Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 2. ΟΣΙΑ ΜΑΤΡΩΝΑ ΑΟΜΜΑΤΗ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ





ΜΑΪΟΣ Β΄!!

ΜΑΤΡΩΝΑ ΑΟΜΜΑΤΗ ΟΣΙΑ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῆς ὀρθοδόξου Ῥωσσίας στῦλον τὸν ὄγδοον, Ματρώναν τὴν Ὁσίαν, τὴν ἀρτίως ὀφθεῖσαν, δοχεῖον Παρακλήτου τοῦ πανσθενοῦς, διαυγὲς εὐφημήσωμεν, καὶ τὰς αὐτῆς ἐκζητήσωμεν προσευχάς, πρὸς Θεὸν τὸν πανευΐλατον.

 

Δεῦτε πιστοὶ εὐσχημόνως ἐγκωμιάσωμεν, τὴν θεαυγῆ Ματρώναν, ἐν ἐσχάτοις τοῖς χρόνοις, τὴν λάμψασαν ἀγάπης μαρμαρυγαῖς, καὶ αὐγαῖς προοράσεως, ὡς σέλας πάμφωτος ἄκρας ὑπομονῆς, ἀπὸ βρέφους καὶ χρηστότητος.

 

Χριστοῦ παγκάλων ἀμνάδων τὸ σεμνολόγημα, καὶ τῆς Ῥωσσίας εὖχος, νῦν ἀόμματον πάντες, Ματρώναν τὴν ὁρῶσαν πνευματικῶς, τὸν Νυμφίον Θεάνθρωπον, ἐν οὐρανοῖς τοῖς βλεφάροις αὐτῆς ψυχῆς, γεγηθότες ἀνυμνήσωμεν.

 

Ἐκ γενετῆς ἀγογγύστως καθυπομείνασαν, τὴν στέρησιν ὀμμάτων, θεοφόρον Ματρώναν, ὡς θείαν εὐλογίαν καὶ ἀφορμήν, ὀφθαλμῶν διανοίξεως, ψυχῆς πληθύος θεάσασθαι τὸν Θεόν, δεῦτε πάντες μακαρίσωμεν.

 

Δόξα. Ἦχος β΄.

Τὴν οὐδόλως θεασαμένη τὸν ἥλιον ἀνατέλλοντα καὶ δύοντα, καὶ τὰ ἔργα τῆς σοφίας τοῦ Δημιουργοῦ τῆς κτίσεως, ἀλλ’ ἐμπλησθεῖσαν τῆς χάριτος τοῦ πανσθενοῦς Παρακλήτου, Ματρώναν τὴν ἀοίδιμον ἀξιοχρέως τιμήσωμεν. Αὕτη γὰρ ἐν Ῥωσσίᾳ ἐξέλαμψεν ἄρτι, ἀκτῖσι θεραπείας νοσούντων, παραμυθίας θλιβομένων, καὶ ποδηγεσίας πλανωμένων καὶ ἐμπεριστάτων πρὸς σωτηρίαν. Καὶ νῦν τοῦ ἀμηχάνου κάλλους τοῦ Κυρίου ἀπολαύουσα, ἐκτενῶς Αὐτῷ πρεσβεύει διανοῖξαι, καὶ ἡμῶν ψυχῆς τὰ ὄμματα τοῦ βλέπειν μόνον, τὰ καλὰ καὶ συμφέροντα.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε νεοφανῶν, Ὁσίων ὡραιότης, Ῥωσσίας μέγα εὖχος, Ματρώνα καὶ μητέρων, θεοειδῶν ἀγλάϊσμα.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαῖρε ἡ φωταυγής, ἀόμματος Ὁσία, Ματρώνα ἡ ἀρτίως, φωτίσασα Ῥωσσίαν, ὑπομονῆς πυρσεύμασι.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Ἔχουσα τὸν Χριστόν, ψυχῆς παραμυθίαν, διέδραμες τὸν βίον, παραμυθοῦσα πάντας, Ματρώνα θεοφώτιστε.

 

Δόξα. Τριαδικόν.

Δόξα Σοι πανσθενές, Τριὰς ὑπεραγία, Ματρώνης ἀομμάτου, ἰδεῖν Σὴν θείαν δόξαν, ἡ κόρας διανοίξασα.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα Μαριάμ, ὑπερευλογημένη, Ματρώνης ταῖς πρεσβείαις, ἀξίωσόν με δόξαν, θεάσασθαι τοῦ Τόκου Σου.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Ἀδιάσειστον στῦλον Ῥωσσίας ὄγδοον, τὴν στερουμένην ὀμμάτων, ἐκ γενετῆς εὐλαβῶς, ἀνυμνήσωμεν Ματρώναν τὴν ἀοίδιμον, ὡς σκεῦος θείων δωρεῶν, καὶ ἀγάπης ἀκραιφνοῦς, πρὸς πάντας ἐμπεριστάτους, βοῶντες· σκέδασον ζόφον, παθῶν ἡμῶν φωτὶ σῆς χάριτος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

 

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’ καὶ τῆς Ἁγίας γ’. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.

Δεῦτε πάντες φιλέορτοι, καταστέψωμεν ᾄσμασι, τὴν σεπτὴν Ματρώναν, τὴν πνευματέμφορον, Ῥωσσίδος ἔμπνουν θησαύρισμα, καὶ νέον καλλώπισμα, Ἐκκλησίας τοῦ Χριστοῦ, γεννηθεῖσαν ἀόμματον, οἷσπερ κρίμασιν, οἶδε Κύριος ἵνα καταυγάσῃ, φέγγει τῆς αὐτῆς σοφίας, τῶν χριστωνύμων ὁμήγυριν.

 

Ὁλοθύμως τιμήσωμεν, νῦν Ματρώναν τὴν ἔνθεον, τὴν ἐκ τῆς κοιλίας μητρὸς ἀόμματον, καὶ γευσαμένη ὡς νήπιον, πτωχείαν τε γέλωτας, ὁμηλίκων ἐμπαιγμούς, καὶ δεινὴν περιφρόνησιν, ἀνακράζοντες· χαῖρε ἄστρον νεόφωτον Ῥωσσίας, ἐναρέτῳ πολιτείᾳ, τὸ καταυγάσαν τὰ σύμπαντα.

 

Θεοστόλιστον κόσμημα, ψυχικῆς ὡραιότητος, ταπεινοφροσύνης, καὶ διακρίσεως, τὸ ὡραΐσαν ὁμήγυριν, πιστῶν εὐσεβείᾳ σου, πολιτείᾳ ἀκραιφνεῖ, θεοσδότῳ σου χάριτι, καὶ σεμνότητι, θεοφόρε Ματρώνα μὴ ἐλλίπῃς, ἱκετεύουσα τὸν Κτίστην, ὑπὲρ τῶν πόθῳ τιμώντων σε.

 

Δόξα. Ἦχος πλ. β΄.

Τῆς ἁμαρτωλῶν σωτηρίας Κυρία Θεοτόκου δεομένη ἀπαύστως, καὶ τὸν αὐτῆς Υἱὸν δοξολογῶν καθ’ ἑκάστην Ματρώνα, ὥσπερ ἐπίγειος ἐπολιτεύσω ἄγγελος· ἔχουσα γὰρ τὰ βλέφαρα τῆς ψυχῆς σου ἐστραμμένα πρὸς Κύριον, εἰ καὶ τὰ χοϊκά σου ἔσχες ἐκ γενετῆς κεκλεισμένα, ἀνωτέρα ὤφθης πάσης ἐνύλου συναφείας. Εἰσελθοῦσα οὖν εἰς τὴν χαρὰν τοῦ Κυρίου σου, καὶ Αὐτοῦ ἀπολαύουσα τοῦ κάλλους, μὴ παύσῃ πρεσβεύουσα καὶ ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

 

 

 

 

 

 

 

 

Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ᾿ 10-26).

Γυ­ναῖ­κα ἀν­δρεί­αν τίς εὑ­ρή­σει; τι­μι­ω­τέ­ρα δέ ἐ­στι λίθων πο­λυ­τε­λῶν ἡ τοιαύτη, θαρσεῖ ἐ­π᾿ αὐ­τῇ ἡ καρ­δί­α τοῦ ἀν­δρὸς αὐ­τῆς, ἡ τοιαύτη κα­λῶν σκύ­λων οὐκ ἀ­πο­ρή­σει· ἐνερ­γεῖ γὰρ τῷ ἀν­δρὶ εἰς ἀ­γα­θὰ πά­ντα τὸν βί­ον. Μη­ρυ­ο­μέ­νη ἔ­ρι­α καὶ λίνον, ἐ­ποί­η­σεν εὔ­χρη­στα ταῖς χερ­σὶν αὐ­τῆς. Ἐγένετο ὡ­σεὶ ναῦς ἐ­μπο­ρευ­ο­μέ­νη μακρόθεν, συνάγει δὲ αὐ­τῆς τὸν πλοῦτον, καὶ ἀ­νί­στα­ται ἐκ νυ­κτῶν καὶ ἔ­δω­κε βρώ­μα­τα τῷ οἴ­κῳ καὶ ἔρ­γα ταῖς θε­ρα­παί­ναις· θε­ω­ρή­σα­σα γε­ώρ­γι­ον ἐ­πρί­α­το, ἀ­πὸ δὲ τῶν καρ­πῶν τῶν χει­ρῶν αὐτῆς κατε­φύ­τευ­σε κτῆ­μα. Ἀ­να­ζω­σα­μέ­νη ἰ­σχυ­ρῶς τὴν ὀ­σφὺν αὐ­τῆς, ἤ­ρει­σε τοὺς βραχίονας αὐ­τῆς εἰς ἔρ­γον. Ἐ­γεύ­σα­το ὅ­τι καλόν ἐ­στι τὸ ἐρ­γά­ζε­σθαι, καὶ οὐκ ἀποσβέν­νυ­ται ὁ λύχνος αὐ­τῆς ὅ­λην τὴν νύκτα. Τοὺς πήχεις αὐ­τῆς ἐ­κτεί­νει ἐ­πὶ τὰ συμφέροντα, τὰς δὲ χεῖ­ρας αὐ­τῆς ἐ­ρεί­δει εἰς ἄ­τρα­κτον. Χεῖ­ρας αὐ­τῆς δι­ή­νοι­ξε πέ­νη­τι, καρ­πὸν δὲ ἐ­ξέ­τει­νε πτω­χῷ, οὐ φροντίζει τῶν ἐν οἴ­κῳ ὁ ἀ­νὴρ αὐ­τῆς, ὅ­ταν που χρο­νί­ζῃ· πάντες γὰρ οἱ παρ’ αὐ­τῇ ἐν­δε­δυ­μέ­νοι εἰ­σί. Διτ­τὰς χλαίνας ἐ­ποί­η­σε τῷ ἀν­δρὶ αὐ­τῆς, ἐκ δὲ βύσ­σου καὶ πορφύρας ἑ­αυ­τῇ ἐν­δύ­μα­τα, περίβλεπτος δὲ γίνεται ὁ ἀ­νὴρ αὐ­τῆς ἐν πύλαις, ἡ­νί­κα ἂν κα­θί­σῃ ἐν συ­νε­δρί­ῳ με­τὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐ­ποί­η­σε, καὶ ἀ­πέ­δο­το τοῖς Φοίνι­ξι καὶ περιζώματα τοῖς Χα­να­ναί­οις. Ἰ­σχὺν καὶ εὐ­πρέ­πει­αν ἐ­νε­δύ­σα­το, καὶ εὐφράν­θη ἐν ἡ­μέ­ραις ἐ­σχά­ταις.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (κεφ. α, 1-10)

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν, ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας, ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέω ἁμαρτίας ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον και ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας και οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπον ἀληθὴς καὶ τῆς γλώσσης ακουστής, ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς, διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύση αὐτὸν ἐλέγχουσα ἡ δίκη, ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ, ὅτι οὗς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

 

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.

 

Εἰς τὴν λιτήν. Ἦχος α΄.

Εὐφράνθητε σήμερον φιλοσίων τὰ συστήματα, Ματρώνης τῆς νεοφανοῦς Ὁσίας τὴν μνήμην τιμῶντα, καὶ ἐν ἀγαλλιάσει τρανῶς βοήσατε· Ῥωσσίας νεόφυτον ἔρνος, καὶ Ἐκκλησίας νεόδμητον μέλαθρον, ἡ ἐν ἐσχάτοις τοῖς χρόνοις ἀσκητικοῖς ἐν τῷ κόσμῳ, διαλάμψασα παλαίσμασι, ἐκτενῶς δυσώπει τὸν Κύριον ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ἦχος β΄.

Ἀόμματον καὶ παράλυτον ἀσκήτριαν, τὴν πολλῶν τυφλῶν τοῖς πάθεσι ὄμματα διανοίξασαν, ἰδεῖν τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν τῆς σωτηρίας, Ματρώναν τὴν θεοσεβῆ ἐγκωμιάσωμεν ᾄσμασι βοῶντες· Μῆτερ ἡ τῶν πάλαι ἀσκητριῶν τοὺς καμάτους ἀναζωγραφήσασα, καὶ θεωθεῖσα κατὰ μέθεξιν, ἀξίωσον ἡμᾶς Κυρίου τὸ ἀμήχανον θεάσασθαι κάλλος, τοὺς τιμῶντας ἐκθύμως τὴν θείαν μνήμην σου.

 

Ἦχος γ΄

Ὁ ἀνορθῶν κατεῤῥαγμένους καὶ τυφλοὺς σοφῶν Κύριος, καθάπερ φάσκει Δαβὶδ ὁ προφητάναξ, σοφίας τῆς διαμενούσης ταμεῖον ἀσύλητόν σε ἔδειξε, μακαρία Ματρώνα. Διανύσασα οὖν ἐν χοϊκῷ σκότει τὴν σὴν ἐπὶ γῆς πολιτείαν, ἐξῆλθες εἰς ὁλοφώτους σκηνώσεις ἀθανάτου εὐκλείας, ἔνθα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

Δόξα. Ἦχος δ΄.

Σταυρὸν τῆς τυφλώσεως τὴν αἴρουσαν ἐν τῷ βίῳ ἀγογγύστως, καὶ παραδιδοῦσαν ἑαυτὴν τῇ ἀπείρῳ ἀγάπῃ καὶ προνοίᾳ τοῦ εὐσπλάγχνου Κυρίου, Ματρώναν τὴν Ὁσίαν καταστέψωμεν ᾄσμασιν. Αὕτη γὰρ ὡς ὑπομονῆς στῦλος ἀῤῥαγέστατος, καὶ πίστεως κάμινος καιομένη, χάριν εἴληφεν αἴρειν τοὺς σταυροὺς τοῦ πόνου καὶ τῶν θλίψεων, τῶν αὐτῇ προστρεχόντων ἐκ πίστεως· καὶ νῦν οὐρανόθεν ἡμῖν καταπέμπει, φωτισμὸν γνώσεως καὶ ἀληθείας, τοῖς τιμῶσι ψαλμοῖς καὶ ὕμνοις πρέπουσιν, αὐτῆς τὸ μνημόσυνον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, τῶν ἀομμάτων τὸ φῶς, τῶν παραλύτων βακτηρία στηρίξεως, καὶ πάντων δεινῶς καμνόντων, προστάτις καὶ ἀρωγός, θεαυγὲς Ματρώνα, πνευματέμφορε. Ῥωσσίας ἐκβλάστημα, ταπεινώσεως ἄγαλμα, ἐν ἀφανείᾳ, ἡ ὁσίως βιώσασα, καὶ τῷ Κτίσαντι, ἔργοις εὐαρεστήσασα, μὴ διαλίπῃς ἔνθεε, Αὐτὸν ἱκετεύουσα, διδόναι σὲ τοῖς τιμῶσιν, ἄμφω ψυχῆς τε καὶ σώματος, ὑγιείαν σθένος, καὶ ἰσχὺν πατῆσαι πλάνον, τὸν πολυμήχανον.

 

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χαίροις, σωματικοὺς ὀφθαλμούς, Ματρώνα σῶφρον κεκλεισμένους ἡ ἔχουσα, οἷς κρίμασιν οἶδε μόνος, ὁ παντεπόπτης Θεός, ὁ ψυχῆς ἀνοίξας, κόρας θείας σου, ζητεῖν τὰ αἰώνια, καὶ ἀεὶ διαμένοντα, καὶ ἀναδείξας, σὲ δοχεῖον πολύτιμον, θείας χάριτος, καὶ θαυμάτων ἀκένωτον, πέλαγος· σὲ γὰρ ᾄσμασι, τιμῶντες γηθόμενοι, τὴν σὴν πανίερον μνήμην, ἐπιτελοῦμεν ἀσκήτρια, Ῥωσσίας φωσφόρε, καὶ Χριστὸν δοξολογοῦμεν, τὸν σὲ δοξάσαντα.

 

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Δεῦτε, τὴν παριδοῦσαν σοφῶς, παραλυσίαν καὶ φωτὸς ἀποστέρησιν, Ὁσίαν Ματρώναν πίστει, τῶν φιλαρέτων πληθύς, μέλψωμεν καὶ πόθῳ, ἐκβοήσωμεν· ὀμμάτων ἡ ζόφωσιν, ἀκλινῶς ὑπομείνασα, καὶ φωτισθεῖσα, τῷ φωτὶ θείας χάριτος, τὴν διάνοιαν, φώτισόν μου σοῦ πρόσφυγος, ἵνα δοξάζω πάντοτε, καρδίᾳ καὶ χείλεσι, τὸν Φωτοδότην Σωτῆρα, τοῦ μεροπείου συστήματος, καὶ σὲ μακαρίζω, ὡς ἀσκήτριαν ἐν κόσμῳ, τὴν ἐνασκήσασαν.

 

Δόξα. Ἦχος πλ. δ΄.

Ἀμνάδα τὴν ἄσπιλον Χριστοῦ τοῦ ἀρχιποίμενος, Ματρώναν τὴν πανεύφημον, ἐν κατανύξει ἀνυμνήσωμεν. Αὕτη γὰρ διασκεδάσασα τὸ σκότος, τῶν σωματικῶν αὐτῆς βλεφάρων τῷ ἀστέκτῳ φωτὶ τῆς χάριτος, ἅπαντας κατεφώτισεν ἀστραπαῖς ἀρετῆς καὶ χρηστοηθείας. Καὶ νῦν τοῦ ἀῤῥήτου κάλλους τοῦ ποθεινοῦ αὐτῆς Νυμφίου, καθορῶσα διηνοιγμένοις τοῖς ὄμμασιν ἐν οὐρανίῳ παστάδι, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

 

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.

Ἀδιάσειστον στῦλον Ῥωσσίας ὄγδοον, τὴν στερουμένην ὀμμάτων, ἐκ γενετῆς εὐλαβῶς, ἀνυμνήσωμεν Ματρώναν τὴν ἀοίδιμον, ὡς σκεῦος θείων δωρεῶν, καὶ ἀγάπης ἀκραιφνοῦς, πρὸς πάντας ἐμπεριστάτους, βοῶντες· σκέδασον ζόφον, παθῶν ἡμῶν φωτὶ σῆς χάριτος.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Ἀπόλυσις.

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Τὸν γόνον εὐλαβῶν, καὶ τιμίων πενήτων, Ματρώναν τὴν τυφλήν, ἐπαινέσωμεν πόθῳ, ὡς σκεῦος τῆς χάριτος, τοῦ Θεοῦ διαυγέστατον, καὶ ἰάσεων, καὶ θαυμασίων ταμεῖον, ἀνακράζοντες· ὄγδοε στῦλε Ῥωσσίας, ἡμῶν ἴσθι στήριγμα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α’. Τὸν Συνάναρχον Λόγον.

Τὴν προγνοῦσαν τὸν θάνατον τοῦ βαπτίσαντος, αὐτὴν σεμνοῦ ἱερέως, χάριτι θείᾳ λαμπρῶς, ἑξαέτιδα Ματρώναν εὐφημήσωμεν, ἀόμματον ἐκ γενετῆς, οὖσαν ὥσπερ δωρεῶν, τοῦ Πνεύματος τοῦ Ἁγίου, μυροδοχεῖον καὶ ξένων, θαυμάτων εὔοσμον μυράλειπτρον.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ῥωσσίας πύρσευμα, τὸ νευαγέστατον, καὶ νέον καύχημα, Χριστοῦ τῆς πίστεως, ἐν δυσχειμέροις τοῖς καιροῖς φωτίσασαν ἀθεΐας, πλῆθος χειμαζόμενον, εὐσεβῶν καὶ στηρίξασαν, κλονουμένους ἅπαντας, ἐκτενῶς ἀνακράζοντες· Μητέρων θεοφόρων πυξίον, χαῖρε Ματρώνα μακαρία.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον Ὁσιακόν.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Τὴν παιδιόθεν παριδοῦσαν ἐμπαιγμοὺς τῶν αὐτῆς ὁμηλίκων, ἀόμματον ἀλλὰ θεοφώτιστον, τὴν ἁπλότητι καὶ ταπεινώσει ἐγκοσμουμένην, Ματρώναν τὴν ἀξιέραστον ἐπαινέσωμεν κράζοντες· ἀγάπης Θεοῦ τοῦ Ὑψίστου πρόβολε, καὶ λαοῦ ἔρεισμα χειμαζομένου, ἡ φυγοῦσα τῆς μήνιος ἀθέων Θεοῦ τῇ χάριτι, πρέσβευε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ὁσίας, οὗ ἡ ἀκροστιχίς: Ματρώναν, ἀόμματον Ῥωσ(σ)ίδα ὑμνῶ Ὁσίαν. Χ.

ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.

Ματρώναν ὑμνήσωμεν, πανευλαβῶς τὴν ἀόμματον, Ῥωσσίδος ἀσκήτριαν, γῆς τὴν πιστοὺς θεαυγῶς, καταυγάσαν πυρσεύμασιν ἀρτίως, ζωῆς καθαρότητος, καὶ διοράσεως.

μνάδα πανάσπιλον, Χριστοῦ ἀγάπης ὡς σκήνωμα, καὶ ἔμψυχον ἄγαλμα, παραμυθίας λαοῦ, ἀνυμνήσωμεν, Ματρώναν τὴν Ὁσίαν, βολαῖς τὴν ἐκλάμψασαν, κόσμῳ συνέσεως.

Τυφλὴν καὶ ἀόμματον, ἐκ γενετῆς ὑπερθαύμαστον, ἀσκήτριαν μέλψωμεν, τὴν δαψιλῶς ἐκ Θεοῦ, προοράσεως, ἀπολαβοῦσα χάριν, Ματρώναν τὴν πάνσεπτον, καὶ θεοφόρητον.

Θεοτοκίον.

υπῶδες ἱμάτιον, ψυχῆς μου κάθαρον Δέσποινα, ὑσσώπῳ δεήσεων, Σῶν πρὸς Υἱόν Σου σεπτῶν, ἀμπλακήματα, τὸν αἴροντα τοῦ κόσμου, Χριστὸν τὸν εὐΐλατον, μόνον Θεάνθρωπον.

 

ᾨδὴ γ’. Τοὺς Σοὺς ὑμνολόγους.

ς ἄστρον νεόφωτον ἐφάνης, ἐν χρόνοις Ῥωσσίας ζοφεροῖς, ἐμπεριστάτοι κάμνουσι, χειμαζομένοις στένουσι, καὶ θλιβομένοις πάνσεπτε, Ματρώνα Μῆτερ ἀόμματε.

Νικήσασα πάσας μεθοδείας, Ματρώνα ἐχθροῦ τοῦ δυσμενοῦς, ὑπομονῇ σεμνότητι, νηστείᾳ καὶ δεήσεσιν, ἀόκνοις ὤφθης πίστεως, φωτολαμπὲς ἀνακτόριον.

γίων Μητέρων τοὺς ἀγῶνας, τῶν πάλαι ζηλώσασα καλῶς, ἐνήσκησας ἐν ἔτεσιν, ἐσχάτοις καὶ δεδόξασαι, ἀξίως πλείστοις θαύμασι, Ματρώνα δᾷς ταπεινώσεως.

Θεοτοκίον.

Νικῆσαί με πλάνου μεθοδείας, δυνάμει ἀξίωσον τῇ Σῇ, εὐλογημένη Δέσποινα, Κυρία Μητροπάρθενε, τὸν εὐσχημόνως πάντοτε, Σὲ καὶ τρανῶς μεγαλύνοντα.

 

 

 

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Στῦλον ὄγδοον, Ῥωσσίας πάσης, σὲ ὠνόμασεν, ὁ Ἰωάννης, τῆς Κροστάνδης ἱερεὺς ὁ θειότατος, πνευματοφόρε Ματρώνα πανεύφημε, τῆς ἀθεΐας προγνοὺς ἐπικράτησιν, καὶ σὴν δύναμιν, στηρίξαι λαὸν φιλόχριστον, ἐν δίναις ἐσομέναις χαριτόβρυτε.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.

γιότητος κινύρα, καὶ ψαλτήριον νήψεως, εὐσεβὲς Ματρώνα, ἤνυσας ἐν Μόσχᾳ ἀγῶνά σου, ἀσκητικὸν καὶ τῶν πάλαι ἰσοστάσιος, ἄρτι πέφηνας, Μητέρων θεοφορούμενε.

λικῶς σου τὴν καρδίαν, ἀνατείνων πρὸς Κύριον, τὸν ἀνοίξαντά σου, ἅπαξ ὀφθαλμοὺς πλάσιν ἅπασαν, ἰδεῖν Ματρώνα καὶ ἥλιον τὸν πάμφωτον, κατηξίωσαι, Αὐτὸν ἀλήκτως θεάσασθαι.

Μαργαρίταις καὶ σαπφείροις, ἀρετῆς καὶ σεμνότητος, τὴν κεκοσμημένην, νουνεχῶς Ματρώναν τιμήσωμεν, ὡς ἐνδιαίτημα χάριτος θεότευκτον, καὶ πολύολβον θαυμάτων ξένων θησαύρισμα.

Θεοτοκίον.

Μητροπάρθενε Κυρία, ἐν χερσὶ Ὃν ἐβάστασας, Ἰησοῦν δυσώπει, κεχαριτωμένη πανύμνητε, δοῦναι ἰσχὺν καὶ ὑγιείαν καὶ δύναμιν, τοῖς προσφεύγουσι, τῇ ἀῤῥαγεῖ προστασίᾳ σου.

 

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.

μνὰς θεοδόξαστε, Ματρώνα θῆρες ἄθεοι, συλλαβεῖν σε ἤθελον εἰς πάγας, αὐτῶν ὡς πάντων, τῶν ευσεβῶν καλλονήν, καὶ στήριγμα καὶ χειραγωγόν, πρὸς Χριστὸν τὸν σώζοντα, κλονουμένων συστήματος.

Τοῦ Πνεύματος χάριτι, ἑώρας τὰ εσόμενα, εἰ καὶ κεκλεισμένας εἶχες κόρας, τῶν ὀφθαλμῶν σου, τῶν σαρκικῶν ἀγλαή, Ματρώνα Μητέρων νεαυγῶν, λαμπηδὼν καὶ αὔγασμα, θαυμασίων νεόφωτον.

δμαῖς τῶν χαρίτων σου, Ῥωσσίας δήμους ηὔφρανας, καὶ τῇ εὐωδίᾳ τῶν Σῶν λόγων, τὴν δυσσωδίαν, Ματρώνα τῶν ὑλιστῶν, ἐσκέδασας· ὅθεν μυστικῶς, μνήμην σου τὴν πάντερπνον, νῦν τελοῦμεν γηθόμενοι.

Θεοτοκίον.

Νεκρώσαντα ὄφιν με, τῇ συμβουλῇ τῇ χείρονι, πάτησον τῇ ῥάβδῳ προσευχῶν μου, καὶ μὴ ἐάσῃς, τῆς ἐπηρείας αὐτοῦ, γενέσθαι με ἕρμαιον Ἁγνή, Σὲ τὸν μακαρίζοντα, Θεοτόκε ἀείποτε.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

ωσσίας, γόνον τὸν πάνσεπτον, τὴν καθαγιασμένην τιμήσωμεν, ἐκ τῆς κοιλίας νῦν, μητρὸς αὐτῆς ἀνακράζοντες· Χαῖρε Ματρώνα ἔρνος, Χριστοῦ νεόφυτον.

ς πλοῦτος ἀνεκομίσθησαν, ἀσύλητος ἀρτίως σὰ λείψανα, καὶ ἁγιάζουσι, Ματρώνα νῦν τὴν περίλαμπρον, Μονὴν Ἁγίας Σκέπης, τῆς Μόσχας ἔνθεε.

Σὲ τὴν ἀόμματον σύλλογον, βλεπόντων τοῦ Θεοῦ τὰ θαυμάσια, Ματρώνα ᾄδει σοι, ᾠδὴν καινὴν καὶ κραυγάζει σοι· ἀξίωσόν με βλέπειν, ἐχθροῦ τὰ ἔνεδρα.

Θεοτοκίον.

λύος, ῥῦσαί με Δέσποινα, παντοίων ἁμαρτάδων καὶ θλίψεων, καὶ δός μοι τάχιστα, νοῦν εὐσταθῆ καὶ θεόφρονα, ἵνα καλῶς ἀνύσω, ζωῆς ὑπόλοιπον.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Φωτὸς ἀΰλου διαυγέστατον κυάθιον, καὶ προοράσεως κανόνα τὸν εὐθύτατον, τὴν ἀόμματον ὑμνήσωμεν νῦν Ματρώναν, ἐγκωμίοις μελιῤῥύτοις ὡς αὔγασμα, καρτερίας ταπεινώσεως καὶ χάριτος, θείας κράζοντες· Χαίροις Μῆτερ πανεύφημε.

Ὁ Οἶκος.

Ἄγγελος φωτοφόρος, ὤφθης ἄρτι Ματρώνα, ἀόμματε Ῥωσσίδος γῆς εὖχος· ταπεινώσει γὰρ ὑπομονῇ, καὶ σκληραγωγίᾳ καὶ πολλαῖς θλίψεσι, Κυρίῳ εὐηρέστης, καὶ ἔπιθες πιστοὺς βοᾶν σοι·

Χαῖρε, τὸ ἄνθος τῆς καρτερίας·

χαῖρε, τὸ στέφος τῆς ἀφθαρσίας.

Χαῖρε, νυκτιφόρος δεινῆς ἀθεότητος·

χαῖρε, σελασφόρος χαρίτων τοῦ Πνεύματος.

Χαῖρε, φάρος προοράσεως, καὶ εὐχῆς καρδιακῆς·

χαῖρε, λύχνος ταπεινώσεως, καὶ ἐνθέου βιοτῆς.

Χαῖρε, Θεοῦ σοφίας τιμαλφέστατον ἄγγος·

χαῖρε, παραμυθίας τῶν ἐν θλίψεσι φάος.

Χαῖρε, κρηπὶς σοφίας καὶ νήψεως·

χαῖρε, πυξὶς Χριστοῦ ἀγαπήσεως.

Χαῖρε, τυφλὴ ἀηδὼν τῆς Ῥωσσίας·

χαῖρε, τρυφὴ τῶν μακρὰν καὶ τῶν πέλας.

Χαίροις, Μῆτερ πανεύφημε.

 

Συναξάριον.

Τῇ Β΄ τοῦ αὐτοῦ Μηνός, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Ματρώνας τῆς τυφλῆς τῆς Ῥωσσίδος

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

 

 

 

 

 

 

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.

Δόξης μέτοχος τῆς αἰωνίου γέγονας Ματρώνα πάναγνε, ὄγδοε στῦλε λαμπρέ, Ῥωσσίας καὶ ἄσειστε, πύργε τῆς πίστεως, εὐσεβόφρονας, ὁ πυργηρῶν ἀείποτε, σῆς πατρίδος μακαρία.

γγελόμορφε Ματρώνα τῶν λειψάνων σου σορὸν τὴν πάνσεπτον, κατασπαζόμενοι νῦν, ἐν Μόσχᾳ δοξάζομεν, τὸν σὲ δοξάσαντα, καὶ ἀείῤῥυτον, χειμάῤῥουν ἀναδείξαντα, σὲ Μητέρων ὡραιότης.

μνῳδίαις σε μελισταγέσι στέφομεν Ματρώνα πάντοτε, τὴν δεομένην Χριστοῦ, ὑπὲρ τῶν προσφύγων σου, καὶ ὁμηγύρεως, εὐσεβόφρονος, ἀόμματε ἀσκήτρια, τοῦ Χριστοῦ ὁμοεθνῶν σου.

Θεοτοκίον.

Μακαρίζομεν οἱ δοῦλοί Σου ἀείποτε Σὲ θεοτίμητε, ἐνσαρκωμένου Θεοῦ, Μητέρα τὴν ἄχραντον, καὶ ὁμηγύρεως, ῥῦστιν ἄγρυπνον, ἐκ συμφορῶν καὶ θλίψεων, τῶν πιστῶς Σοι προσφευγόντων.

 

ᾨδὴ η’. Παῖδας εὐαγεῖς.

Μέμνησο τῶν πίστει ἐκτελούντων, Ματρώνα Ὁσία μνήμην σὴν φωτόλαμπρον, λυτρουμένη ἅπαντας, σὲ τοὺς μακαρίζοντας, κακότητος τοῦ δαίμονος, καὶ πάσης θλίψεως, ἡ ἄρτι ῥυσαμένη Ῥωσσίδος, γόνους ἐπηρείας, ἐχθροῦ τοῦ μισοκάλου.

ς συγκοινωνὸν Ἀγγέλων δήμων, ἐν δώμασιν οὐρανῶν ἀνευφημοῦμέν σε, Μῆτερ πνευματέμφορε, ἀπαθείας σκήνωμα, Ματρώνα καὶ βοῶμέν σοι, εὐτάκτοις μέλεσι· μνημόνευε ἡμῶν προσκυνούντων, θήκην σῶν λειψάνων, τὴν βρύουσαν ἰάσεις.

ρμον γαληνὸν ζωῆς ἀγήρω, κατέλαβες καὶ χαρᾶς τῆς ὑπὲρ ἔννοιαν, ἠξιώθης σύσκηνος, γενομένη πάγκαλε, ἀσκητριῶν καὶ τάγματος, Ἀγγέλων· ὅθεν σοι, βοῶμεν καθ’ ἑκάστην· Ὁσία, πρέσβευε Κυρίῳ, ὑπὲρ τῶν σὲ ὑμνούντων.

Θεοτοκίον.

Σάρκα προσλαβόμενον βροτείαν, Θεοῦ Θεὸν Λόγον ἐξ αἱμάτων Σου, τῶν ἀχράντων Δέσποινα, ἐκτενῶς ἱκέτευε, ἐκ λάκκου ματαιότητος, ὑψῶσαι ἅπαντας, πρὸς πλήρωσιν ἀγάπης Σοὺς δούλους, κεχαριτωμένη, πρὸς Σὸν Υἱὸν καὶ πέλας.

 

ᾨδὴ θ’. Ἅπας γηγενής.

σχυσας Θεοῦ, δυνάμει τὸν ἄθεον, τροπῶσαι τύραννον, καὶ ἀνῦσαι δίαυλον, ὁμολογίας, Χριστοῦ ὀνόματος, τὸν κάλλιστον τρισένδοξε, Ματρώνα· ὅθεν σε, ἀνυμνοῦμεν, ὡς τυχοῦσαν κρείττονος, ἐν τῷ πόλῳ εὐκλείας ἰσάγγελε.

σκησιν τὴν σήν, τιμῶντες γηθόμενοι, Ματρώνα πάνσοφε, καὶ σορὸν λειψάνων σου, ἐν κατανύξει, κατασπαζόμενοι, τὰς σὰς θερμὰς πρὸς Κύριον, ἀπεκδεχόμεθα, ἱκεσία, ἵνα τὴν ἀπάγουσαν, πρὸ Ἐδὲμ πάντες τρίβον ὁδεύσωμεν.

Νῦν πανευλαβῶς, σὲ ὡς ταπεινώσεως, φανὸν γεραίρομεν, τὴν τυφλὴν ἀόμματον, καὶ παρειμένην, Ματρώνα κράζοντες· ἰδεῖν ἡμᾶς ἀξίωσον, Θεοῦ τὸ πρόσωπον, τοὺς ποθοῦντας, εὐσεβῶς τὸ στάδιον, διανῦσαι προσκαίρου βιώσεως.

Θεοτοκίον.

Χαῖρε ἀγαθή, Θεὸν ἡ κυήσασα, τὸν ὑπερούσιον, ὄφιν τὸν νεκρωσάντα, τὸν πάλαι δόλῳ, ἡμῶν προπάτορας, νεκρώσαντα κραυγάζοντες, βοῶμεν· πρόφθασον, καὶ ζοφώδους, λύτρωσαι κολάσεως, αἰωνίου τοὺς σὲ μακαρίζοντας.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὴν εὐλογίαν ᾔτουν σου, πρὸ τῆς ἐπικρατήσεως, ἀθέων ἐν τῇ Ῥωσσίᾳ, τῶν φιλοχρίστων οἱ δῆμοι, καὶ ἐν καιροῖς κατέφευγον, τοῖς δυσχειμέροις πάνσοφε, Ματρώνα τῇ σῇ χάριτι, στενόντων παραμυθία, γλυκεῖα Ῥώσσων ἁπάντων.

Καὶ τὸ τῆς Ἑορτῆς.

 

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Νέον τῆς Ῥωσσίας σέμνωμα, Ματρώνα ἡ ἀφανῶς, τὴν ὁδὸν διανύσασα, ἐπὶ γῆς βιώσεως, τῆς προσκαίρου καὶ φθάσασα, εἰς ἀπαθείας, καὶ τελειότητος, τῆς ἐν Κυρίῳ, τῷ Παντοκράτορι, ὕψος θεόκλητε, ἐμφανὲς ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν τελούντων μνήμην σου, τὴν πανακήρατον.

 

Μῆτερ ὄντως θεοφώτιστε, ἡ ἐν ἐσχάτοις καιροῖς, ὑπερτέρα τυφλώσεως, ὀφθαλμῶν τοῦ σώματος, ἐποφθεῖσα καὶ σύνοικος, Θεοῦ σοφίας, ἰδεῖν ἠξίωσαι, ἀφθάρτοις κόραις, τὸν Παντοκράτορα, ἐν θείοις δώμασιν, Ὃν δυσώπει πάντοτε ἡμῖν σεμνή, πέμψαι χάριν ἄφθονον, καὶ μέγα ἔλεος.

 

Χαίρει, Ῥώσσων νῦν ὁ σύλλογος, ὁ θεοφόρος τῇ σῇ, θείᾳ μνήμῃ περίδοξε, καὶ σεμνὴ ἀσκήτρια, ἡ ἀρτίως ἐκλάμψασα, βολαῖς σοφίας, καὶ προοράσεως, χρηστοηθείας, καὶ ταπεινώσεως· ὅθεν πανηγύριν, ἄγει νῦν τῆς μνήμης σου, τῆς ἱερᾶς, καὶ δοξάζει Κύριον, τὸν σὲ δοξάσαντα.

 

Ῥεῖθρα, ἀναβλύζει πάνσεμνε, θαυμάτων παντοδαπῶν, ἡ σορὸς τῶν λειψάνων σου, νῦν Ματρώνα ἔνθεε, ἐν Μονῇ Θεομήτορος, Ἁγίας Σκέπης, ἥνπερ μονάζουσαι, κυκλοῦσι πόθῳ, καθάπερ μέλισσαι, καὶ ὁ φιλόχριστος, δῆμος ὡς ἀείῤῥύτος, κρουνὸς γὰρ σήν, χάριν ἣν ἀπείληφας, δεικνύει ἅπασι.

 

 

 

Δόξα. Ἦχος πλ. α΄.

Ἀκαταπλήκτῳ καρδίᾳ ὑπελθοῦσα τὸ μαρτύριον, τῆς ἐπὶ γῆς σου τυφλώσεως καὶ παραλύσεως, τοὺς τυφλοὺς καὶ παρειμένους τῇ ἁμαρτίᾳ συνέσφιγξας, Ματρώνα Ὁσίων Μητέρων ἐγκαλλώπισμα· λαβοῦσα ὅθεν τὸ ἀντιμίσθιον, τῆς ἄνω δόξης, καὶ τὸν καρπὸν δρεπομένη ζωῆς τῆς ἀλήκτου, τὸν Σωτῆρα τῶν πάντων δυσωπεῖς ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Φῶς τὴν στερηθεῖσαν ἐκ γενετῆς, ὀφθαλμῶν Ματρώναν, εὐφημήσωμεν εὐλαβῶς, ὡς πνευματοφόρων, ἀσκητριῶν Ῥωσσίας, ἀγλάϊσμα τὸ νέον, καὶ σκεῦος χάριτος.

 



ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὴν ἐν Ῥωσίᾳ διαλάμψασαν ἄρτι, ὑπομονῇ ἐν τοῖς ἑκάστοτε πόνοις, ἀγάπῃ πρὸς τοὺς πάσχοντας καὶ πρὸς τὸν Θεόν, ταπεινώσει μέλψωμεν, ἀπαθείᾳ καὶ νήψει, μελιῤῥύτοις ᾄσμασι, θεοφόρον Ματρώναν, αὐτῆς λιτὰς ἀόκνους εὐλαβῶς, πρὸς τὸν Δεσπότην Χριστὸν ἐξαιτούμενοι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ματρῶνα, λιταῖς σου, σκότη μου διάλυσον. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ματρώνα δικαίως ὑπὸ σεπτοῦ, ἡ ὀνομασθεῖσα, στῦλος ὄγδοος ἀχανοῦς, Ῥωσίας Κρονστάνδης Ἰωάννου, ἐν εὐσεβείᾳ ἡμᾶς πάντας στήριξον.
γίασον πάντας σε εὐλαβῶς, Ματρώνα τιμῶντας, ὥσπερ κρήνην ἁγιασμοῦ, θεόβρυτον καὶ πηγὴν θαυμάτων, τὴν ἐν Ῥωσίᾳ ἀρτίως ἐκβλύσασαν.
Τοῦ κόσμου ἀσκήτρια θαυμαστή, Ματρώνα Ὁσία, δυσχειμέροις ἐν τοῖς καιροῖς, δεινῆς ἀθεΐας ἐν Ῥωσίᾳ, ἡ διαλάμψασα ῥῦσαί με θλίψεων.
Θεοτοκίον.
οαῖς Μητροπάρθενε ῥυπτικῶν, εὐχῶν σου πρὸς Κτίστην, καὶ Υἱόν Σου ἡμῶν παθῶν, κατάσβεσον φλόγα χαμαιζήλων, Θεογεννῆτορ μερόπων διάσωσμα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
ς πυξίον σοφίας καὶ ἀρετῆς μέλψομεν, σὲ τῶν εὐσεβῶν αἱ χορεῖαι, χάριτος σκήνωμα, Ματρώνα καὶ δωρεῶν, παντοδαπῶν ἐκμαγεῖον, οἱ ἐν δίναις σπεύδοντες, τῇ μεσιτείᾳ σου.
Νῦν ἀόμματε Μῆτερ ἡ τῆς ψυχῆς ὄμματα, ἔχουσα σαφῶς ἐστραμμένα, πρὸς τὸν οὐράνιον, Νυμφίον καὶ Λυτρωτήν, Ματρώνα ἄνοιξον κόρας, τὰς ἡμῶν θεάσασθαι, τὰ ὑπὲρ ἔννοιαν.
σκουμένων γυναίων θεοειδὲς ἔκτυπον, ἡ ὀφθεῖσα Πνεύματος θείου, κατοικητήριον, τῷ σῷ Νυμφίῳ Χριστῷ, Ματρώνα πρέσβευε σῶφρον, δοῦναι τοῖς τιμῶσί σε, χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Λυμεώνος ἀΰλου γένους βροτῶν Δέσποινα, κεχαριτωμένη Μαρία, θεία ὀλέτειρα, ἐξ ἐπηρείας αὐτοῦ, ἀπάλλαξόν με ἐν τάχει, τὸν ψυχῇ καὶ χείλεσι, Σὲ μακαρίζοντα.
Διάσωσον, ἀπὸ κινδύνων Ματρώνα τοὺς σὲ τιμῶντας, ὡς νεόφωτον ἀρετῶν παντοίων ἀπαύγασμα, καὶ ἄστρον πρὸς στένοντας συμπαθεία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν ὑπομονῇ καὶ ταπεινώσει λάμψασαν, ἐν χρόνοις δεινοῖς Ῥωσίας ἀνυμνήσωμεν, ἀσκήτριαν κράζοντες· τιμαλφὲς ἀρετῶν ἀνακτόριον, Ματρώνα χάριν εὕρηκας Χριστῷ, πρεσβεύειν ὑπὲρ τῶν εὐφημούντων σε.




ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
κετῶν εἰς βοήθειαν, σπεῦσον σῶν Ματρώνα θεοχαρίτωτε, σαρκοφόρος ὥσπερ ἄγγελος, ἐν Ῥωσίᾳ ἄρτι διαλάμψασα.
Ταπεινώσεως σκήνωμα, καὶ εἰκὼν πανεύφημε προοράσεως, τήρει πάντας τοὺς τιμῶντάς σε, ἐν ὑπομονῇ καὶ νήψει πάντοτε.
σινεῖς διατήρησον, νόσων κατωδύνων τοὺς ἐκζητοῦντάς σου, τὰς πρεσβείας πρὸς τὸν Ὕψιστον, θεαυγὲς Ματρώνα ὑπερένδοξε.
Θεοτοκίον.
λαστήριον ἄμεσον, κόσμου ἀπολύτρωσαι Μητροπάρθενε, τοὺς πιστῶς Σε μακαρίζοντας, καὶ ἐκδεχομένους τὴν Σὴν εὔνοιαν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σοῦ τὴν εὐαγῆ, πολιτείαν ἀναμέλποντες, ἐν τῷ κόσμῳ ἐξαιτούμεθα εὐχάς, πρὸς τὸν Κύριον Ματρώνα τὰς ἀόκνους σου.
Στήριξον ἡμᾶς, ἐν τῇ πίστει τοὺς προστρέχοντας, σῇ Ματρώνα γεραρὰ ἐπισκοπῇ, καὶ ὑμνοῦντάς σε ὡς στῦλον θεοφώτιστον.
λβε τῆς Χριστοῦ, Ἐκκλησίας πολυτίμητε, θησαυρὸν Ματρώνα ὥσπερ τιμαλφῆ, θείας Σκέπης μάνδρα ἔχει τὰ σὰ λείψανα.
Θεοτοκίον.
μνοις Σε ἀεί, σωτηρίας ὡς κρηπίδωμα, καταστέφομεν βροτῶν Μῆτερ Θεοῦ, καὶ χαρᾶς ἡμῶν ἀλήκτου θείαν πρόξενον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Στηρίζουσα, δῆμον ἐμπερίστατον, δυσχειμέροις ἀθεΐας ἐν χρόνοις, Μῆτερ Ματρώνα οὐκ ἔπαυσας Ῥώσων, ἐπιζητούντων ἀλήθειαν πίστεως, ἡ νῦν στηρίζουσα εὐχαῖς, σαῖς πρὸς Κύριον πάντας ἱκέτας σου.
Κραυγάζειν σοι, εὐσεβῶν ὁμήγυρις, καταφεύγουσα Ματρώνα σῇ σκέπῃ, καὶ ἀκλινῆ προστασία ὑψόθεν, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα, Κυρίου νύμφη τοὺς πιστῶς, μελῳδοῦντας ἀσκήσεως πόνους σου.
μμάτων μου, τῆς ψυχῆς διάνοιξον, θεοφόρητε Ματρώνα τὰς κόρας, τοῦ βλέπειν πάντα συμφέροντα κράζω, ἡ ἀομμάτως τὸν βίον ἀνύσασα, καὶ παρειμένη ἐν καιροῖς, τοῖς ἐσχάτοις Ῥωσίας ὡράϊσμα.
Θεοτοκίον.
Τὴν δέησιν, Θεοτόκε Δέσποινα, ἡ τεκοῦσα ὑπὲρ λόγον τὸν Λόγον, Θεοῦ Ὑψίστου προσδέχου Σου δούλου, πανευμενῶς τοῦ ζητοῦντος τὴν χάριν Σου, καὶ ἀνυμνοῦντος εὐλαβῶς, τοῦ Υἱοῦ Σου καὶ Κτίστην τοῦ σύμπαντος.
Διάσωσον, ἀπὸ κινδύνων Ματρώνα τοὺς σὲ τιμῶντας, ὡς νεόφωτον ἀρετῶν παντοίων ἀπαύγασμα, καὶ ἄστρον πρὸς στένοντας συμπαθεία.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων.
Τὴν δυναμένην τοῦ Πνεύματος χάριτι, προβλέπειν πάντα ἐσόμενα μέλψωμεν, Ματρώναν Ῥωσίας ἀγλάϊσμα, ὡς γυναικῶν θεαυγῶν ἰσοστάσιον, καὶ κόσμου μεσίτριαν ἔνθερμον.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον. Κατὰ Μάρκον (Κεφ. η΄-θ΄ 1)
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· Ὅστις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, οὗτος σώσει αὐτήν. τί γὰρ ὠφελήσει ἄνθρωπον ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον, καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων. Καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσί τινες ὧδε τῶν ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.
Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὴν παραμυθήσασαν, ἐμπεριστάτων χορείας, Ῥώσων ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις μέλψωμεν, ὕμνοις πρέπουσι, τοῦ Θεοῦ χάριτι, θεαυγῆ Ματρώναν, τὴν ἀόμματον ἀσκήτριαν, ἧσπερ ὁ Κύριος, τῆς ψυχῆς τὰ ὄμματα ἤνοιξεν, ὁρᾶν τὰ ἐν τῷ μέλλοντι, καὶ τῶν καρδιῶν τὰ ἐνδότερα, καὶ ἐν κατανύξει, κραυγάσωμεν· διάνοιξον ἡμῶν, ψυχῶν εὐχαῖς σου τὰ βλέφαρα, βλέπειν τὰ σωτήρια.









ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ἐν κόσμῳ ὁσίως καὶ ἀμέμπτως τὸν βίον ἐκδαπανήσασα, Ματρώνα καὶ ἀρθεῖσα, πρὸς δόμους ἀφθαρσίας, μὴ ἐλλίπῃς ἑκάστοτε, ὑπὲρ τῶν σῶν ἱκετῶν, πρεσβεύουσα Κυρίῳ.
Μῆτερ πνευματοφόρε τῆς Ῥωσίας Ματρώνα τὸ νέον σέμνωμα, ἐπάκουσον φωνῆς μου, δεήσεως καὶ ῥῦσαι, συμφορῶν καὶ κακώσεων, καὶ τῆς γεέννης πυρός, τὸν καταφεύγοντά σοι.
Οὐρανόφωτος στήλη ταπεινώσεως Μῆτερ εὐχῆς καὶ νήψεως, ἐπώφθης ἐκ κοιλίας, μητρὸς προορισθεῖσα, καταυγάσαι πυρσεύμασιν, σῶν διδαχῶν τὸν λαόν, ἐν ἀθεΐας χρόνοις.
Θεοτοκίον.
περύμνητε Μῆτερ Σὴν ἁγίαν εἰκόνα ὡς ὄλβον ἄσυλον, ἐπονομαζομένην, ἁμαρτωλῶν ἁπάντων, σωτηρία ἡ πάνσεπτος, Ματρώνα ἔσχεν παντί, ἐν βίῳ Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Δακρυῤῥοοῦντες, τὰς σὰς λιτὰς ἐκζητοῦμεν, οἱ ἐν θλίψεσιν ὄντες Ματρώνα, πρὸς τὸν σὸν Νυμφίον, καὶ Λυτρωτὴν τοῦ κόσμου.
σθι ἀκέστωρ, τῶν σὲ ὑμνούντων Ματρώνα, ταπεινώσεως ὡς μυροθήκην, καὶ δοχεῖον πλῆρες, ὑπομονῆς ἐν βίῳ.
γίων νέων, συνηριθμήθης χορείαις· μεθ’ ὧν χαίρῃ ἀπαύστως ἐν πόλῳ, καὶ Χριστῷ πρεσβεύεις, ὑπὲρ ἡμῶν Ματρώνα.
Θεοτοκίον.
Λειμὼν εὐώδης, Μῆτερ Θεοῦ παρθενίας, καὶ ἡδύπνοος κῆπος ἁγνείας, πέλουσα Σοὺς δούλους, καθήδυνον ὀδμαῖς Σου.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
πὲρ τῶν σὲ τιμώντων, καὶ ἀσπαζομένων, ἐν τῇ Μονῇ θείας Σκέπης σὰ λείψανα, Χριστὸν δυσώπει Ματρώνα τὸν σὲ δοξάσαντα.
Στηρίζουσα μὴ παύσῃ, στῦλε τῆς Ῥωσίας, τοὺς κλονουμένους Ματρώνα ἑκάστοτε, εὐχῶν σου ῥάβδῳ πρὸς Κτίστην τὸν πανευΐλατον.
ρθοφρονούντων πάντων, Ῥώσων ἀντιλῆπτοε, Ματρώνα πλάνης ὁμίχλην ἐκδίωξον, καὶ τὴν ἀχλὺν τὴν ζοφώδη, λῦσον αἱρέσεων.
Ναὲ χρηστοηθείας, πάγχρυσε Ματρώνα, ναοὺς ἡμᾶς ἐγρηγόρσεως πάντιμε, δεῖξον τοὺς μνήμην τιμῶντας σὴν ἀεισέβαστον.
Θεοτοκίον.
Χαρίτων θεοσδότων, κεχαριτωμένη, ἁγνὴ Παρθένε ταμεῖον ἀσύλητον, τοὺς Σὲ γεραίροντας πόθῳ ἀεὶ χαρίτωσον.





Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν ἐν κόσμῳ ἀσκητριῶν, καύχημα Ματρώνα, τῶν ἀσκήσει θεοτερπεῖ, ἀρετῶν εἰς ὕψος, καταντησάντων μέγα, νεόφυτον Ῥωσίας, ἄνθος ἡδύπνοον.
Πάντας τοὺς προστρέχοντας εὐλαβῶς, σοῦ ταῖς ἱκεσίαις, πρὸς τὸν Κύριον Ἰησοῦν, σὸν σεπτὸν Νυμφίον, ἐν οὐρανοῖς Ματρώνα, συντήρει ἐπηρείας, πλάνου ἀπήμονας.
Χαίροις διοράσεως ὁ κανών· χαίροις ἡ ἀκρότης, τῆς ἐν βίῳ ὑπομονῆς· χαίροις τῆς Ῥωσίας, ὁ ὄγδοος ὁ στῦλος, Ματρώνα θεοφόρε, πίστεως πρόβολε.
Χαίροις ἡ ἀόμματος ἐκ γαστρός, ἡ χαριτωθεῖσα, Παρακλήτου αὔραις τερπναῖς· χαίροις συμπαθείας, πρὸς πάσχοντας Ματρώνα, καὶ πρὸς ἐμπεριστάτους, στῦλος ἀκράδανος.
Δίδου τοῖς τιμῶσί σε ἀκλινῶς, εὐκλεὲς Ματρώνα, ἐν τῷ βίῳ ὑπομονήν, καὶ ἰσχὺν πατῆσαι, τὸ φρύαγμα τοῦ πλάνου, ἡ στέρησιν ὀμμάτων, καθυπομείνασα.
Φῶς τὴν στερηθεῖσαν ἐκ γενετῆς, ὀφθαλμῶν Ματρώναν, εὐφημήσωμεν εὐλαβῶς, ὡς πνευματοφόρον, ἀσκητριῶν Ῥωσίας, ἀγλάϊσμα τὸ νέον, καὶ σκεῦος χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, ἐν ἐσχάτοις τοῖς καιροῖς, κεκλεισμένων Μῆτερ ἐχόντων, τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, καὶ αὐτῆς συμφέροντα, Ματρώνα πάνσεμνε, παρορόντων διάνοιξον, καὶ δεῖξον τὴν τρίβον, πρὸς ζωὴν ἀπάγουσαν, τὴν αἰωνίζουσαν, τοῖς εἰλικρινῶς σε τιμῶσιν, ὡς Ῥωσίδος πάνσεπτον γόνον, καὶ ταμεῖον χάριτος ἀκένωτον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.





Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου