Σάββατο 1 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 8. ΑΓΙΟΙ ΟΣΙΟΜΑΡΤΥΡΕΣ ΘΕΟΦΑΝΗΣ & ΠΑΪΣΙΟΣ ΚΟΛΛΥΒΑΔΕΣ


ΙΟΥΝΙΟΣ Η΄.
ΘΕΟΦΑΝΗΣ & ΠΑΪΣΙΟΣ ΚΟΛΛΥΒΑΔΕΣ ΟΣΙΟΜΑΡΤΥΡΕΣ
ΑΚΟΛΟΥΘΙΑ
(ὑπὸ Χαραλάμπους Μ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῶν Κολλυβάδων Πατέρων ἐγκωμιάσωμεν, τὴν θείαν ξυνωρίδα, ἀσκουμένην ἐν Σκήτῃ, Ἁγίας Ἄννης ὕμνοις πάντες πιστοί, στεφηφόρον Παΐσιον, καὶ Θεοφάνη ῥιφεῖσαν χερσὶ λῃστῶν, εἰς βυθὸν θαλάσσης ἄμετρον.

Ἁγίας Ἄννης ἀζύγων δυάδα μέλψωμεν, ἐν ὕμνοις Θεοφάνη, καὶ αὐτῷ τὸν ἐκθύμως, ὑπείκοντα τοῖς λόγοις μύστην Χριστοῦ, Μυστηρίων Παΐσιον, τοὺς διὰ φθόνον ῥιφέντας εἰς τὸν βυθόν, τῆς θαλάσσης οἱ φιλέορτοι.

Τῶν ἐμμενόντων εἰς πίστιν ἀκαινοτόμητον, εἰς δόγματα πατρῷα, καὶ ὀρθὰς παραδόσεις, πατέρας θεοφόρους καὶ εὐσταλεῖς, Νεομάρτυρας μέλψωμεν, σὺν Θεοφάνει τῷ Γέροντι τὸν σεπτόν, καὶ πανόσιον Παΐσιον.

Χερσὶ λῃστῶν μιαιφόνων τοὺς ἐκμετρήσαντας, βυθὸν τὸν τῆς θαλάσσης, ἐν ἐσχάτοις τοῖς χρόνοις, τιμήσωμεν οἱ δῆμοι τῶν εὐσεβῶν, νέους Ὁσιομάρτυρας, σὺν Θεοφάνει τῷ Γέροντι τὸν αὐτοῦ, ὑποτακτικὸν Παΐσιον.

Δόξα. Ἦχος β΄.
Ξυνωρίδα πατέρων τὴν ἀκαινοτόμητον, μαρτυρικῶς σφραγίσασαν τὸν ὀρθόδοξον αὐτῆς βίον, Παΐσιον καὶ Θεοφάνη τιμήσωμεν, ὡς πίστεως ὡραΐσματα οὕτω λέγοντες· οἱ χερσὶ μιαιφόνοις ἀποκτανθέντες, καὶ διὰ θαλάσσης καταντήσαντες εἰς ἐπάλξεις οὐρανίους, ἀξιώσατε αὐτῶν καὶ ἡμᾶς ἀπολαῦσαι, τῶν Ὀρθοδοξίαν φιλούντων, καὶ τιμώντων ἐν ὕμνοις ὑμῶν τὸ μαρτύριον.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε ἡ ξυνωρίς, Πατέρων Κολλυβάδων, Θεόφανες ἀζύγων, σεμνότης καὶ γενναῖε, Παΐσιε νεόαθλοι.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Φύλακας ἀκλινεῖς, δογμάτων ὀρθοδόξων, τιμήσωμεν ἐν ὕμνοις, φωσφόρον Θεοφάνη, καὶ θεαυγῆ Παΐσιον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Φαίνει πάσῃ τῇ γῇ, ὑμῶν ἡ ἀριστεία, ἐν τῇ ὑποστηρίξει, Παΐσιε πατρώων, δογμάτων καὶ Θεόφανες.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, καὶ Κτίστης τῶν ἁπάντων, Τριὰς ὑπεραγία, ὁ φωτισμὸς τοῦ κόσμου, τὸ σθένος καὶ ἡ δύναμις.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Μῆτερ Θεοῦ, Ἁγίου Ὄρους σκέπη, ἀκέστορ ἀντιλῆπτορ, καὶ φύλαξ καὶ προστάτις, καὶ δύναμις καὶ σέμνωμα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Δεῦτε μέλψωμεν ὕμνοις Ὁσιομάρτυρας, χερσὶν ἀνόμων βληθέντας, εἰς τῆς θαλάσσης βυθόν, κακοδόξων ὡς ἀντιφρονοῦντας κράζοντες· κλέη Ἁγιαννανιτῶν, εἰρηνεύσατε ὑμῶν, πρεσβείαις τὴν Ἐκκλησίαν, Χριστοῦ Παΐσιε μάκαρ, καὶ πνευματέμφορε Θεόφανες.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐκ τοῦ Ἄθωνος θεῖοι ὡς ἀστέρες ἀνέτειλαν, Σκήτην τῆς Προμήτορος Ἄννης, ἐν ἀσκήσει αὐγάσαντες· ὁ Γέρων Θεοφάνης ὁ σοφός, Παΐσιος ὁμοῦ ὁ Αἰτωλός, καὶ τοὺς νόμους τοὺς πατρώους ἀθλητικοῖς, ἀγῶσιν ἐπεσφράγισαν· χαίρετε Κολλυβάδες ἱεροί, χαίρετε στῦλοι πίστεως, χαίρετε οἱ θαλάσσης εἰς βυθόν, ἐν δόξῃ τελευτήσαντες.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐπαξίως Θεόφανες, καὶ Παΐσιε ἄφθαρτον, στέφος ἐξ ὑψίστου χειρῶν εἰλήφατε, ὡς ὀρθοδόξου φρονήματος, λαμπάδες νεόφωτοι, καὶ πυρσοὶ νεολαμπεῖς, ἀριστείας ἐν σκάμμασι, τῆς ἀθλήσεως· διὸ μνήμην ὑμῶν ἐπιτελοῦντες, εὐλαβῶς ὑμῶν πρεσβείας, θεοπειθεῖς ἐκδεχόμεθα.

Πίστιν ἀκαινοτόμητον, τὴν πατρώαν τηρήσαντες, καὶ Ἁγίας Ἄννης καθαγιάσαντες, τὴν Σκήτην πόνοις ἀσκήσεως, ὑμῶν ἀπειλήφατε, μαρτυρίου ἀληθῶς, στέφη μάκαρ Θεόφανες, καὶ Παΐσιε, Κολλυβάδων οἱ φέροντες τὸ στίγα, καὶ σφραγῖδα ὀρθοδόξου, Ὁσιομάρτυρες πίστεως.

Προσευχῆς καλλωπίσματα, ἀκτησίας σεμνώματα, ἐμμονῆς μυράλειπτρα εὐωδέστατα, ἐν τοῖς πατρώοις διδάγμασι, Θεόφανες ἔνθεε, καὶ Παΐσιε σεπτέ, οἱ βληθέντες εἰς θάλασσαν, δι’ εὐσέβειαν, ἀφθαρσίας εἰλήφατε στεφάνους, ἐκ χειρῶν τοῦ στεφοδότου, νέμοντος πᾶσι τὰ πρόσφορα.

Καλλιγράφε Παΐσιε, ἱερέων εὐπρέπεια, σταθηρὸς ἐμμένων ἐν παραδόσεσι, ταῖς ὀρθοδόξοις ἐνήθλησας, στεῤῥῶς σὺν τῷ Γέροντι, Θεοφάνει σοῦ σεπτῷ, καὶ Μαρτύρων τοῖς τάγμασι, συνηρίθμησαι· ὅθεν μνήμην τὴν σὴν ἐπιτελοῦντες, οἱ φιλόκαλοι αἰνοῦμεν, τὴν σὴν πανίερον ἄθλησιν.

Νεοάθλων τῆς πίστεως, κοσμιότης Θεόφανες, τῆς Ἁγίας Ἄννης οἰκῆτορ Σκήτεως, σὺν Παϊσίῳ διήνυσας, ὁδὸν τῆς ἀσκήσεως, σοῦ τῷ ὑποτακτικῷ, εὐλαβῶς καὶ ἀθλήσεως, χαίρων Ὅσιε, σὺν αὐτῷ ἐμβληθεὶς εἰς τῆς θαλάσσης, τὸν βυθὸν ἵνα εἰς ὕψος, ἀνέλθῃς πόλου ὑπέρφωτον.

Κολλυβάδων ὁμήγυριν, τὴν σεπτὴν ἠγλαΐσατε, τῶν ἐνισταμένων Πατέρων ἔνδοξοι, διὰ δογμάτων τῆς πίστεως, πατρώων ἀλλοίωσιν, Ἀθωνῖται εὐλαβεῖς, καὶ βυθὸν ἐκμετρήσατε, τὸν θαλάσσιον, μιαιφόνοις χερσὶ σεπτοὶ Πατέρες, σὺν ἐνθέῳ Παϊσίῳ, σοφίας φάρε Θεόφανες.

Δόξα. Ἦχος πλ. β΄.
Τοὺς ἀσκήσει καὶ ἀθλήσει διαλάμψαντας ἀρτίως, πατέρας τῆς Σκήτεως Ἁγίας Ἄννης, Παΐσιον καὶ Θεοφάνη τιμήσωμεν, ὡς φωστῆρας τῆς εὐσεβείας καὶ ἀριστείας οὕτω λέγοντες· ὀσφράδια τῆς ἀκαινοτομήτου ἡμῶν πίστεως πάντερπνα, οἱ φιλοκάλως τὸν βίον ἀνύσαντες, καὶ ὑπὲρ τῆς εὐσεβείας ἀγωνισάμενοι ἕως μαρτυρίου, εὐφράνατε ἡμῶν τὰς καρδίας εὐωδίᾳ τῶν ὑμετέρων, κατορθωμάτων, καὶ Χριστῷ πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.




Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ Ὀρθοδόξων ὁ δῆμος, τελῶν τὴν μνήμην τῆς ξυνωρίδος τῶν νέων ἀσκητῶν καὶ Μαρτύρων, Παϊσίου καὶ Θεοφάνους· αὐτοὶ γὰρ θεαρέστως ἀσκήσαντες ἐν τῇ Σκήτῃ τῆς Ἁγίας Ἄννης, μαρτυρικῶς δι’ εὐσέβειαν, ἐν τῷ βυθῷ τῆς θαλάσσης τὸν βίον ἐτέλεσαν· καὶ νῦν Ὁσίων καὶ Μαρτύρων τὰ βραβεῖα δεξάμενοι, Χριστῷ ἀδιαλείπτως πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Ἀσκήσεως πόνοις λαμπρύναντες τῶν ψυχῶν τὸ ἔνδυμα, ἀθλητικοῖς καμάτοις αὐτὸ ἐπεχρώσατε Παΐσιε καὶ Θεόφανες· οὐρανῶν γὰρ φωτόλαμπρον στολὴν ἀμπεχόμενοι, εἰς τὴν χαρὰν εἰσήλθατε τοῦ ὑμῶν Κυρίου, Αὐτῷ ἀπαύστως συνευφραίνεσθαι, καὶ πρεσβεύειν ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ὀρθοδοξίας ἐγείραντες τρόπαια, καὶ ὑπερμαχήσαντες τῶν πατρώων παραδόσεων, ἀσκήσει καὶ μαρτυρίῳ Θεῷ εὐηρεστήσατε, νέοι Ὁσιομάρτυρες Παΐσιε καὶ Θεόφανες· ὅθεν τὴν μνήμην ὑμῶν ἐπιτελοῦντες σήμερον, τοὺς ὑπὲρ τῆς εὐσεβείας ὑμῶν ἀγῶνας μεγαλύνομεν, καὶ Χριστὸν δοξάζομεν τὸν πᾶσι πιστοῖς παρέχοντα, τὸ μέγα καὶ πλούσιον ἔλεος.

Δόξα. Ἦχος δ΄.
Χερσὶν ἀργυρωνήτων λῃστῶν συλληφθέντες, καὶ ἰταμῶς ὑπ’ αὐτῶν κολαφιζόμενοι καὶ μαστιγούμενοι, εἰς βυθὸν θαλάσσης ἐβλήθητε, νέοι τῆς εὐσεβείας καλλιμάρτυρες, Γέρον Θεόφανες καὶ Ἱερεῦ Παΐσιε· λιπόντες οὖν ἐν τῇ Σκήτῃ τῆς Ἁγίας Ἄννης ὑμῶν κονίστραν, τῷ παρέχοντι πᾶσιν ὑμῶν δεήσεσι τὸ ἄμετρον ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Νεῦσον παρακλήσει σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, Νεομαρτύρων δυάς, τῶν ἀσκητῶν Ἁγίας Ἄννης τῆς Σκήτεως, ἐν ἔτεσι τοῖς ἐσχάτοις, ἀσκητικῇ ἀγωγῇ, καὶ λαμπρᾷ ἀθλήσει, διαλάμψασα· Πατέρες πανόσιοι, ἀρετῆς ὡραΐσματα, ὀρθῶν δογμάτων, καὶ σεπτῶν παραδόσεων, πολυτίμητοι, καὶ χρυσόπλοκοι στέφανοι, πανευσθενὲς Θεόφανες, σοφίας ἐκτύπωμα, καὶ εὐλαβῶν ἱερέων, καὶ καλλιγράφων ἀκρώτεια, Παΐσιε μάκαρ, οὐρανοῦ περικοσμεῖτε, λαμπρὰ σκηνώματα.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ἡ θαυμαστὴ ξυνωρίς, τῶν Κολλυβάδων ἀσκητῶν ἡ ἐν ἔτεσιν, ἀθλήσασα τοῖς ἐσχάτοις, ὑπερμαχοῦσα ἠθῶν, τῶν σεπτῶν καὶ θείων, παραδόσεων· Παΐσιε Ὅσιε, ἱερέων εὐπρέπεια, σὺν Γέροντί σου, Θεοφάνει τῷ ἔμφρονι, εὐτελέστατον, τῆς ἀσκήσεως τρίβωνα, αἵμασιν ἐπιχρώσαντες, ὑμῶν καὶ τοῖς ὕδασι, καθαγιάσαντες ἄρτι, τοῖς θαλαττίοις μακάριοι, Κυρίῳ συγχαίρειν, ἠξιώθητε ἐν δόμοις, αἰωνιότητος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Μνήμην, ἐπιτελοῦντες ὑμῶν, τὴν ἱερὰν καὶ παμφαῆ καὶ πανέορτον, ὡς πίστεως ὀρθοδόξου, ὑμᾶς τιμῶμεν πυρσούς, φάρους εὐσεβείας, παραδόσεως, πατρώας ὑπέρφωτα, καὶ λαμπρὰ φρυκτωρήματα, καὶ ἀριστείας, ἄστρα νεολαμπέστατα, καλλιμάρτυρες, Ἀθλοφόρε Παΐσιε, καὶ θεαυγὲς Θεόφανες· οἰκήτορες Ἄθωνος, Ἁγίας Σκήτεως Ἄννης, στρουθία τὰ ἐπὶ δώματος, μονάζοντα θεῖοι, καὶ εὐλαλῶς κελαδοῦντα, πατρῷα δόγματα.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀνδρειοτάτῃ ψυχῇ καὶ φωνῇ πεπαῤῥησιασμένῃ, τῆς εὐσεβείας κήρυκες ἀνεδείχθητε, καὶ ὀρθῶν δογμάτων προασπισταὶ ἄχρι θανάτου, Παΐσιε καὶ Θεόφανες νεόαθλοι· ὅθεν τὴν μνήμην ὑμῶν εὐλαβῶς πανηγυρίζοντες, τὰς πρὸς Κύριον ὑμῶν ἀπεκδεχόμεθα δεήσεις, τὸν παρέχοντα πᾶσι τὸ μέγα καὶ πλούσιον ἔλεος.



Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Δεῦτε μέλψωμεν ὕμνοις Ὁσιομάρτυρας, χερσὶν ἀνόμων βληθέντας, εἰς τῆς θαλάσσης βυθόν, κακοδόξων ὡς ἀντιφρονοῦντας κράζοντες· κλέη Ἁγιαννανιτῶν, εἰρηνεύσατε ὑμῶν, πρεσβείαις τὴν Ἐκκλησίαν, Χριστοῦ Παΐσιε μάκαρ, καὶ πνευματέμφορε Θεόφανες.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐκ τοῦ Ἄθωνος θεῖοι ὡς ἀστέρες ἀνέτειλαν, Σκήτην τῆς Προμήτορος Ἄννης, ἐν ἀσκήσει αὐγάσαντες· ὁ Γέρων Θεοφάνης ὁ σοφός, Παΐσιος ὁμοῦ ὁ Αἰτωλός, καὶ τοὺς νόμους τοὺς πατρώους ἀθλητικοῖς, ἀγῶσιν ἐπεσφράγισαν· χαίρετε Κολλυβάδες ἱεροί, χαίρετε στῦλοι πίστεως, χαίρετε οἱ θαλάσσης εἰς βυθόν, ἐν δόξῃ τελευτήσαντες.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.
















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Πατέρες παμφαεῖς, τῶν πατρώων δογμάτων, φωστῆρες τηλαυγεῖς, ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀκτῖσιν ἐλάμψατε, θεαρέστου ἀσκήσεως, καὶ ἀθλήσεως, στεῤῥᾶς Παΐσιε μάκαρ, καὶ Θεόφανες, Ἁγίας Σκήτεως Ἄννης, λαμπρὰ ὡραΐσματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαρὰ Χριστιανῶν, Θεοτόκε Παρθένε, τῶν θλίψεων ἀχλύν, ἀποδίωξον τάχος, τῶν πίστει σπευδόντων σοι, ἐν δειναῖς περιστάσεσι, καὶ ἀπάλλαξον, ἐκ λυπηρῶν τῆς ὀμίχλης, τοὺς προστρέχοντας, Σῇ ἀῤῥαγεῖ ἀντιλήψει, καὶ σκέπῃ καὶ χάριτι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Νεόδρεπτα λείρια τῆς Ἐκκλησίας Χριστοῦ, κιννάμωμα εὔοσμον ἀσκητικῶν ἀρετῶν, ηὐφράνατε Ἄθωνος, Σκήτην Ἁγίας Ἄννης, ἐμμονῆς εὐωδίᾳ, δόγματα εἰς πατρῷα, καὶ σεπτοῦ μαρτυριου, Παΐσιε στεῤῥὲ καὶ λαμπάς, θάῤῥους Θεόφανες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Ἄθωνος σέμνωμα Θεογεννῆτορ ἁγνή, θεόθεν ἐπόπτευε καὶ περιφρούρει ἀεί, τοὺς ὕμνοις τιμῶντάς Σε, Δέσποινα Παναγία, πολυτίμητον εὖχος, σκέπη καὶ προστασία, καὶ ἀντίληψις θεία, ἀζύγων ἐν αὐτῷ εὐλαβῶς, μεγαλυνόντων Σε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Δυάδα ἔνθεον, τὴν ἀθλοφόρητον, Πατέρων μέλψωμεν, φαιδροῖς ἐν ᾄσμασιν, ἐνασκουμένων ταπεινῶς ἐν Σκήτῃ Ἁγίας Ἄννης, ἀπηνῶς εἰς ῥεύματα, τῶν βληθέντων θαυμάσια, ἐν ἐσχάτοις ἔτεσι, δι’ εὐσέβειαν ἅπαντες, καὶ στέφη μαρτυρίου λαβόντων, θεῖα χειρῶν ἐκ τοῦ Ὑψίστου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ΄ 2) Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ὁσιομαρτύρων πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοὺς χερσὶ λῃστῶν κακοπαθήσαντας, καὶ εἰς βυθὸν θαλάσσης βληθέντας διὰ τὴν πατρώαν εὐσέβειαν, Παΐσιον καὶ Θεοφάνη τιμήσωμεν, τοὺς θεαυγεῖς οἰκήτορας τῆς Σκήτεως Ἁγίας Ἄννης, ἐν κατανύξει κραυγάζοντες· Κολλυβάδων Πατέρων ὡραΐσματα, οἱ ἀσκήσει καὶ μαρτυρίῳ διαπρέψαντες, μὴ παύσησθε Κυρίου δεόμενοι, ὑπὲρ τῶν τιμώντων ὑμῶν τὰ παλαίσματα.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Παϊσίῳ καὶ Θεοφάνει ἐγκώμιον πλέκω. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παΐσιε πάντιμε, καὶ θεοφόρε Θεόφανες, ἀσκήσει οἱ λάμψαντες, καὶ μαρτυρίῳ λαμπρῶς, ὡραΐσατε, Χριστοῦ τὴν Ἐκκλησίαν, καὶ πίστιν ὀρθόδοξον, κατελαμπρύνατε.
Ἀνδρείῳ φρονήματι, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι, χοροὺς ἐφαιδρύνατε, σεπτῶν ἁγιορειτῶν, οἱ ἀθλήσαντες, ὠλέναις μιαιφόνοις, διὰ τὴν ὀρθόδοξον, πίστιν θειότατοι.
Ἰσχὺν ἐνδυσάμενοι, Ἁγίας Ἄννης οἰκήτορες, τῆς Σκήτεως ἔνθεοι, θεόθεν τρίβους λαμπρῶς, ἐβαδίσατε, ἀθλήσεως ἀρίστης, καὶ στέφη ἐλάβετε, ἀϊδιότητος.
Θεοτοκίον.
Σὲ πάντες γεραίρομεν, καὶ εὐλαβῶς μακαρίζομεν, ἁγνὴ ἀειπάρθενε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, παντευλόγητε, καταφυγὴ μερόπων, καὶ ἄσειστον στήριγμα, τῶν προστρεχόντων Σοι.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰθύναντες πρὸς Ἁγίας Ἄννης, τὴν Σκήτην τὰ βήματα ὑμῶν, καὶ ἐξ αὐτῆς πρὸς ἄθλησιν, θεάρεστον Παΐσιε, καὶ θαυμαστὲ Θεόφανες, διπλοῦς στεφάνους εἰλήφατε.
Ὡς κλέη Πατέρων Κολλυβάδων, Θεόφανες λύχνε ἀρετῆς, καὶ ἱερεῦ Παΐσιε, κοσμῆτορ ταπεινώσεως, ὑμᾶς τιμῶμεν ἄσμενοι, μελισταγέσιν ἐν ᾄσμασι.
Κατάστικτοι μώλωψι Πατέρες, χερσὶ μιαιφόνοις ἀπηνῶς, εἰς τὸν βυθὸν ἐβλήθητε, θαλάττης Νεομάρτυρες, περιφανὲς Θεόφανες, καὶ καρτερόφρον Παΐσιε.
Θεοτοκίον.
Ἀπείρανδρε Κεχαριτωμένη, ἐπόπτευε πάντας ἀκλινῶς, θεόθεν τοὺς προστρέχοντας, τῇ παναγίᾳ σκέπῃ Σου, καὶ ἀρωγῇ ἐν κλύδωσι, καὶ ἀλγειναῖς περιστάσεσι.




Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Δεῦτε μέλψωμεν, τοὺς φιλοκάλους, εὐσεβόφρονας, καὶ τῶν πατρώων, παραδόσεων κοσμήτορας Μάρτυρας, σὺν Θεοφάνει Παΐσιον Σκήτεως, Ἁγίας Ἄννης γενναίους οἰκήτορας, ὡς προπύργια ἀσάλευτα ὁσιότητος, καὶ στύλους φωταυγεῖς λαμπρᾶς ἀθλήσεως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεία ἔφορε, Ἁγίου Ὄρους, καταφύγιον, ἐμπεριστάτων, φύλαξ ἄγρυπνε πιστῶν ὁμηγύρεως, παραμυθία τῶν ὄντων ἐν θλίψεσι, καὶ οὐρανόσδοτε σκέπη προσφύγων Σου, φρούρει πάντοτε Παρθένε ἐν περιστάσεσι, τοὺς σπεύδοντας τῇ θείᾳ προστασίᾳ Σου.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἱερέων Ἀθλοφόρων, νέον σέβας Παΐσιε, σὺν τῷ Γέροντί σου, Θεοφάνει δρόμον διήνυσας, τοῦ μαρτυρίου καὶ στέφανον χρυσόπλοκον, ἀφθαρτότητος, ἐκ τοῦ Ὑψίστου ἀπείληφας.
Θεοφάνη εὐφημοῦμεν, τὸν ἐν Σκήτῃ ἀσκήσαντα, τῆς Ἁγίας Ἄννης, καὶ σὺν Παϊσίῳ βαδίσαντα, αὐτῷ ὑπείκοντι διόδον ἀθλήσεως, δι’ εὐσέβειαν, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσιν.
Ἐνηθλήσατε γενναίως, καὶ εἰς ῥεῦμα έβλήθητε, τῆς θαλάσσης λίθους, ἐν τραχήλοις φέροντες ἔνδοξοι, σὺν Θεοφάνει Παΐσιε τρισόλβιοι, καλλωπίσματα, Ἁγίας Ἄννης τῆς Σκήτεως.
Θεοτοκίον.
Οὐρανῶν ὑψηλοτέρα, Θεοτόκε πανύμνητε, Ὄρους τοῦ Ἁγίου, σκέπη ἀντιλῆπτορ καὶ ἔφορε, τῶν μονοτρόπων χορείαις ἐπιβράβευσον, προστασίαν Σου, τὴν ἀῤῥαγῆ καὶ βοήθειαν.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Φωτὶ τῆς ἀθλήσεως, Παΐσιε φωτόλαμπρε, καὶ φαιδρὲ Θεόφανες φωσφόρε, τῇ ταπεινώσει, πᾶσαν ηὐγάσατε γῆν, ὑμῶν τῇ πανσέπτῳ ἐμμονῇ, εἰς πατρῷα δόγματα, καὶ ὀρθόδοξον φρόνημα.
Ἀσκήσεως πρότυπα, τοῦ μαρτυρίου σκάμματα, πίστει διηνύσατε Πατέρες, Ἁγίας Ἄννης, πανευλαβεῖς ἀσκηταί, τῆς Σκήτεως θεῖε ἱερεῦ, ταπεινὲ Παΐσιε, καὶ τρισμάκαρ Θεόφανες.
Νεόαθλοι ἔνδοξοι, λῃστῶν χερσὶ ἐβλήθητε, ῥεῦμα εἰς θαλάσσιον Πατέρες, ὑπερμαχοῦντες, τῶν φιλοκάλων ἠθῶν, Θεόφανες Γέρον θεαυγές, καὶ φανὲ Παΐσιε, ἀγαθότητος πάμφωτε.
Θεοτοκίον.
Ἐπάκουσον Δέσποινα, τῶν πίστει δεομένων Σου, καὶ ὁδήγει δήμους μονοτρόπων, Ἁγίου Ὄρους, πρὸς οὐρανίους σκηνάς, τοὺς Σὲ μεγαλύνοντας ἀεί, ὡς φρουρὸν καὶ φύλακα, καὶ ἀκέστορα Ἄθωνος.



ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἰσχὺν λαβόντες Θεόφανες, ὑψόθεν καὶ Παΐσιε ὄλβιε, καθυπεμείνατε, ὀνειδισμοὺς καὶ ῥαπίσματα, ἀνδρείως καὶ εἰς ῥεῦμα, πνιγμὸν θαλάσσιον.
Εὐκλείας κατηξιώθητε, τοῦ πόλου ὡς γενναῖοι νεόαθλοι, καὶ ὁσιώτατοι, Πατέρες πάνσεμνοι Μάρτυες, σὺν πάνυ Παϊσίῳ, λαμπρὲ Θεόφανες.
Γεραίρει δῆμος Χριστώνυμος, ὑμῶν τὴν παῤῥησίαν καὶ ἄθλησιν, τὴν ὑπερένδοξον, διὰ δογμάτων προάσπισιν, τῶν πατρικῶν γενναῖοι, Ὁσιομάρτυρες.
Θεοτοκίον.
Καυχᾶται Ἄθως Σῇ χάριτι, καὶ θείᾳ προστασίᾳ πανύμνητε, Θεογεννήτρια, καὶ καταφεύγει τῇ σκέπῃ Σου, ἐν πάσαις βίου ζάλαις, καὶ περιστάσεσι.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ἁγίας Ἄννης ἀσκητὰς τῆς θείας Σκήτεως, διὰ πατρώας παραδόσεις καὶ εὐσέβειαν, εἰς τὴν θάλασσαν βληθέντας χερσὶν ἀνόμοις, ἐν ἐσχάτοις τοῖς καιροῖς ἐγκωμιάσωμεν, Θεοφάνη καὶ Παΐσιον ὡς Μάρτυρας, νέους κράζοντες· Χαίροις ζεῦγος νεόαθλον.
Ὁ Οἶκος.
Ἄριστοι εὐσεβείας, ἀθληταὶ Ἀθωνῖται, Παΐσιε σὺν τῷ Θεοφάνει, τῶν πατρώων δογμάτων πυρσοί, μαρτυρίου φέγγει εὐσεβῶν τάγματα, ηὐγάσατε ὧν στόματα, ἠνοίξατε ὑμῖν κραυγάζειν·
Χαῖρε, Παΐσιε Νεομάρτυς·
χαῖρε, Θεόφανες καλλιμάρτυς.
Χαῖρε, εὐσεβείας Παΐσιε κόσμημα·
χαῖρε, ἀριστείας Θεόφανες ἄγλαμα.
Χαῖρε, Ἄννης θείας Σκήτεως, ὦ Παΐσιε λαμπάς·
χαῖρε, πάσης παραδόσεως, ὦ Θεόφανες ἰκμάς.
Χαῖρε, ζεῦγος Πατέρων, μαρτυρίῳ στεφθέντων·
χαῖρε, τεῖχος δογμάτων, ἀῤῥαγὲς τῶν πατρώων.
Χαῖρε, ἀστὴρ Παΐσιε πίστεως·
χαῖρε, φωστὴρ Θεόφανες νήψεως.
Χαῖρε, ἀζύγων Θεόφανες εὖχος·
χαῖρε, Μαρτύρων Παΐσιε κλέος.
Χαίροις, ζεῦγος νεόαθλον.







Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν ἐκ Κολλυβάδων Ἁγίων Ὁσιομαρτύρων Παϊσίου καὶ Θεοφάνους, τῶν ἐκ τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης τοῦ Ἄθωνος, χερσὶ μιαιφόνοις εἰς βυθὸν βληθέντες θαλάσσης, ἐν ἔτει 1773, τελειοῦνται.
Φαίνετε, Θεόφανες σὺν Παϊσίῳ,
φῶς πᾶσι μαρτυρικῆς εὐσεβείας.
Οὗτοι, θεοφιλῶς ἀσκούμενοι ἐν τῇ Καλύβῃ τοῦ Προφήτου Ἠλιού, τῆς Σκήτεως τῆς Ἁγίας Ἄννης, ὑπερεμάχουν τῶν πατρώων παραδόσεων, καὶ τοῦ κολλυβαδικοῦ ζητήματος, τοῦ ὄντως φιλοκάλου, καὶ ἠγωνίζοντο ὑπὲρ τῆς συνεχοῦς θείας μεταλήψεως. Ὁ Παΐσιος ἦτο ἱερεύς, ἐκ Μεσολογγίου ὁρμώμενος, ὑποτασσόμενος πνευματικῶς τῷ Γέροντι αὐτοῦ Θεοφάνει μοναχῷ. Διαβληθέντες ὡς κακοῦργοι χερσὶ λῃστῶν μιαιφόνοις ῥαπισθέντες καὶ ὀνειδιζόμενοι ἐβλήθησαν εἰς τὸν βυθὸν τῆς θαλάσσης τὴν Κυριακὴν τῶν Ἁγίων Πάντων τοῦ ἔτους 1773, καὶ στεφάνους μαρτυρίου ἀπέλαβον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ στρατηλάτου.
Νεκρόν με Θεόδωρον ἡ πατρὶς δέχου,
ὃν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος.
Οὗτος ἦν ἐπὶ Λικινίου, ἐν Εὐχαΐτοις μὲν γεγονώς, καὶ τὸ γένος ἐκεῖθεν ἕλκων, ἐν Ἡρακλείᾳ δὲ τὴν κατὰ Πόντον κειμένῃ, τὰς διατριβὰς ποιούμενος, ὡραῖος τὸν σωματικὸν χαρακτῆρα, καὶ τὴν ψυχὴν ὡραιότερος, λόγῳ καὶ γνώσει καὶ τῇ λοιπῇ σοφίᾳ κεκοσμημένος, ὅθεν καί τινες αὐτόν, Βρυοῤῥήτορα ἀνηγόρευον. Οὗτος διὰ πάντων τῶν κολαστηρίων ὀργάνων διελθών, τὸ μὲν μακάριον αὐτοῦ σῶμα τῇ γῇ καταλελοιπώς, τοῖς πιστοῖς προσιοῦσιν αὐτῷ τῶν ἰαμάτων ἐκβλύζει ῥεῖθρα. Τὸ δὲ ἅγιον αὐτοῦ  πνεῦμα ἐν οὐρανοῖς αὐλίζεται. Οὗ τινος τιμίου καὶ ἁγίου σώματος τὴν μετακομιδὴν ἑορτάζομεν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ.
Τοῦ Μαρκιανοῦ τῷ ξίφει τετμημένου,
Νίκανδρος εἶπεν, ἀκόλουθος εἰμί σοι.
Οὗτοι, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, ἐπὶ Μαξίμου τοῦ ἡγεμόνος ἐξητάσθησαν, καὶ φρουρᾷ ὑπεβλήθησαν. Μετὰ τοῦτο δὲ πάλιν, ἀναγκασθέντες ἀρνήσασθαι τὸν Χριστόν, καὶ μὴ πεισθέντες, ξέονται ὄνυξι σιδηροῖς, καὶ ἐπὶ ξύλοις ὀρθοῖς μετεωρίζονται, καὶ κατακεντῶνται σιδήροις, καὶ πυρὶ καταφλέγονται. Καὶ κατανεχθέντες ἐπ’ ἀνθράκων πυρὸς ἐφαπλοῦνται, καὶ ῥάβδοις ἄνωθεν τύπτονται. Καὶ ὀξάλμῃ ταῖς πληγαῖς ἐπιχυθέντες, ὀστράκοις ὀξέσι συντρίβονται, καὶ λίθοις τὰ στόματα καὶ τὰς ὄψεις συνθλῶνται, καὶ τὰς γλώσσας μαχαίρᾳ ἐκτέμνονται, και τέλος τὸν διὰ ξίφους δέχονται θάνατον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης.
Κάλλη παραβλέπουσα τῶν ποιημάτων,
Κτίστου τὰ κάλλη ὀπτάνῃ Καλλιόπη.
Αὕτη ἦν κατὰ τοὺς χρόνους Δεκίου τοῦ βασιλέως, ὥρᾳ σώματος καὶ κάλλει ψυχῆς διαλάμπουσα. Συσχεθεῖσα οὖν, ἀναγκάζεται ἀποστῆναι τῆς τοῦ Χριστοῦ ἀγάπης καὶ πίστεως. Ὡς δὲ κραταιῶς ταύτης ἀντείχετο, αἰκίζεται σφοδρῶς καὶ τοὺς μασθοὺς κόπτεται, οὓς Ἄγγελος ἐπιστὰς ὑγιεῖς ἀπέδειξεν. Εἶτα ἐπ’ ὀστράκου κεκομμένου σύρεται, καὶ πυρὶ καταφλέγεται, καὶ τὰς καταφλεχθείσας σάρκας ἅλατι ἐπιπάσσεται, καὶ τριχίνοις ὑφάσμασι κατατρίβεται. Εἶθ’ οὕτω τὴν κεφαλὴν ἀποτέμνεται, εἰς δόξαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Παύλου τοῦ νέου ὁμολογητοῦ καὶ ἐλεήμονος, τοῦ μαρτυρήσαντος ἐπὶ Κωνσταντίνου τοῦ Κοπρωνύμου τοῦ εἰκονομάχου.
Χριστὸν ἀγαπήσας Παῦλε παμμακάριστε,
ἀθλητικῷ τέλει αὐτῷ προσηνέχθης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Μελανείας.
Τρέψασα Μελάνεια πνεῦμα παν μέλαν,
λευκὴ τὸ πνεῦμα πρὸς Θεὸν χωρεῖ λόγον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀθρέ.
Κάλλη τὰ τῆς γῆς ἐμφρόνως διαπτύσας,
ἀθρεῖς τὸ κάλλος Ἀθρέ, τοῦ σοῦ Δεσπότου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νίκανδρος, ξίφει τελειοῦται.
Ἀλλ’ οἶδα καὶ Νίκανδρον ἄνδρα γεννάδαν,
νίκης λαβόντα τὸ στέφος διὰ ξίφους.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκος, ξίφει τελειοῦται.
Τμηθεὶς ὁ Μάρκος θυμιᾷ τῷ Κυρίῳ,
ἀτμὸν προπέμπων ἐκ ζεόντων αἱμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ναυκρατίου.
Γῆν Ναυκράτιος ἐκπερῶν ἐπιτρέπει,
τὴν ψυχικὴν ναῦν τῷ κυβερνήτῃ Λόγῳ.
Οὗτος, φαίνεται κατὰ τὸν Ὅσιο Νικόδημο τὸν Ἁγιορείτη, ὅτι εἶναι ὁ ἀδελφὸς τοῦ Μεγάλου Βασιλείου, ὅστις ἦτο θαυμάσιος κατὰ τὴν ἄσκησιν. Εἶχε δὲ ἔργον τὸ νὰ ψαρεύη εἰς τὰς λίμνας καὶ τοὺς ποταμούς, καὶ τὰ ὀψάρια νὰ τὰ μοιράζη εἰς τοὺς πτωχούς, καθὼς διηγεῖται τὸν βίον αὐτοῦ ὁ ἀδελφός του Ἅγιος Γρηγόριος Νύσσης.
Ὅμως, ὁ Συναξαριστὴς τοῦ Μαυρικίου ἀναφέρει ὅτι οὗτος ἦτο ὁ μοναχὸς Ναυκράτιος ὁ Στουδίτης, ὁ ὁμολογητὴς καὶ ὑπέρμαχος τῶν Ἁγίων Εἰκόνων

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Θεοφάνης, ὁ μαρτυρήσας ἐν Κωνσταντινουπόλει κατὰ τὸ ἔτος 1559, ὀγγίνοις τελειοῦται.
Ὁ Θεοφάνης ὀγγίνοις στέφος μέγα,
ἐξηγόρασεν ὦ συναλλαγῆς ξένης.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Ἐπισκόπου τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὕρεσις τῶν λειψάνων τοῦ Ἁγίου Πρίγκηπος Βασιλείου τοῦ Γιάροσλαβ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εὕρεσις τῶν λειψάνων τοῦ Ἁγίου Πρίγκηπος Κωνσταντίνου.
Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὡς πολύτιμα τῆς εὐσεβείας μάργαρα ὑμᾶς γεραίρομεν, μελισταγέσιν ᾠδαῖς, στρουθία φιλέρημα, τοῦ ὄρους Ἄθωνος, ὁσιόαθλοι, Θεόφανες τρισόλβιε, καὶ Παΐσιε θεόφρον.
Μνήμην σήμερον ὑμῶν τὴν πανσεβάσμιον πανηγυρίζοντες, ἐν κατανύξει ψυχῆς, ὑμῶν τὴν εὐσέβειαν, καὶ τὸ μαρτύριον, καταστέφομεν, Θεόφανες στεῤῥόψυχε, καὶ Παΐσιε ἀλκίφρον.
Ἱερώτατε Παΐσιε ἐν ἔτεσιν ἐσχάτοις ἤθλησας, σὺν Θεοφάνει σεπτῷ, καὶ νέοις τῆς πίστεως, Μαρτύρων τάγμασι, συνηρίθμησαι, ὑπακοῆς ἀρχέτυπον, σὺν αὐτῷ ἐν πόλῳ δόξης.
Θεοτοκίον.
Ὄλβε ἄσυλε τῆς παρθενίας ἄχραντε Θεογεννήτρια, ἅγνιζε πάντων ἡμῶν, τὰ σώματα Δέσποινα, ἐννοίας κάθαρον, καὶ διόρθωσον, τοὺς λογισμοὺς τῶν δούλων Σου, Παναγία Θεοτόκε.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Νίκης ὡς στεφάνους ἐν τραχήλοις, ὑμῶν λίθους φέροντες εἰς θάλασσαν, ἀπηνῶς ἐβλήθητε, νέοι ὁσιόαθλοι, Παΐσιε πανεύφημε, βαλβὶς χρηστότητος, καὶ εὔψυχε Θεόφανες κρῖνα, Ἄθωνος εὐώδη, καὶ ῥόδα μυροβόλα.
Πλήρεις χαρμονῆς ὑμῶν τραχήλους, ἐκλίνατε τῶν λῃστῶν τοῖς λίθοις ἔνδοξοι, καὶ ἐπικαλούμενοι, τοῦ Θεοῦ τὸ ὄνομα, ἐβλήθητε εἰς θάλασσαν, Γέρον Θεόφανες, εὐχῆς ἀδιαλείπτου πυξίον, καὶ τῆς εὐσεβείας, Παΐσιε λαμπρότης.
Λάμψεσιν ὑμῶν τοῦ μαρτυρίου, Παΐσιε καλλιμάρτυς καὶ Θεόφανες, Σκήτην ἠγλαΐσατε, τῆς Θεοπρομήτορος, Ἁγίας Ἄννης ἔνδοξοι, ἧσπερ οἰκήτορες, ὑπήρχετε σεπτοὶ ἐν ἐσχάτοις, ἔτεσι Πατέρες, Ὀρθοδοξίας εὖχη.
Θεοτοκίον.
Ἔφορε Ἁγιωνύμου Ὄρους, πανύμνητε Θεοτόκε καταφύγιον, τῶν ἐν περιστάσεσι, θεῖον παραμύθιον, τῶν θλιβομένων Δέσποινα, καὶ μέγα στήριγμα, ἐν βίῳ κλονουμένων ἀπαύστως, στήριζε τοὺς πίστει, Σὲ ἀνυμνολογοῦντας.






ᾨδὴ θ΄. Ἅπας γηγενής.
Κλέη ἀρετῆς, εὐχῆς ταπεινώσεως, νηστείας νήψεως, ὀρθοδόξου πίστεως, ὑπερμαχοῦντες, καὶ μεταλήψεως, συχνῆς ὁδῷ ἀθλήσεως, ἠκολουθήσατε, ὁλοθύμως, Ἱερεῦ Παΐσιε, καὶ Θεόφανες Γέρον σεβάσμιε.
Ὤφθητε λαμπροί, φωστῆρες σεμνότητος, ἀστέρες πάμφωτοι, ἀπαθείας Ὅσιοι, Ἁγίας Ἄννης, μεγίστης Σκήτεως, Θεόφανες πανένδοξε, δογμάτων πρόμαχε, ὀρθοδόξων, καὶ στεῤῥὲ Παΐσιε, εὐσεβείας διάκοσμε τίμιε.
Χαίρετε φαινοί, πατρώων τῆς πίστεως, δογμάτων πάμφωτοι, νεαυγὲς Θεόφανες, ἐνασκουμένων, Πατέρων σέμνωμα, καὶ θαυμαστὲ Παΐσιε, ἀζύγων καύχημα, ἱερέων, τιμαλφὲς διάδημα, καὶ τοῦ Ἄθωνος πάντιμον κλέϊσμα.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, μνημόνευε δούλων Σου, τιμώντων σήμερον, μνήμην τὴν πανέορτον, ὁσιοάθλων, τῶν νέων πίστεως, τοῦ Παϊσίου Δέσποινα, θεοχαρίτωτε, καὶ τοῦ πάνυ, Θεοφάνους Ἄθωνος, κοσμητόρων ἐσχάτοις ἐν ἔτεσιν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἁγίας Ἄννης Σκήτεως, δυάδα ἀθλοφόρητον, βληθεῖσαν εἰς τῆς θαλάσσης, βυθὸν χερσὶ μιαιφόνοις, διὰ πατρώα δόγματα, Παΐσιον τιμήσωμεν, καὶ Θεοφάνην πάνσεπτον, ὡς Κολλυβάδων Πατέρων, τῆς ὁμηγύρεως ῥόδα.
Θεοτοκίον.
Ἁγίου Ὄρους ἔφορε, καὶ χαρμονὴ καὶ καύχημα, Θεογεννῆτορ Παρθένε, μὴ διαλίπῃς θεόφρον, ἀζύγων τὰ συστήματα, διατηρεῖν ἀπήμονα, τῶν προβολῶν τοῦ δράκοντος, καὶ πτερνιστοῦ τοῦ ἀρχαίοι, παντὸς βροτείου τοῦ γένους.















Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πατέρων δυάδα τὴν σεπτήν, τῆς μεγίστης Σκήτεως, Ἁγίας Ἄννης τοῦ Ἄθωνος, ἐγκωμιάσωμεν, τοὺς ὑπερμαχοῦντας, ὀρθοδόξου πίστεως, Ὁσίους Κολλυβάδας ἐν ᾄσμασι, καὶ μελῳδήμασιν, ἱερόαθλε Παΐσιε, καὶ τρισμάκαρ, Θεόφανες χαίρετε.

Χερσὶ μιαιφόνοις εἰς βυθόν, ἀπηνῶς ἐβλήθητε, θαλάσσης ἄρτι νεόαθλοι, Ἄθωνος λείρια, τῆς φιλοκαλίας, καὶ τῶν παραδόσεων, ὑπέρμαχοι πατρώων Θεόφανες, Γέρον θειότατε, καὶ καλλίνικε Παΐσιε, Ἱερέων, σεπτῶν σεμνολόγημα.

Στεῤῥὰν ξυνωρίδα ἀσκητῶν, Θεοφάνη πάνσεπτον, καὶ θεοφόρον Παΐσιον, ἐγκωμιάσωμεν· διὰ φθόνον ἄρτι, τοὺς κακοπαθήσαντας, καὶ διὰ τὴν πατρώαν παράδοσιν, τοὺς ἐκμετρήσαντας, τὸν βυθὸν θαλάσσης ἄσμενοι, Χριστωνύμων, ἁπάντων οἱ σύλλογοι.

Ἀσκήσεως τὸ μελαμβαφές, εὐτελὲς τριβώνιον, τῷ βαπτισμῷ τῆς ἀθλήσεως, καθηγιάσατε, ἐν βυθῷ θαλάσσης, Ἀθωνῖται Ἅγιοι, Παΐσιε σεπτὲ καὶ Θεόφανες, οἱ ἐν τοῖς ἔτεσι, τοῖς ἐσχάτοις μαρτυρήσαντες, μιαιφόνοις, χερσὶ δι’ εὐσέβειαν.

Δόξα. Ἦχος πλ. α΄.
Καινοτόμων τοὺς καθελόντας τὴν ἔπαρσιν, καὶ χερσὶ μιαιφόνοις θανατωθέντας, ἀσκητὰς Ἁγίας Ἄννης τῆς Σκήτεως ἐγκωμιάσωμεν, Παΐσιον καὶ Θεοφάνη οὕτω λέγοντες· οἱ διπλοῦς στεφάνους λαβόντες ἀσκήσεως καὶ μαρτυρίου, καὶ τοῦ ξύλου τῆς ζωῆς ἀπολαύοντες ἐν οὐρανίῳ λειμῶνι, μὴ παύσησθε πρεσβεύοντες ὑπὲρ τῶν τιμώντων, ὑμῶν τὴν μνήμην τὴν πάνσεπτον.

Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Τοὺς τῆς εὐσεβείας ὑπογραμμούς, καὶ ἠθῶν πατρώων, τοὺς φωστῆρας τοὺς παμφαεῖς, σὺν τῷ Θεοφάνει, Παΐσιον τὸν θεῖον, ὡς Ὁσιομαρτύρων, βάθρα τιμήσωμεν.
ΠΑΡΑΚΛΗΣΙΣ
(Ἰσιδώρας Μοναχῆς Ἁγιεροθεϊτίσσης)

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν Κολλυβάδων ἡ χορεία προβάλλει, τοὺς ἐξ αὐτῆς Ὁσιομάρτυρας δύο, τὸν Αἰτωλὸν Παΐσιον, καὶ τούτου ὁμοῦ· Γέροντα τὸν Ὅσιον, Θεοφάνην τὸν θεῖον, Σκήτης τῆς Προμήτορος, ἐν τῷ Ἄθωνι Ἄννης· τοὺς ὁδηγοὺς τοὺς δείξαντας ἡμῖν, ἔργοις καὶ λόγοις, τὸν δρόμον τῆς πίστεως.
Δόξα.
Τὸν Θεοφάνην καὶ Παΐσιον ἅμα, τοὺς Κολλυβάδας εὐφημήσωμεν δεῦτε, καὶ γὰρ καλῶς ἐτήρησαν, πατρώους θεσμούς· ὅθεν καὶ ὑπέστησαν, ἀδικίας καὶ ὕβρεις, ἄλγη πολυώδυνα, καὶ πνιγμὸν ἐν θαλάσσῃ· διὸ ἀξίως τούτους ὁ Θεός, δόξης στεφάνοις, ἀφθάρτοις ἐκόσμησε.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Θεοφάνην καὶ Παΐσιον ἐπαινῶ. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Θαυμάζω ἐν ὕμνοις καὶ ἐπαινῶ, ὑμῶν τοὺς ἀγῶνας, ὁσιώτατοι Ἀθληταί, Παΐσιε Πάτερ καλλιγράφε· σὺν Θεοφάνῃ τῷ θείῳ σου Γέροντι.
Ἐξ Ἄθωνος ἄστρα ὡς νοητά, ἐν χρόνοις δουλείας, τῆς δυστήνου καὶ χαλεπῆς, δυὰς ἐξανέτειλεν Πατέρων· ὁ Θεοφάνης καὶ θεῖος Παΐσιος.
Ὁ θεῖος Παΐσιος μαθητής, σοφοῦ Θεοφάνους, χρηματίσας τοῦ ἀσκητοῦ, διδάσκει ἐκ πείρας οὕτω λέγων· τὰς ἱερὰς παραδόσεις φυλάξατε.
Θεοτοκίον.
Φωνῇ Ἀρχαγγέλου ἐν Σῇ γαστρί, Παρθένε Μαρία, συνελήφθη ὑπερφυῶς, ὁ Λόγος Θεοῦ ὁ πρὸ αἰώνων· καὶ τῶν ἀνθρώπων τὴν φύσιν προσείληφεν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Αἰτωλίᾳ τῇ μνήμῃ μητροπρεπῶς τέρπεται, θείου Παϊσίου τοῦ νέου, Ὁσιομάρτυρος, καὶ συγχορεύει ὁμοῦ, Σκήτη προμήτορος Ἄννης, Θεοφάνην ᾄδουσα, τούτου τὸν Γέροντα.
Νουνεχής τε καὶ πρᾶος ἐπιεικὴς μέτριος, ἤρεμος γλυκύς τε ὑπάρχων, Πάτερ Θεόφανες, τῷ σῷ σοφῷ μαθητῇ, τῷ Παϊσίῳ ἐγένου, τῶν καλῶν διδάσκαλος, λόγοις καὶ πράξεσιν.
Ἡδυνόμενος κάλλει τοῦ Ἰησοῦ Ὅσιοι, κόσμου ἀπηρνήσασθε πᾶσαν, τὴν ματαιότητα, καὶ τὴν ὁδὸν τὴν στενήν, ἠκολουθήσατε πόθῳ, ἱερὲ Παΐσιε, μάκαρ Θεόφανες.
Θεοτοκίον.
Νικητὴν τοῦ θανάτου τὸν Ἰησοῦν τέξασα, πάναγνε Παρθένε Μαρία, θεοχαρίτωτε, πρόξενος πᾶσι ζωῆς, τῆς αἰωνίου ἐγένου, καὶ Ἐδὲμ διήνοιξας, πάλιν τὴν εἴσοδον.
Διδάξατε, ἡμᾶς φυλάττειν πατέρων τὰς παραδόσεις, διὰ ταύτας οἱ ἐν βυθῷ πνιγμῷ τελευτήσαντες, Παΐσιε ἅμα τῷ Θεοφάνῃ.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὁσίων δυὰς ἡ θεία καὶ ὁμότροπος, αἰνείσθω ᾠδαῖς, καὶ θείοις μελῳδήμασιν, Αἰτωλὸς Παΐσιος· καλλιγράφος ἄριστος Ἄθωνος, σὺν Θεοφάνῃ Γέροντι αὐτοῦ, ἐν κόλποις θαλάσσης τελευτήσαντες.






ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Κολλυβάδων ἀγάλλεται, ἡ σεπτὴ χορεία τοῖς θείοις σκάμμασι· Θεοφάνους Παϊσίου τε, τῶν αὐτῆς Πατέρων οὓς αἰνέσωμεν.
Αἰτωλίας ἐβλάστησεν, ἐν ταῖς περιστάσεσι καὶ ἀκλόνητοι· ἐν ταῖς θλίψεσι Παΐσιε, Θεοφάνῃ ἅμα τῷ σῷ Γέροντι.
Ἰσχυροὶ ἀνεδείχθητε, ἐν ταῖς περιστάσεσι καὶ ἀκλόνητοι· ἐν ταῖς θλίψεσι Παΐσιε, Θεοφάνη ἅμα τῷ σῷ Γέροντι.
Θεοτοκίον.
Παραδείσου ἠνέωξας, πύλας κεκλεισμένας τῷ θείῳ τόκῳ Σου· Παναγία Μητροπάρθενε, καὶ χαρᾶς ἀπέδωκας τὸ πλήρωμα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄσκησιν σκληράν, ἐν τῷ Ἄθωνι ἐδείξατε, ὦ Θεόφανες Παΐσιε ὁμοῦ, διακριθέντες ἀρετῶν ταῖς ἐπιδόσεσιν.
Ἴδετε λαοί, Θεοφάνην καὶ Παΐσιον, τοὺς γενναίους τοῦ Κυρίου Ἀθλητάς, πῶς ψευδαδέλφων, ταῖς βασάνοις οὐχ ὑπέκυψαν.
Σέβω καὶ τιμῶν, τὰ μεγάλα κατορθώματα, Παϊσίου Θεοφάνους τῶν κλεινῶν, ὅτι τῇ πίστει, τοῦ Χριστοῦ ἐμεγαλύνθησαν.
Θεοτοκίον.
Ἴσον τῷ Πατρί, καὶ τῷ Πνεύματι ἐκύησας, τὸν θεάνθρωπον Χριστὸν ὑπερφυῶς, ἁγνὴ Παρθένε, Παναγία ὑπεράμωμε.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Οἱ Ὅσιοι, Κολλυβάδες χαίρουσι, καὶ οἱ Μάρτυρες Χριστοῦ ἐπαινοῦσι· τοὺς ἱερούς, καὶ τιμίους ἀγῶνας, ὑμῶν Παΐσιε ἅμα Θεόφανες· καὶ Ἄγγελοι ἐν οὐρανοῖς· τὰς ὑμῶν ἀριστείας θαυμάζουσιν.
Νικήσαντες, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν, ἀνδρικῶς Ὁσιομάρτυρες δύο· τὸ τοῦ Σταυροῦ, διετράνωσαν σθένος, καὶ τὸν Θεὸν μετὰ δόξης ἐδόξασαν· Παΐσιος ὁ Αἰτωλός, Θεοφάνης πατήρ τε ὁ τίμιος.
Ἐν Ἄθωνι, ἱερῶς ἠσκήθητε, ὦ Θεόφανες ὁμοῦ Παϊσίῳ· καὶ τὴν σεπτήν, τῆς Προμήτορος Ἄννης, καθηγιάσατε Σκήτην γενόμενοι, σοφίας σκεύη ἐκλεκτά, ἀληθείας τε ἔμψυχα ὄργανα.
Θεοτοκίον.
Παράδεισος, διὰ Σοῦ ἠνέωκται, Παναγία Θεοτόκε Παρθένε· καὶ ἡ ἀρά, μετεστράφη τῆς Εὔας, εἰς εὐφροσύνην χαρὰν ἀνεκλάλητον· διὸ Σοὶ χαῖρε οἱ πιστοί, ἐκβοῶμεν χαρᾷ ἀγαλλώμενοι.
Διδάξατε, ἡμᾶς φυλάττειν πατέρων τὰς παραδόσεις, διὰ ταύτας οἱ ἐν βυθῷ πνιγμῷ τελευτήσαντες, Παΐσιε ἅμα τῷ Θεοφάνῃ.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Κολλυβάδων τῶν Ἀθωνιτῶν κατεκόσμησαν, τὴν χορείαν τοῖς ἀσκητικοῖς κατορθώμασι, Θεοφάνης καὶ σὺν αὐτῷ Παΐσιος ὁμοῦ· καὶ γὰρ ἔλεγον Κυριακῇ, ἐν τῇ ἡμέρᾳ μὴ ποιεῖν, καὶ νεκρῶν τὰ μνημόσυνα· ἔλαβον οὖν πικρίας, καὶ ὕβρεις καὶ τὰς ὀδύνας, καὶ εἰς θαλάσσιον βυθόν, μετὰ λίθων ἐπεῤῥίφθησαν.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ· τοῖς εὐθέσι πρέπει αἴνεσις.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-ιστ΄ 2)
Ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἂν τὸ ἴδιον ἐφίλει· ὅτι δὲ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διὰ τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύετε τοῦ λόγου οὗ ἐγὼ εἶπον ὑμῖν· οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. εἰ ἐμὲ ἐδίωξαν, καὶ ὑμᾶς διώξουσιν· εἰ τὸν λόγον μου ἐτήρησαν, καὶ τὸν ὑμέτερον τηρήσουσιν. Ἀλλὰ ταῦτα πάντα ποιήσουσιν ὑμῖν διὰ τὸ ὄνομά μου, ὅτι οὐκ οἴδασι τὸν πέμψαντά με. Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμὲ μισῶν καὶ τὸν πατέρα μου μισεῖ. Εἰ τὰ ἔργα μὴ ἐποίησα ἐν αὐτοῖς ἃ οὐδεὶς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ καὶ ἑωράκασι καὶ μεμισήκασι καὶ ἐμὲ καὶ τὸν πατέρα μου. Ἀλλ' ἵνα πληρωθῇ ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας ὃ παρὰ τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ· Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε, ὅτι ἀπ' ἀρχῆς μετ' ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν ἵνα μὴ σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ' ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ. 
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Ὁσιομαρτύρων πρεσβείαις Ἐλεῆμον...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὕμνοις ἐπαινέσωμεν, Ἀθωνιτῶν τὴν δυάδα, Αἰτωλὸν Παΐσιον, πατρικαῖς ἑπόμενον παραδόσεσιν· τὸν αὐτοῦ Γέροντα, ἀσκητῶν τὸ κλέος, Θεοφάνην τὸν μακάριον· νεκρῶν μνημόσυνα, ἐν Κυριακῇ οὐ ποιούμεθα· εἰπόντες καθὼς ἔγνωκαν, παρὰ ψευδαδέλφων ὑπέστησαν· ὕβρεις καὶ πικρίας, βασάνους καὶ ὀδύνας τῶν δαρμῶν, καὶ μετὰ λίθων ἐῤῥίφθησαν, βυθὸν εἰς θαλάσσιον.


ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἁγνοτάτῃ καρδίᾳ καθαρᾷ συνειδήσει Θεῷ ἠργάσασθε, Πατέρες Κολλυβάδες, Παΐσιε συνάμα, Θεοφάνῃ τῷ Γέροντι· καὶ παρ’ Ἀυτοῦ τῆς ζωῆς, ἐλάβετε τὸ κέρδος.
Ἰσχυροὶ ἐν ἀσκήσει κραταιοὶ ἐν ἀθλήσει καὶ ἀκατάπτωτοι, ἐμείνατε δυνάμει, Χριστοῦ τοῦ Ἀθλοθέτου, καὶ λαμπρῶς ἐδοξάσθητε· σὺν Παϊσίῳ ὁμοῦ, Θεόφανες θεόφρον.
Νυσταγμὸν ἀμελείας οὐκ ἐγνώκατε ὕλως οὐδὲ ἀνάπαυσιν, ἀλλὰ προσομιλοῦντες, Θεῷ ἐν ἐγρηγόρσει, ὦ Παΐσιε Ὅσιε· σὺν Θεοφάνῃ Αὐτοῦ, ἐμάθετε τὸν νόμον.
Θεοτοκίον.
Ὡς γλυκύ σου τὸ κάλλος, ὡς ὡραία ἡ δόξα καὶ ἡ λαμπρότης Σου, Παρθένε Παναγία, ἐκπλήττουσα Ἀγγέλους, καὶ βροτοὺς τοὺς δοξάζοντας· τὰ μεγαλεῖα τὰ Σά, ἁγνὴ εὐλογημένη.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἰδοὺ ὁ Ἄθως, τὸ Ἁγιώνυμον Ὄρος, καὶ Προμήτορος Ἄννης ἡ Σκήτη, σὺν τῷ Θεοφάνῃ, Παΐσιον προβάλλει.
Σὺν Παϊσίῳ, τὸν Θεοφάνην δοξάζω, Κολλυβάδων Πατέρων τοὺς λύχνους, καὶ ἐγκωμιάζω, αὐτῶν τὴν καρτερίαν.
Ἵνα τὰς θείας, καὶ ἱερὰς παραδόσεις, μὴ ἀφεῖτε Θεόφανες Πάτερ, σὺν τῷ Παϊσίῳ, ὑπέστητε βασάνους.
Θεοτοκίον.
Δικαίων τάξεις, καὶ οἱ Προφῆται σκιρτῶσι, ἐπὶ Σοὶ Παναγία Παρθένε, Σοῦ γὰρ τῇ κυήσει, ἀνέτειλεν ἡ χάρις.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὡς δῶρον Παϊσίῳ, καὶ τῷ Θεοφάνῃ, ᾠδὰς προσφέρω πρεπόντως, καὶ τούτοις βοῶ· εἰς τὴν ὀρθόδοξον πίστιν πάντας στηρίξατε.
Ῥαδίως ὑποστάντες, ἄλγη καὶ πικρίας, καὶ τὸν πνιγμὸν ἐν θαλάσσῃ, Θεοῦ εἰς σκηνάς, ὁ Θεοφάνης εἰσῆλθε, καὶ ὁ Παΐσιος.
Ἀκούσωμεν Πατέρων, θείου Θεοφάνους, καὶ Παϊσίου τὰς ῥήσεις βοώντων ἡμῖν, τὰς παραδόσεις κρατεῖτε, ἃς ἐδιδάχθητε.
Θεοτοκίον.
Συνάμα τῷ Ἀγγέλῳ, χαῖρέ Σοι βοῶμεν, Θεοκυῆτορ Μαρία καὶ γὰρ διὰ Σοῦ, χαρᾶς ἐδόθη ἀνθρώποις, ἅπαν τὸ πλήρωμα.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ὦ Παΐσιε Αἰτωλέ, θεῖε καλλιγράφε, καὶ τοῦ Πνεύματος ἐραστά, σὺν τῷ Γέροντί σου, Ὁσίῳ Θεοφάνῃ· Πατέρων Κολλυβάδων, τὰ καλλωπίσματα.
σμασιν αἰνέσωμεν οἱ πιστοί, τὴν τοῦ Θεοφάνους, Παϊσίου τε ἑορτήν, οὗτοι γὰρ ἐν Ὄρει, τοῦ Ἄθωνος ἐλθόντες· ἠσκήθησαν εἰς Σκήτην, Ἄννης Προμήτορος.
δετε θαυμάσατε οἱ λαοί, σθένος καὶ ἀνδρείαν, πῶς ἐπέδειξαν ψυχικήν, νόμων τῶν πατρώων, μηδόλως ἀποστάντες· ὁ σώφρων Θεοφάνης, καὶ ὁ Παΐσιος.
όδα ὡς ἡδύπνοα καὶ τερπνά, ἤνθησαν Κυρίου, ἐν λειμῶνι τῷ νοητῷ, σὺ τῷ Παϊσίῳ, ὁ Γέρων Θεοφάνης· καὶ θείαις εὐωδίαις, πάντας εὐφραίνουσιν.
λεγχος ἐδείχθητε καυστικός, τῶν νεκρολογούντων, ἐν ἡμέρᾳ Κυριακῇ, σὺν τῷ Παϊσίῳ, Θεόφανες παμμάκαρ· ἀνέστη γὰρ ἐν ταύτῃ, Χριστὸς ὁ Κύριος.
Τίς τοῦ Θεοφάνους τὰς ἀρετάς, δύναται ἀρκούντως, ἐπαινέσαι καὶ ἐξειπεῖν, τοῦ δὲ Παϊσίου, τοῦ θείου καλλιγράφου· ἀγῶνας καὶ τοὺς ἄθλους, τί διηγήσεται;
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, τῶν Ὁσίων ἡ δυάς, Ἄθωνος οἱ ἄσβεστοι λύχνοι, οἱ τῷ φωτὶ τοῦ Χριστοῦ, Ἄννης τῆς Προμήτορος, ἐν Σκήτῃ λάμψαντες· ὦ Παΐσιε ἔνδοξε, ὁμοῦ Θεοφάνῃ, Γέροντι ὁσίῳ σου, παρ’ οὗ καὶ ἔμαθες· νόμους, τοὺς πατρώους φυλάττειν, καὶ ὑπὲρ αὐτῶν ὑπομένειν, ἀστενοχωρήτως τὰ ἐπίπονα.
Σέβω, εὐλαβοῦμαι καὶ τιμῶ, τὴν ἀθλητικὴν καρτερίαν, ἣν ἀνδρικῷ λογισμῷ, ἔδειξαν οἱ Ὅσιοι, Χριστοῦ καὶ Μάρτυρες· ἀδικίαις θλιβόμενοι, τυπτόμενοι ῥάβδοις, λίθοις προσδεδούμενοι, ἐπὶ τὸν τράχηλον· εἶτα, ἐν θαλάσσῃ ῥιφθέντες, καὶ εἰς οὐρανοὺς μεταβάντες, σὺν τῷ Θεοφάνῃ ὁ Παΐσιος.
Χαίρει, Κολλυβάδων ὁ χορός, θείου Θεοφάνους τῇ μνήμῃ, καὶ Παϊσίου ὁμοῦ, οὗτοι γὰρ ἐτήρησαν, αὐτῶν τὰ θέσμια· τῶν νεκρῶν τὰ μνημόσυνα, τελεῖν ἐν Σαββάτῳ, λόγοις καὶ συγγράμμασιν ὑποστηρίζοντες· ὅτι, τὴν Ἀνάστασιν πρέπον, τοῦ Χριστοῦ τιμᾶν ἐν ἡμέρᾳ, τῇ Κυριακῇ ἀγαλλιώμενοι.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου