Σάββατο 1 Σεπτεμβρίου 2018

ΑΠΡΙΛΙΟΣ 6. ΟΣΙΟΣ ΓΡΗΓΟΡΙΟΣ ΣΙΝΑΪΤΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΑΠΡΙΛΙΟΣ ΣΤ΄!!
ΓΡΗΓΟΡΙΟΣ ΟΣΙΟΣ ΣΙΝΑΪΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παμμάκαρ Γρηγόριε Χριστόν, ἐκ παιδὸς ἠγάπησας, καὶ δι’ Αὐτὸν ἐγκατέλιπες, ματαίων συγχύσιν· ὅθεν ἐν Σιναίῳ, μονοτρόπων τάξεσιν, εἰσῆλθες καὶ βιώσας ὡς ἄϋλος, τοῦ θείου Πνεύματος, ὤφθης μέλαθρον ὑπέρφωτον, καὶ χαρίτων ταμεῖον ἀδάπανον.

Παμμάκαρ Γρηγόριε ἡμῖν, ὡς ἀστὴρ πολύφωτος, εὐχῆς ἀόκνου ἀνέτειλας, νοὸς φυλάξεως, καὶ κατορθωμάτων, θεαρέστων Ὅσιε· δι’ ὧν καταλαμπρύνεις ἑκάστοτε, τοὺς ἀνυμνοῦντάς σε, καὶ λιτάς σου πρὸς τὸν Κύριον, αἰτουμένους τὸν ἄγαν εὐΐλατον.

Παμμάκαρ Γρηγόριε κανών, μοναζόντων πέφηνας, καὶ τῆς ἀσκήσεως πόνοις σου, σεπτοῖς ἀπήμβλυνας, τοῦ ἐχθροῦ κακίαν· ὅθεν Ὄρος Ἅγιον, Σερβίαν Βουλγαρίαν καὶ πέρατα, ἁπάσης κτίσεως, περιώδευσας καὶ ηὔφρανας, τὰς καρδίας τῶν ἀκηκοότων σου.

Παμμάκαρ Γρηγόριε σοφέ, εἰς Λιμένας ἔσπευσας, Καλοὺς ὡς Παῦλος τὸ πρότερον, καὶ τῷ κοσμήτορι, Ἀρσενίῳ θείῳ, προσευχῆς ὑπήντησας, διδάξαντι καλῶς σε προσεύχεσθαι, νήψειν θεσπέσιε, νοῦν φυλάττειν ἀκριβέστατα, καὶ ἡσύχως ἀεὶ πολιτεύεσθαι.

Δόξα. Ἦχος δ΄.
Ἡσυχασμοῦ γενόμενος εἰσηγητής, καὶ νοερᾶς εὐχῆς ὑφηγήτωρ μονοτρόποις ὑπέδειξας ὁδὸν τελειώσεως, Γρηγόριε Πάτερ Ὅσιε· ὀφθεὶς σὺν τῶν Ἀγγέλων ἐν γῇ ὁμόζηλος καὶ ἰσότιμος ἐν σκηνώμασιν εὐκλείας ἀφθίτου, Χριστῷ μὴ διαλίπῃς πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σκήνωμα προσευχῆς, ναὸς χρηστοηθείας, καὶ ὄλβος ἡσυχίας, ἐνθέου ἀνεδείχθης, Γρηγόριε τρισόλβιε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Πόνοις ἀσκητικοῖς, τὸν νοῦν καταλαμπρύνας, ὅνπερ σεμνῶς ἐτήρεις, ἐν φυλακῇ ὡς ἄστρον, διέλαμψας Γρηγόριε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Νῆψιν καὶ προσευχήν, τὴν νοερὰν ἐν Κρήτῃ, παρὰ τοῦ Ἀρσενίου, τοῦ θείου ἐδιδάχθης, Γρηγόριε μακάριε.

Δόξα. Τριαδικόν.
Δύναμιν παρὰ Σοῦ, Θεότης Τρισαγία, λαβὼν ὁ Σὸς οἰκέτης, Γεράσιμος τὴν τρίβον, ἀσκήσεως διήνυσεν.

Καὶ νῦν. Θεοτοκίον.
Πάντας πρὸς οὐρανούς, ὁδήγησον Παρθένε, τῇ Σῇ χειραγωγίᾳ, λιταῖς τοῦ Γρηγορίου, Ὁσίου οὐρανόφρονος.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἡσυχίας τον λάτρην εὐχῆς τὸν πρύτανιν τῆς νοερᾶς καὶ κλειδοῦχον τῆς φυλακῆς τοῦ νοός, Σιναΐτην ἐπαινέσωμεν, Γρηγόριον, ὡς θείας χαρίτος κρουνόν καὶ πατέρων θεαυγῶν, προτύπωσιν ἐκβοῶντες· δίδαξον εὔχεσθαι πάντας ἀδιαλείπτως, τοὺς τιμῶντάς σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.









ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τοῦ Σιναίου ἀγλάϊσμα, θεοφόρε Γρηγόριε, γλώσσῃ τε καὶ πνεύματι προσευχόμενος, καρποὺς εὐχύμους τοῦ Πνεύματος, ἐβλάστησας Ὅσιε, ἱερὲ ἡσυχαστά, καὶ σαρκὸς ἀπενέκρωσας, ἅπαν φρόνημα· διὰ τοῦτο ἐπώφθης κληρονόμος, τῆς ζωῆς τῆς αἰωνίου, καὶ πρεσβευτὴς τῶν ψυχῶν ἡμῶν.

Ἀσκητῶν τῷ καυχήματι, Ἀρσενίῳ ὑπήντησας, ἐν Ἀστερουσίων ὀρέων Φάραγγι, ἐνασκουμένῳ Γρηγόριε, ἡσύχως πανεύφημε, ἐγκρατείας θησαυρέ, ταπεινώσεως ὄργανον, θεοκίνητον, καὶ ναὲ ἡσυχίας παρ’ οὗ μάκαρ, ἐδιδάχθης τὴν ὑψοῦσαν, τὸν νοῦν εὐχὴν τὴν ἀσίγητον.

Τὴν ὁσίαν σου ἄσκησιν, καὶ σεμνὴν πολιτείαν σου, Ὅσιε Γρηγόριε νῦν γεραίρουσι, Κλαζομενῶν ἡ περίγειος, ἡ σὲ ἐκβλαστήσασα, ὡς ἡδύοσμον τερπνόν, τὸ λαμπρὸν ὄρος Σίναιον, καὶ τὰ σπήλαια, νήσου Κρήτης ἐν οἷσπερ ἐδιδάχθης, τὴν εὐχὴν παρ’ Ἀρσενίου, τὴν νοερὰν καὶ σωτήριον.

Εἰς Λιμένας κατέπλευσας, τοὺς Καλοὺς θείᾳ χάριτι, ὡς οὐρανοβάμων ὁ Παῦλος πρότερον, καὶ ἐν σπηλαίῳ κατώκησας, ἀνίκμῳ τῆς Φάραγγος, τῶν Ὁσίων ἀσκητῶν, ἔνθα εὗρες θεόπνευστον, ὑφηγήτορα, φυλακῆς τοῦ νοὸς τὸν ἐν τῇ πράξει, σὲ μυήσαντα ἀπαύστως, Πάτερ Γρηγόριε εὔχεσθαι.

Θείου Πνεύματος σκήνωμα, καὶ φωτὸς ἐνδιαίτημα, ἀσκητὰ Γρηγόριε ἀναδέδειξαι, τῇ ἐπιπνοίᾳ τῇ κρείττονι· διὸ καὶ λαμπρότητι, τοῦ σοῦ βίου πρὸς ὁδόν, σωτηρίας κατηύθυνας, τοὺς προστρέχοντας, τῆς ἐμπράκρτου σοφίας σου ἀκοῦσαι, ἀποφθέγματα τὸν γνόφον, τῆς ἀγνωσίας σκεδάζοντα.

Φέγγει Πάτερ τοῦ βίου σου, ἀστραπαῖς τῶν ἀγώνων σου, καὶ τῆς νοερᾶς σου εὐχῆς πυρσεύμασιν, Ὄρος τοῦ Ἄθωνος ηὔγασας, καὶ πᾶσαν ὑφήλιον, φωτοφόρε ἀσκητά, θεοφόρε Γρηγόριε· διὰ τοῦτό σε, ἀπλανῆ ὡς φωστῆρα μελῳδοῦμεν, καὶ τῆς νήψεως παμμέγαν, μυσταγωγὸν καὶ διδάσκαλον.




Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἐπέφανεν ἡμῖν ἡ τοῦ Σιναΐτου Ὁσίου Γρηγορίου μνήμη, τῶν πιστῶν τὰς χορείας λαμπρύνουσα· ὡς ἀπαύγασμα γὰρ φωτὸς ἀϊδίου πρὸς ἀρετῶν τὸ φῶς κατευθύνει πάντας τοὺς ὁλοθύμως αὐτῷ ἐκβοῶντας· χαίροις, ὁ τῆς φυλακῆς τοῦ νοὸς πρακτικὸς ὑφηγήτωρ, ὁ τοῦ Παρακλήτου ὄργανον σεαυτὸν ἀσκήσει ποιήσας· χαίροις, ὁ ἐραστὴς τῆς ἡσυχίας, καὶ Ἀγγέλων τῆς πολιτείας ὁμότροπος καὶ ἰσοστάσιος ἐν πόλῳ δόξης· χαίροις, ὁ τῶν νηπτικῶν πατέρων κοσμήτωρ, ὁ τῇ ψαλμῳδία, προσευχῇ καὶ ἀναγνώσει ἀόκνως ἐργασάμενος. Ὡς μέτοχος οὖν τῶν ἡτοιμασμένων τοῖς εὐσεβόφροσιν ἀγαθῶν, μὴ παύσῃ Χριστῷ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφιὰς Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. λε΄, 6-18)
Θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾿ εὕρεμα χειρός· ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι. Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται· καὶ μὴ ἔπεχε θυσίᾳ ἀδίκῳ, ὅτι Κύριος κριτής ἐστι, καὶ οὐκ ἔστι παρ᾿ αὐτῷ δόξα προσώπου. οὐ λήψεται πρόσωπον ἐπὶ πτωχοῦ καὶ δέησιν ἠδικημένου εἰσακούσεται· οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρφανοῦ καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν· οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει καὶ ἡ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά; θεραπεύων ἐν εὐδοκίᾳ δεχθήσεται, καὶ ἡ δέησις αὐτοῦ ἕως νεφελῶν συνάψει. προσευχὴ ταπεινοῦ νεφέλας διῆλθε, καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληθῇ· καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὁ Ὕψιστος. καὶ κρινεῖ δικαίως καὶ ποιήσει κρίσιν.





Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  
















Λιτή. Ἦχος α΄.
Ἀγάλλου ἐν Κυρίῳ μονοτρόπων ὁ δῆμος, Γρηγόριον τὸν ὅσιον ἡσυχαστὴν καὶ νηπτικὸν πατέρα ὡς φοίνικα ἔγκαρπον ἀρετῶν τῷ κόσμῳ προβαλλόμενος. Τοῖς γὰρ καρποῖς τοῦ θείου Πνεύματος ἐκτρέφει τὴν Ἐκκλησίαν καὶ πάντας διδάσκει φυλάττειν τὸν νοῦν καὶ νοερῶς προσεύχεσθαι τοὺς θέλοντας ἰσαγγέλως ἐπὶ γῆς βιῶσαι. Αὐτοῦ καὶ ἡμεῖς τὰς πρὸς Κύριον ἐντεύξεις ἀποζητήσωμεν, ἵνα μέτοχοι γενώμεθα χαρᾶς τῆς ἀϊδίου καὶ κοινωνοὶ εὐκλείας, τῆς ἐν πόλῳ ἀτέρμονος.

Ἦχος β΄.
Καταπλεύσας εἰς τοὺς Καλοὺς Λιμένας τῆς Κρήτης, καὶ σπήλαιον δυσπρόσιτον καταλαβῶν ἐν Φάραγγι τῶν Ἀστερουσίων ὀρέων, Γρηγόριε. Σεαυτὸν κατέτηξας νηστείᾳ καὶ ἐγκρατείᾳ· ὐπαντήσας ἐν αὐτῇ Ἀρσενίῶ, τῷ θεοφόρῳ Πατρί, τὴν τοῦ νοὸς φυλακὴν ὑπ’ αὐτοῦ ἐδιδάχθης καὶ τὴν νοερὰν προσευχήν, ἣν σύνοικον ἔσχες ἐν βίῳ, ἡσυχαστὰ ἐνθεώτατε. Μυσταγωγὸς οὖν ὀφθεὶς τῆς σωτηρίου νήψεως, καὶ πολλοὺς κληρονόμους ποιήσας τῆς τῶν οὐρανῶν Βασιλείας, Ἀγγέλοις ἠξιώθης συγχαίρειν, μεθ’ ὧν πρέσβευε Χριστῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἡσυχίαν ποθῶν ἐκ νεότητος, καὶ τῆς σαρκὸς τὸ γεῶδες ἀναλώσας πυρὶ τῶν στερήσεων, τὴν ψυχὴν ἐθέωσας προσευχῇ καὶ νήψει, Γρηγόριε μακάριε. Σὺ γὰρ πρὸς ὕψος θεωριῶν ἀρθεὶς τρισμέγιστον, τοῦ ἀΰλου φωτὸς θεατὴς ἐγένου καὶ μύστης τῆς χάριτος, πνευματέμφορε Ὅσιε· ὅθεν πάντες τοὺς πόνους σου θαυμάζοντες, καὶ ὡς Πατέρα τῆς Ἐκκλησίας γεραίροντες θεόσοφον, ταῖς πρὸς Κύριον πρεσβείαις σου, ἐκζητοῦμεν πρὸς βίου τελείωσιν.

Ἦχος δ΄.
Τοῦ φωτὸς τοῦ ἀϊδίου ταῖς ἀκτῖσι καταυγαζόμενος, τὴν σκοτομήνην τῶν βροτείων μερίμνων ἀπεδίωξας καὶ ὁλόλαμπρος στῦλος ἀρετῆς ὤφθης Γρηγόριε. Ταπεινοφροσύνῃ γὰρ ὑψοποιῷ καὶ ἡσυχίᾳ τελείᾳ ἀνύσας τὸν βίον τῶν Ἀγγέλων, τῆς δόξης ἠξιώθης ἐν τῇ ἀλήκτῳ μακαριότητι ὡς ἰσάγγελος. Χριστοῦ τὸ ἀμήχανον οὖν κάλλος θεώμενος, μὴ παύσῃ Αὐτῷ ἀδιαλείπτως πρεσβεύων σώζεσθαι κινδύνων τοὺς ἀνευφημοῦντας ἐν ᾄσμασι τὴν ἀεισέβαστον μνήμην σου.







Δόξα. Ἦχος πλ. α΄.
Τὸν εἰσηγήτορα τοῦ ἡσυχασμοῦ τῇ μονοτρόπων ὁμηγύρει, τὸν διὰ τῆς εἰσπνοῆς εἴσω πέμπειν τὸν οἰκεῖον νοῦν διδάσκοντα, Γρηγόριον τὸν λειμῶνα τῆς χάριτος ἐγκωμιάσωμεν κράζοντες· πλῆσον τὰς ψυχὰς ἡμῶν, τῶν καρπῶν τοῦ Πνεύματος, καὶ ὁδήγησον ἡμᾶς μεστοὺς αὐτῶν εἰς σκηνώσεις δόξης ἀϊδίου, ἵνα σε ἀπαύστως μακαρίζομεν, καὶ τὸν σὲ δοξάσαντα Κύριον δοξάζομεν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογήμενη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν Σιναίου Μονῇ, ἀριθμηθεὶς τοῖς μονοτρόπων συστήμασι, τοῦ ὄρους Ἀστερουσίων, ἐν Κρήτῃ ὁ οίκιστής, Ἄθωνβος κοσμήτωρ καὶ ὡράϊσμα, ἁπάσης τῆς κτίσεως, θεοφόρε Γρηγόριε, ὁ τῶν χαρίτων, Παρακλήτου ἀνάπλεως, περιβόητος, δὲ ἀσκήσει γενόμενος, πάντας γὰρ κατεφώτισας, ἐνθέῳ φρονήσει σου, καὶ πρακτικῆς ἀγωγῆς σου, φωτοειδέσι πυρσεύμασι· καὶ νῦν σκοτομήνην, διαλύεις ἀγνωσίας, τῶν εὐφημούντων σε.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ἀσκητῶν χαρμονή, τῆς ἀπαθείας καὶ τῆς νήψεως σέμνωμα, πραότητος θεῖος οἶκος, τῆς ἡσυχίας κανών, ταπεινοφροσύνης σεμνολόγημα, Γρηγόριε πάνσοφε, μονοτρόπων ὑπόδειγμα, χαρίτων σκεῦος, διαυγὲς καὶ περίδοξον, ἐγκαλλώπισμα, πολιτείας ἀμείνονος· ὅθεν τοὺς ἑορτάζοντας, τὴν πάνσεπτον μνήμην σου, ῥῦσαι παντοίων κινδύνων, καὶ ἀλγεινῶν περιστάσεων· Χριστὸν ἱκετεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὗρες, ὡς θησαυρὸν τιμαλφῆ, ἐν τοῖς Λιμέσι τοῖς Καλοῖς τὸν Ἀρσένιον, Πατέρα πνευματοφόρον, καὶ νοερᾶς προσευχῆς, πρύτανιν καὶ θεῖον ὑφηγήτορα, Γρηγόριε Ὅσιε, ἀσκητῶν ἀκροθίνίον, παρ’ οὗ πανσόφως, ἐδιδάχθης τὴν κρείττονα, τρίβον ἄγουσαν, πρὸς νοὸς περιφρούρησιν, ἔχων γὰρ τὴν ἀέναον, εὐχὴν ὄλβον ἔδραμες, πολλοὺς Κυρίῳ, προσάξαι ἀζύγους τῇ ὑποδείξει σου, καὶ ταῖς πρακτικαῖς σου συμβουλαῖς, πνευματοφόρε μέροψ ἰσάγγελε.





Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικῶς πολιτευσάμενος σεαυτὸν ὁλοθύμως Χριστῷ ἀνέθηκας, καὶ θεωθεὶς κατὰ μέθεξιν, Αὐτῷ ἀνέδραμες ὑπαντῆσαι, μάκαρ Γρηγόριε· ἐργασάμενος γὰρ τὴν εὐχὴν ἀδιαλείπτως, καὶ τὸν νοῦν ἀκλινῶς φυλάξας τῶν ἐπηρειῶν τοῦ ἀλάστορος, χαρισμάτων θεϊκῶν ἠξιώθης μακάριε. Δεῖξον οὖν καὶ ἡμᾶς τοὺς τιμῶντάς σε γνησίους δούλους τῆς Τρισακτίνου Θεότητος, καὶ ἀξίωσον σὺν σοὶ Αὐτὸν ἀπαύστως δοξάζειν, ἐν δόμοις ἀφθαρτότητος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἡσυχίας τον λάτρην εὐχῆς τὸν πρύτανιν τῆς νοερᾶς καὶ κλειδοῦχον τῆς φυλακῆς τοῦ νοός, Σιναΐτην ἐπαινέσωμεν, Γρηγόριον, ὡς θείας χαρίτος κρουνόν καὶ πατέρων θεαυγῶν, προτύπωσιν ἐκβοῶντες· δίδαξον εὔχεσθαι πάντας ἀδιαλείπτως, τοὺς τιμῶντάς σε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

Ἀπόλυσις.












ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Εὐχῆς τῆς νοερᾶς, ἱερὸς ὑφηγήτωρ, διδάσκαλος νοός, φυλακῆς θεηγόρος, καὶ νήψεως πρύτανις, ἀνεδείχθης Γρηγόριε· ὅθεν ᾄσμασι, τὴν σὴν ὑπέρλαμπρον μνήμην, καταστέφοντες, τὰς σὰς λιτὰς πρὸς τὸν Κτίστην, αἰτούμεθα Ὅσιε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Πηγὴν τὴν μυστικήν, ἀειζώων ναμάτων, καὶ βρύσιν θεϊκῆς, εὐσπλαγχνίας ἀσμένως, πιστοὶ μακαρίσωμεν, τὴν ὑπέρφωτον, Δέσποινα ἀνακράζοντες· πῆγασον πᾶσι δακρύων, Μῆτερ χεύματα, παθῶν ἡμῶν χαμαιζήλων, καθαίροντα βόρβορον.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἐξέλαμψας Ὅσιε ὥσπερ ἀστὴρ φαεινός, εὐχῆς ταπεινώσεως, ἀποταγῆς μεριμνῶν, γηΐνων καὶ νήψεως, κλέϊσμα τοῦ Σιναίου, ἐνδιαίτημα Κρήτης, καὶ Ὄρους τοῦ Ἁγίου, ἀδαπάνητε ὄλβε, φωτίζων ἀγωγῆς σου βολαῖς, πάντας Γρηγόριε.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χριστὸς κατεσκήνωσεν ἐν τῇ νηδύϊ τῇ Σῇ, ὁ ἄναρχος τοῦ προανάρχου Πατρὸς Υἱός, καὶ ἀνέδειξέ Σε, κεχαριτωμένη, οὐρανῶν πλατυτέραν· ὅθεν Σε δυσωποῦμεν, τῆς στενώσεως ῥῦσαι, κακίας ζοφερᾶς, καὶ παθῶν πάντας τοὺς δούλους Σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸ ἱερώτατον, νῦν ἐγκαλλώπισμα, ἐγκωμιάσωμεν, ᾠδαῖς εὐσχήμοσι, τῆς νοερᾶς τῆς προσευχῆς καὶ νήψεως θεαρέστου, ἀσκητὴν Γρηγόριον, τοῦ Σιναίου τὸ καύχημα, ἐκβοῶντες· πρέσβευε, τῷ Σωτῆρι τῆς Κτίσεως, εὐχῆς ἀδιαλείπτου ἐργάτας, δεῖξαι ἡμᾶς τοὺς σὲ τιμῶντας.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἀσκητικοῖς παλαίσμασι Θεῷ εὐαρεστήσας, ὡς καθαρὸς τῇ καρδίᾳ θεάμων τοῦ τῆς Θεότητος ἀῤῥήτου φέγγους ἐγένου Γρηγόριε, φωτόλαμπρε Ὅσιε. Λύσας γὰρ ἀγωγῇ ἀρίστῃ παθῶν τὴν ὁμίχλην ἐν σκηνώμασιν παμφαέσιν ἐσκήνωσας ἀξίως, πρεσβεύων Χριστῷ καὶ ἡμᾶς ἀξιῶσαι αὐτῶν γενέσθαι οἰκήτορας.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ὁσίου οὗ ἡ ἀκροστιχίς: Γρηγορίου, νηπτικοῦ πατρός, αἴνεσις. Χ. Μ.
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Γρηγόριον Ὅσιον, Σιναίους ὄρους τὸ καύχημα, ἀνάθρεμμα πάνσεπτον, Κλαζομενῶν καὶ φανόν, παμφαέστατον, Ἀστερουσίων Κρήτης, Πατέρων ὡς πρότυπον, ἐγκωμιάσωμεν.
ωσθεὶς θείῳ Πνεύματι, σαρκὸς κινήσεις ἐπράϋνας, καὶ νοῦν σου ἐπτέρωσας, πρὸς τὰς σκηνὰς οὐρανοῦ, ἐκ νεότητος, τῆς σῆς πνευματοφόρε, Γρηγόριε πρόβολε, βίου ἀμείνονος.
θεία σου ἔφεσις, Χριστῷ συνεῖναι ἀείποτε, χοροῖς σε κατέταξε, ἀζύγων θεοφιλῶν, καὶ ὡδήγησε, τὰ διαβήματά σου, πρὸς ὄρος τὸ Σίναιον, τὸ θεοβάδιστον.
Θεοτοκίον.
Γεννήσασα Δέσποινα, τὸν φύσει ἀπεριόριστον, καὶ ἄχρονον Κύριον, Λόγον Θεοῦ ἐν σαρκί, τὸν δι’ ἔλεος, μορφὴν δούλου λαβόντα, ἀμέτρητον βρότειον, γένος ἐθέωσας.

ᾨδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
δὸν τὴν ἀρίστην διανύσας, θελήματος σοῦ τῆς ἐκκοπῆς, ὑπακοῆς ἀρχέτυπον, καὶ ἀρετῆς ἀλάβαστρον, ἐδείχθης τιμαλφέστατον, Πάτερ Πατέρων Γρηγόριε.
οαῖς σου ἱδρώτων καὶ δακρύων, ἐπίανας χθόνα σῆς ψυχῆς, τὴν ἄνθη ἐκβλαστήσασαν, ὑπακοῆς Γρηγόριε, ἀφάτου ταπεινώσεως, εὐχῆς νηστείας καὶ νήψεως.
θυνας Γρηγόριε σοὺς πόδας, εἰς Κρήτης Λιμένας τοὺς Καλούς, καὶ τῶν Ἁγίων Φάραγγα, σεμνῶς ἐπισκεψάμενος, Πατέρων θείᾳ χάριτι, τῷ Ἀρσενίῳ ὑπήντησας.
Θεοτοκίον.
σίων ὑπάρχεις Θεοτόκε, σεπτῶν ἀγαλλίαμα ψυχῆς, Παρθένε καὶ διάσωσμα, παντὸς βροτοῦ πρεσβείας Σου, ἐκδεχομένου Δέσποινα, πρὸς τὸν Υἱόν Σου καὶ Κύριον.





Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Ἐν τῇ Φάραγγι, Ἀστερουσίων, θείᾳ χάριτι, ἐφησυχάζων, τὴν εὐχὴν παρ’ Ἀρσενίου τοῦ μάκαρος, τὴν νοερὰν ἐδιδάχθης Γρηγόριε, ἣν μονοτρόπων χορείαις μετέδωκας, εἶτα Ὅσιε, ποθούσαις Χριστὸν τὸ ὄνομα, προφέρειν ἀσιγήτως τὸ γλυκύτατον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θρόνος ἔμψυχος, τοῦ Βασιλέως, πάσης κτίσεως, Θεοκυῆτορ, καὶ περίλαμπρον Αὐτοῦ ἀνακτόριον, ἐδείχθης· ὅθεν κραυγάζων Σοι· ἔργασαι τοῦ Σοῦ οἰκέτου καρδίαν τὴν γέμουσαν, ῥύπου εὔχρηστον κυάθιον ἁγιότητος, καὶ σκεῦος διαυγέστατον συνέσεως.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
περόπτου τῶν γηΐνων μαθητὴς ἐχρημάτισας, Ἀρσενίου ὄντως, πνευματοκινήτου Γρηγόριε, Ἀστερουσίων ὀρέων τοῦ κοσμήτορος, καὶ πρυτάνεως, εὐχῆς ἀόκνου καὶ νήψεως.
Νοερᾶς ἀδιαλείπτου προσευχῆς ἐργαστήριον, νήψεως ταμεῖον, καὶ ναὸς φυλάξεως τέμενος, ἐφησυχάζων ἐν Κρήτῃ τὰ τοξεύματα, τοῦ ἀλάστορος, τοῦ παμβεβήλου ἀπέκρουσας.
ρθης πρὸς τῆς ἀπαθείας φέγγος Πάτερ ἀνέσπερον, διαλύσας ζόφον, χοϊκῆς ἁπάσης συγχύσεως, Χριστοῦ προφέρων τὸ ὄνομα, τὸ ἄμωμον, καὶ πανάγιον, ἀδιαλείπτως ἐν βίῳ σου.
Θεοτοκίον.
Παμφαὴς Χριστοῦ καθέδρα καὶ πηγὴ ἀναβλύζουσα, νάματα ἀφθίτου, βιοτῆς ἁγνὴ πέλεις Δέσποινα· διόπερ πάντες ἀεί Σε μεγαλύνομεν, οἱ βοήθειαν, Σὴν ταχινὴν ἐκδεχόμενοι.

ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Τοῦ σκότους τὸν ἄρχοντα, κατετροπώσω χάριτι θείᾳ, καὶ φωτὸς τὴν πανοπλίαν, ἐνδεδυμένος αὐτοῦ, τὰ βέλη εὐχῇ συνέτριψας, σοῦ τῇ νοερᾷ, καὶ ἐν ἀγαθότητι, τὸν σὸν βίον διήνυσας.
δεῖν κατηξίωσαι, ὁδὸν βροτοὺς μετάγουσαν, πρὸς τῆς ἀρετῆς τὸ θεῖον ὕψος, τοῦ Ἀρσενίου, ταῖς φωτειναῖς διδαχαῖς, Γρηγόριε φάρε φυλακῆς, τοῦ νοὸς καὶ σήψεως, τηλαυγὲς καὶ φωτόλαμπρε.
Καθάρας Γρηγόριε, παθῶν τῆς ἀμαυρώσεως, πόνοις νυχθημέροις τὴν ψυχήν σου, ὑπὸ τοῦ φάους, ἀγάπης τοῦ Λυτρωτοῦ, ηὐγάσθης καὶ ἔμπλεως φωτός, τοῦ ἀστέκτου πέφηνας, ἀσκητὰ ἐνθεώτατε.
Θεοτοκίον.
λόφωτον σκήνωμα, τοῦ Λόγου τοῦ παντάνακτος, Ἰησοῦ Παντάνασσα Παρθένε, ἐκ τῆς γαστρός Σου, ὁ πᾶσι νέμων ζωῆς τὸ φῶς, ἐξανέτειλεν ἡμῖν, καὶ φωτὸς ἀνέδειξε, τέκνα πάντας τοὺς μέροπας.



ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
μνῶν ἀπαύστως τὸν Κύριον, κατέλιπες τὴν Κρήτην Γρηγόριε, καὶ εἰς τὸν Ἄθωνα, ἀφίκου συνοδευόμενος, ὑπὸ τοῦ Γερασίμου, τοῦ οὐρανόφρονος.
Πατέρων κλέος Γρηγόριε, τὴν σάρκα ὑποτάξας τῷ Πνεύματι, ἰδεῖν ἠξίωσαι, θείας ὁράσεις ὡς ἄγγελος, βροτῶν σαρκίον φέρων, φωτοειδέστατε.
γωνισθεὶς ὑπὲρ ἔννοιαν, καὶ πρᾶξιν εἰς ἐπίβασιν Ὅσιε, τῆς θεωρίας σου, εὑρὼν ἀνῆλθες εἰς μέγιστον, χαρίτων ὕψος μάκαρ, σοφὲ Γρηγόριε.
Θεοτοκίον.
Τὸν Κτίστην πάντων καὶ Κύριον, τὸν λύσαντα θανάτου πανάμωμε, τὸ κράτος ἔτεκες· διό Σε ὕμνοις γεραίρομεν, ὡς τῆς ζωῆς τῆς ὄντως, ἀγήρω πρόξενον.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν ἐν ὀνόματι Κυρίου μαστιγώσαντα, ἐχθρὸν τὸν δόλιον εὐσχήμως μελῳδήσωμεν, ἀσκητὴν τὸν πνευματέμφορον τοῦ Σιναίου, νοερᾶς εὐχῆς καὶ νήψεως διδάσκαλον, καὶ ἁπάσης οἰκουμένης τὸν κοσμήτορα, πόθῳ κράζοντες· Χαίροις μάκαρ Γρηγόριε.
Ὁ Οἶκος.
Ἄγγελοι καθορῶντες, τὴν λαμπρὰν ἀρωγήν σου, ἐθαύμαζον Γρηγόριε ὄντως· προσευχόμενος γὰρ ἀκλινῶς, ἡσυχάζων, νήφων, καὶ ποιῶν θέλημα Θεοῦ, καθάπερ ἄγγελος ἐβίωσας· διὸ βοῶμεν·
Χαῖρε, ἀμάρυγμα ἐγκρατείας·
χαῖρε, ἀπάνθισμα ἀπαθείας.
Χαῖρε, νοερᾶς προσευχῆς ἀποτύπωμα·
χαῖρε, τοῦ νοὸς φυλακῆς ἐνδιαίτημα.
Χαῖρε, ἔμψυχον ὡράϊσμα, τοῦ Σιναίου τῆς Μονῆς·
χαῖρε, τίμιον διάδημα, τῆς ἐμπράκτου ἀγωγῆς.
Χαῖρε, ὁ ἐν σπηλαίοις νήσου Κρήτης ἀσκήσας·
χαῖρε, ὁ σὺν Ἀγγέλοις οὐρανοὺς κατοικήσας.
Χαῖρε, ἀστὴρ τῆς νήψεως πάμφωτος·
χαῖρε, πρηστὴρ κακίας τοῦ χείρονος.
Χαῖρε, λαμπὰς βιοτῆς μονοτρόπων·
χαῖρε, χαρᾶς κοινωνὲ τῶν Ἀγγέλων.
Χαίροις, μάκαρ Γρηγόριε.







Συναξάριον.
Τῇ ΣΤ τοῦ αὐτοῦ Μηνός, ὁ Ὅσιος Γρηγόριος ὁ Σιναΐτης, ὁ ἀσκήσας ἐν ἔτει 1310, ἐν εἰρήνῃ τελειοῦται.
Kανὼν ἀκριβής, Γρηγόριε, ὡράθης,
θείας προσευχῆς, πάντας εἰς ἣν ὀτρύνεις.
Οὗτος, ἐγεννήθη ἐν Κουκούλῳ τῶν Κλαζομενῶν. Συλληφθεὶς ἐν νεαρᾷ ἡλικίᾳ ὑπὸ τῶν Ἄγαρ υἱῶν ἐλυτρώθη ὑπ’ εὐλαβῶν Λαοδικαίων καὶ κατέφυγεν εἰς Κύπρον, ἔνθα τὸ μοναχικὸν περιεβλήθη ἔνδυμα. Ἐλθὼν εἰς τὸ Σίναιον ὄρος ἐκάρη μοναχὸς ἐκ τῇ ἐκεῖ Μονῇ καὶ ὑποβαλλὼν ἑαυτὸν εἰς ὑπερμέτρους ἀγῶνας, εἰς ὕψος ἔφθασεν ἀρετῶν. Φθονηθεὶς ὑπὸ τοῦ μισοκάλλου, ἀνεχώρησεν μετὰ τοῦ μαθητοῦ αὐτοῦ, Ὁσίου Γερασίμου τοῦ Εὐβοέως, εἰς Ἱερουσαλήμ, καὶ ἐκεῖθεν διὰ τοὺς Καλοὺς Λιμένας τῆς Κρήτης, ἔνθα ἀφικόμενος ἠσκήτευσεν ἐν σπηλαίῳ τῆς Φάραγγος, τῶν Ἀστερουσίων ὁρέων τῆς καλιᾶς ὑπαρξάσης ἀσκητικῶν ἀγώνων πλήθους ἀζύγων. Ὑπαντήσας ἐν αὐτῇ τὸν πενυματέμφορον Ἀρσένιον, ἐδιδάχθη παρ’ αὐτοῦ τὴν νοερὰν προσευχὴν καὶ τὴν πρακτικὴν τῆς τοῦ νοὸς φυλακῆς. Ἀργότερον καταντήσας εἰς Ἄθωνα, ὑφηγήτωρ ἐγένετο τῆς νηπτικῆς φιλοσοφίας. Περιοδεύσας πλείστους τόπους, καὶ Μονὰς δομήσας ἐν τοῖς παρορίοις τῆς Μακεδονίας καὶ Θράκης, πολλοὺς κατηύθυνε πρὸς νομὰς σωτηρίας διὰ τῶν αὐτοῦ διδαχῶν περὶ τῆς νοερᾶς φυλακῆς καὶ τοῦ ἁγιοτόκου ἡσυχασμοῦ. Ἐκοιμήθη ἐν εἰρήνῃ καταλιμπάνων ἡμῖν τὰς ἁγίας αὐτοῦ καὶ ψυχοφελεῖς διδασκαλίας.

Εὐτύχιον θανόντα τιμῶν τοῖς λόγοις,
ἐμαυτὸν αὐτὸς εὐτυχέστατον κρίνω.

Ἂν ἐξαριθμῇς οὓς τὸ πῦρ Πέρσας φλέγει,
εὕροις ἔχοντας τετράκις τὸ τρὶς δέκα.

Τῇ αὐτῇ ἡμέρα, ἡ Ὁσία Πλατωνίς, ἐν εἰρήνῃ τελειοῦται.
Πόλου πλάτη φέρουσι τὴν Πλατωνίδα,
ταῖς ἀρεταῖς λάμψασαν εἰς τὰ γῆς πλάτη.

Τῇ αὐτῇ ἡμέρα, οἱ Ἄγιοι Δύο Μάρτυρες οἱ ἐν Ἀσκάλωνι, ἐν τῇ γῇ ἄχρι τῆς ὀσφύος χωσθέντες, τελειοῦνται.
Ἀνηρότως σοι γῆ φύει καρπόν, Λόγε.
ὁ καρπὸς ἄνδρες, ἄχρις ὀσφύος, δύο.

Tὸν Γρηγόριον νήψεως τὸν ἐργάτην,
λόγοις γεραίρω, καὶ γὰρ οὕτως ἦν θέμις.

Χορὸν τὸν πεντάριθμον νέων Μαρτύρων,
Σαμοθράκη γεραίρε νῦν ἐπαξίως.

Τῇ αὐτῇ ἡμέρα, ὁ Νέος Ὀσιομάρτυς Γεννάδιος Διονυσιάτης, ὁ ἀθλήσας ἐν ἔτει 1818 ἐν Κωνσταντινουπόλει, ξίφει τελειοῦται.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Τερβιλλίου, πρίγκιπος Οὐαλίας

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀφφίωνος ἐπισκόπου Νόβγκοροντ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
είθροις Ὅσιε σεπτῆς διδασκαλίας σου ψυχὰς κατήρδευσας ποθούσας τὴν ἀρετήν, καὶ δήμους ἐδρόσισας ἀζύγων Ἄθωνος· ὅθεν ἅπαντες, γευόμενοι γλυκύτητος, τῶν σῶν λόγων σὲ τιμῶμεν.
λος ἔμπλεως σοφίας ἀναδέδειξαι ἐνθέου Ὅσιε κανὼν εὐχῆς νοερᾶς· διὸ ὁ σωτήριος ἐξῆλθε φθόγγος σου, εἰς τὰ πέρατα, τῆς κτίσεως Γρηγόριε, κατανύσσων ἀσκουμένους.
Σὺ περίδοξον τῶν μονοτρόπων σέμνωμα καὶ ὑποτύπωσις ἐδείχθης τῆς ἀρετῆς, ἐγείρων Γρηγόριε τῇ πολιτείᾳ σου, πρὸς ἐγρήγορσιν, διηνεκῆ τοὺς σπεύδοντες, τῶν ῥημάτων σου ἀκοῦσαι.
Θεοτοκίον.
ειπάρθενε Θεὸς ὁ ὑπερούσιος ἐκ τῶν αἱμάτων Σου τῶν ἱερῶν Μαριὰμ ἁγνή, σάρκα ἔλαβε, καὶ κόσμον ἔσωσε πάλαι πτώσεως, τῆς Εὔας τῆς προμήτορος, καὶ κατάρας τῆς ἀρχαίας.











ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
δρυσας περίλαμπρον σεμνεῖον, ἐν ὄρει Κατακεκρυωμένῳ ἔνθεε ἀσκητὰ Γρηγόριε, ὕψος ταπεινώσεως, τῆς ἡσυχίας σύμβολον, καὶ τῆς φυλάξεως ἀρχέτυπον νοός, κατ’ ἀξίαν· ὅθεν σε τιμῶσι, χοροὶ τῶν μοναζόντων.
Νῦν Κρητῶν χορεῖαι φιλοσίων, εὐχῆς νοερᾶς φανὸν τὸν μέγιστον, ἀναφθέντα μέλπομεν, ᾧδε ὕμνοις πρέπουσι, Γρηγόριον τὸν Ὅσιον, σπηλαίων ἔνοικον, τῆς Φάραγγος, τῶν Ἀστερουσίων, καὶ τοῦ Ἀρσενίου, τὸν μαθητὴν τὸν θεῖον.
ρημον φιλῶν καὶ ἡσυχίαν, καὶ φεύγων ἀναστροφὰς βροτῶν Γρηγόριε, ᾤκησας τὸ Σίναιον, σπήλαια δυσπρόσιτα, Ἀστερουσίων Ὅσιε, κλιτὺς τοῦ Ἄθωνος, τὴν Χίον, Μυτιλήνην Σερβίαν, Θράκην Βουλγαρίαν, καὶ οἰκουμένην πᾶσαν.
Θεοτοκίον.
Σάλου ἐκ παθῶν τῶν χαμαιζήλων, καὶ πάσης ἐκ τοῦ ἀλάστορος κακώσεως, γένος τὸ ἀνθρώπινον, Τόκῳ τῷ ὑψίστῳ Σου, Θεοκυῆτορ ἄνασσα, ἡ ἀνυψώσασα, τὸν νοῦν τῶν οἰκετῶν Σου βοῶμεν, ὕψωσον πρὸς πόθον, Θεοῦ ἐκ τῶν ματαίων.

ᾨδὴ θ’. Ἅπας γηγενής.
να τοῦ φωτός, τῆς ἄνω λαμπρότητος τύχοις Γρηγόριε, χοϊκῆς συγχύσεως, τὴν σκοτομήνην Πάτερ ἀπέβαλες, καὶ ὥσπερ ἄστρον πάμφωτον εὐχῆς διέλαμψας, ἐν τῷ κόσμῳ, τῷ σαφῶς διδάξαντι, ἀσιγήτως προσεύχεσθαι Ὅσιε.
Στόματι λαμπρῷ, ἀνύμνεις ἑκάστοτε, Χριστὸν Γρηγόριε, ὑπὲρ Οὗ κατέλιπες, ἡδέα βίου ἐκ τῆς νεότητος τῆς σῆς· διὸ καὶ νήψεως δοχεῖον πάγχρυσον ἀνεδείχθης, καὶ τοῦ θείου Πνεύματος ἀγαθῶν, πνευματέμφορε ἔμπλεως.
Χαῖρε ἀσκητά, ναὸς τῆς φυλάξεως θεῖε διδάσκαλε, ἡσυχίας κόσμημα, ἀδιαλείπτου εὐχῆς κειμήλιον, καὶ ποδηγὲ ἀλάνθαστε, πρὸς βίον κρείττονα, μονοτρόπων κράζοντες, τὴν μνήμην σου, τὴν λαμπρὰν ἐκτελοῦμεν γηθόμενοι.
Θεοτοκίον.
Μῆτερ τοῦ Θεοῦ, παράσχου μοι δύναμιν ἀφθόνως ἄνωθεν, τοῦ πατεῖν τὴν δύναμιν, τοῦ πολεμίου πᾶσαν κραυγάζων Σοι, καὶ ἐν ἰσχύϊ πάντοτε ὁδεύειν δίοδον, ἐνταλμάτων, θείων τὴν ἰθύνουσαν, πρὸς ζωὴν οὐρανῶν τὴν αἰώνιον.






Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Διαπεράσας πέλαγος, τῆς χοϊκῆς συγχύσεως, καὶ μεριμνῶν τῶν τοῦ βίου, ἀκάτῳ τῆς ἡσυχίας, ἀκτημοσύνης νήψεως, καὶ προσευχῆς Γρηγόριε, εἰς οὐρανῶν κατέπλευσας, τὸν γαληνότατον ὅρμον, Χριστῷ ἀεὶ συγχορεύειν.
Θεοτοκίον.
Ἀγγέλων δόξα Δέσποινα, Ἁγίων πάντων καύχημα, καὶ τῶν βροτῶν σωτηρία, Παρθενομῆτορ Μαρία, τὸν Σὸν Υἱὸν καὶ Κύριον, ἁπάντων καθικέτευε, ἵνα ῤυσθῶμεν  θλίψεων, δεινῆς ἐχθροῦ ἐπηρείας, καὶ συμφορῶν κατωδύνων.

Αἶνοι. Ἦχος πλ. δ’. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι.
Τί σὲ ὀνομάσω Γρηγόριε; ἐραστὴν τῆς ἡσυχίας, φυλακῆς τῆς τοῦ νοός, εἰσηγήτορα θεόπνουν, καὶ τῆς νήψεως φανόν, πυρφόρον, τὸ σαρκίον γὰρ ἐνέκρωσας, καμάτοις, νυχθημέροις καὶ στερήσεσι, καὶ τὸ σὸν πνεῦμα ἐπτέρωσας, πρὸς τὰ οὐράνια δώματα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)

Τί σὲ ὀνομάσω Γρηγόριε; ἀσκητὴν σεπτὸν Σιναίου, νήσου Κρήτης φρυκτωρόν, μαθητὴν τοῦ Ἀρσενίου, θεοφόρον καὶ κλεινόν· ἀζύγων, τῆς χορείας ἐγκαλλώπισμα, Ἁγίου Ὄρους, καύχημα περίδοξον, καὶ οἰκουμένης ὡράϊσμα, τὸν Λυτρωτὴν καὶ παντάνακτα· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Τί σὲ ὀνομάσω Γρηγόριε; Θησαυρὸν τῆς ψυχοτρόφου, καὶ ἐνθέου ἀρετῆς, διαυγέστατον δοχεῖον, θεαρέστου ἀγωγῆς, πυξίον, σωτηρίας καὶ συνέσεως, λαμπάδα, τοῦ Κυρίου ἀγαπήσεως, σὲ οὖν τιμῶντες γηθόμενοι, πνευματοφόρε κραυγάζομεν· ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. α΄.
Θείου φωτὸς πληρωθείς, νυχθημέροις ἀσκήσεσί σου ὡς λαμπὰς διέλαμψες ἐν τῇ Ἐκκλησίᾳ θεοσοφίας, Πάτερ Γρηγόριε. Καταπυρσεύων γὰρ νοερᾶς προσευχῆς σου ταῖς διδαχαῖς μονοτρόπων τὰ συστήματα, τοῦ φωτὸς ἐπώφθης τοῦ ἀστέκτου ἀπαύγασμα· ὅθεν οἱ ἐν σκιᾷ τῶν μεριμνῶν καθεύδοντες, τὰς ἀκτῖνας τῶν ὁλοθέρμων πρεσβειῶν σου ἀπεκδεχόμεθα, πρὸς βίου τελείωσιν.







Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ἡσυχίας καὶ προσευχῆς, τῆς ἀδιαλείπτου Πάτερ ἔκτυπον καὶ κανών, χαίροις Σιναΐτα, Γρηγόριε φωσφόρε, φωτὸς τοῦ Τρισηλίου θεῖον ἀπαύγασμα.





























ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἡσυχίας καὶ ἀσκήσεως λύχνος, καὶ προσευχῆς τῆς νοερᾶς ὄντως οἶκος, τῶν δεομένων πάντα τὰ αἰτήματα, Ὅσιε νῦν πλήρωσον, καὶ νῦν ἴθυνε τούτους, πρὸς τὴν ἐπουράνιον βιοτήν τε καὶ τρίβον· ἵνα τιμῶμεν πάντοτε ἐσέ, θεῖε Γρηγόριε ὦ Σιναΐτα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Εὐχῆς Ἀθληταί, πιστοὺς σκέπετε πάντας.  
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
δώρησας Πάτερ τὴν σεαυτοῦ, καρδίαν ἐκθύμως, τῷ Κυρίῳ καῖ Λυτρωτῇ· διό σε ἡγίασε παρέχων, τοῖς αἰτουμένοις σου πάντα αἰτήματα.
μνοῦμέν σε Πάτερ πανευλαβῶς, Γρηγόριε θεῖε, τοῦ Σιναίου τῶν μοναστῶν, τὸ ἄνθος τὸ θεῖον καὶ τῆς Κρήτης, τὸν ἐκλεκτὸν ἀσκητὴν καὶ ἀγλάϊσμα.
Χαρίτων τοῦ Πνεύματος ἐμπλησθείς, ἐξέλαμψας Πάτερ καὶ κατηύγασας μοναστῶν, χορείας ταῖς θείαις διδαχαῖς σου, οἱ σὲ τιμῶσιν ἀξίως Γρηγόριε.
Θεοτοκίον.
λίου τῆς δόξης ἀνατολή, ὑπάρχουσα Κόρη, σκοτισθεῖσάν μου τὴν ψυχήν, παθῶν ἀτιμίας ἀμαυρώσει, τῇ μητρικῇ Σου προνοίᾳ καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σκεπασθεὶς ἐν τῇ σκέπῃ τῆς θεϊκῆς χάριτος, πάντας τοὺς θορύβους τοῦ κόσμου σοφῶς ἐξέκλινας, καὶ ἐπεζήτησας, ὅλῃ ψυχῇ καὶ καρδίᾳ, τὸν Χριστὸν πανένδοξε, θεῖε Γρηγόριε.
ρετῆς ἐπελάβου ἀσκητικῶς ἔνδοξε, καὶ τὰς πρὸς Θεὸν ἀναβάσεις σὺ ἐμελέτησας, ἐν τῇ καρδίᾳ τῇ σῇ, καθηγητὴν δὲ πρὸς τοῦτο, ἀληθῶς κτησάμενος, θεῖον Ἀρσένιον.
Θαλαττεύσας ὦ Πάτερ πρὸς τοὺς Καλοὺς ἔφθασας, τῆς μεγαλονήσου Λιμένας, Κρήτης Γρηγόριε· ἔνθα ἐσκήνωσας, ἐν τοῖς σπηλαίοις τῆς Ῥάξου, ἐν οἷς καὶ ὑπήντησας, θεῖον Ἀρσένιον.
Θεοτοκίον.
Λυτρωτὴν τῶν ἀνθρώπων Μῆτερ Θεοῦ τέτοκας, καὶ τὴν σωτηρίαν παρέχεις πᾶσι τοῖς κράζουσι, πάντοτε Δέσποινα, εἰλικρινῶς ἐκ καρδίας· χαῖρε πάντων Ἄνασσα, ἀειμακάριστε.
Παράστηθι, τοῖς σοῖς ἱκέταις Γρηγόριε θεοφόρε, συμπρεσβευτήν σου λαβὼν τὸν θεῖον Γεράσιμον· καὶ ῥῦσαι αὐτοὺς κακῶν καὶ κινδύνων.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐδείχθης Θεοῦ, σὺ σκεῦος ἐκλεκτότατον, πολλὰς δωρεὰς καὶ Χάριτας δεξάμενος, Πάτερ Γρηγόριε· διὸ θλίψεων ἔνδοξε λύτρωσαι καὶ πειρασμῶν, δεινῶν καὶ συμφορῶν ἱκέτας τοὺς σοὺς ἀεὶ διάσῳζε.





ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
συχίας διδάσκαλον, καὶ τῶν μοναζόντων ἄγρυπνον ἔφορον, σὲ γινώσκομεν Γρηγόριε, καὶ γεραίρομέν σε ἱερώτατε.
Τηλαυγῶς σὺ ἐξήστραψας, καὶ τὴν οἰκουμένην πᾶσαν ἐφώτισας, διδαχαῖς ταῖς σαῖς μακάριε, ἀσκητὰς εὐφράνας τε σοῖς δόγμασι.
ναβαίνειν προέτρεπες, εἰς τὴν ἀρετῶν ὑψίστην ἀκρώρειαν, τοὺς προστρέχοντας Γρηγόριε, καὶ ἀκροωμένους τῶν ῥημάτων σου.
Θεοτοκίον.
εροῖς μελῳδήμασι, τὰ Σὰ μεγαλεῖα ὑμνοῦμεν πάντοτε, καὶ δοξάζομεν τὸν τόκον Σου, Σὲ ὁμολογοῦντες Θεομήτορα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Παῦσον πειρασμῶν, χαλεπώτατον κλυδώνιον, καὶ τὴν εἰρήνην τοῦ Θεοῦ ἡμῖν δός, ὥστε βαδίζειν αὐτοῦ τρίβον τὴν σωτήριον.
λεων ἡμῖν, τὸν Σωτῆρα σὺ ἀπέργασαι, ταῖς σαῖς λιταῖς ταῖς εὐπροσδέκτοις σοφέ, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν ἐξαίτησαι.
Στήριξον πιστῶν, διανοίας εἰς τὸ θέλημα, καὶ εἰς τὴν πέτραν Θεοῦ τῶν ἐντολῶν, ἵνα καρποὺς τῆς ἀρετῆς οὗτοι κομίσωνται.
Θεοτοκίον.
Τάξεις οὐρανῶν, Ἐκκλησίας τε συστήματα, Σὴν αἰνοῦσιν ἀξίως ἄχραντε, τιμὴν καὶ δόξαν, τὴν πάντα νοῦν ὑπερβαίνουσαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
λόκληρον, τὴν σὴν ἔφεσιν Πάτερ, τῷ Κυρίῳ καὶ Θεῷ σου ἀνέθου· διὸ χαρᾶς, ἡ ψυχή σου ἐπλήσθη, καὶ σῇ καρδίᾳ τὸ φῶς ἐναπήστραψε, τῆς Χάριτος τῆς θεϊκῆς, καὶ φωστῆρα ἐν κόσμῳ ἀνέδειξε.
πήντησας, ἐν σπηλαίῳ τῆς Ῥάξου, τὸν Ἀρσένιον ἀχθεὶς νεύσει θείᾳ, καὶ σὲ ἐμύησεν Ὅσιε Πάτερ, εἰς νοερᾶς προσευχῆς τὰ μυστήρια· διὸ Γρηγόριε κλεινέ, καὶ ἡμᾶς τῷ σῷ φέγγει καταύγασον.
Στηρίζων, μὴ ἐλλίπῃς Γρηγόριε, τὰς καρδίας τῶν πιστῶς σοι βοώντων, οὐκ ἐκ φθορᾶς, καὶ δεινῶν καὶ κινδύνων, καὶ συμφορῶν θεῖε Πάτερ ἀπάλλαξον, τὸν Κύριον ἐκδυσωπῶν, Ὃν ἐν βίῳ σου ὄντως ἠγάπησας.
Θεοτοκίον.
Σὺ σκέδασον, τῶν παθῶν μου κλύδωνα, καὶ εἰρήνην Σου παράσχου μοι Κόρη, τῶν πειρασμῶν, ἐπιθέσεως ῥῦσαι, καὶ κακουργίας δαιμόνων με λύτρωσαι, Σοῦ δέομαι Μῆτερ Θεοῦ, πρὶν εἰς τέλος ἀπόλωμαι σῶσόν με.
Παράστηθι, τοῖς σοῖς ἱκέταις Γρηγόριε θεοφόρε, συμπρεσβευτήν σου λαβὼν τὸν θεῖον Γεράσιμον· καὶ ῥῦσαι αὐτοὺς κακῶν καὶ κινδύνων.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Σὲ ἐν Σιναίῳ τὸ πρῶτον μονάσαντα, καὶ ἐν Ἁγίων τῇ Φάραγγι φθάσαντα, εὐχῆς νοερᾶς ἔνθα τρόπους ὁσίως μεμάθηκας, πάντες δοξάζομεν, θειότατε Πάτερ Γρηγόριε.

Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου Αὐτοῦ.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ἔφανας ὡς ἥλιος, ἐκ τῆς Ἑώας παμμάκαρ, καὶ εἰς Κρήτην ἔφθασας, ἔνθα νοερᾶς εὐχῆς χάριν εἴληφας· μονασταῖς Ὅσιε, εἶτα ἐξηγήσω, τοῖς ἐν Ἄθῳ διατρίβουσι νήφειν καὶ εὔχεσθαι, πάντοτε ἀγρύπνως πρὸς Κύριον, διδάσκαλος ἐντεῦθεν σύ, πάντων Ὀρθοδόξων ἐγνώρισαι· ὅθεν σε ὑμνοῦμεν, Γρηγόριε ὡς φίλον τοῦ Χρισροῦ, σὺν Γερασίμῳ θεόφρονι, ἀσκητῶν ἀκρέμονες.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Καθαρᾶς εὐωδίας τῆς Χριστοῦ θεωρίας ὑμεῖς ἐπλήσθητε, θειότατοι Πατέρες, πρὸς ὕψος ἀπαθείας, ἀναχθέντες τὸ πρότερον· διὸ τιμῶμεν ὑμᾶς, τῆς ἐκλογῆς τὰ σκεύη.
ν εὐχῇ καὶ ἀσκήσει τὰς ψυχὰς ἡγιάσθητε καὶ ηὐγάσθητε, Γρηγόριε παμμάκαρ, Γεράσιμέ τε θεῖε, τῷ Κυρίῳ κραυγάζοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Περιλάμπεσθε ὄντως ταῖς ἀκτῖσι τῆς θείας Πατέρες Χάριτος, καὶ λάμπετε φῶς θεῖον, ψυχὰς φωταγωγοῦντες, καὶ τὸ σκότος διώκοντες, τῶν ἐξαιτούντων ὑμῶν, τὴν ἄμαχον πρεσβείαν.
Θεοτοκίον.
παξίως Παρθένε ὡς αἰτίαν ὑμνοῦμεν σεμνοπρεπέστατα, ἡμῶν τῆς σωτηρίας, τὴν τέξασαν ἀῤῥήτως, τὸν Σωτῆρα καὶ Κύριον, τὸν σὺν Πατρὶ αἰνετόν, καὶ Πνεύματι Ἁγίῳ.


ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῶν ἀσκουμένων, ἐπισκοπεῖτε χορείας, καὶ φρουρεῖτε πάντοτε Πατέρες θεῖοι, ὁδηγοῦντες ταύτας, εἰς ὕψη θεωρίας.
χοιμεν πάντες, οἱ ἐν τῷ κόσμῳ οἰκοῦντες, τὴν ἀντίληψιν ἡμῶν καὶ προστασίαν, ὡς ἐν τοῖς κινδύνοις, καὶ θλίψεσι βιοῦντες.
Πάντοτε σκέπε, σῇ πατρικῇ προμηθείᾳ, μοναστὰς καὶ ἀσκητὰς τοὺς ἐν Ῥάξῳ, σὺν τῷ Ἀρσενίῳ, Γρηγόριε τρισμάκαρ.
Θεοτοκίον.
πηλπισμένων, τὴν μόνην ὄντως ἐλπίδα, δυσωποῦμέν Σε πίστει ἁγνὴ Παρθένε, πρόφθασον καὶ σῶσον, ἡμᾶς ἐκ πάσης βλάβης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ναὸς ἡγιασμένος, σὺ Πάτερ ἐδείχθης, ὡς προσευχῆς νοερᾶς ἐνδιαίτημα, ἀλλὰ καὶ ταύτης Γρηγόριε ὡς διδάσκαλος.
Τρανῶς σὲ ἀνυμνοῦμεν, καὶ ἐκδυσωποῦμεν, μὴ ἐπιλάθη πρεσβεύων πρὸς Κύριον, ὑπὲρ ἡμῶν τῶν πενήτων θεῖε Γρηγόριε.
γίων καὶ Ὁσίων, συνηριθμημένος, χοροστασίαις Γρηγόριε ἔνδοξε, τὴν Παναγίαν Τριάδα ἡμῖν ἱλέωσαι.
Θεοτοκίον.
Σεμνύνονται Παρθένε, τῶν ἀνθρώπων γένος, καὶ τῶν Ἀγγέλων ἐν Σοὶ ἅπαν σύστημα, καὶ Σὲ τιμῶσιν ἐν ὕμνοις καὶ μεγαλύνουσι.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις γόνε θεῖε Κλαζομενῶν, ὁ ἐν τῷ Σιναίῳ, σχῆμα θεῖον περιβληθείς· χαίροις ὁ ἀσκήσει, καὶ ἀρετῇ κοσμήσας, τὴν σὴν ψυχὴν πρεπόντως, Πάτερ Γρηγόριε.
Ἔπλευσας εἰς Κρήτην μετὰ τοῦ σοῦ, μαθητοῦ ὦ Πάτερ, Γερασίμου τοῦ Εὐβοῶς· ἔνθα ἐν Ἁγίων, τῇ Φάραγγι ηὐλίσθης, ἀσκήσει καὶ νηστείᾳ, ἀγωνιζόμενος.
Ἐγένου ἐντεῦθεν ὑφηγητής, εὐχῆς νοεράς τε, ἰθυνούσης πρὸς θεῖον φῶς, πᾶσι τοῖς ἐν Ἄθῳ, μονάζουσι θεόφρον, Γρηγόριε· διό σε, ὕμνοις γεραίρομεν.
Φύλαττε ὦ Πάτερ ταῖς σαῖς λιταῖς, πάντας Ὀρθοδόξους, καὶ μονάζοντας εὐσεβῶς, ἐν Σιναίῳ ὄρει, καὶ Κρήτῃ καὶ ἐν Ἄθῳ, Γρηγόριε τρισμάκαρ, Πατέρων καύχημα.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Φρούρει, καὶ συντήρει ἀσινεῖς, πάντας τοὺς τῇ σκέπῃ σου Πάτερ, ἀεὶ προστρέχοντας, πίστιν τε Ὀρθόδοξον κράτυνον ἔνδοξε, καὶ παντοίας πλανήσεως, Γρηγόριε ῥύου, πάντοτε τοὺς πόθῳ τε, καὶ πίστει μέλποντας· χαίροις, ὁ εὐχὴν ἐκδιδάξας, νοερὰν καὶ τάξεις εὐφράνας, πάσας ἀσκητῶν τοῖς θείοις λόγοις σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου