ΙΟΥΝΙΟΣ Η΄!!
ΘΕΟΔΩΡΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ
ΑΝΑΚΟΜΕΙΔΗ ΛΕΙΨΑΝΩΝ
ΑΚΟΛΟΥΘΙΑ
(Χ.
Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α᾿. Τῶν
οὐρανίων ταγμάτων.
Εἰς
τὸν πατρῷόν σου οἶκον εἰς τὰ Εὐχάϊτα, ἐξ Ἡρακλείας Πόντου, μάκαρ μετεκομίσθη,
λειψάνων σου ἡ θήκη ἡ ἱερά, Στρατηλάτα Θεόδωρε, χαροποιοῦσα τοὺς δήμους τῶν
εὐσεβῶν, τῆς πατρίδος σου θεσπέσιε.
Τῆς
τῶν σεπτῶν σου λειψάνων σοροῦ μετάθεσιν, γενναῖε Στρατηλάτα, ἑορτάζοντες πόθῳ,
βοῶμεν· μὴ ἐλλίπῃς διηνεκῶς, δυσωπῶν τὸν παντάνακτα, καθαγιάσαι τοῖς ῥεύμασι
σῶν εὐχῶν, τοὺς τιμῶντάς σε Θεόδωρε.
Χάριν
πιστοῖς ἀποπνέει ῥοδὼν ὡς εὔοσμος, ἡ τῶν λειψάνων θήκη, τῶν σεπτῶν σου
τρισμάκαρ, Θεόδωρε ἡδύνων τοὺς εὐλαβῶς, προσκυνοῦντας ἑκάστοτε, αὐτὴν καὶ
ὕμνοις ἀγῶνάς σου τοὺς στεῤῥούς, ἀνυμνοῦντας καὶ τὴν ἄθλησιν.
Ὅνπερ
πλουτεῖ τῶν Μαρτύρων πατρὶς ἡ ἔνδοξος, ὁ θεῖος δόμος ζῶντα, ὑποδέχεται πίστει,
νεκρὸν τῶν Εὐχαΐτων πόλις τρανῶς, ἐκβοῶσα· Θεόδωρε, σκέπε πατρίδα σου Μάρτυς
περιφανές, καὶ πιστῶν χορείαν ἅπασαν.
Δόξα.
Ἦχος β΄.
Λαμπρῶς
πανηγυρίζοντες τὴν μετάθεσιν τῶν ἱερῶν σου λειψάνων, ἁγιασμοῦ τὰς δωρεὰς
ποριζόμεθα, τὰς ἐξ αὐτῶν βλυστάνουσας Θεόδωρε. Ποταμὸς γὰρ ἀστείρευτος αὐτὰ
ἐδείχθησαν ἰαμάτων, καὶ φρέαρ θαυμασίων ἀνεξάντλητον, τοῖς αὐτοῖς προσιοῦσι
μετὰ πίστεως καὶ βοῶσι· μὴ παύσῃ Χριστῷ τῷ εὐσπλάγχνῳ Κυρίῳ πρεσβεύεων ἀείποτε,
ὑπὲρ τῶν πίστει τιμώντων τὴν σὴν ἐνάθλησιν, Στρατηλάτα Χριστοῦ γενναιότατε.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἥλιος
παμφαής, ἀνδρείας ἀνεδείχθης, φωτίζων πᾶσαν κτίσιν, ἀκτῖσιν εὐψυχίας, καὶ ἄθλων
σου Θεόδωρε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Θήκην
σῶν ἱερῶν, λειψάνων προσκυνοῦντες, Κυρίου Στρατηλάτα, Θεόδωρε βοῶμεν· Μαρτύρων
χαῖρε καύχημα.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαῖρε
τῶν ἀρετῶν, ἡ θεία μυροθήκη, Θεόδωρε καὶ λύρα, ἡ μελουργὸς ἀνδρείας,
μεγαλομάρτυς ἔνδοξε.
Δόξα.
Τριαδικόν.
Δῶρον
ἡμῖν σεπτόν, Τριὰς ὑπεραγία, ἀπέδωκας τὴν θήκην, λειψάνων Θεοδώρου, τοῦ Σοῦ
τιμίου Μάρτυρος.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
Μαριάμ, φωτὸς δοχεῖον θείου, διάλυσον τὰ σκότη, ἡμῶν τῆς ἁμαρτίας, ἀεὶ
μακαριζόντων Σε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ὃ ὑψωθεῖς.
Στρατολογίᾳ
ἀληθεῖ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω
ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης
ἀθλητής· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν.
Δόξα. Ἕτερον. Ήχος πλ. α'. Τον
συνάναρχον Λόγον
Δωρεών
θεοσδότων ὄλβον ἀκένωτον, τὴν τῶν σεπτῶν σου λειψάνων θήκην πλουτοῦντες σοφέ,
τὴν μετάθεσιν αὐτῶν πανηγυρίζομεν, ἁγιασμοῦ τὰς δωρεάς, ποριζόμενοι ἀεί, Θεόδωρε Στρατηλάτα· διὸ μὴ παύσῃ πρεσβεύων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἀθλητὴς
γενναιότατος, στρατιώτης ἀήττητος, ἐν Ἁγίῳ Πνεύματι ἀναδέδειξαι, καταβαλὼν τὸν
πολέμιον, σοφίᾳ τῶν λόγων σου, καὶ τῶν ἔργων σου σοφέ, καρτεραῖς ἐπιδείξεσιν·
ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης, καὶ τοῖς ἄνω, ὁμηγύρεσι συνήφθης,
Μεγαλομάρτυς Θεόδωρε.
Καὶ
σταυρῷ ἀναρτώμενος, καὶ τὰς σάρκας ξεόμενος, ὀξυτάτοις βέλεσι τιτρωσκόμενος, καὶ
ἐπὶ ξύλου τεινόμενος, καὶ ξίφει τεμνόμενος, καὶ παντοίαις μηχαναῖς, ἀλγηδόνων
κυκλούμενος, ἀπαράτρωτος, καὶ ἀήττητος ὤφθης τῇ δυνάμει, τοῦ Σταυρῷ προσηλωθέντος,
κλέος Μαρτύρων Θεόδωρε.
Θεῖον
ἄγαλμα γέγονας, εὐσεβείας πανόλβιε, δυσσεβῶν ἀγάλματα βδελυξάμενος, καὶ ἱερεῖον
ὁλόκληρον, καὶ θῦμα εὐπρόσδεκτον, τῷ τυθέντι διὰ σέ, καθαρῶς προσαγόμενον, τῷ
δοξάσαντι, τὴν Ἁγίαν σου μνήμην καὶ θαυμάτων, θησαυρόν σε τοῖς ἐν κόσμῳ,
δωρησαμένῳ Θεόδωρε.
Εὐχαΐτων
ὡράϊσμα, Στρατηλάτα Θεόδωρε, πίστεως θησαύρισμα τιμαλφέστατον, τῶν πανιέρων
λειψάνων σου, φαιδρῶς ἑορτάζομεν, νῦν τὴν μετακομιδήν, εἰς πατρώαν οἰκίαν σου,
ἐκ τῆς πόλεως, Ἡρακλείας τῆς ἐν Εὐξείνῳ Πόντῳ, γεραρὲ μεγαλομάρτυς, Χριστοῦ
ἀγάπης ὑπέρμαχε.
Ἀνενδότῳ
φρονήματι, τὸν ἀθλήσαντα μέλψωμεν, μέγαν Στρατηλάτην σεπτὸν Θεόδωρον, καὶ
ἐποφθέντα θεμέλιον, τῆς πίστεως ἄῤῥηκτον, καὶ Μαρτύρων καλλονήν, εὐθαρσῶς
ἀνακράζοντες· χαῖρε πρόβολε, ἀρετῆς καὶ ἀνδρείας ἀνεκφράστου, στρατιᾶς τῆς τοῦ
Κυρίου, μεγαλομάρτυς ἀήττητε.
Τὴν
σορὸν τῶν λειψάνων σου, τῶν τιμίων Θεόδωρε, ἐκ τῆς Ἡρακλείας εἰς τὰ Εὐχάϊτα,
περιχαρῶς μετεκόμισεν, ὁ δῆμος ὁ πάντιμος, σῶν σεμνῶν πατριωτῶν, ἐξ αὐτῆς ὁ
ἰάματα, ἀρυόμενος, ὡς ἐκ φρέατος ὄντως ἀκενώτου, καὶ πηγῆς ἀκεσωδύνου, χάριν
βλυζούσης ἀέναον.
Δόξα.
Ἦχος πλ. δ'
Ἀθλητικὸν
συστησάμενος στάδιον, κατὰ τῆς πλάνης ἠνδραγάθησας Θεόδωρε, τῇ πυριφθόγγῳ
γλώττῃ σου, καταισχύνας Λικινίου τὸ ἀπάνθρωπον. Διὸ καὶ σὺν Ἀγγέλοις χορεύων
μακάριε, αἴτησαι Χριστόν, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν. Θεοτοκίον
Ὁ Βασιλεὺς τῶν
οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη∙ ἐκ
Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος καὶ ἐκ ταύτης προελθὼν μετὰ τῆς
προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν∙ διὸ
τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν
τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ
κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ'
αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις
καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν
ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν
εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται
εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν
ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ'
αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς
πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν
ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς,
καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή. Ἦχος α’.
Ἀγάλλεται σήμερον ἐνθέως,
Εὐχαΐτων ἡ πόλις ὑποδεχομένη, τὴν σορὸν τῶν τιμίων σου λειψάνων, μεγαλομάρτυς
Χριστοῦ Θεόδωρε. Καλῶς γὰρ ἀγωνισάμενος ὑπὲρ πίστεως, ἀπειλὰς οὐκ ἔπτηξας
τυράννων, ἀλλὰ πάντας κατέπληξας, ἐν τῇ θαυμαστῇ καρτερίᾳ σου· διὸ καὶ τὸν
πατρῷόν σου οἶκον εὐπρεπίσασα, ἐν αὐτῷ ἀποθέτει τὰ σὰ χαριτόβρυτα λείψανα, Θεὸν
δοξάζουσα τὸν σὲ θαυμαστώσαντα.
Ἦχος β΄.
Ὁλοθύμῳ ψυχῆς ἐφέσει
ἐχώρησας, πρὸς τὸ τῆς ἀθλήσεως μέγα σκάμμα, Στρατηλάτα πανένδοξε Θεόδωρε.
Χριστὸν γὰρ ὁμολογήσας, κοινωνὸς τοῦ πάθους Αὐτοῦ ὤφθης, καὶ τῆς δόξης
συμμέτοχος. Μὴ οὖν παύσῃ οὐρανόθεν τῷ παντάνακτι πρεσβεύων, ὑπὲρ τῶν πίστει
ἑορταζόντων, τὴν τῶν λειψάνων σου μετάθεσιν.
Ἦχος γ’.
Στρατιὰν τὴν γηΐνην
καταλιπών, καὶ θείῳ τρωθεὶς πόθῳ, τὴν καλὴν ὁμολογίαν, πεπαῤῥησιασμένῃ φωνῇ
ὡμολόγησας, Θεόδωρε κεκλημένε βρυορῆτορ· διὸ νῦν τὴν τῶν λειψάνων σου θήκην
ἀσπαζόμενοι, τὴν ἀφθόνως πᾶσι βρύουσαν ἰάματα, ἐκτενῶς σου δεόμεθα, ἵνα Κυρίῳ
πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος δ΄.
Τοῦ
ἐνδεδυμένου τὰ ὅπλα τοῦ φωτός, καὶ καθελόντος τὸν τοῦ σκότους ἄρχοντα
μαρτυρικαῖς ἀριστείαις, Θεοδώρου τοῦ Στρατηλάτου, λειψάνων τὴν θήκην
προσκυνήσωμεν. Οὗτος γὰρ μαρτυρικῆς ἐπιβὰς εὐκλείας, χάριν εἴληφε πρεσβεύειν
ὑπὲρ τῶν αὐτὸν τιμώντων, καὶ θεραπεύειν τὰς νόσους τῶν ἀσπαζομένων, αὐτοῦ τὰ
πάνσεπτα λείψανα.
Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν
Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ
γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα.
Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς
βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς
εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλῶν βασάνων ὠνησάμενος, Θεοῦ τήν
οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ
λαμπόμενος, καθαραῖς διαδόσεσι· μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν
ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς
ἀναβλύζεις, τοῖς αἰτοῦσιν εὐρωστίαν, καὶ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν
καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Χαίροις
ἡ Ἱερὰ Κεφαλή, τῶν ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ
καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος· λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων
τοῖς θαύμασι· πύργος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων
κολάσεων· λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα· ὁ ἀριστεύσας
μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι,
τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν
αὐτοῖς.
Ὅπλῳ
τοῦ ζωηφόρου Σταυροῦ, τὴν τῶν εἰδώλων συντριβὴν ἐργασάμενος, μαστίγων ὑπέστης
πεῖραν, καὶ ἐπὶ ξύλου ταθείς, σπαραγμοὺς παμμάκαρ ἐκαρτέρησας, ὑφ' ὧν συντριβόμενος,
καὶ λαμπάσι φλεγόμενος, σταυρῷ ὑψώθης, τιτρωσκόμενος βέλεσι, καὶ τὰ ὄμματα, ὑπ'
αὐτῶν ἐκτυφλούμενος· ὅθεν σε μακαρίζομεν, καλῶς ἐναθλήσαντα, οὐρανίων στεφάνων,
ἐπιτυχόντα Θεόδωρε. Διὸ ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. α'
Τῶν
τοῦ Θεοῦ δωρεῶν ὡς ἐπώνυμον, καὶ τῆς αὐτοῦ κληρονόμον μακαριότητος, πάντες
εὐφημήσωμεν πιστοί, καὶ μακαρίσωμεν ἐπαξίως, Θεόδωρον τὸν γενναῖον
Μεγαλομάρτυρα, τῆς οἰκουμένης τὸν ὑπέρμαχον· πρεσβεύει γὰρ Χριστῷ τῷ Θεῷ, ὑπὲρ
τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον
Τὰ
οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε· καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν
ἀνεξιχνίαστόν σου γέννησιν. Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος δ’. Ὃ ὑψωθεῖς.
Στρατολογίᾳ
ἀληθεῖ ἀθλοφόρε, τοῦ οὐρανίου στρατηγὸς Βασιλέως, περικαλλὴς γεγένησαι Θεόδωρε· ὅπλοις γὰρ τῆς πίστεως, παρετάξω
ἐμφρόνως, καὶ κατεξωλόθρευσας, τῶν δαιμόνων τὰ στίφη, καὶ νικηφόρος ὤφθης
ἀθλητής· ὅθεν σε πίστει, ἀεὶ μακαρίζομεν.
Δόξα. Ἕτερον. Ήχος πλ. α'. Τον
συνάναρχον Λόγον
Δωρεών
θεοσδότων ὄλβον ἀκένωτον, τὴν τῶν σεπτῶν σου λειψάνων θήκην πλουτοῦντες σοφέ,
τὴν μετάθεσιν αὐτῶν πανηγυρίζομεν, ἁγιασμοῦ τὰς δωρεάς, ποριζόμενοι ἀεί, Θεόδωρε Στρατηλάτα· διὸ μὴ παύσῃ πρεσβεύων,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἀθλήσας
καρτερῶς, δι’ ἀγάπην Κυρίου, Θεόδωρε σεπτέ, χάριν εὗρες ὑψόθεν, πρεσβεύειν
ἀείποτε, ἐποβρίσαι ὑγείαν, τοῖς τιμῶσί σε, καὶ εὐλαβῶς προσκυνοῦσι, τῶν
λειψάνων σου, τὴν θαυματόβρυτον θήκην, ὁπλῖτα στεῤῥότατε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκαίνισας
βροτῶν, τὴν φθαρεῖσαν οὐσίαν, τὸν Λόγον τοῦ Θεοῦ, ἀνεκφράστως Παρθένε, κυήσασα
Δέσποινα, καὶ πρὸς δόμους ἀνύψωσας, δόξης κρείττονος, πάντας· διό σε τιμῶντες,
χαριστήριον, ὕμνον Σοι ᾄδομεν Μῆτερ, αἰνοῦντες τὴν δόξαν Σου.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Γενναῖε
Θεόδωρε τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, ἀκρότης τιμῶντές σε τῶν σῶν λειψάνων σορόν,
πιστῶς ἀσπαζόμεθα, καὶ ἐξ αὐτῆς ἀφθόνως, ἀρυόμεθα πάντες, δύναμιν κακουργίας,
καὶ ἐνέδρας τοῦ πλάνου, συντρίψαι καλλιμάρτυς στεῤῥέ, γέρας τῆς πίστεως.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ἀρὰν
τὴν ἀρχέγονον Θεοκυῆτορ ἁγνή, κυήσει Σου ἔλυσας τῇ θαυμαστῇ Μαριάμ· διό σε
γεραίροντες, καὶ κατὰ χρέος πάντες, ἐκβοῶντές σοι χαῖρε, σπεύδομεν καθ’
ἑκάστην, τῇ ἁγίᾳ Σου σκέπῃ· πιστῶν γὰρ ἀρωγὸς ταχινή, πέλεις καὶ στήριγμα.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ’. Τὴν ὡραιότητα.
Τῶν
πανιέρων σου, λειψάνων σήμερον, πανηγυρίζοντες, σεπτὴν μετάθεσιν, ἐξ Ἡρακλείας
Ἀθλητὰ εἰς οἶκόν σου τὸν πατρῷον, καὶ τὰ κατορθώματα, τοῦ στεῤῥοῦ μαρτυρίου
σου, ἀναμιμνησκόμενοι, εὐθαρσῶς ἀνακράζομεν· στρατάρχα στρατιᾶς τοῦ Κυρίου,
χαῖρε Θεόδωρε γενναῖε.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ
Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῷ
Σοι· χαῖρε ἡ κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς
Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν
αὐτοῖς.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὡς
μυροβόλος λειμὼν ἐν τῷ ἔαρι, ἀποπνέουσα μυστικὴν χάριν καὶ εὐωδίαν, ἡ σορὸς τῶν
λειψάνων σου ἧκε τῇ σῇ πατρίδι, Θεόδωρε Στρατηλάτα ἀξιοθαύμαστε· πάντες οὖν
αὐτὴν εὐλαβῶς ἀσπαζόμενοι εὐφραινόμεθα, καὶ μεγαλύνοντες τὴν σὴν ἀνδρείαν καὶ
τόλμην, τὰς πρὸς Κύριον ἐξαιτούμεθα ἀδιαλείπτους σου πρεσβείας, πρὸς βίον
κρείττονα.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Μέλπω σε δώρων
ἐνθέων ἐπώνυμε. (Ἄνευ τῶν Θεοτοκίων). Ποίημα
Θεοφάνους.
ᾨδὴ
α'. Ἦχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.
Μαρτύρων
περιφανῶς λαμπρότησι, καλλωπιζόμενος· καλλοποιῷ παρίστασαι Χριστῷ, παρ' αὐτοῦ
καλλυνόμενος, ὡς δωρεῶν ἐπώνυμος, τῶν τοῦ Θεοῦ Μάρτυς Θεόδωρε.
Ἐνθέοις
θωρακισθεὶς Θεόδωρε, ὅπλοις τῆς πίστεως, τοῦ δυσμενοῦς συνέκοψας στεῤῥῶς,
ψυχοφθόρου τὰς φάλαγγας, καὶ νικητὴς γενόμενος, μετὰ Μαρτύρων ἐστεφάνωσαι.
Λαμπρόν
σου τὸ τῆς ψυχῆς ἀνάστημα, ἐπιδεικνύμενος, τῷ δυσσεβεῖ Θεόφρον βασιλεῖ, τῇ
σοφίᾳ τῶν λόγων σου, καὶ τῇ τῶν ἔργων χάριτι, τοῦτον κατῄσχυνας Θεόδωρε.
Θεοτοκίον
Ἀσπόρως
τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ
σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
ᾨδὴ
γ'. Εὐφραίνεται ἐπὶ σοί.
Παράταξιν
δυσσεβῆ, ὡς στρατηλάτης δυνατὸς ἔτρεψας, καὶ σκολιοῦ δράκοντος, πάσας μηχανὰς
ἐξεφαύλισας.
Ὡς
πρόθυμος τὴν ψυχήν, δι' ἐπινοίας εὐσεβοῦς Ἔνδοξε, τῶν δυσσεβῶν ὤλεσας, τὰ
νενοθευμένα σεβάσματα.
Στεῤῥότητι
λογισμοῦ, τῶν δυσμενῶν ἐπιφορὰς ἤνεγκας, ζωοποιὸν νέκρωσιν, τοῦ ἀγωνοθέτου
μιμούμενος.
Θεοτοκίον
Σὺ
μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι
τὸ Χαῖρε κραυγάζομεν.
Κάθισμα
τοῦ Ἁγίου. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Ὑπὲρ
φύσιν ἀγῶνας διηνυκώς, ὑπὲρ φύσιν ἐπάθλων παρὰ Θεοῦ, ἀξίως ἐπέτυχες, Ἀθλοφόρε
πολύαθλε· ὡς οὐδὲν γὰρ θέμενος, τὸ ἄθεον πρόσταγμα, σεαυτὸν βασάνοις, προθύμως
ἐξέδωκας· ὅθεν ὑπομείνας, σπαραγμοὺς καὶ στρεβλώσεις, σταυρόν τε καὶ θάνατον,
τῷ Χριστῷ συνδεδόξασαι, ἁρμοζόντως Θεόδωρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν
πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον
Τὴν
ψυχήν μου Παρθένε τὴν ταπεινήν, τὴν ἐν ζάλῃ τοῦ βίου τῶν πειρασμῶν, νῦν ὡς
ἀκυβέρνητον, ποντουμένην τῷ κλύδωνι, ἁμαρτιῶν τε φόρτῳ, ὀφθεῖσαν ὑπέραντλον,
καὶ εἰς πυθμένα ᾍδου, πεσεῖν κινδυνεύουσαν, φθάσον Θεοτόκε, τῇ θερμῇ σου
πρεσβείᾳ, καὶ σῶσον παρέχουσα, σὸν λιμένα τὸν εὔδιον, ἵνα πίστει κραυγάζω σοι·
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων δοῦναί μοι τὴν ἄφεσιν· σὲ γὰρ ἔχω ἐλπίδα
ὁ δοῦλός σου.
ᾨδὴ
δ'. Ἐπαρθέντα σε ἰδοῦσα
Ἐτραυμάτισας
τὸν ὄφιν τῷ τραυματοῦσθαι, καὶ καρτεραῖς ἐνστάσεσι, Μάρτυς ἀνεδείχθης, μέλπων
ἐμμελέστατα, τῷ σὲ δυναμώσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.
Δαπανώμενος
τὰς σάρκας πολλαῖς αἰκίαις, τὸν λογισμὸν ἀκλόνητον, ἔσωσας Τρισμάκαρ, μέλπων
προθυμότατα, τῷ σὲ δυναμώσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὡραιώθης
τοῖς παθήμασι τοῦ Δεσπότου, σοῦ τὰ σεπτὰ παθήματα, Πάνσοφε συνάψας, καὶ
καταξιούμενος αὐτοῦ τῆς λαμπρότητος, καὶ τῆς ποθουμένης φαιδρότητος.
Θεοτοκίον
Ἀπειρογάμως
ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις
φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
ᾨδὴ
ε'. Σὺ Κύριέ μου φῶς.
Ῥαντίσματι
σαρκός, τῶν αἱμάτων ἀπέπαυσας, δαιμόνιον ἐπ' ὀλέθρῳ, προσαγόμενον λύθρον,
ἀήττητε Θεόδωρε.
Ὢ
γνώμης εὐσεβοῦς! ὢ γενναίου φρονήματος! ὢ πίστεως θερμοτάτης τοῦ σεπτοῦ Ἀθλοφόρου,
δι' ἧς Θεοῦ ἐπέτυχε!
Νοῦν
ἔχων τῷ φωτί, τοῦ Θεοῦ ἐλλαμπόμενον, τὸν πρόμαχον τῆς κακίας, ἀπημαύρωσας ὄφιν,
πανένδοξε Θεόδωρε.
Θεοτοκίον
Σὲ
ὅπλον ἀῤῥαγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν
σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
ᾨδὴ
ς'. Θύσω σοι, μετὰ φωνῆς
Ἐνίκας,
προθυμίᾳ συντόνῳ τοὺς ἄφρονας, ἐπὶ σταυροῦ ἡπλωμένος, καὶ τοῖς ἥλοις Μάκαρ
ἐμπεπαρμένος, εἰκονίζων, τὸ σωτήριον πάθος τοῦ κτίσαντος.
Νομίμως,
ἐναθλούντι Χριστός σοι ὀπτάνεται, ἐν τῇ φρουρᾷ κεκλεισμένῳ, ἐπαλείφων οἷα
ἀγωνοθέτης, πρὸς ἀγῶνας, πρὸς ἐχθροῦ τὰ παλαίσματα Ἔνδοξε.
Θυσίαν,
καθαρὰν καὶ ἁγίαν καὶ ἄμωμον, τῷ διὰ σὲ ἑκουσίως, ἑαυτὸν θυσίαν προσαγαγόντι,
προσηγάγου, σεαυτὸν ἀθλοφόρε Θεόδωρε.
Θεοτοκίον
Ὦ
θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα
περιέχοντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.
Κοντάκιον
τοῦ Ἁγίου. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Ἀνδρείᾳ
ψυχῆς τὴν πίστιν θωρακισάμενος, καὶ ῥῆμα Θεοῦ ὡς λόγχην χειρισάμενος, τὸν
ἐχθρὸν κατέτρωσας, τῶν Μαρτύρων μέγιστε Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ,
πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ
Οἶκος
Τῶν
ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις πιστοί,
Θεόδωρον καταστέψωμεν· δῶρον γὰρ Θεοῦ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς
τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ
αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα, σὺν τούτοις δὲ πᾶσι χαίρει Χριστῷ, καὶ
δίδωσιν εἰρήνην ἀνέκλειπτον, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ Μηνός, ἡ
ἀνάμνησις τῆς ἀνακομιδῆς τῶν
λειψάνων τοῦ Ἁγίου Θεοδώρου τοῦ Στρατηλάτου
Νεκρόν με
Θεόδωρον ἡ πατρὶς δέχου,
ὃν ζῶντα
πλουτεῖ Μαρτύρων πατρὶς πόλος.
Ὄλβιον
ὀγδοάτῃ Θεοδώρου σῶμα κομίσθη.
Οὗτος
ἦν ἐπὶ Λικινίου, ἐν Εὐχαΐτοις μὲν γεγονώς, καὶ τὸ γένος ἐκεῖθεν ἕλκων, ἐν
Ἡρακλείᾳ δὲ τὴν κατὰ Πόντον κειμένῃ, τὰς διατριβὰς ποιούμενος, ὡραῖος τὸν
σωματικὸν χαρακτῆρα, καὶ τὴν ψυχὴν ὡραιότερος, λόγῳ καὶ γνώσει καὶ τῇ λοιπῇ
σοφίᾳ κεκοσμημένος, ὅθεν καί τινες αὐτόν, Βρυοῤῥήτορα ἀνηγόρευον. Οὗτος διὰ
πάντων τῶν κολαστηρίων ὀργάνων διελθών, τὸ μὲν μακάριον αὐτοῦ σῶμα τῇ γῇ
καταλελοιπώς, τοῖς πιστοῖς προσιοῦσιν αὐτῷ τῶν ἰαμάτων ἐκβλύζει ῥεῖθρα. Τὸ δὲ
ἅγιον αὐτοῦ πνεῦμα ἐν οὐρανοῖς
αὐλίζεται. Οὗ τινος τιμίου καὶ ἁγίου σώματος τὴν μετακομιδὴν ἑορτάζομεν.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ
Tοῦ Mαρκιανοῦ
τῷ ξίφει τετμημένου,
Nίκανδρος
εἶπεν, ἀκόλουθός εἰμί σοι.
Οὗτοι,
διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐπὶ Μαξίμου τοῦ ἡγεμόνος ἐξητάσθησαν, καὶ φρουρᾷ
ὑπεβλήθησαν. Μετὰ τοῦτο δὲ πάλιν, ἀναγκασθέντες ἀρνήσασθαι τὸν Χριστόν, καὶ μὴ
πεισθέντες, ξέονται ὄνυξι σιδηροῖς, καὶ ἐπὶ ξύλοις ὀρθοῖς μετεωρίζονται, καὶ
κατακεντῶνται σιδήροις, καὶ πυρὶ καταφλέγονται. Καὶ κατανεχθέντες ἐπ’ ἀνθράκων
πυρὸς ἐφαπλοῦνται, καὶ ῥάβδοις ἄνωθεν τύπτονται. Καὶ ὀξάλμῃ ταῖς πληγαῖς
ἐπιχυθέντες, ὀστράκοις ὀξέσι συντρίβονται, καὶ λίθοις τὰ στόματα καὶ τὰς ὄψεις
συνθλῶνται, καὶ τὰς γλώσσας μαχαίρᾳ ἐκτέμνονται, και τέλος τὸν διὰ ξίφους
δέχονται θάνατον.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης
Kάλλη
παραβλέπουσα τῶν ποιημάτων,
Kτίστου τὰ
κάλλη ὀπτάνῃ Kαλλιόπη.
Αὕτη
ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ὥρᾳ σώματος καὶ κάλλει ψυχῆς
διαλάμπουσα. Συσχεθεῖσα οὖν, ἀναγκάζεται ἀποστῆναι τῆς τοῦ Χριστοῦ ἀγάπης καὶ
πίστεως. Ὡς δὲ κραταιῶς ταύτης ἀντείχετο, αἰκίζεται σφοδρῶς καὶ τοὺς μασθοὺς
κόπτεται, οὓς Ἄγγελος ἐπιστὰς ὑγιεῖς ἀπέδειξεν. Εἶτα ἐπ’ ὀστράκου κεκομμένου
σύρεται, καὶ πυρὶ καταφλέγεται, καὶ τὰς καταφλεχθείσας σάρκας ἅλατι
ἐπιπάσσεται, καὶ τριχίνοις ὑφάσμασι κατατρίβεται. Εἶθ’ οὕτω τὴν κεφαλὴν
ἀποτέμνεται, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τῆς Ὁσίας Μελάνειας
Tρέψασα
Mελάνεια πνεῦμα πᾶν μέλαν,
λευκὴ τὸ πνεῦμα πρὸς Θεὸν χωρεῖ Λόγον.
λευκὴ τὸ πνεῦμα πρὸς Θεὸν χωρεῖ Λόγον.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀθρέ
Kάλλη τὰ τῆς
γῆς ἐμφρόνως διαπτύσας,
ἀθρεῖς τὸ κάλλος Ἀθρέ, τοῦ σοῦ Δεσπότου.
ἀθρεῖς τὸ κάλλος Ἀθρέ, τοῦ σοῦ Δεσπότου.
Τῇ
αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νίκανδρος, ξίφει τελειοῦται.
Ἀλλ’ οἶδα καὶ
Nίκανδρον ἄνδρα γεννάδαν,
νίκης λαβόντα τὸ στέφος διὰ ξίφους.
νίκης λαβόντα τὸ στέφος διὰ ξίφους.
Τῇ
αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκος, ξίφει τελειοῦται.
Tμηθεὶς ὁ
Mάρκος θυμιᾷ τῷ Kυρίῳ,
ἀτμὸν προπέμπων ἐκ ζεόντων αἱμάτων.
ἀτμὸν προπέμπων ἐκ ζεόντων αἱμάτων.
Τῇ
αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ναυκρατίου τοῦ Στουδίτου
Γῆν Nαυκράτιος
ἐκπερῶν ἐπιτρέπει,
τὴν ψυχικὴν ναῦν τῷ κυβερνήτῃ Λόγῳ.
τὴν ψυχικὴν ναῦν τῷ κυβερνήτῃ Λόγῳ.
Οὗτος,
φαίνεται κατὰ τὸν Ὅσιο Νικόδημο τὸν Ἁγιορείτη, ὅτι εἶναι ὁ ἀδελφὸς τοῦ Μεγάλου
Βασιλείου, ὅστις ἦτο θαυμάσιος κατὰ τὴν ἄσκησιν. Εἶχε δὲ ἔργον τὸ νὰ ψαρεύη εἰς
τὰς λίμνας καὶ τοὺς ποταμούς, καὶ τὰ ὀψάρια νὰ τὰ μοιράζη εἰς τοὺς πτωχούς,
καθὼς διηγεῖται τὸν βίον αὐτοῦ ὁ ἀδελφός του Ἅγιος Γρηγόριος Νύσσης.
Ὅμως,
ὁ Συναξαριστὴς τοῦ Μαυρικίου ἀναφέρει ὅτι οὗτος ἦτο ὁ μοναχὸς Ναυκράτιος ὁ
Στουδίτης, ὁ ὁμολογητὴς καὶ ὑπέρμαχος τῶν Ἁγίων Εἰκόνων
Τῇ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ
Ἁγίου Μάρτυρος Παύλου τοῦ νέου ὁμολογητοῦ καὶ ἐλεήμονος, τοῦ μαρτυρήσαντος ἐπὶ
Κωνσταντίνου τοῦ Κοπρωνύμου τοῦ εἰκονομάχου.
Χριστὸν
ἀγαπήσας Παῦλε παμμακάριστε,
ἀθλητικῷ
τέλει αὐτῷ προσηνέχθης.
Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Θεοφάνης, ὁ μαρτυρήσας ἐν
Κωνσταντινουπόλει ἐν ἔτει 1559, ὀγγίνοις τελειοῦται.
Ὁ Θεοφάνης
ὀγγίνοις στέφος μέγα,
ἐξηγόρασεν· ὦ
συναλλαγῆς ξένης!
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν
ἐκ Κολλυβάδων Ἁγίων Ὁσιομαρτύρων Παϊσίου καὶ Θεοφάνους, τῶν ἐκ τῆς Σκήτεως τῆς
Ἁγίας Ἄννης τοῦ Ἄθωνος, χερσὶ μιαιφόνοις εἰς βυθὸν βληθέντες θαλάσσης, ἐν ἔτει
1773, τελειοῦνται.
Φαίνετε,
Θεόφανες σὺν Παϊσίῳ,
φῶς πᾶσι
μαρτυρικῆς εὐσεβείας.
Οὗτοι,
θεοφιλῶς ἀσκούμενοι ἐν τῇ Καλύβῃ τοῦ Προφήτου Ἠλιού, τῆς Σκήτεως τῆς Ἁγίας
Ἄννης, ὑπερεμάχουν τῶν πατρώων παραδόσεων, καὶ τοῦ κολλυβαδικοῦ ζητήματος, τοῦ
ὄντως φιλοκάλου, καὶ ἠγωνίζοντο ὑπὲρ τῆς συνεχοῦς θείας μεταλήψεως. Ὁ Παΐσιος
ἦτο ἱερεύς, ἐκ Μεσολογγίου ὁρμώμενος, ὑποτασσόμενος πνευματικῶς τῷ Γέροντι
αὐτοῦ Θεοφάνει μοναχῷ. Διαβληθέντες ὡς κακοῦργοι χερσὶ λῃστῶν μιαιφόνοις
ῥαπισθέντες καὶ ὀνειδιζόμενοι ἐβλήθησαν εἰς τὸν βυθὸν τῆς θαλάσσης τὴν Κυριακὴν
τῶν Ἁγίων Πάντων τοῦ ἔτους 1773, καὶ στεφάνους μαρτυρίου ἀπέλαβον.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Θεόδωρος ὁ ἐπίσκοπος, ὁ Ῥώσσος, ἐν ἔτει 1023, ἐν εἰρήνῃ τελειοῦται
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Βασιλείου τοῦ
Γιαροσλὰβλ τοῦ πρίγκιπα
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Κωνσταντίνου τοῦ
πρίγκιπα
Ταῖς
αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ'. Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι
Ἐν
τῇ καμίνω, τῶν σῶν ἀγώνων Μάρτυς ἔνδοξε, ὕλην ἀσεβείας ἔφλεξας, καὶ πυρσός,
εὐσεβείας ψάλλων γέγονας· Εὐλογημένος εἶ ἐν τῷ ναῶ, τῆς δόξης σου Κύριε.
Ὡς
στρατηγέτης, ὡς νουνεχὴς καὶ νηφάλιος ἔργῳ, βασιλέα ἄφρονα δυσσεβῆ, ἐξεφαύλισας
καὶ ἔδειξας, τοῦτον ἀνίσχυρον, ἐνισχυθεὶς τῷ σθένει τοῦ Πνεύματος.
Νόμος
ἡττᾶται, τῶν ἐγκωμίων τῷ μεγέθει σου· σὺ γάρ, φανοτάταις ἔλαμψας ἀστραπαῖς,
μαρτυρίου τῷ Δεσπότῃ σου, βοῶν Θεόδωρε· Εὐλογητὸν τὸ κράτος σου Δέσποτα.
Θεοτοκίον
Τὸ
τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά,
Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.
ᾨδὴ
η'. Χεῖρας ἐκπετάσας Δανιήλ.
Ἐν
σοὶ πεποιθὼς τῷ δι' ἐμέ, σταυρὸν καὶ θάνατον, καθυπομείναντι, σταυρῷ ἀνήρτημαι
Δέσποτα, καὶ τιτρώσκομαι τοξεύμασι, καὶ χαλεπαῖς προσομιλῶ αἰκίαις Κύριε,
ἀνεβόας, Μάρτυς ἀθλῶν γενναιόφρον Θεόδωρε.
Προσήγαγες
θῦμα καθαρόν, σαυτὸν τῷ Κτίστῃ σου, χαίρων Θεόδωρε, καὶ προσεχώρησας ἔνδοξε,
βασιλείαν πρὸς οὐράνιον, μετὰ Μαρτύρων ἱερῶν κραυγάζων πάντοτε· εὐλογεῖτε, πάντα
τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὡς
κρίνον, ὡς ῥόδον νοητόν, ὁδμαῖς τῶν ἄθλων σου εὐωδιάζεις ἡμᾶς, διώκων χάριτι
πάντοθεν, τὸ δυσῶδες τῶν παθῶν ἡμῶν, καὶ παρορμῶν ἀναβοᾶν εὐωδεστάτῃ ψυχῇ·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Σὺ
μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος
γέγονας, ἐνδιαίτημα Πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρὶ τοῦ ἀπροσίτου φωτός· ὅθεν
πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.
ᾨδὴ
θ'. Λίθος ἀχειρότμητος
Νῦν
τῶν μακαρίων τοῖς δήμοις, καὶ τῶν Μαρτύρων ταῖς χορείαις, ὡς ἠγλαϊσμένος τοῖς
ἄθλοις, συναγελάζων καὶ συνηδόμενος, στεφηφορῶν παρίστασαι, τῷ ποθουμένῳ σοι
Θεόδωρε.
Ὕψος
πρὸς οὐράνιον ἤρθης, τῶν ἐπὶ γῆς καταφρονήσας, καὶ τοῦ ποθουμένου σοι τέλους,
κατηξιώθης αὐτὸ τὸ ἔσχατον, τῶν ὀρεκτῶν Θεόδωρε, κατειληφὼς ἐπαγαλλόμενος.
Μόνον
σε ἀθάνατον Λόγον, σαρκὶ παθόντα καὶ θανέντα, Μάρτυς ὁ θεόφρων ποθήσας,
ἀθανασίας τῆς σῆς ἐπέτυχεν, ἐν οὐρανοῖς σκηνούμενος, Κτίστα τῶν ὅλων
παντοδύναμε.
Θεοτοκίον
Σαρκὶ
ἐπιδημῆσαι θελήσας, ὁ διακοσμήσας πάντα λόγῳ, ἐν σοὶ κατεσκήνωσε μόνην,
ἁγιωτέραν πάντων εὑράμενος, καὶ Θεοτόκον ἔδειξεν, ἐπ' ἀληθείας Μητροπάρθενε.
Ἐξαποστειλάριον.
Ἦχος γ'. Ἐν Πνεύματι τῷ Ἱερῷ.
Τὰς
παρατάξεις τῶν ἐχθρῶν, καὶ δαιμόνων τὰ θράση, εἰς τέλος κατηδάφισας, καὶ τὸ
στέφος ἐδέξω, Θεόδωρε μακάριε, ἐκ χειρὸς τοῦ Κτίστου σου, ὡς Μάρτυς τῆς
ἀληθείας· διασῴζεις δὲ πάντας, ἐκ παντοίων θλιβερῶν, παγίδων τοῦ ἀλλοτρίου.
Θεοτοκίον.
Ὅμοιον.
Γεραίρουσι
τὸν τόκον σου, Ἀσωμάτων αἱ τάξεις· χαρᾶς γὰρ τὰ ἐπίγεια, σὺ πεπλήρωκας μόνη·
διό σε τὴν πανάμωμον, οἱ πιστοὶ δοξάζοντες, ἐν ὕμνοις δοξολογοῦμεν· φῶς γὰρ σὺ
τοῖς ἐν σκότει, ἐξανατέλλων ὡς ὄρθρος, ἀνέτειλας τῆς ἡμέρας.
Αἶνοι.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Λαμπρὲ
Στρατηλάτα τοῦ Χριστοῦ, εὐσταλὲς Θεόδωρε, ὁ στεφηφόρος ἐν δώμασιν,
ἀγαλλιώμενος, οὐρανῶν μὴ παύσῃ, δυσωπῶν τὸν Κύριον, ὑπὲρ τῶν εὐφημούντων σὴν
ἄθλησιν, καὶ τῶν λειψάνων σου, εὐλαβῶς τὴν θήκην πάντοτε, προσκυνούντων, ἰάσεις
τὴν βρύουσαν.
Μετάθεσιν
σήμερον λαμπρῶς, τῶν σεπτῶν λειψάνων σου, ἐξ Ἡρακλείας Θεόδωρε, εἰς τὰ Εὐχάϊτα,
σὴν κλεινὴν πατρίδα, πόθῳ ἑορτάζοντες, ἀφθόνων δωρεῶν ἐμπιπλάμεθα, τῆς θείας
χάριτος, καὶ ἁγιασμοῦ πληρούμεθα, Ἀθλοφόρε, θεμέλιον πίστεως.
Θεόδωρε
ἥλιε λαμπρέ, ἀριστείας ηὔγασας, ἀκτῖσι τῶν τιμίων καμάτων σου, καὶ μαρτυρίου
σου, τοῖς βολίσι πᾶσαν, οἰκουμένην σπεύδουσαν, ἀσπάσασθαι σορὸν τῶν λειψάνων
σου, τὴν χαριτόβρυτον, καὶ διέλυσας σκοτόμαιναν, τῶν σεβόντων, τὰ ἄψυχα εἴδωλα.
Τριάδι
τῇ θείᾳ παρεστώς, Ἀθλητὰ Θεόδωρε, καὶ σὺν Ἀγγέλοις καὶ Μάρτυσι, νῦν
ἀγαλλώμενος, ἐκτενῶς δυσώπει, δοῦναι τοῖς τιμῶσί σε, ὑγείαν κατ’ ἄμφω καὶ
δύναμιν, ἐχθροῦ τὸ φρύαγμα, ἐδαφίσαι τοῦ πειράζοντος, καθ’ ἑκάστην, τὸ γένος τὸ
βρότειον.
Δόξα.
Ἦχος πλ. β'
Ἁγιωσύνης
δωρεά, καὶ πλοῦτος θείας ζωῆς, πεφανέρωσαι τῷ κόσμῳ Θεόδωρε· Χριστὸς γάρ σου
σοφὲ τὴν μνήμην ἐδόξασεν, ἐν ᾗ συμφώνως οἱ πιστοί, γεγηθότες ὑμνοῦμεν, τοὺς
ἀγῶνας τῶν ἄθλων σου.
Καὶ
νῦν. Θεοτοκίον. Ἦχος πλ. β'
Θεοτόκε,
σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν,
πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς
ψυχὰς ἡμῶν.
Μεγάλη
Δοξολογία καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ὥσπερ
μυροθήκη ἡδυτερπής, τῶν λειψάνων θήκη, ἡ σεπτή σου πανευσταλές, ἐκ τῆς
Ἡρακλείας, εἰς πόλιν Εὐχαΐτων, λαμπρῶς μετεκομίσθη, μάκαρ Θεόδωρε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου