ΜΑΪΟΥ Α΄!!
ΜΑΡΙΑ ΝΕΟΜΑΡΤΥΣ ΜΕΘΥΜΟΠΟΥΛΑ ΚΡΗΤΗΣ
(Χαραλάμπους Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Κρίνον εὐωδέστατον, ἐκ τῆς Φουρνῆς ἀνεβλάστησας, ἐν ὑστέροις τοῖς ἔτεσι, Μαρία ὑπέρτιμε, καὶ τῆς παρθενίας, ὀδμαῖς μυροβόλοις, καὶ μαρτυρίου ἀληθῶς, τὴν οἰκουμένην πᾶσαν ἐμύρισας· διό σε μακαρίζοντες, τὴν σὴν παγγέραστον ἄθλησιν, ἀνυμνοῦμεν γηθόμενοι, Νεομάρτυς τῆς πίστεως.
Ἄστρον παμφαέστατον, ἐκ Μεραμβέλλου ἀνέτειλας, καὶ ὑφήλιον ἅπασαν, Μαρία ἐφώτισας, παρθενίας φέγγει, καὶ ἀνδραγαθίας, σοῦ γὰρ τὸν πλοῦτον ὁ φρικτός, συλῆσαι θέλων τῆς Ἄγαρ ἔκγονος, ἁγνείας τὸν ἀσύλητον, καθάπερ ὄρνιθα ἔτρωσε, καὶ τὰς πτέρυγας ἔκοψε, χοϊκῆς συναφείας σου.
Θῦμα ὡς εὐπρόσδεκτον, καὶ ἱερὸν καλλιέρημα, τῷ Χριστῷ προσενήνεξαι, Μαρία πανάριστε, πολιᾷ φρονήσει, εἰ καὶ ἡλικίαν, διῆγες τὴν νεανικήν· διόπερ πόθον τοῦ χωροφύλακος, τὸν ἄνομον ἀπέκρουσας, τοῦ δυσσεβοῦς καὶ παράφρονος, καὶ ἀθλήσασα ἔδραμες, πρὸς νυμφῶνα οὐράνιον.
Μνήμην τὴν ἀκήρατον, καὶ πανσεβάσμιον σήμερον, ἐκτελοῦντες γηθόμενοι, Μαρίας κραυγάζομεν, τῆς καρτεροψύχου. Νύμφη γλυκυτάτη, τοῦ Ζωοδότου καὶ Θεοῦ, μὴ διαλίπης καθικετεύουσα, αὐτὸν διδόναι ἄφεσιν, ἁμαρτιῶν τοῖς ἑκάστοτε, μελωδοῦσιν ἐν ἄσμασι, τὴν λαμπράν σου ἐνάθλησιν.
Δόξα. Ἦχος δ΄.
Τοῦ νοητοῦ σου Νυμφίου τῇ ἀγάπῃ ἐρηρεισμένη, ὡς ὁλοκάρπωμα θεῖον Αὐτῷ προσηνέχθης, Μαρία παρθενομάρτυς ἀοίδιμε. Ἀποκρουσαμένη γὰρ τὸν ἀσεβὴ μανικὸν χωροφύλακα, ὡς περιστερὰ ἄμωμος μαρτυρικῶς ἔδραμες, ὑπαντῆσαι τῷ Πλάστῃ σου. Καὶ νῦν σὺν παρθένοις καὶ Ἀθληφόροις ἀγαλλόμενη, καὶ τοῦ κάλλους τοῦ Κυρίου ἀπολαύουσα, μὴ παύση δυσωποῦσα, ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Βλάστημα τῆς Φουρνῆς, ἡδὺ καὶ πανωραῖον, φαιδρότης νεανίδων, καὶ νεοάθλων αὖχος, Μαρία ἀναδέδειξαι.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Χαίροις περιστερά, ἐν κλώνοις τῆς μωρέας, Μαρία ἡ βληθεῖσα, ὑπὸ χειρὸς ἀπίστου, ἐν τοῖς ὑστέροις ἔτεσι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ῥεύμασι τῶν σεπτῶν, αἱμάτων σου Μαρία, ἐφοίνιξας ἁγνείας, τὴν χλαῖνά σου καὶ ὤφθης, Μαρτύρων ἰσοστάσιος.
Δόξα. Τριαδικόν.
Δόξαν Σοι παγγενεί, προσφέρομεν ἀπαύστως, Θεότης τρισολβία, Πάτερ Υἱὲ καὶ Πνεῦμα, τῶν γηγενῶν τὰ τάγματα.
Καὶ νῦν. Θεοτοκίον.
Ἄσπιλε Μαριάμ, ἁγνείας ὑποθήκη, ἀξίωσον γεραίρειν, ἡμᾶς καλῶς τὴν ὄντως, Μαρίαν καλλιπάρθενον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν καθικέτευε ὑπὲρ ἡμῶν ἐκτενῶς, Φουρνῆς ἐγκαλλώπισμα καὶ νεοάθλων τερπνόν, Μαρία λευκάνθεμον, ἔρωτα γὰρ ἀπίστου, ἀρνηθεῖσα ἐδείχθης, βλῆμα θανατηφόρον, ἐξ αὐτοῦ ὡς στρουθίον, καὶ πτέρυγας πρὸς τὸν Κτίστην, ψυχῆς σου ἐπέτασας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ κάτωθι Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὴν Νεομάρτυρα πάντες Μαρίαν μέλψωμεν, μελισταγέσιν ὕμνοις, ὡς ἐχθρὸν καθελοῦσαν, ἐν χρόνοις τοῖς ὑστέροις καὶ τὸν Χριστόν, ἀνδρικῇ μεγαλύνασαν, ἐνστάσει ὅτι ἐκόσμησεν ἀληθῶς, Ἀθληφόρων τὴν ὁμήγυριν.
Ὁ μανικὸς χωροφύλαξ τῆς Ἄγαρ ἔκγονος, ὁ σὲ μιᾶναι θέλων, ἐπὶ δένδρου μωρέας, συλλέγουσα Μαρία σε κατιδών, φύλλα πάγκαλε ἔτρωσαι, χειρὶ ἀνόμων καὶ δήμοις Ἀθλητριῶν, εὐσταλῶν σε συνηρίθμησε.
Τῆς παρθενίας ταμεῖον τὸ ἀδαπάνητον, τὴν κεχαριτωμένην, τῆς Φουρνῆς θείαν κόρην, τὴν νύμφην τοῦ Δεσπότου καὶ Λυτρωτοῦ, ἀληθῶς χρηματίσασαν, Μαρίαν πάντες τιμήσωμεν εὐλαβῶς, ὡς σεπτὴν Παρθενομάρτυρα.
Κεκοσμημένη ἁγνείᾳ ψυχῆς καὶ σώματος, Μαρία σηροτρόφε, ἐκ τοῦ ἔαρος ὥρᾳ, μετέστης πρὸς λειμῶνας τῶν οὐρανῶν, δι’ ἀρίστης ἀθλήσεως, ἵνα κοσμήσης ἐκεῖσε Ἀθλητριῶν, τοὺς χοροὺς σεμνὴ καὶ ἄμωμε.
Ὁ ποθεινός σου Νυμφίος Μαρία πάνσεμνε, ὥσπερ Αὐτοῦ ἀμνάδα, καὶ πανάσπιλον νύμφην, ἐν δόμοις ἀθανάτου δόξης λαμπρῶς, σὲ δεξάμενος ἔστεψε, δι’ ἀφθαρσίας στεφάνων τὴν εὐπρεπῆ, κορυφήν ἀξιέραστε.
Τὴν καλλιπάρθενον κόρην τὴν του ἀλάστορος, ὀφρὺν τὴν ἐπηρμένην, ἐν Φουρνῇ Μεραμβέλλου, πατήσασαν ὡς ῥόδον μυρεψικόν, παρθενίας τιμήσωμεν, καὶ στεῤῥοτάτης ἐνστάσεως ἐκτενῶς, εὐσθενῆ Μαρίαν ἅπαντες.
Δόξα. Ἦχος β΄.
Νεανικὴν παριδοῦσα ἀκμὴν καὶ κάλλος, καὶ παρθενικὴν κεκοσμημένη λαμπρότητα, μαρτυρίου ἤνυσας τρίβους, Μαρία πανένδοξε. Τῇ σῇ γὰρ ἀνενδότῳ ἐνστάσει, τοῦ ἐρωτομανοῦς τε καὶ ἀπίστου τὸ θράσος ἀπήμβλυνας, ὑπεράνω σαρκὸς καὶ φθαρτῶν ἡδέων γενομένη. Προσενεχθεῖσα οὖν ὡς μυστικὴ θυσία, καὶ ὁλοκάρπωμα θεῖον Χριστῷ τῷ Παντάνακτι, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε΄ 15-23, στ΄ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν.
Καὶ τῶν Ἁγίων. Ἦχος α΄.
Τὴν ἐκ Φουρνῆς Ἀθληφόρον νεανίδα, τὴν ῥυθμιζομένην τῷ φόβῳ Κυρίου, Μαρίαν τὴν Μεθυμοπούλαν, ἐκτενῶς οἱ πιστοὶ ἐγκωμιάσωμεν. Αὕτη γὰρ διασώσασα τὸν τῆς ἁγνείας πλοῦτον, τοῦ δυσσεβοῦς χωροφύλακος τὴν μανίαν καθεῖλε, τῇ ἀλκιφρόνῳ αὐτῆς ἐνστάσει καὶ ψυχῆς στεῤῥότητι, ὅθεν σφραγίσασα τὸ θεοφιλὲς αὐτῆς φρόνημα, αἱμάτων ἐκχύσεσι, καὶ εἰς θείους θαλάμους ἀνελθοῦσα. Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τῇ κογχύλῃ τῶν ἰδίων σου αἱμάτων, πορφυρώσασα τὴν τῆς ἁγνείας σου στολήν καρτερόψυχε, ὑπαντῆσαι τῷ Νυμφίῳ ἀνέδραμες, εἰς οὐράνιον παστάδα. Παριδοῦσα γαρ τὸ χαῦνον τοῦ θήλεος, ἀνδρικῇ παῤῥησίᾳ ἐτροπώσω τὸν τῆς Ἄγαρ ἀπόγονον, Μαρία Ἀθληφόρε καλλιπάρθενε, Μεραμβέλλου ὡράϊσμα. Καὶ νῦν τοῦ Χριστοῦ τὸ πρόσωπον, ὁρῶσα ἰδίαις κόραις, καὶ τῆς ἀλήκτου χαρᾶς γενομένης, μέτοχος ἐν πόλῳ, μὴ παύσῃ δεομένη, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Ἦχος γ΄.
Τὴν παρακαταθήκην τῆς πίστεως κληρονομήσασα, Μαρία ὑπέρτιμε, τοῖς ἐπερχομένοις ἡμῖν κατέλιπες, ὡς κλῆρον πολύτιμον, ὃν καθυπέγραψας διὰ τοῦ τιμίου σου αἵματος. Εὐγνωμονοῦντές σε ὅθεν, χριστωνύμων οἱ σύλλογοι, καὶ τὴν εὐσθενῆ σου ἔνστασιν ὁμολογοῦντες, τὸν σε ἰσχύσαντα Κύριον ἀπαύστως δοξάζομεν, Νεομαρτύρων νεανίδων ἀπαύγασμα.
Δόξα. Ἦχος δ΄.
Ἀγάλλεται σήμερον ἡ γενέτειρά σου κώμη, καὶ ἡ νῆσος Κρήτη γάννυται, τοιοῦτον κρίνον πίστεως ἐξανθήσασα. Σὺ γὰρ οὐκ ἐφείσω τῆς ἀκμῆς τῆς ἡλικίας σου, ἀλλ’ ἀπτοήτως ἀντέστης, ταῖς τοῦ ἀπίστου κολακείαις καὶ προσρήσεσι. Καὶ νῦν ἐν οὐρανοῖς εὐφραινομένη, μὴ παύση δυσωποῦσα Μαρία, καταπεμφθῆναι ἡμῖν, τοῦ σοῦ Νυμφίου τὸ ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Δεῦτε, φιλομαρτύρων χοροί, τὴν ἐν Φουρνῇ τοῦ Μεραμβέλλου ἀθλήσασαν, Μαρίαν Μεθυμοπούλαν, τοῖς μύροις εὐωδιῶν, ῥάνωμεν κροτοῦντες νῦν πανήγυριν, καὶ κράζοντες· πάγκαλε, Νεομάρτυς πανεύφημε, ἡ μισοκάλου, τὴν ἰσχὺν καθαιρέσασα, τῇ ἐνστάσει σου, καὶ σεμνῇ πολιτείᾳ σου, πρέσβευε τῷ Παντάνακτι, Χριστῷ καὶ Νυμφίῳ σου, ἀγαπητῷ δοῦναι πᾶσι, τοῖς εὐλαβῶς σε γεραίρουσιν, ἰσχὺν ἐπιθέσεις, ἀντικροῦσαι τὰς δολίους, τοῦ παναλάστορος.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Χαίροις, Παρθενομάρτυς στεῤῥά, ἡ τὸν Νυμφίον Ἰησοῦν ἀγαπήσασα, ἐξ ὅλης σου τῆς καρδίας, καὶ ὥσπερ προῖκα αὐτῷ, Μεραμβέλλου κόρη ἀξιάγαστε, ἁγνείας τὸν πλοῦτον σου, καὶ ῥοὰς τῶν αἱμάτων σου, προσενεγκοῦσα, ἐν δουλείας τοῖς ἔτεσι, καὶ συντρίψασα, παλαιμναίου τὴν δύναμιν. Σὺ γὰρ ἀκμὴν νεότητος, καὶ κάλλος τοῦ σώματος, τοῦ χοϊκοῦ παριδοῦσα, Μαρία κάλλος οὐράνιον, ἐπόθησας ὄντως, τὸ εἰς πάντας τοὺς αἰῶνας , μὴ παρερχόμενον.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...
Χαίροις, περιστερὰ ἐκλεκτή, καὶ παναμώμητος τοῦ πάντων δεσπόζοντος, Κυρίου ἡ τῆς ψυχῆς σου, τὰς καθαρὰς καὶ λαμπράς, πτέρυγας πρὸς ὕψος ἐκπετάσασα, οὐράνιον χάριτι, θεϊκῇ ἔνθα χαίρουσιν, Ἀγγέλων δῆμοι, καὶ Μαρτύρων τὰ τάγματα, συναγάλλονται, νεανίδων ὑπόδειγμα. Σὺ γὰρ τὸν δυσσεβέστατον, ἐκπρόσωπον τάξεως, καὶ μανικὸν ἐρωτύλον, τοῦ ἐρασμίου προσώπου σου, ἀπέκρουσας τάχος, καὶ ἐνήθλησας Μαρία, ὑπὲρ τῆς πίστεως.
Δόξα. Ἦχος πλ. δ΄.
Ἐνδυσαμένη τὴν πανοπλίαν τῆς πίστεως, καὶ θωρακίσασα σεαυτὴν ἁγνείᾳ καὶ συνέσει, τὰς ἐπιβουλὰς τοῦ ἀλάστορος ἀπέκρουσας, Μαρία πάνσεμνε. Πύργος ὅθεν ὀφθεῖσα εὐσεβείας ἀῤῥαγέστατος, καὶ σεμνότητος ὀχύρωμα, χάριν εὗρες καλλιμάρτυς, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων, τὴν πανσέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν καθικέτευε ὑπὲρ ἡμῶν ἐκτενῶς, Φουρνῆς ἐγκαλλώπισμα καὶ νεοάθλων τερπνόν, Μαρία λευκάνθεμον, ἔρωτα γὰρ ἀπίστου, ἀρνηθεῖσα ἐδείχθης, βλῆμα θανατηφόρον, ἐξ αὐτοῦ ὡς στρουθίον, καὶ πτέρυγας πρὸς τὸν Κτίστην, ψυχῆς σου ἐπέτασας.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀμνὰς πανευκλεής, τοῦ τιμίου ποιμνίου, Χριστοῦ τοῦ ἀγαθοῦ, Ἀρχιποίμενος δῶρον, Αὐτῷ προσενήνοχας, πολυτίμητα χεύματα, τῶν αἱμάτων σου, νεᾶνις Μάρτυς Μαρία, καλλιπάρθενε, καὶ σῆς ἁγνείας οὐσίαν, διὸ καὶ δεδόξασαι.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁ φύλαξ τῆς τάξεως, ἐν τῇ πατρίδι τῇ σῇ, Μαρία ὁ ἄπιστος, ἐν δυσχειμέροις καιροῖς, δουλείας συλῆσαί σου, πλοῦτον τῆς παρθενίας, βουληθεὶς κατησχύνθη, ὅθεν καὶ ὡς στρουθίον, σὲ ἀπέκτεινε Μάρτυς, καὶ δρόμους σοι πρὸς δόμους, χαρᾶς θειας διήνοιξε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ωραιότητα.
Ὑπὲρ τῆς πίστεως, καλῶς ἠγώνισαι, καὶ παρθενίας σου, τὴν ὡραιότητα, σὺν ταῖς αἱμάτων σου ῥοαῖς, προσήνεγκας τῷ Κυρίῳ, προῖκα ὡς πολύτιμον, καλλιμάρτυς ἀήττητε· ὅθεν σε γεραίρομεν, τὸ μαρτύριον σέβομεν, τὸ σὸν καὶ γεγηθότες βοῶμεν· χαίροις Μαρία στεφηφόρε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
Οἱ Ἀναβαθμοί· τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῷ ΙΖ΄ Σαββάτῳ Ματθαίου.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός Σου.
Φύλαξ πίστεως καὶ ἁγνείας ἄγρυπνος ὑπάρχουσα, τὸν μιαρὸν καὶ ἄπιστον φύλακα τῆς τάξεως, ἀπέπεμψας θεϊκῇ δυνάμει, Μαρία καλλιπάρθενε Μάρτυς ἀοίδιμε, ὅθεν ὡς στρουθίον ὑπ’ αὐτοῦ ἐτρώθης, οὖσα ἐπὶ των κλώνων μωρέας, καὶ τῷ ἰδίῳ σου νεανικῷ αἵματι, ἐπορφύρωσας τὰς τῆς ἁγνῆς σου ψυχῆς, πανασπίλους πτέρυγας. Καὶ νῦν τῶν ἀφθάρτων ἀγαθῶν ἀπολαύουσα, καὶ κοινωνὸς γενομένη πάντων τῶν Μαρτύρων τῆς πίστεως, πρέσβευε Κυρίῳ διδόναι πᾶσιν, ὑγείαν ψυχῆς καὶ σώματος.
Οἱ Κανόνες· τῆς ἑορτῆς, καὶ τῆς Ἁγίας β΄.
Ὁ κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Μαρίαν νεόδρεπτον ἴον ἁγνείας μέλπω. Χ(αραλάμπους).
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Μαρίαν λευκάνθεμον μυριστόν, ἐν χρόνοις δουλείας ἐξανθῆσαν ἐκ τῆς Φουρνῆς, καὶ κόσμον ἡδῦναν παρθενίας, ὀδμαῖς Παντάναξ ὑμνῆσαι ἀξίωσον.
Ἀνδρείως ἐπάταξας τὴν ὀφρύν, ἀμόλυντε κόρη τοῦ τῆς Ἄγαρ στυγνοῦ υἱοῦ, καὶ ἤνυσας τρίβους μαρτυρίου, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος ἀθλήσασα.
Ῥοαὶ τῶν αἱμάτων σου τῶν ἁγνῶν, ἐφοίνιξαν κλώνους τῆς μωρέας ἧς θαυμαστή, Μαρία συνήθροιζας τὰ φύλλα, χειρὸς ἀπίστου τρωθεῖσα ἐκ βλήματος.
Θεοτοκίον.
Ἰδεῖν τὸν Υἱόν Σου καὶ Λυτρωτήν, ἐν πόλει τῇ ἄνω καταξίωσον τοὺς πιστῶς, ὑμνοῦντάς Σε Πάναγνε Παρθένε, τοὺς ἐπὶ γῆς πόλιν μεῖναι οὐκ ἔχοντας.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀθληφόρων ἀμνάδων τοῦ Ἰησοῦ κόσμημα, αἵματι Μαρία σῷ θείῳ, τῆς παρθενίας σου, περιβολὴν καθαράν, κατεπορφύρωσας Μάρτυς, ὑψηλὸν τῆς πίστεως ἔχουσα φρόνημα.
Νεομάρτυς Μαρία Φουρνῆς λαμπρὸν κλέϊσμα, κάλλος τῆς μορφῆς σου συλῆσαι καὶ τῆς ἁγνείας σου, οὐσίαν ὁ μιαρός, ἐχθρὸς τῆς πίστεως θέλων, πρὸ τῆς σῆς ἐνστάσεως ἄλαλος ἔμεινε.
Νικηφόρον ἀγῶνα παρθενικὸν σέμνωμα, νύμφη τοῦ Χριστοῦ γλυκυτάτη ἄρτι ἀνύσασα, κατ’ ἀπογόνου στυγνοῦ, τῆς Ἄγαρ εἴληφας στέφος, ἐκ χειρῶν τοῦ Κτίσαντος θείας λαμπρότητος.
Θεοτοκίον.
Ἐλεήμονα Λόγον τὸν τοῦ Θεοῦ τέξασα, Κύριον ἡμῶν καὶ Σωτῆρα Θεογεννήτρια, δι’ εὐσπλαγχνίαν πολλήν, τὸν Σὸν οἰκτρὸν δοῦλον κράζω, ὡς οἰκτίρμων οἴκτειρον, ἵνα δοξάζω σε.
Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τὴν ὀφρὺν ἐπάτησας, τοῦ ἀρχεκάκου, Νεομάρτυς δράκοντος, ῥωσθεῖσα χάριτι Θεοῦ, καὶ ἠνδραγάθησας ἄριστα, Μαρίαν νέον, τῆς πίστεως σέμνωμα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὁλοθύμως πανεύοσμον, κρίνον παρθενίας Μαρία ἔνδοξε, ἀντετάχθης τῷ ἀλλόφρονι, σοῦ ψυχὴν καὶ σῶμα φθεῖραι θέλοντι.
Διανοίας στεῤῥότητι, ἀντετάξω κόρη τῷ πολεμήτορι, καὶ ἰσχὺν αὐτοῦ κατήργησας, τοῖς αἱμάτων ῥείθροις τοῖς τιμίοις σου.
Ῥώμην θείαν καὶ δύναμιν, σῶμά σου Μαρία παρὰ τοῦ Κτίσαντος, ἐνεδύσατο τὸ ἄσπιλον, καὶ ἐχθροῦ τὸν φόβον ἐξεδύσατο.
Θεοτοκίον.
Εὐσυμπάθητε Δέσποινα, δρόσον ὡς νεφέλη ζωῆς μοι ὄμβρισον, μετανοίας καὶ τοὺς ἄνθρακας, τῶν δεινῶν πταισμάτων μου κατάσβεσον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Πᾶσαν τὴν βουλήν, τοῦ ἀλάστορος κατήσχυνας, καὶ ἐνέπλησας Μαρίας χαρμονῆς, τοὺς τιμῶντάς σε ὡς πίστεως θησαύρισμα.
Τεῖχος ἀῤῥαγές, ἀγλαὴ Μαρία δέδειξαι, ἀποκροῦον τὴν μανίαν τοῦ φρικτοῦ, χωροφύλακος μιᾶναι τοῦ ζητοῦντός σε.
Ὅρμῳ τῆς ζωῆς, ἐν ἀκμῇ τῆς ἡλικίας σου, προσεχώρησας Μαρία ἐκλεκτή, διαπλεύσασα καλῶς τοῦ βίου πέλαγος.
Θεοτοκίον.
Νέκρωσον ἡμῶν, τῆς σαρκὸς Θεογεννήτρια, τὰ ὁρμήματα καὶ ἴθυνον ἡμῶν, πρὸς τὴν ἄληκτον ζωὴν τὰ διαβήματα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰσχύσασα, παρθενίας σέμνωμα, καὶ ἀγλάϊσμα Φουρνῆς Μεραμβέλλου, τῇ ἁπαλῇ σου σαρκὶ ἀντιστῆναι, ταῖς προσβολαῖς τοῦ τῆς τάξεως φύλακος, Μαρία σθένει θεϊκῷ, ὡς στρουθίον ἐτρώθης χρυσόπτερον.
Ὁμόζηλος, Ἀθληφόρων πέφηνας, ἐν τοῖς χρόνοις τῆς δουλείας τοῦ γένους, ἡμῶν Μαρία Κρητῶν ὡραιότης, ἡ τῶν παρθένων ἐν πόλῳ ὁμόσκηνος· διὸ ὑμνοῦντές σε φαιδρῶς, τὴν λαμπράν σου τελοῦμεν πανήγυριν.
Νεόδρεπτον, Ἐκκλησίας λείριον, καὶ ἡδύπνευστον ἁγνότητος κρίνον, ὥσπερ ὀσφράδιον θεῖον Κυρίῳ, εἰς εὐωδίαν ὀσμὴν προσενήνεξαι, Μαρία πίστεως ἡμῶν, μυροθήκη ὡραία καὶ πάντερπνος.
Θεοτοκίον.
Ἁγίασον, Παναγία Δέσποινα, τοὺς γεραίροντας Μαρίας τὴν μνήμην, Παρθενομάρτυρος ὄντως ἀνδρείας, καὶ εἰς αἰῶνας αἰώνων ὑμνοῦντάς σε, ὡς παρθενίας τιμαλφές, καὶ ἀτίμητον τέμενος Ἄχραντε.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Στεῤῥῶν ἀμνάδων τοῦ Χριστοῦ τὴν καλλιπάρθενον, τὴν ἐκ τῆς Κρήτης ὥσπερ ἄνθος εὐωδέστατον, ἐξανθήσασαν Μαρίαν τὴν Ἀθληφόρον, μελῳδίαις καταστέψωμεν καὶ ᾄσμασιν, ὡς παρθένων νεανίδων κῆπον ἥδιστον, ἀνακράζοντες· Χαίροις Μάρτυς νεόαθλε.
Οἶκος.
Ἄνθος τερπνὸν ἁγνείας, ἀνεδείχθης Μαρία, καὶ πίστεως νεόδρεπτον κρίνον, ἐν Φουρνῇ τὸ βλαστῆσαν καλώς, καὶ ὀδμαῖς ἡδῦναν εὐσεβεῖς ἅπαντας, ἀνδρείας καὶ συνέσεως, βοῶντάς σοι σεμνῶς τοιαῦτα·
Χαῖρε, δοχεῖον τῆς παρθενίας·
χαῖρε, πυξίον στεῤῥοψυχίας.
Χαῖρε, γυναικῶν ἀλκιφρόνων ὑπόδειγμα·
χαῖρε, εὐκλεῶν νεανίδων θησαύρισμα.
Χαῖρε, καύχημα τῆς πίστεως, καὶ σεμνότητος κανών·
χαῖρε, ἔρεισμα ἁγνότητος, καὶ σοφίας λαμπηδών.
Χαῖρε, ὅτι κατεπάτησας, τοῦ ἀλάστορος ὀφρύν·
χαῖρε, ὅτι πᾶσιν ἔδειξας, εὐψυχίαν ἀνδρικήν.
Χαῖρε, χαρὰ Φουρνῆς καὶ ὡράϊσμα·
χαῖρε, φθορὰ ἀπίστων καὶ σύντριμμα.
Χαῖρε, ἀμνὰς ἐκλεκτὴ τοῦ Κυρίου·
χαῖρε, ψεκὰς μυστικοῦ θείου μύρου.
Χαίροις Μάρτυς νεόαθλε.
Συναξάριον
Τῇ Α' τοῦ αὐτοῦ Μηνός, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Μαρίας, τῆς ἐπονομαζομένης Μεθυμοπούλας, τῆς ἐκ Φουρνῆς τοῦ Μεραμβέλλου τῆς Κρήτης ὁρμωμένης καὶ ἐν αὐτῇ ἀθλησάσης ἐν ἔτει 1826ῳ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Γνώμῃ ἀνδρειοτάτῃ ἀντετάξω Μαρία, τω παναλάστορι, ἐν σώματι τῷ ὄντι, νεάζοντι καὶ πάσας, ἐπιθέσεις ἀπέκρουσας, αὐτοῦ φρονήσει στεῤῥᾷ, καὶ ἀνδρικῇ δυνάμει.
Νεκρωθεῖσα ἐν κόσμῳ ἔρωτί σου πρὸς Κτίστην, ζωὴν αἰώνιον, ἐκέρδησας Μαρία, ἀθλήσασα τιμίως· ὅθεν πίστει γεραίρομεν, σὲ ὡς ἁγνείας πυρσόν, καὶ παρθενίας δᾷδα.
Ἐν παστάδι τῇ ἄνω ὁ τῶν ὅλων Δεσπότης, σὲ ὑπεδέξατο, ἀμόλυντον ὡς νύμφην, Μαρία θεοφόρε, καὶ στεφάνοις ἀθλήσεως, καὶ παρθενίας ὁμοῦ, κατέστεψε σὴν κάραν.
Θεοτοκίον.
Ἱλαρότητος σκεῦος χοϊκῶν Θεοτόκε διὰ τοῦ τόκου Σου, ἠνόρθωσας τὸ γένος, τὸ πεπτωκὸς εἰς χάος, τοῦ θανάτου πᾶν βρότειον, καὶ πύλας ᾍδου χαλκάς, συνέτριψας Παρθένε.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ἀμνὰς ἀρίστη, τοῦ Παντοκράτορος Λόγου, ὥσπερ θῦμα Αὐτῷ προσηνέχθης, τέλειον Μαρία, ἀθλήσασα νομίμως.
Συλῆσαι θέλων, ὁ μανικὸς χωροφύλαξ, τῶν ἀπίστων ἁγνείας σου ὄλβον, γενναιόφρον Μάρτυς, εἰς τέλος κατησχύνθη.
Μαρτύρων νέων, Μαρία ἔνθεε ὤφθης, λαμπηδὼν καταλάμπουσα πάντας, φωτειναῖς ἀνδρείαις, ἀκτῖσι καὶ ἁγνείας.
Θεοτοκίον.
Ἐλέους κρήνη, εὐλογημένη Παρθένε, πολυχεῦμον ἐκ πάσης κηλῖδος, πλῦνόν με παθῶν μου, καὶ σῶσόν με σὸν δοῦλον.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λαμπὰς παμφαεστάτη, φαίνουσα τὸν κόσμον, κλεινὴ Μαρία ἁγνείας πυρσεύμασι, δουλείας ζόφον ἐδίωξας, τῇ ἀθλήσει σου.
Παρθένων νεανίδων, ἄγαλμα Μαρία, τὸ τῆς ψυχῆς σου πανάσπιλον ἔνδυμα, αἱμάτων ὄμβροις ἰδίοις, σοῦ ἐπορφύρωσας.
Ὡς δῶρον τόνδε ὕμνον, πρόσδεξαι Μαρία, ὃν πρὸς τιμὴν τῶν ἀγώνων σου ὕφανα, καὶ τῆς ψυχῆς μου θεράπευσον τὰ νοσήματα.
Θεοτοκίον.
Χειμάῤῥουν εὐσπλαγχνίας, Κεχαριτωμένη, τὸν Σὸν Υἱὸν καὶ Θεὸν πανευΐλατον, ἡμῶν δυσώπει διδόναι, πιστοῖς μετάνοιαν.
Ἕτερον. Γυναῖκες ἀκουτίσθητε.
Ἀδούλωτον ἐφύλαξας, ψυχῆς σου τὴν εὐγένειαν, μὴ ὑποκύψασα Μάρτυς, βουλῇ ἀνδρὸς ἀκολάστου, καὶ ἀνδρικῶς ἀθλήσασα, συνήρμοσαι τῷ Κτίστῃ σου, προῖκα Αὐτῷ προσάξασα, τὸ αἷμά σου ὦ Μαρία, το τιμιώτατον ὄντως.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Τὸν ἀρχέκακον δράκοντα, τὸν τὴν Εὔαν γυμνώσαντα, παραβάσει πρότερον κατενίκησας, δυνάμει θείᾳ πανένδοξε, Μαρία καὶ ἤθλησας, ἐν ἐσχάτοις τοῖς καιροῖς, τὴν ἀκμὴν τῆς νεότητος, καὶ τοῦ σώματος, παριδοῦσα τὸ κάλλος Νεοάθλων, ἐκμαγεῖον νεανίδων, περικαλλὲς καὶ περίβλεπτον.
Ὥσπερ προῖκα πολύτιμον, τῆς ἁγνείας οὐσίαν σου, καὶ ῥοὰς αἱμάτων τῶν πανασπίλων σου, τῷ σῷ Νυμφίῳ προσήγαγες, Μαρία πανεύφημε, ἡ λαμπρύνουσα χορούς, τῶν Μαρτύρων τῆς πίστεως, ὅθεν σήμερον, τὴν σὴν μνήμην φαιδρῶς ἐπιτελοῦντες, γηγενῶν αἱ συστοιχίαι, σὲ εἰς αἰῶνας γεραίρομεν.
Τὸν πολύτιμον μάργαρον, τὸ ὡραῖον ὀσφράδιον, τὸν στεῤῥὸν ἀδάμαντα εὐφημήσωμεν, τῆς ἀκραιφνοῦς ἡμῶν πίστεως, Μαρίαν τὴν πάγκαλον, τὴν ἐνστάσει ἀνδρικῇ, καθελοῦσαν το φρύαγμα, τοῦ ἀλάστορος, καὶ κογχύλῃ αἱμάτων τῶν ἰδίων, πορφυρώσασαν τὴν χλαῖναν, ψυχῆς αὐτῆς τὴν ἀμόλυντον.
Ὡς λειμῶνα σεμνότητος, καὶ ἁγνείας ὑάκινθον, μυροβόλον πάντες ἀνευφημήσωμεν, τὸν θαλερῶς ἐξανθήσαντα, ἐν ὥρᾳ τοῦ ἔαρος, καὶ μυρίσαντα πιστούς, ἀνακράζοντες· εὔφρανον, τῇ σῇ χάριτι, Μεραμβέλλου νεᾶνις τρισόλβια, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄.
Ἀθλητικὴν ὁδεύσασα τρίβον ἐν ὑστέροις ἔτεσιν, ἐρωτικὴν μανίαν τοῦ ἀλλοθρήσκου ἐξέφυγες, Μαρία ὑπερθαύμαστε, ἀξίως οὖν εἰσῆλθες λαμπαδηφόρος, ὡς φρονίμη παρθένος καὶ Μάρτυς ἀνδρεία, εἰς τὰς αὐλὰς τοῦ ποθεινοῦ Νυμφίου καὶ Κυρίου σου. Αὐτῶν πρεσβείαις σου ἀξίωσον καὶ ἡμᾶς, ἀπολαῦσαι τοὺς τιμῶντας ἐν πίστει, τὴν φωτοφόρον μνήμην σου, φρονήσεως θεῖον μέλαθρον.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Φεύγουσα τὸν ἔρωτα μιαροῦ, ἀλλοπίστου θῦμα, τῷ Νυμφίῳ σου καὶ Θεῷ, ἄμωμον προσήχθης, Μαρία Νεομάρτυς, Αὐτῷ τὴν σὴν ἁγνείαν, προῖκα προσφέρουσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου