δηνάριον εἴληφας τῆς Ἄνω
Βασιλείας, ὡς ἀντιμίσθιον τῶν ἀόκνων καμάτων συ. Καὶ νῦν τῷ Δικαίῳ μισθαποδότῃ
πρεσβεύεις, ῥύεσθαι ἡμᾶς πόνων καὶ κινδύνων, τοὺς εὐλαβῶς ἑορτάζοντας, τὴν
φωτοφόρον καὶ πανσέβαστον μνήμην σου Ὅσιε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Κρῖκος τῆς χορείας τῶν
θεαυγῶν, ἀσκητῶν ὑπάρχεις, Παταπίου καὶ Ῥαβουλᾶ, τῶν ἐν Βυζαντίῳ, ὁσίως
βιωσάντων, πνευματοφόρε Πάτερ, Βάρα τρισμέγιστε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου