Τῌ ΙΒ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
ΑΚΟΛΟΥΘΙΑ
ΟΣΙΟΥ ΓΕΡΜΑΝΟΥ ΜΑΡΟΥΛΗ, ΑΓΙΟΡΕΙΤΟΥ
Ποίημα
Δρὸς Χαραλάμπους Μ. Μπούσια
Σημειώσεις:
Ἀξίζει, ν᾿ ἀναφερθεῖ, πῶς Ἀκολουθία πρὸς τιμὴν τοῦ
Ἁγίου συνέθεσε καὶ ὁ Ἱερομόναχος Γαβριὴλ ὁ Καρεώτης ἐκ τῆς συνοδείας τοῦ Ἱεροῦ
Κελλίου Εὐαγγελισμὸς τῆς Θεοτόκου.
Ἀξίζει ἐπίσης νὰ εἰπωθεῖ πῶς τοποθετήσαμε τῇ μνήμῃ τοῦ
Ὁσίου στις 12 Μαΐου σύμφωνα μὲ ἀρχαῖα συνήθεια νὰ τιμῶνται συνώνυμοι Ἅγιοι (τὴν
ἥμερα αὐτὴν τιμᾶται ὁ ἅγιος Γερμανός, Πατριάρχης Κωνσταντινουπόλεως), ἀφοῦ ὁ
βιογράφος του δεν ἀναφέρει τὴν ἡμερομηνία τῆς Κοιμήσεώς του.
ΕΝ ΤΩ ΜΙΚΡΩ
ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ
Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Θεσσαλονίκης τὸν γόνον τὸν εὐκλεέστατον, ἐκ τῶν ἀώρων
χρόνων, πολιὰν ἔχων γνῶσιν, καὶ βίῳ φιλαρέτῳ τῷ Λυτρωτῇ, ὄντως εὐαρεστήσαντι,
θεοειδέστατον ἅπαντες Γερμανόν, ἐγκωμίων ῥόδοις στέψωμεν.
Τὸν ἐν τῷ ὄρει τοῦ Ἄθῳ λαμπρῶς ἀσκήσαντα, καὶ ἀγωγῇ
ἀμέμπτῳ, εὐφημήσωμεν πόθῳ, νηστείᾳ ἀγρυπνίᾳ ὑπακοῇ, νυχθημέροις δεήσεσι, καὶ
τῶν ἱδρώτων ἐκχύσεσι Γερμανόν, ὡς σεπτῶν Ὁσίων πρόβολον.
Ὑπακοῆς ψυχοτρόφου λαμπρὸν ὑπόδειγμα, κανόνα
συμπαθείας, πρὸς τοὺς ἔγγιστα πάντας, ἁπλότητος ταμεῖον καὶ θησαυρόν,
ταπεινώσεως μέλψωμεν, τὸν ἐν τῷ Ἄθῳ ἀσκήσαντα θαυμαστῶς, Γερμανὸν τὸν
θεοείκελον.
Τὸν τοῦ κρημνώδους σπηλαίου σεμνὸν οἰκήτορα, κλεινοῦ
Ἀθανασίου, τοῦ δομήτορος Λαύρας, Μεγίστης οὐρανίου ὡς βιαστήν, βασιλείας
τιμήσωμεν, ἀναβοῶντες ἀξιῶσον καὶ ἡμᾶς, Γερμανὲ τυχεῖν θεώσεως.
Δόξα. Ἦχος β´.
Τὸν καθαρότητι νοὸς καὶ σαρκίου ἑλκύσαντα, τὴν χάριν
τοῦ Παναγίου Πνεύματος, Ἀθωνίτην ἀσκητὴν Γερμανὸν τὸν θεόπνουν, εὐτάκτοις
ὑμνήσωμεν μελωδήμασιν, οὗτος γὰρ ὑπὲρ φύσιν ἀγωνιζόμενος, καὶ ὑπακοὴ καὶ
ταπεινώσει ἑαυτὸν ὑμῶν πρὸς ὕψος ἄῤῥητον, καλῶς ἐπεράτωσε τὴν οὐρανοδρόμον αὐτοῦ
πορείαν, θεωθεὶς οὖν κατὰ μέθεξιν, οὐρανοπολίτης ἐγένετο ὁ μακάριος, καὶ
πρεσβευτὴς ἡμῶν πρὸς Κύριον θερμότατος.
Καί νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Εἰς τὸν Στίχον. Ἦχος β´. Οἶκος τοῦ
Ἐφραθᾶ.
Χαίροις ὑπακοῆς, καὶ νήψεως πυξίον, Ὁσίων κοσμιότης,
Ἀθωνιτῶν καὶ σκεῦος, ὦ Γερμανὲ χρηστότητος.
Στίχος: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Ἔλαμψας ὡς φωστήρ, διαγωγῆς ἀμέμπτου, ἐν Ὄρει τῷ Ἁγίῳ,
φῶς Γερμανὲ πατέρων, ἐνασκούμενων πάμφωτον.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὅσιε Γερμανέ, ἐκ τοῦ κρημνοῦ εὐχῆς σου, δυνάμει σοῦ
σπηλαίου, διέσωσας ἐξώστου, ταχὺ Ἰωαννίκιον.
Δόξα. Τριαδικόν.
Ἔμφρονος Γερμανοῦ, ὑπακοῆς τοῦ λύχνου, Τριὰς ὑπεραγία,
διάλυσον τὰ σκότη, ἀεὶ τῶν δοξαζόντων σε.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, Ἀθωνιτῶν προστάτις, ἐλέησον εὐχαῖς
σου, πρὸς Κύριον τοὺς πόθῳ, ἀεὶ σὲ μεγαλύνοντας.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ
ΕΣΠΕΡΙΝΩ
Μετὰ
τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ᾿
καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ´. Ὡς γενναῖον ἐν μάρτυσι.
Γερμανὸν πνευματέμφορον, σέλας πάμφωτον Ἄθωνος,
μονοτρόπων δήμου σεπτὸν ὡράϊσμα, Θεσσαλονίκης ἐκβλάστημα, καὶ χάριτος σκήνωμα,
ὡς οὐράνιον βροτόν, εὐλαβῶς ἀνυμνήσωμεν, πόθῳ κράζοντες· χαῖρε κλέος ἡσυχαστῶν
ἐνθέων, χαῖρε στῦλε ἀπαθείας, καὶ ἀρετῆς ἐνδιαίτημα.
Ἐκκοπῆς τοῦ θελήματος, τοῦ ἰδίου εὐθύτατον, γνώμονα
καὶ στῦλον ἀδιατάρακτον, ὑπακοῆς ταπεινώσεως, καὶ νήψεως μέλψωμεν, θεοφόρον
Γερμανόν, ἀσκητὴν τὸν θεόπνευστον, ὄρους Ἄθωνος, ἐκβοῶντες ψυχῆς ἐν κατανύξει·
οἰκητήριον χαρίτων, πανευπρεπὲς χαῖρε Πνεύματος.
Ἐκ τοῦ χάους διέσωσας, τοῦ κρημνοῦ ἱκεσίαις σου,
ὑποτακτικόν σου Ἰωαννίκιον, καὶ ἀσθενοῦντα ἰάτρευσας, υἱὸν αὐταδέλφου σου,
θαυμαστῶς ὡς ἰατήρ, Γερμανὲ ἐτοιμότατος, οὗ τὴν χάριν σου, τὴν πολλὴν πάτερ
ἅπασι προβάλλων, ἀλλὰ τὴν ὑπακοήν σου, τοῦ προεστῶτος δεήσεσι.
Ταπεινὸν μεγαλόφρονα, καὶ μακρόθυμον Ὅσιον, τὸν
αὐτομεμφόμενον καὶ ἀόργητον, δεῦτε πιστοὶ εὐφημήσωμεν, σοφίας ὡς χείμαῤῥον, καὶ
ταμεῖον ἀρετῆς, Γερμανὸν τὸν θεόπνευστον, ἀνακράζοντες· ὡραιότης Ἀθωνιτῶν
πατέρων, καθωράϊσον ψυχῆς μου, σαῖς εὐλογίαις ἱμάτιον.
Ἀρετῶν ἐνδιαίτημα, δι᾿ ὁσίας ἀσκήσεως, Γερμανὲ
πανεύφημε ἐχρημάτισας, καὶ λαμπρυνθεὶς θείᾳ χάριτι, ψυχὴν καὶ διάνοιαν, ἀσκητῶν
θεοφιλῶν, τῶν ἐν Ἄθωνι πέφηνας, ἄστρον πάμφωτον, διὰ τοῦτο τῆς πόλεως τῆς ἄνω,
πέλεις ἄξιος πολίτης, Χριστὸν ἡμῖν ἱλεούμενος.
Δεῦτε πάντες φιλέορτοι, μελωδήμασι στέψωμεν, μνήμην
τὴν σεβάσμιον τοῦ παμμάκαρος, ἡσυχαστοῦ ἐκ νεότητος, φιλοῦντος τὴν ἔρημον, καὶ
κατάτηξιν σαρκός, χαμευνίᾳ στερήσεσι, καὶ ταῖς κλίσεσι, τῶν γονάτων σεπτοῦ
Ἁγιορείτου, Γερμανοῦ τοῦ θεοφόρου, καὶ ἀσωμάτου ἐν σώματι.
Δόξα. Ἦχος πλ. β´.
Ἐκ νεαρὰς ἡλικίας ἀσκητῶν ἀκολουθήσας τοῖς βήμασι,
κατέλιπες γένους εὐγένειαν καὶ ῥεόυσαν εὔκλειαν, καὶ συνόμιλος τῶν ἐπιποθούντων
τὰ ἄῤῥευστα καὶ ἀγήρω, Ἀθωνιτῶν πατέρων γέγονας Γερμανὲ παμμακάριστε· σὺ γὰρ
ἀσκητικὴ διαπρέψας πολιτείᾳ, καὶ πρότυπον ὑπακοῆς ἀναδειχθεὶς καὶ ταπεινώσεως,
πνευματικῶν χαρισμάτων ἠξίωσαι, παρὰ τοῦ δοτῆρος τῶν ἀγαθῶν Κυρίου· Αὐτῷ καὶ
νῦν συνῶν ἐν οὐρανίοις δώμασι, μὴ παύσῃ ἀδιαλείπτως πρεσβεύων, καταπέμψαι ἡμῖν
τοῖς σὲ μακαρίζουσιν, ἄμφω ὑγείαν καὶ ῥῶσιν καὶ δύναμιν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε...
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς
ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. β΄
1-11)
Τέκνον, εἰ προσέρχη δουλεύειν Κυρίῳ Θεῷ, ἐτοίμασον τὴν
ψυχήν σου εἰς πειρασμόν, εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς
ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ᾿ ἐσχάτων σου.
Πᾶν ὁ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον ὅτι
ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον
αὐτῷ καὶ ἀντιλήψεταί σου εὔθυνον τὰς ὁδούς σου καὶ ἔλπισον ἐπ᾿ αὐτόν. Οἱ
φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ
πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ἡμῶν. Οἱ
φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους.
Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἤ
τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμῶν καὶ ἐλεήμων ὁ Κύριος
καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ.
α´. 1-10)
Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε
περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτὸν ὅτι
εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ.
Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει
ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν
σώματι καταχρέῳ ἁμαρτίας, ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ
ἐπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας.
Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι
τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπισκοπῇς ἀληθὴς καὶ τῆς
γλώσσης ἀκουστῆς ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ
πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύσῃ αὐτὸν
ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ
ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ ὅτι οὓς ζηλώσεως ἀκροᾶται τὰ
πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος.
Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ
ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ.
Ἰδιόμελα. Ἦχος α´.
Ἀγάλλου ἐν Κυρίῳ ὁ Ἁγιώνυμος Ἄθως, καὶ τέρπου καὶ
χόρευε ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τιμῶσα τὴν μνήμην τοῦ τῆς ὑπακοῆς φωστῆρος,
Γερμανοῦ τοῦ οὐρανόφρονος, οὗτος γὰρ ἐμφρόνως ἀποῤῥίψας τὰ γεώδη ὡς σκύβαλα,
καὶ κυβερνήτην εὑρὼν ψυχῶν ἀπλανέστατον, τὸν ἐνθεώτατον Ἰωάννην, αὐτῷ ὑπετάγη
ὁλοθύμῳ ἐφέσει· δρεψάμενος οὖν πολύχουν καρπὸν ὑπακοῆς, Ἀγγέλων συνήφθη
χορείαις, ἔνθα Χριστῷ πρεσβεύει ὑπὲρ πάντων ἡμῶν.
Ἦχος β´.
Ἀσκητικὸν βίον παιδιόθεν ἑλόμενος, κοσμικὴν εὐγένειαν
καὶ τύρβην ἀπεσείσω, τελείῳ ἐν φρονήματι Γερμανὲ θειότατε, σὺ γὰρ ἔνθους Χριστῷ
ἀκολουθήσας, καὶ μονήρους βιοτῆς τὸν ζυγὸν ἀράμενος ἐπωμάδιον, συντόνῳ ἀσκήσει
ἐν Ἄθωνι τὸν παλαιὸν ἐνέκρωσας ἄνθρωπον, περιφανὴς οὖν γενόμενος ἐν χαρίσμασι,
καὶ περίβλεπτος ἐν θαύμασι, τῆς ἄνω δόξης κατατρυφᾶν ἠξιώθης, ἧς καὶ ἡμᾶς
ἀξίωσον τοὺς τιμῶντάς σε Ὅσιε.
Ἦχος γ´.
Τὸν ἐν ὑπακοῇ διαπρέψαντα, καὶ ἐν ἀσκήσει νυχθημέρῳ
διαλάμψαντα, Ὅσιον Ἀθωνίτην πατέρα Γερμανὸν ἐγκωμιάσωμεν, οὗτος γὰρ τὸν ἐν
Ἁγίοις ἀναπαυόμενος Θεόν, σκληραγωγίᾳ καὶ στερήσεσι θεραπεύσας, τῆς κατὰ χάριν θεώσεως
ὄλβος πολυτίμητος ὤφθη· ἐπιτυχὼν οὖν τοῦ ἐφετοῦ ἀρετῶν συντονίᾳ, οὐρανοπολίτης
ἄξιος γέγονε, καὶ πρεσβευτὴς ἡμῶν πρὸς Κύριον θερμότατος.
Δόξα. Ἦχος δ´.
Ποταμοὶ ἐνθέου σοφίας ἔῤῥευσαν ἐκ τῶν χειλέων σου, ὡς
ποταμοὶ ζῶντος ὕδατος ἐκ τῆς κοιλίας, τῶν πιστευόντων εἰς τὸν Κύριον, κατὰ τὸν
θεολόγον Ἰωάννην Γερμανὲ θεόπνευστε, δροσίσας γὰρ διὰ τῶν ναμάτων τῶν νουθεσιῶν
καὶ πράξεών σου, σύμπαντα τὸν Ἄθωνα, πρὸς τὴν πηγὴν ἔδραμες χαρμονῆς τῆς
ἀλήκτου, ἔνθα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε, ...
Εἰς τὸν Στίχον. Ἦχος πλ. α´. Χαίροις,
ἀσκητικῶν.
Χαίροις, τῆς περιδόξου βλαστός, Θεσσαλονίκης Γερμανὲ
ἐνθεώτατος, ὁ φίλος τῆς ἡσυχίας, καρδιακῆς προσευχῆς, σεαυτὸν ποιήσας,
ἐργαστήριον, νηστείας ὁ πρόβολος, ἀκτησίας ἀρχέτυπον,
τῆς
ἀπαθείας, καὶ τῆς νήψεως ἔμβλημα, ἀγαθότητος, καὶ χρηστότητος σκήνωμα, πάτερ
πανιερώτατε, τοῦ Ἄθωνος σέμνωμα, καὶ μονοτρόπων ἁπάντων, κανὼν εὐθύτατε
πρέσβευε, Χριστῷ καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα, καὶ θεῖον ἔλεος.
Στίχος:
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Ἀθωνιτῶν καλλονή, ὑπακοῆς ὁ χρυσοπόρφυρος
ἥλιος, ἀζύγων καταφωτίσας, ψυχὰς λαμπραῖς ἀστραπαίς, σοῦ τοῦ πανιέρου
Παραδείγματος,
θεόφιλε Ὅσιε, Γερμανὲ τρισμακάριστε, ὁ ἐθριάμβευσας, πτερνιστὴν τὸν ἀρχέκακον,
τοῖς συντόνοις σου, νυχθημέροις ἀσκήσεσι· κλέος πολιμότατον, καὶ γέρας
πανεύφημον, μοναδικῆς πολιτείας, μὴ διαλείπεις τὸν Κύριον, θερμῶς ἱκετεύων,
παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.
Στίχος: Μακάριος
ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Μνήμην ἐπιτελοῦντες λαμπρῶς, τὴν σὴν πανέορτον πιστῶν
τὰ συστήματα, καὶ σύλλογοι τῶν μιγάδων, καὶ μοναστῶν Γερμανέ,
μακαρίζομέν
σε, παναοίδιμε· οἰκῆτορ ἰσάγγελε, τοῦ σπηλαίου τοῦ μάκαρος, Ἀθανασίου, τοῦ τῆς
Λαύρας δομήτορος, πάντας ηὔφρανας, ἀγωγῇ θεαρέστῳ σου, τοὺς ἀρετῶν τὴν κλίμακα,
ποθοῦντας ἀνέρχεσθαι, ἀσκητικῇ πολιτείᾳ, ἐν χερσονήσῳ τοῦ Ἄθωνος, τοὺς νῦν
στέφοντάς σε, εὐλαβῶς εὐτάκτων ὕμνων, ἡδίστοις ἄνθεσι.
Δόξα. Ἦχος πλ. δ´.
Ὡς εὐσυμπάθητος καὶ ἐλεήμων Γερμανὲ Ὅσιε, πᾶσιν
ἔδειξας τὸν πλοῦτον τῆς ἀγαπητικῆς σου καρδίας, τοῖς ἐν Ἄθωνι ἀσκουμένοις ἄμφω
μονασταῖς καὶ μιγάσι· συ γὰρ ἐπιγνοὺς ὅτι ἱλαρὸν δότην ἀγαπᾶ ὁ Κύριος, καὶ αὐτὸ
τὸ εὐτελὲς ἀσκητικόν σου ἱμάτιον, ἔδωκας τοῖς αὐτοῦ στερουμένοις· ὅθεν ὁ
πλουσιόδωρος Θεὸς τοῦ σύμπαντος, Βασιλείας οὐρανῶν σὲ ἠξίωσε, ἧς καὶ ἡμᾶς
ἀξίωσον τυχεῖν πρεσβείαις σου.
Καί, νῦν. Θεοτοκίον.
Δέσποινα, πρόσδεξαι...
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον
Λόγον.
Ταπεινώσεως ἔσοπτρον διαυγέστατον, ὑπακοῆς ἐκμαγεῖον,
καὶ ἀκραιφνοῦς ἀγωγῆς, ἐν τῷ Ὄρει τῷ Ἁγίῳ σεμνολόγημα, σκεῦος χαρίτων Γερμανέ,
ὁ εἰς ἄῤῥητον ἀρθείς, θεώσεως μάκαρ ὕψος, ὑπείκειν ταῖς τοῦ Κυρίου, ἡμᾶς
ἀξίωσον ἐντάλμασι.
Θεοτοκίον.
Χαῖρε, Πύλη Κυρίου ἡ ἀδιόδευτος...
Ἀπόλυσις
ΕΝ ΤΩ ΟΡΘΡΩ
Μετὰ δὲ τὴν α´ Στιχολογίαν Κάθισμα. Ἦχος
α´. Τὸν τάφον Σου Σωτήρ.
Ἀστὴρ ὑπακοῆς, τηλεαυγὴς ἀνεδείχθης, καὶ σέλας
παμφαές, ταπεινώσεως πάτερ, διάκοσμε Ἄθωνος, καὶ ἀζύγων ἀρχέτυπον, ὅθεν
σήμερον, τῶν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, τὰς σᾶς ἀόκνους πρεσβείας, πρὸς
Κτίστην αἰτούμεθα.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Λειμώνι ἐν τῷ σῷ, Παναγία Παρθένε, ἐν Ἄθωνι λαμπρῶς,
καὶ ὁσίως τὸν βίον, ἐτέλεσε, Δέσποινα, Γερμανὸς ὁ θεόληπτος, ὁ τοῦ Τόκου σου,
πιστὸς καὶ γνήσιος φίλος, καὶ οἰκέτης σου, σεμνὸς ὃν νῦν εὐφημοῦντες, σὲ πόθῳ
γεραίρομεν.
Μετὰ τὴν β´ Στιχολογίαν Κάθισμα. Ἦχος
δ´. Ταχὺ προκατάλαβε.
Ἄσκήσει ἐν Ἄθωνι, συντόνῳ τὴν τῆς ψυχῆς, στολὴν
κατελάμπρυνας, θεοειδὲς Γερμανέ, Ἀγγέλων ὁμόζηλε, γόνε Θεσσαλονίκης, εὐκλεὲς
καὶ ὁσίων, Ἄθωνος κοσμιότης, συμπαθείας σου πλούτῳ, ὁ πᾶσιν ἀπονέμων, εὐχαῖς
σαῖς θεῖον ἔλεος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὸ φῶς τὸ ἀνέσπερον, σοῦ Φωτοδότου Υἱοῦ, Μητρόθεε
λάμψον μοι, τῷ ἐν σκοτείᾳ δεινῇ, φαυλότητος στένοντι, ἵνα τὸ φέγγος ἴδω,
Παναγία Παρθένε, ἐξ οὗ ἡ σωτηρία, καὶ ἡ λύτρωσις κόσμου, ψυχῆς ἐν κατανύξει ὁ
σός, πρόσφυξ κραυγάζω σοι.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ´.
Τὴν ὡραιότητα.
Τὸν ἀποφεύγοντα, μερόπων ἔπαινον, αὐτομεμφόμενον, καὶ
ταπεινούμενον, ὡς τῆς σοφίας τοῦ Θεοῦ τιμήσωμεν μυροθήκην, πάντερπνον
κραυγάζοντες· Γερμανὲ ἀξιάγαστε, ὁ ὑπείκων ῥήμασι τῶν πανσόφων Γερόντων σου,
καὶ νήψει δυσωδίαν διώκων, χαῖρε παθῶν τῶν χαμαιζήλων.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς
χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ
ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς
Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου καὶ τὸ
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ
Ὁσίου Αὐτοῦ.
Στίχος: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγελιον ὁσιακόν (Λουκ. στ᾿ 17 23): Τῷ καιρῷ
ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ... (Ζήτει τῇ Παρασκευὴ τῆς Β΄ Ἑβδομάδος.)
Ὁ Ν΄ Ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,
.
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον,
ἐλέησόν με ὁ Θεός...
Τὸν συμπαθῆ καὶ μειλίχιον Ὅσιον, τὸ γνήσιον ἔκτυπον
τοῦ εἰρηνάρχου καὶ πράου Κυρίου, Γερμανὸν τὸν ἐν Ἄθωνι ἀσκήσαντα καταστέψωμεν
ᾄσμασιν, οὗτος γὰρ ὡς μέλισσα φίλεργος, τὸ νέκταρ τῶν ἀρετῶν συνέλεξε, παρὰ τῶν
χειλέων τῶν αὐτοῦ Γερόντων, καὶ ἐν τῇ κυψέλῃ τῆς αὐτοῦ καρδίας ἀπέθεσεν, ὅθεν
χάριν εἴληφεν οὐρανόθεν, ἡδύνειν καὶ ἡμῶν τὰς καρδίας τῶν αὐτοῦ ὑμνούντων, τὰ
κατορθώματα πρὸς βίου τελείωσιν καὶ θέωσιν.
Εἶτα ὁ Κανῶν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς· «Γερμανόν,
ὑπακοῆς φάρον, ὕμνοις στέφω. Χ.»
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Γηΐνων πάντων καὶ φθαρτῶν ὑπέρτερον, Ἀθωνικῶν ἀσκητῶν,
κλέος καὶ ἀφθάρτων, ζηλωτὴν τιμήσωμεν, ὡς ἄγγελον ἐπίγειον, Γερμανὸν τὸν
θεόπνουν, καὶ ἰσουράνιον ἄνθρωπον, ὕμνοις καὶ ᾠδαῖς πανευσχήμοσιν.
Ἐνδρόσου κήπου εὐθαλὲς κιννάμωμον, Θεσσαλονίκης
βλαστέ, Γερμανὲ ὀδμαίς σου, ἀρετῶν ἐμύρισας, ἐκ νεαράς σου Ὅσιε, ἡλικίας
οἰκείους, καὶ συγγενεῖς καὶ γνωρίμους σου, παῖς ὑπάρχων ὄντως φιλάρετος.
Ῥοπῇ τῇ θείᾳ Γερμανὲ ῥωννύμενος, τοῦ παλαμναίου ἰσχύν,
ἐκ τῆς ἐφηβείας, πᾶσαν καταβέβληκας, συντόνοις σου ἀσκήσεσι, νήψει χαμαικοιτίᾳ,
γονυκλισία στερήσεσι, καὶ ἀγάπη πρὸς πάντα ἔγγιστα.
Θεοτοκίον.
Μῆτερ Θεοῦ εὐλογημένη Δέσποινα, ἡ ἐλεοῦσα πιστῶν, τοὺς
χοροὺς ἀπαύστως, Γερμανοῦ ἐντεύξεσι, τοῦ Ἀθωνίτου πόριζε, τοῖς οἰκέταις σου
χάριν, καὶ δίδου πᾶσι τὰ πρόσφορα, σὲ τοῖς εὐλαβῶς μακαρίζουσιν.
ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἀρνησάμενος πᾶσαν τὴν κοσμικὴ εὔκλειαν, γένους σου
εὐγένειαν μάκαρ, καὶ τρυφηλότητα, βίου ἐκ τῆς παιδικῆς, σοῦ Γερμανὲ ἡλικίας,
εὔκλειαν ἐζήλωσας, τὴν διαμένουσαν.
Νόμοις βίον σου πάντα, ἰθύνων ἀσκήσεως, ἔλαμψας ὡς
ἄστρον ἐν Ἄθῳ, φωτοειδέστατον, θεολαμπὲς Γερμανέ, ὁ σκοτομήνην ῥᾳστώνης, φέγγει
ἐγρηγόρσεως, λύσας θειότατε.
Ὁλικῶς ἀγαπήσας τὸν Ἰησοῦν ἔσπευσας, ἐν ἀγάπῃ ἀνυποκρίτῳ,
τῶν προστρεχόντων σοι, καλύψαι χρείας σοφέ, ἐν παιδικῆς ἡλικίας, Γερμανὲ
θεσπέσιε, καὶ εὐσυμπάθητε.
Θεοτοκίον.
Νῦν σὲ πάμφωτε θρόνε, τοῦ Λυτρωτοῦ μέλπομεν,
Κεχαριτωμένη Παρθένε, Θεογεννήτρια, ὡς σωτηρίας ἡμῶν, αἰτίαν τὴν ἐν νηδύϊ, σῇ
σεπτῇ βαστάσασαν, Λόγον τοῦ Κτίσαντος.
Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Τὰς κινήσεις σου, νοὸς ἴθυνας, ἐκ νεότητος, πρὸς τὸν
Σωτῆρα Γερμανέ, τῶν ἐφετῶν τὸ ἀκρότατον. Ὅλη καρδία, Αὐτῷ ἠκολούθησας, καὶ τὸν
σταυρόν σου ἐπ᾿ ὤμων ἀράμενος, κατηγλάϊσας ἀζύγων χοροὺς τοῦ Ἄθωνος, σταυρώσας
τὴν σὴν σάρκα σὺν τοῖς πάθεσι.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Σεσωμάτωται, ἐκ τῶν αἱμάτων, τῶν τιμίων σου, Θεοῦ ὁ
Λόγος, Ἰησοῦς ὁ ὑπερούσιος Κύριος, ὁ κόσμον πάντα δι᾿ ἄφατον ἔλεος, τῶν
προπατόρων κατάρας ῥυόμενος, ὅθεν δόξαν σου τὴν ἄῤῥητον Μητροπάρθενε, καὶ
εὔκλειαν γεραίρομεν τὴν θείαν σου.
ᾨδὴ δ´. Σύ μου ἰσχύς.
Ὕμνοις φαιδροῖς, σὲ Γερμανέ, μεγαλύνοντες, τὸν ἐν
ὄρει, Ἄθωνος ἀσκήσαντα, καὶ ἐποφθέντα ὑπακοῆς, καὶ σκληραγωγίας ὑπέρτιμον
σεμνολόγημα, τιμῶμέν σου τὴν μνήμην, τὴν λαμπρὰν καὶ φωσφόρον, μελῳδίαις καὶ
ᾄσμασι πρέπουσι.
Περιφανές, τοῦ θείου Πνεύματος σκήνωμα, καὶ σοφίας,
ἄνωθεν ἀπαύγασμα, θεοειδέστατε Γερμανέ, ταῖς σαῖς νουθεσίαις καὶ λόγοις καὶ
παραδείγμασι, ἐξέπληξας οἰκείους, καὶ γνωστούς σου ἐλθόντας, σῶν ῥημάτων
ἀκοῦσαι τὴν δύναμιν.
Ἀθωνιτῶν, ἐνασκούμενων ὑπόδειγμα, θεοφόρε, πάτερ κόσμῳ
ἔλαμψας, σῇ ἰσαγγέλῳ διαγωγῇ, φρονήματι θείῳ καὶ νήψει ὡς ἄλλος ἥλιος, διό σοι
ἐκβοῶμεν, τὸν ζόφον ῥαθυμίας, Γερμανὲ ἱκετῶν σου καταύγασον.
Θεοτοκίον.
Κῆπον τερπνὸν, ὡς ἀρετῶν σὲ κατέγνωμεν, Θεοτόκε, ἄνθος
ἀμαράντινον, τὸν πολυεύσπλαγχνον Ἰησοῦν, βλαστήσασαν κόσμῳ σὲ πόθῳ νῦν
μακαρίζοντι, φθορᾶς ὡς δυσωδίας, Παρθένε καὶ θανάτου, αἰωνίου ὀλέτειραν,
Δέσποινα.
ᾨδὴ ε´. Ἵνα τί με ἀπώσω.
Οὐρανόφωτε πάτερ, ἀζύγων ὡράϊσμα τοῦ ὄρους Ἄθωνος,
ἀκτησίαν πλήρη, τοῦ θελήματος νέκρωσιν Ὅσιε, καὶ σὺν ταπεινώσει, ὑποταγὴν τῷ
Γέροντί σου, Γερμανέ, πλέον πάντων ἠγάπησας.
Ἡ τοῦ Πνεύματος χάρις, ἐσκήνωσεν Ὅσιε ἐν τῇ καρδίᾳ
σου, καὶ ταμεῖον θεῖον, ἀρετῶν Γερμανὲ σὲ ἀνέδειξε, καὶ θαυμάτων ξένων, πηγὴν
ἀστείρευτον τρισμάκαρ, Ἀθωνῖτα θεόφρον καὶ πάντιμε.
Σωφροσύνης πυξίον, καὶ βάθρον συνέσεως σῷ
παραδείγματι, εἵλκυσας ἀζύγων, Γερμανὲ τὰς χορείας τοῦ Ἄθωνος, πρὸς νομὰς
ἀφθίτους, διὰ μιμήσεως σῶν τρόπων, καὶ πορείας τοῦ βίου σου Ὅσιε.
Θεοτοκίον.
Φύλαξ ἄγρυπνε Ὄρους, Ἁγίου τοῦ Ἄθωνος Θεογεννήτρια
Κεχαριτωμένη, καὶ ἀκέστορ τῶν καταφευγόντων σοι, σκέπε καθ᾿ ἑκάστην, τῶν
χριστωνύμων τὰς χορείας, καθηκόντως τῶν μακαριζόντων σε.
ᾨδὴ στ´. Τὴν δέησιν.
Αἰώνιον, καὶ μὴ διαῤῥέουσαν, δόξαν πάτερ, παρ᾿ Ἰὼβ
ἐδιδάχθης, τοῦ ταπεινοῦ προεστῶτος τῆς Λαύρας, καὶ σοῦ τιμίου θεσπέσιε
Γέροντος, ἐπιζητεῖν διηνεκῶς, Γερμανὲ Ἀθωνῖτα τρισόλβιε.
Ῥεόντων με, καὶ φθαρτῶν ὑπέρτερον, Γερμανὲ τὸν σὸν
ἱκέτην συντήρει, ὁ προελῶν, τῷ Κυρίῳ δουλεῦσαι, σῆς πολιτείας λαμπρότητι
πάνσοφε, πνευματοφόρε Γερμανέ, καὶ λιπῶν κόσμον θείῳ φρονήματι.
Ὁρόσημον, ἀκραιφνοῦς ἀσκήσεως, Γερμανὲ ὑπακοῆς
ἀκτησίας, καὶ ταπεινώσεως ἄκρας μονήρους, διαγωγῆς ἀνεδείχθης ἐν Ἄθωνι, κανὼν
καὶ τύπος καὶ εἰκών, ὅθεν πάντες τὴν μνήμην σου σέβομεν.
Θεοτοκίον.
Νῦν κράζομεν, ἀρωγὲ τοῦ Ἄθωνος, τῶν ἀζύγων Θεοτόκε
Παρθένε, χειραγωγὸς ἴσθι πάντων πρὸ πόλον, ἀπλανέστατη τῶν καταφευγόντων σοι,
καὶ μεγαλεῖά σου ἀεί, δοξαζόντων εὐτάκτοις ἐν ᾄσμασιν.
Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ Ὑπερμάχῳ.
Ὑπακοῆς καὶ ταπεινώσεως ὡς ἔκτυπον, σὲ μεγαλύνομεν καὶ
ἄνθρωπον οὐράνιον, ἄνθος εὔοσμον ἐνδόξου Θεσσαλονίκης, εὐωδίᾳ τῶν ἀζύγων ὄρους
Ἄθωνος, ὁ ἡδύνας ἀρετῶν σου τὰ συστήματα, πόθῳ κράζοντα· Γερμανέ, χαῖρε Ὅσιε.
Ὁ Οἶκος.
Ἄκρας ὑπακοῆς σου καὶ ταπεινοφροσύνης ἐδείχθης,
Γερμανέ, κοσμιότης καὶ ὁμήγυριν Ἀθωνιτῶν, σῷ ἀμέμπτῳ βίῳ ἀσκητὰ ηὔφρανας, τὴν
πόθῳ σὲ γεραίρουσαν καὶ ὕμνοις σοι βοῶσαν ταῦτα·
Χαῖρε, ὁ γόνος Θεσσαλονίκης·
χαῖρε, τὸ γέρας ἀλήκτου νίκης.
Χαῖρε, τῶν ἐν Ἄθῳ πατέρων συνέστιος·
χαῖρε, τῶν ἐν πόλῳ Ἀγγέλων ὁμόσκηνος.
Χαῖρε, ὅτι ἄστρον πέφηνας θαυμαστῆς ὑπακοῆς·
χαῖρε, ὅτι βάθρον γέγονας ἰσαγγέλου βιοτῆς.
Χαῖρε, πάτερ πατέρων ἡσυχίαν φιλούντων·
χαῖρε, ἄνερ δικαίων ὁ χοροῖς συναυλίζων.
Χαῖρε, πυρσὸς λαμπρὸς προοράσεως·
χαῖρε, φρουρὸς τιμώντων σε ἄγρυπνος.
Χαῖρε, Ὁσίων τοῦ Ἄθω φαιδρότης·
χαῖρε, ἀζύγων σεπτῶν ὡραιότης
Γερμανέ, χαῖρε Ὅσιε.
Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΒ' τοῦ
αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Γερμανοῦ, τοῦ
ἰσαγγέλως ἐν Ἄθωνι ἀσκήσαντος καὶ τύπου ὑπακοῆς ὀφθέντος.
Γερμανέ, ἀφάτου ὑπακοῆς κέρας,
ἡγίασας Ἄθωνα ἱδρώτων ῥείθροις.
Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανός, γόνος
εὐσεβῶν καὶ εὐπατρίδων γονέων, ἐγεννήθη ἐν Θεσσαλονίκῃ τῷ 1252. Παιδιόθεν
Χριστὸν ἀγαπήσας καὶ Αὐτοῦ τοῖς βήμασιν ἀκολουθήσας κατέλιπε τὰ τερπνὰ καὶ ἡδέα
τοῦ κόσμου ὡς ῥέοντα καὶ τὰ ἀεὶ διαμένοντα ποθήσας ἀνεχώρησε διὰ τὸν
ἀσκητικώτατον Ἄθωνα. Διεκρίθη διὰ τὴν τελείαν ἐκκοπὴν τοῦ αὐτοῦ θελήματος, τὴν
ταπείνωσιν καὶ τὴν ὑποταγὴν τοῖς θελήμασι τοῦ αὐτοῦ Γέροντος. Φθάσας εἰς μέτρα
ἀρετῆς καὶ σοφίας δυσαντίβλεπτα ἠξιώθη γενέσθαι δοχεῖον τοῦ θείου Πνεύματος καὶ
αὐτουργὸς παραδόξων θαυμάτων. Ἐκοιμήθη ἐν εἰρήνῃ ἐν Ἁγίῳ Ὄρει τῷ 1336 ἄγβν τὸ
ὀγδοηκοστὸν τέταρτον ἔτος τῆς αὐτοῦ ἡλικίας. Τὸν θαυμαστὸν αὐτοῦ βίον κατέγραψε
πρὸς πνευματικὴν οἰκοδομὴν τῶν πιστῶν ὁ συμπατριώτης αὐτοῦ καὶ συνασκητῆς ἐν
Ἄθωνι Ὅσιος Φιλόθεος ὁ Κόκκινος.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοὺ Ὁσίου Θεοδώρου τοῦ ἐν Κυθήρῳ.
Χριστοῦ
δωρεῶν ἐπωνυμίαν φέρων.
Βροτοῖς ἴασιν
ἀεὶ πηγάζεις Πάτερ.
Οὗτος ὁ ἐν
Ὁσίοις Πατὴρ ἡμῶν Θεόδωρος, ὑπήρχεν ἐπὶ Ρωμανοῦ βασιλέως [α]· πατρίδα εἶχε τὴν ἐν
Πελοποννήσῳ Κορώνην, καὶ γονεῖς ἐπισήμους καὶ θεοσεβεῖς. Ἡ μήτηρ αὐτοῦ στεῖρα οὖσα
ἐγέννησεν αὐτὸν διὰ τῆς πρὸς Θεὸν θερμῆς παρακλήσεως· διὰ τοῦτον καὶ Θεόδωρον αὐτὸν
ὠνόμασεν.
Ἀνετρέφετο
λοιπὸν παιδαγωγούμενος έν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, καὶ διδαχθεὶς τὰ ἱερὰ
γράμματα, παρεδόθη ὑπὸ τῶν γονέων εἰς τὸν τότε Ἐπίσκοπον Κορώνης, ὅστις καὶ
δεχθεὶς αὐτὸν κατέταξε εἰς τὸν κλῆρον, χειροτονήσας αὐτὸν ἀναγνώστην. Ἀποθανόντων
δὲ μετ’ οὐ πολὺ τῶν γονέων τοῦ Ὁσίου καὶ μὴ ἔχοντος ἀρκετὴν ἡλικίαν, ἐδέχθη αὐτὸν
ὁ ἐν Ναυπλίῳ Πρωτοπαπᾶς, φίλος ὤν καὶ γνώριμος με τοὺς γονεῖς τοῦ Ἁγίου, ὅστις
καὶ ἀνέτρεφεν αὐτὸν ὡς υἱὸν. Αὐξηθέντος δὲ τοῦ Ὁσίου, τῇ τοῦ Πρωτοπαπᾶ
παρακινήσει ἔρχεται ἐις γάμου κοινωνίαν, καὶ δύο τέκνων πατὴρ γίνεται. Συζῶν δὲ
καὶ μετὰ τῆς γυναικὸς θεοφιλῶς καὶ θεαρέστως, καὶ ἔχων τὸν θεῖον φόβον εἰς τὴν
καρδίαν του ἀνεξάλειπτον, δὲν ἐμποδίζετο ποσῶς ἐκ τῆς προόδου τῆς ἀρετῆς, ἀλλὰ
λησμονῶν τὰ ὄπισθεν ἐπεκτείνετο μᾶλλον, κατὰ τὸ Παῦλον, εὶς τὰ ἔμπροσθεν. Ὅθεν
καῖ ὑπὸ τοῦ τότε Ἐπισκόπου Ἀργείων, Θεοδώρου, μαθόντος τὰς ἀρετὰς, καὶ τὴν εἰς
τὰ θεῖα εὐλάβειαν βιασθεὶς χειροτονεῖται διάκονος.
Τότε λοιπὸν,
αὐξήσας τὸν πρὸς τὸν Θεὸν πόθον, καὶ μηδόλως λησμονῶν τὸν θάνατον καὶ τὴν ὥρα τῆς
κρίσεως, ἀναχωρήσας ἐκ τῆς Πελοποννήσου ἦλθεν εἰς Ῥώμην, χάριν προσκυνήσεως τῶν
ἐκεῖσε εὐρισκομένων ἁγίων ναῶν τῶν Ἁγίων Ἀποστόλων, καὶ ἱερῶν λειψάνων Μαρτύρων
τε καὶ Ὁσίων. Ἔνθα, ἐνδιατρίψας τετραετίαν καὶ πολλοῖς τῶν ἐκεῖσε Ἁγίων Πατέρων
συναναστραφεὶς, ἐπέστρεψεν εἰς Πελοπόννησον διατρίβων εὶς Μονεμβασίαν καὶ
καιροφυλακτῶν τὴν εἰς Κύθηρα ἀναχώρησίν του, ἔρημην τότε οὖσαν διὰ τὸν φόβο καὶ
ἐπιδρομὰς τῶν Ἀγαρηνῶν, κυριευόντων τότε καὶ τὴν Κρήτην. Ἐνδιατρίψας δε ἀρκετὸν
χρόνον εὶς τὴν Μονεμβασίαν καὶ καταφανὴς γενόμενος, ὑπέφερε γενναίως καὶ ἀνενδότως
τὰς τῆς γυναικὸς καὶ τῶν φίλων παρακλήσεις, παρακαλούντων αὐτὸν εὶς συμπάθεια τῶν
τέκνων του διὰ τοῦ Ἐπισκόπου Μονεμβασίας. Εἰς αυτὸν δὲ ἀπεκρίθη ὅτι γνωρίζει τὰς
ἐπιστολὰς πόθεν ἧσαν καὶ ἐννοεῖ τὰς ἐπιβουλὰς τοὺ παμπονήρου διαβόλου, ὅστις
περιέρχεται ὡς λέων ὀρυόμενος, ζητῶν τί νὰ καταπίῃ. Ὅσον δὲ περὶ τῶν τέκνων αὐτοῦ
ἀπεκρίθη, ὅτι ὁ Θεὸς ὅστις εἶναι Πατὴρ καὶ προνοητὴς ὅλων τῶν πλασμάτων Αὐτοῦ,
Αὐτὸς ἔχει καὶ τὴν φροντίδα τῶν τέκνων του. Ὅθεν, μηδόλως προσέξας εἰς τοὺς
λόγους αὐτῶν, ἡσύχαζεν, ἕνα σκοπὸν ἔχων· τὴν θείαν εὐαρέστησιν.
Εὐκαιρίας
δὲ ὲπιτυχὼν, ἐπέρασε εἰς τὴν νῆσον Κύθηρα, ἐρήμην ὡς ἐῤῥέθη οὖσα τότε, διὰ τὸν
φόνον τῶν Ἀγαρηνῶν. συνηκολούθησε δὲ τὸν Ὅσιον, καὶ τις Ἀντώνιος, ὅστις μὴ ὑποφέρων
τοὺς κόπους καὶ σκληραγωγίας, ἐπέστρεψεν εἰς Πελοπόννησον, διηγούμενος τοὺς ἀσκητικοὺς
πόνους τοῦ Ὁσίου. Ἐνταῦθα ὁ Ὅσιος ναὸν τινα εὐρὼν τῶν Ἁγίων Μαρτύρων Σεργίου καὶ
Βάκχου, καὶ ἐν αὐτῷ ἡσυχάζων, τῷ Θεῷ καλῶς εὐηρέστησε καὶ εἰς χεῖρας Αὐτοῦ τὴν
ψυχὴν παρέθετο.
Τοὺς δὲ ἀσκητικοὺς
αὐτοῦ ἀγῶνας, ποία γλῶσσα δύναται να λαλήσῃ; Τὴν ἐν πείνῃ, καὶ δίψῃ ὑπομονὴν, τὴν
ἐν κρύει καὶ καύσωνι, τὰς προσβολὰς τοῦ δολίου, τὰς νυκτερινὰς φαντασίας, με τὰς
ὁποίας ἐζήτει νὰ φοβήση τὸν Ὅσιον; Ἀλλὰ γενναίως αὐτὸν ἀντέκρουεν ἔχων ἰσχυρώτατον
κατ’ αὐτοῦ ὄπλον τὴν προσευχὴν, καὶ τὴν ἐγκράτεια. Διὰ τοῦτο καὶ ἠξιώθη νὰ
προγνωρίσῃ καὶ τὸ μακάριον αὐτοῦ τέλος, καὶ νὰ σημειώσῃ αὐτὸ προγράψας καὶ τὴν ἡμέραν
τῆς ἀσθενείας του.
Ἐδόξασε δὲ
αὐτὸν ὁ Θεὸς καὶ μετὰ θάνατον, πολλὰ ἐκτελῶν δι’ αὐτοῦ θαυμάσια, εἰς τοὺς ἐπικαλουμένους
μετὰ πόθου τὸ ὄνομα αὐτοῦ, καὶ τὸ τίμιον αὐτοῦ λείψανον εὐλαβῶς ἀσπαζομένους,
θεραπεύων νόσους, καὶ φυγαδεύων πολεμίους. Κεῖται δὲ τό ἱερὸν αὐτοῦ λείψανον, εἰς
τὸν ἱερὸν ναὸν, τὸ πρότερον μὲν τῷ ὀνόματι Σεργίου καὶ Βάκχου, τῶν Μαρτύρων
τιμώμενον, νῦν δὲ ἐπ’ ὀνόματι τοῦ Ὁσίου, οὗ ταῖς πρεσβείαις Χριστὲ, ἐλέησον καὶ
σῶσον ἡμᾶς.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου
Κωνσταντίας τῆς Κύπρου.
Φανεὶς Ἐπιφάνιος
ἐν Κύπρῳ μέγας,
Κλέος παρ᾽
αὐτῇ καὶ θανὼν ἔχει μέγα.
Οὗτος,
χώρας γέγονε Φοινίκης, ἐκ πριοικίδος Ἐλευθερουπόλεως, γονέων αὐτουργῶν. Τραφεὶς
δὲ ἐν οἰκίᾳ μικρᾷ, καὶ οἵαν ἔχοιεν πένητες ἄνθρωποι καὶ γηπόνοι, αὐτὸς τῇ κατὰ
Θεὸν διέλαμψεν ἀρετῇ, καὶ εἰς τὸ ἀκρότατον ὕψος τῆς κατ’ εὐσέβειαν προήχθη
πολιτείας. Τῶν γὰρ γονέων αὐτοῦ τῇ τοῦ νόμου ἐναπομεινάντων λατρείᾳ καὶ σκιᾷ,
καὶ μὴ δυνηθέντων ίδεῖν τὸ φῶς τῆς χάριτος, αὐτὸς πρὸς τὴν ἐν Χριστῷ ἀλήθειαν ἔδραμε,
μικρᾶς δραξάμενος ἀφορμῆς.
Κλεοβίου
γάρ τινος, ἰασαμένου αὐτοῦ τὴν πληγήν, ἥν ὑπέστη κατὰ τοῦ μηροῦ, ἀτάκτως
πεσόντος ἀπὸ τοῦ ὑποζυγίου οὗ ἐπωχεῖτο κατασκιρτήσαντος καὶ αὐτοῦ δὴ τοῦ ὑποζυγίου
θανατωθέντος τότε μὲν ἀμφίδοξον ἐν διαλογισμοῖς ἔσχε τὴν γνώμην, καὶ τὸ λοιπὸν
οὐ πάνυ τῇ τοῦ νόμου προσεῖχε δουλείᾳ. Ὕστερον δὲ Λουκιανῷ τινι μονάζοντι ἐντυχών,
εἶδεν αὐτὸν πένητι ἐντυγχάνοντα ζητοῦντι αὐτῷ βρῶσον φαγεῖν, ὁ δὲ καὶ τριβώνιον
ἐπέδωκε. Καὶ αὐτίκα ἄνωθεν ἐκείνῳ στολὴ τῷ Λουκιανῷ ἐνεδύετο. Καὶ ταῦτα
θεασάμενος Ἐπιφάνιος, τῇ τῶν Χριστιανῶν πίστει προσέρχεται, καὶ τὸ Ἅγιον
Βάπτισμα παρὰ τοῦ Ἐπισκόπου δέχεται.
Τὰ δὲ ἐντεῦθεν
δυσέφικτον ἐν ἐπιτόμῳ πάντα περιλαβεῖν τὰ θαυμάσια ἄ εἰργάσατο. Τοσοῦτον δὲ εἰπεῖν
μόνον ἐστὶν ἀναγκαῖον, ὅτι κομιδῇ νέος ὤν τῇ ἡλικίᾳ, τὴν κατὰ Χριστὸν πίστιν ὑποδεξάμενος,
εὐθὺς μονάσας ὁσίως, πάντας τοὺς κατ’ αὐτὸν ὑπερήλασεν ἐγκρατείᾳ καὶ πόνοις ἀσκητικοῖς,
καὶ εἰς τὸ τέλειον τῆς ἀρχιερωσύνης γενόμενος, κατάλληλον ἔσχε τὴν πρᾶξιν τοῖς
προβεβιωμένοις. Ἐν μὲν γὰρ τοῖς παρελθοῦσιν, ἀσκητικὴν διαγωγήν, καὶ πλήθη
θαυμάτων καὶ θεραπείαν πολλῶν ἀσθενούντων εἰργάσατο. Ἐν δὲ τοῖς μετὰ τὴν ἱερωσύνην
αὐτά τε ταῦτα καὶ διδασκαλίαν ὀρθήν, καὶ συγγραμμάτων πλήθει πάντας ἐπαίδευσεν,
ὑπὲρ οὗ πολλοὺς ἐξεῦρε τοὺς πειρασμοὺς παρὰ τῶν κακοδόξων. Ζήσας δὲ ἔτη
δεκαπέντε πρὸς τοῖς ἑκατόν, ἐπὶ μησὶ τρισίν, ὡς αὐτὸς Ἀρκαδίῳ τῷ βασιλεῖ ἐρωτήσαντι
ἀπεκρίνατο, τῷ Κυρίῳ τῷ πνεύμᾳ παρέθετο. Οὐκ ἐν τῷ οἰκείῳ δὲ θρόνῳ, κατὰ τὴν τοῦ
Χρυσοστόμου αἴτησιν, ἐπεὶ τὴν κατ’ ἐκείνου ἐξορίᾳ συνῄνεσε. Τὸν δὲ φασὶν ἀντιγράψαι
μηδὲ αὐτόν, τὸν τόπον πρὸς ὅν ἀπέσταλτο ὁ ὑπερόριος, φθάσαι κατιδεῖν.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου
Κωνσταντινουπόλεως.
Χαίρων ἀφεὶς
γῆν Γερμανός, καὶ γῆς θρόνον,
Γῆς
Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων.
Οὗτος ὑπῆρχεν
υἱὸς Ἰουστινιανοῦ Πατρικίου, καὶ κατὰ τοὺς χρόνους Ἡρακλείου τοῦ βασιλέως
πλείστας ἀρχὰς δημοσίας διοικήσαντος, ὅν θαυμασθέντα παρὰ τῆς συγκλήτου, διὰ τὴν
ἄκραν εὐσέβειαν ὁ ἔγγονος Ἡρακλείου ζηλοτυπήσας ἀπέκτεινε. Καὶ Γερμανόν, τὸν υἱὸν
αὐτοῦ, βραχύτατον ὄντα εὐνούχισε καὶ τῷ κλήρῳ τῆς μεγάλης ἐκκλησίας κατέλεξεν. Ὁ
δὲ ὡς ἑρμαίῳ χρησάμενος τῷ συμβάντι ἐπέδωκεν ἑαυτὸν τῇ τῶν θείων Γραφῶν μελέτῃ.
Τάχει δὲ φύσεως καὶ πόνοις ἐνδελεχέσιν ἐπὶ πλεῖστον προελθὼν γνώσεως, καὶ τὸν
βίον ῥυθμίσας καλῶς, πρῶτον μὲν χειροτονεῖται τῆς ἐν Κυζίκῳ ἐκκλησίας Ἐπίσκοπος,
οὐ σχεδιάσας τοὺς βαθμούς, ἀλλ’ ἀκολουθίᾳ καὶ τάξει ἐπὶ τὸ τέλειον προελθῶν. Ἔπειτα
δὲ τῶν ἐκκλησιῶν ἐμφρόνως ἐπιστασίας δεομένων καὶ ἀνδρὸς λόγῳ καὶ πράξει
κατηρτισμένου ἀπὸ τῆς Κυζίκου πρὸς τὴν μεγάλην Κωνσταντινουπόλεως καθέδραν ἀνάγεται.
Ἔνθα
πολλαῖς διδασκαλίαις τὸν λαόν, κατήρτισε, καὶ τὰ βαθύτερα καὶ ἀσαφῆ τῆς Γραφῆς ἡρμήνευσε,
καὶ πανηγυρικοῖς καὶ ἐγκωμιαστικοῖς λόγοις τὰς τῶν πιστῶν ἐκκλησίας ἐφαίδρυνες
καὶ μελῳδίαις καὶ ᾄσμασι τὸν ἐν ταῖς ἀγρυπνίαις σκληρόν τε καὶ σύντονον
κατέθλεξεν. Ἐπεὶ δὲ Λέων ὁ Ἴσαυρος τὴν τῶν Ῥωμαίων ἀρχὴν τυραννήσας κατὰ θεοῦ
πρῶτον ὑβρίζειν ἤρξατο καὶ τὰς ἱερὰς ἐικόνας καθελεῖν ἐπεχείρισε καὶ οὔτε
κρείττοσιν ἀποδείξεσιν ὡς δεῖν προσκυνεῖσθαι ταύτας καὶ τιμᾶσθαι ἐπείθετο ἀλλὰ
καὶ τὰς συνταχθείσας βίβλους ὑπὲρ τῶν ἁγίων εἰκόνων κατέκαυσε. Τότε συνιδὼν ὁ Ἅγιος
ὅτι κωφῷ τινι καὶ ἀναιδεῖ καὶ ἀνοήτῳ παραινεῖ, θεὶς ἐπὶ τῆς ἱερᾶς τραπέζης τὸ ὠμοφόριον
αὐτοῦ ἐν τῷ ίδίῳ γενόμενος οἴκῳ τὴν ἡσυχίαν ἠσπάσατο. Καὶ ἐν γήρᾳ καλῷ τὸν βίον
κατέλυσε τοῖς ἐννενήκοντα χρόνοις προσεπιβάς. Καὶ παρ’ αὐτὴν τὴν ἐκφοράν, τοὺς
προσεγγίσαντας αὐτοῦ τῷ λειψάνῳ παντοίων ἀπαλλάξας παθῶν καὶ μετὰ τὴν τούτου
κατάθεσιν τοῖς πιστοῖς ἰάματα βρύων, κατετέθη ἐν τῷ εὐαγεῖ μοναστηρίῳ τῆς
χώρας. Τελεῖται δὲ ἡ αὐτοῦ Σύναξις ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀργυρίου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου τοῦ Βλάχου τοῦ ἐν
Πόλῃ μαρτυρήσαντος ἐν ἔτει 1662.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Εὐθυμίου Πατριάρχου Ἱεροσολύμων.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ἁγίου Θεοφάνους ἐπισκόπου Κύπρου.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τοῦ Ὁσίου Νικήτα
τοῦ Σιναΐτου.
Τῇ αὐτῇ ἡμέρα,
μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἰωάννου, τοῦ ἐν Σέῤῥαις
μαρτυρήσαντος.
Ἔχαιρεν ὑμνῶν
Ἰωάννης ἐν μέσῳ,
Θεὸν
καμίνου ὡς πάλαι νεανίαι.
Οὗτος ἐκ
πόλεως ἧν Φεῤῥῶν, ἥτις καὶ Βέργα παρὰ Κλαυδίῳ, Πτολεμαίῳ ὠνόμαστο, ἐπισήμων καὶ
εὐγενῶν γονέων υἱός. Ἐν κομιδῇ δὲ πάνυ νέᾳ τῇ ἡλικίᾳ ἱματίοις εἴθιστο κοσμεῖσθαι
λαμπροῖς καὶ ἵπποις ἀγαθοῖς τε καὶ καλοῖς χρῆσθαι καὶ τῇ ὁμοίᾳ παραπλησίως
περιαυγάζεσθαι πολυτελείᾳ. Ὅθεν διὰ φθόνον ὑπὸ τῶν ἐκ τῆς Ἄγαε διεβλήθη ὡς εἰς
τὴν σφῶν αὐτῶν θρησκείαν ἐξυβρικώς. Ἀμέλει καὶ πρὸς τὸν δικαστήν, οἱ διαβολεῖς ἕλκουσι,
καὶ ἔφασαν: ὦ δικαστά, οὗτος συγκατανεύσας ὅμοιος κατὰ τὴν θρησκείαν ἡμῖν
γενέσθαι, νῦν ἀπαναινόμενος καὶ τὴν ὑπόσχεσιν παντάπασιν ἀθετῶν χριστιανὸν ἑαυτὸν
εἶναι βούλεται. Ἐπεὶ δὲ ὁ δικαστής, αὐτὸν ἐρωτήσας οὐδὲν ἄλλο παρ’ αὐτοῦ ἠκηκόει
εἰ μὴ τὸ χριστιανὸν εἶναι καὶ Χριστοῦ δοῦλον καὶ τοὺς ἀνθεστηκότας αὐτῷ υἱοῦς
διαβόλου καὶ τοῦ ψεύδους δημιουργούς, εἰς φυλακὴν ἐμβληθῆναι κελεύει ὅ καὶ
γέγονε. Ἔχαιρεν οὖν ὁ Ἅγιος διὰ Χριστόν, οἰκῶν τὴν εἱρκτήν.
Καιροῦ δέ
τινος παρωχηκότος ἐξάγεται ὑπ’ αὐτῶν καὶ τοῦτο μὲν θωπείαις τε καὶ δώροις καὶ ὑποσχέσεσιν
ἀξιωμάτων, τοῦτο δὲ ἀπειλαῖς μεθελκόμενος ὑπ’ αὐτῶν οὐδ’ ἄκροις ὠσὶν τοὺς αὐτῶν
ἐδέχετο λόγους. Διὸ καὶ τὴν ἀλωπεκῆν ἀποθέμενοι σφόδρα μαστίζουσι καὶ κατὰ γῆς
σύρουσι καὶ τὰς τρίχας τῆς κεφαλῆς ἐκτίλλουσι καὶ ἀναρτήσαντες ῥάβδοις ἅπαν τὸ
σῶμα κατέξαινον καὶ ἀνηλεῶς συνέτριβον. Ἐκεῖθεν δὲ ὡς ἄγριοι θῆρες βίᾳ
καθέλκοντες ἀπῆγον εἰς τὴν εἱρκτήν. Ὁ δὲ Ἅγιος ἑλκόμενος καὶ μαστιζόμενος ὑπό
τε τῶν προαγόντων καὶ ἑλκόντων καὶ τῶν ἐφεπομένων καὶ τὸ Κύριε Ἰησοῦ Χριστέ,
καθ’ ἑαυτὸν λέγων βοήθεί μοι, ὁρᾷ πρὸς τὸ δεξιὸν αὐτοῦ μέρος συνοδεύοντα αὐτῷ ἄνδρα
φοβερώτατον ἔφιππον καὶ ὡς τὰς ἡλιακὰς ἀκτῖνας ἀνδρίζεσθαι καὶ μηδὲν δεδιέναι.
Ὥρα δὲ ἧν
ὡς ἑβδόμη τῆς ἡμέρας. Συνοδεύσας δ’ αὐτῷ ὁ τοιοῦτος ἐφ’ ἱκανὸν ἐξ ὀφθαλμῶν αὖθις
γέγονε. Καὶ ἡ μὲν εἱρκτὴ πάλιν τὸν Ἄγιον διεδέξατο ἡμίθνητον ὡς εἰπεῖν ἔκ τε τῶν
μαστίγων καὶ πληγὼν τῶν ἀφορήτων ἐκείνων πλὴν νοερῶς ἀγαλλόμενον ἄγαν ἐπὶ τῇ τοῦ
φανέντος θαρσοποιήσει. Τὸ δὲ ἀνήμερον πλῆθος ἐκεῖνο οὐδόλως ἐφησύχαζον ἧν, ἀλλὰ
τῷ κρατοῦντι διὰ γραφῆς τὰ κατὰ τὸν Ἅγιον δηλοποιοῦσιν κατὰ τὸν ἑαυτῶν δήπου
σκοπόν. Ὁ δὲ εἰς τοιαῦτα ταχὺς ὤν, ἀπεφήνατο, ἤ τὴν εὐσέβειαν μεταβαλεῖν ἤ
ξίφει ἀναιρεθῆναι καὶ τὸ σῶμα οἱ πυρί, παραδοθῆναι.
Τὴν ἀπόφασιν
οὖν τὴν τοιαύτην δεξάμενοι, τῆς φυλακῆς τὸν Ἅγιον ἐξάγουσι καὶ πρὸς τὸν
δικαστήν, ἀπάγουσιν. Ὁ δὲ πάλιν σαίνειν ἀπήρξατο τιμῶν καὶ δωρεῶν ὑποσχέσεσι καὶ
μυρίαις χρησάμενος θωπείαις πρὸς αὐτὸν ὁμοῦ δὲ πρὸς αὐτὸν ὁμοῦ δὲ σὺν αὐτῷ καὶ
τὸ περιστὼς ἅπαν πλῆθος καὶ πολλὰ τεχνευσάμενοι καὶ μηδὲν ἀνύσαντες τὴν ἀπόφασιν
τοῦ κρατοῦντος αὐτῷ ἐμφανίζουσιν. Ὁ δὲ Ἅγιος μετὰ χαρᾶς ὅ,τι πολλῆς δεξάμενος τὴν
ἀπόφασιν καὶ τῷ δικαστῇ προσηκόντως εὐχαριστήσας ἠκολούθει τοῖς ἕλκουσιν ὡς
πρόβατον ἐπὶ σφαγήν. Οἱ οὖν δήμιοι, ἵνα τὸ τοῦ θανάτου τέλος αὐτῷ δριμύτερόν τε
καὶ ἀλγεινότερον προξενήσωσι τὴν τάξιν ἐνήλλαξαν τῆς ἀποφάσεως καὶ δὴ κάμινον
πεποιηκότες μεγάλην, ἐν μέσῳ ταύτης δεσμοῦσιν αὐτὸν ἐν πασσάλοις τέσσαρσι τοῖς
ποσὶν αὐτοῦ πρῶτον τὸ πῦρ παραθέντες. Νεμόμενον δὲ τοὺς πόδας κατ’ ὀλίγον τὸ πῦρ
μέχρι τῶν γονάτων ἀνῆλθεν. Ὁ δὲ ὡς ἄλλου πάσχοντος δήπου διακείμενος, πρὸς τοὺς
παρεστηκότας δημίους εἶπε: Ἁρά γε, παρεδώκατέ με πυρί; Τῶν δὲ χλεύην τὸν λόγον ὑπολαβόντων
εἷς ἐξ αὐτῶν πάσσαλον κατὰ τὸ στόμα τῷ ἁγίῳ ἐπέῤῥιψεν, ὅς πρὸς τὸ ἕτερον
διελάσας μέρος τὸ μαρτυρικόν, καὶ μακάριον αὐτῷ τέλος ἐπήγαγε.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῆς εὐρέσεως τῶν λείψανων τὴς Ἁγίας
Παρθενομάρτυρος Εἰρήνης ἐν τῇ Λέσβῳ.
Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ´. Παῖδες
Ἑβραίων.
Ὕμνοις τιμήσωμεν τὸν στῦλον, τὸν ἀκράδαντον ὑπακοῆς
ἀφάτου, θαυμαστὸν Γερμανόν, τὸν ἐν Ἁγίῳ Ὄρει, θεοφιλῶς ἀσκήσαντα, καὶ ἀξίως
θεωθέντα.
Μέγας διδάσκαλος ἐν Ἄθῳ, πολιτείας ἀνεδείχθης
φιλοθέου, καὶ εὐχῆς Γερμανέ, καρδιακὴς διό σου, τὴν μνήμην ἑορτάζομεν, τὴν
ἁγίαν σου ἐκθύμως.
Νίκης βραβεία αἰωνίου, ἐν τῷ πόλῳ ἀπείληφας ἀξίως,
χαρμονῆς Γερμανέ, ἐκ τῶν χειρῶν Κυρίου, τὰ γέρα ἀπονέμοντος, τοῖς νομίμως
ἀσκουμένοις.
Θεοτοκίον.
Ὅλῃ ψυχῇ καὶ διανοίᾳ, Μητροπάρθενε καὶ χείλεσι δοξάζω,
τὴν θερμὴν ἀρωγόν, τοῦ Ὄρους τοῦ Ἁγίου, καὶ φύλακα καὶ ἔφορον, καὶ προστάτιν ἐν
κινδύνοις.
ᾨδὴ η´. Τὸν ἐν ὄρει ἁγίῳ.
Ἰατρὸς τοῦ υἱοῦ τοῦ ἀδελφοῦ σοῦ, Ἰακώβου ταχύς,
ἐδείχθης, Ἀθωνῖτα, καταδεικνύων πᾶσι τὴν σὴν δύναμιν, ἣν ὁ Ζωοδότης, ἔδωκεν
ἀφθόνως, σοὶ Γερμανὲ τρισμάκαρ,
Σὲ τὸν χάριν δεξάμενον ἀφθόνως, τοῦ Θεοῦ Γερμανέ,
τιμῶμεν καθηκόντως, ὡς τιμαλφὴ θεόφρον,προοράσεως, ὄλβον καὶ ταμεῖον, θείας
ἐνεργείας, τῆς κουφιζούσης ἄλγη.
Στηλογράφημα θεῖον εὐσεβείας, Γερμανὲ σῆς ψυχῆς,
ἐπιμελῶς τὸν πλοῦτον, τοῖς ἔγγιστά σοι ἅπασιν ἀπέκρυπτες, καὶ ἐν ταπεινώσει,
καὶ αὐτομεμψίᾳ, σοφῶς ἐπολιτεύου.
Θεοτοκίον.
Τῶν Ὁσίων πατέρων Θεοτόκε, τῶν Ἁγιορειτῶν, ἐγκαύχημα
τὸ μέγα, καὶ Γερμανοῦ Ὁσίου ἐγκαλλώπισμα, σκέπε τοὺς ἐν ὕμνοις, μεγαλύνοντάς
σε, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ θ´. Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ἐν τῇ χάριτι Πνεύματος τοῦ θείου, τὸν ἀρχαῖον ἐχθρὸν
ἐθριάμβευσας, καὶ ἀρετῆς, ἔστησας τὸ τρόπαιον Γερμανέ, ἐν χερσονήσῳ Ἄθωνος,
ἔνθα καὶ τοὺς δήμους τῶν μοναστῶν, κατηύφρανας τοῖς τρόποις, σεπτῆς ἀσκήσεώς
σου, καὶ προσευχῆς ἀδιαλείπτου σου.
Φαίνων λύχνε ὑπακοῆς ἀφάτου, καὶ χρηστότητος ἄστρον
καὶ νήψεως, ἀειφεγγές, πάντας κατεφώτισας Γερμανέ, τοὺς ἐν τῷ ὄρει Ἄθωνος,
δήμους ἀσκουμένων θεοπρεπῶς, καὶ ἤλασας τὰ σκότη, ῥᾳθύμου ἀκηδίας, πιστῶν σῷ
θείῳ παραδείγματι.
Ὥσπερ βίου παμμάκαρ ὑποφήτης, διαυγοῦς καὶ Χριστοῦ
ἐνθεώτατος, ἐγκρατευτά, φίλος ἐν τῷ Ἄθωνι Γερμανέ, διέλαμψας ὡς ἥλιος, καὶ σῇ
πολιτείᾳ ἐρημιτῶν, τοὺς τρόπους ἐβεβαίου, μεθ᾿ ὧν Χριστὸν ἡμῖν ἱλέωσαι.
Θεοτοκίον.
Χαῖρε ἀγαλλίαμα Γερμανοῦ, τοῦ σεμνῶς ἐν τῷ Ἄθῳ
ἀσκήσαντος, Μῆτερ Θεοῦ, χαῖρε φύλαξ ἄγρυπνε μοναστῶν, καὶ πρόμαχε τοῦ Ἄθωνος,
χαῖρε ἡ προστάτις τῶν εὐσεβῶν, καὶ πάντων χαῖρε σκέπη, τῶν προστρεχόντων τῇ σῇ
χάριτι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὑπακοῇ στερήσεσιν, εὐχῇ νηστείᾳ δάκρυσι, καὶ
ταπεινώσει τελείᾳ, ἐν τῷ Ἁγίῳ τῷ Ὄρει, ἐνήσκησας ὡς ἄσαρκος, καὶ χάριν θείαν
εἵλκυσας· διὸ σὲ μακαρίζοντες, νῦν Γερμανὲ πρὸς τὸν Κτίστην, ἀποζητοῦμεν εὐχάς
σου.
Θεοτοκίον.
Τὴν ἔκπτωτον ἀνύψωσας, μερόπων φύσιν Δέσποινα,
κυοφορήσασα ξένως, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον, ἀεὶ Ὃν καθικέτευε, ὑπὲρ τῶν
εὐφημούντων σε, ψαλμοῖς τερπνοῖς καὶ ᾄσμασι, Θεογεννῆτορ Παρθένε, χριστιανῶν
σωτηρία.
Εἰς
τοὺς Αἴνους ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ώ,
τοῦ παραδόξου θαύματος!
Πάτερ, Γερμανὲ τρισόλβιε, ὁ καθ᾿ ἑκάστην τηρῶν,
φυλακὴν τῶν αἰσθήσεων, ἵνα φυγῆς πόλεμον, τοῦ δεινοῦ κοσμοκράτορος· νηστεύων
νήφων, θερμῶς εὐχόμενος, πενθῶν ἀπαύστως, καὶ κακουχούμενος, σάρκα κατέτηξας,
καὶ τὸν νοῦν ἐπτέρωσας πρὸς τὸν Θεόν, τὸν καταξιώσαντα, σὲ ἀφθαρτότητος.
Πάτερ, Γερμανὲ μακάριε, Θεσσαλονίκης βλαστέ, ἐκ
νεότητος χρόνων σου, τὸν Θεὸν ἠγάπησας, καὶ Αὐτῷ ἠκολούθησας, ὅλῃ ἐφέσει, ψυχῆς
τὰ πρόσκαιρα, καὶ τὰ γεώδη, μισῶν ὡς ῥέοντα· ὅθεν κατέλαβες, ὀρὸς τὸ τοῦ
Ἄθωνος, καὶ μοναστῶν, ἀνεδείχθης ἔκτυπον, καὶ ἀγαλλίαμα.
Πάτερ, Γερμανὲ ἀπαύγασμα, ὑπακοῆς ἀκραιφνοῦς, καὶ
φωσφόρον θελήματος, ἐκκοπὴς ἀμάρυγμα, ἀνεδείχθης ἐν Ἄθωνι· ὅθεν τῷ φέγγει, τῆς
σῆς ἀσκήσεως, καὶ παλαισμάτων, τῶν θαυμασίων σου, πάντας ἐφώτισας, τοὺς ἀζύγους
Ὅσιε, τοὺς τὴν ὁδὸν, τὴν στενὴν βαδίζοντας, τῆς τελειώσεως.
Πάτερ, Γερμανὲ ὁ Κύριος, σὴν ἱερὰν ἀγωγήν, ἀμειβόμενος
ἔπλησε, δωρεῶν τῆς χάριτος, σὲ τῆς θείας καὶ ἔδειξε, λυτῆρα νόσων, καμνόντων
στήριγμα, τῶν ἐν κινδύνοις, ταχὺν ἀκέστορα, καὶ προοράσεως, ποταμὸν
ἀστείρευτον, διὸ τὴν σήν, μνήμην ἑορτάζοντες, σὲ μακαρίζομεν.
Δόξα. Ἦχος πλ. α´.
Ὅσιε πάτερ εὐαγγελικῶς ἐν Ἄθωνι πολιτευσάμενος, τύπον
σεαυτὸν ἀσκουμένων θεαυγῶς παρέστησας τῇ Ἐκκλησίᾳ· παιδιόθεν γὰρ ἡμέρας καὶ
νυκτὸς ἐνσκύψας ἐν τῷ θείῳ νόμῳ, πλουσίως ἐγεώργησας τὰς ἀρετὰς τοῦ θείου
Πνεύματος· ὅθεν ὁ Ἄθως κηρύττει τοὺς νυχθημέρους σου πόνους, λαμπρυνόμενος τῇ
σῇ χάριτι, καὶ γεραίρων Γερμανὲ τὴν μνήμην σου, Χριστὸν δοξάζει τὸν λαμπρῶς σὲ
δοξάσαντα.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, ...
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις γνώμων ἄκρας ὑπακοῆς, βάθρον ἐγκρατείας, καὶ
ἀσκήσεως ἀκραιφνοῦς, Γερμανὲ ἀκρότης, Ἀθωνιτῶν πατέρων, διάκοσμε ὁ θείας,
χάριτος ἔμπλεως.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου