Κυριακή 2 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 25. ΟΣΙΟΣ ΜΕΘΟΔΙΟΣ ΚΡΗΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ ΚΕ΄!!
ΜΕΘΟΔΙΟΣ ΟΣΙΟΣ ΕΝ ΝΗΒΡΥΤῼ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(μητροπολίτου Ῥόδου Κυρίλλου & Δημητρίου Δασκαλάκη)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Δεῦτε οὖν συνέλθωμεν, Κρητῶν ἁπάντων συστήματα, καὶ τὰς χεῖρας κροτήσωμεν, τελοῦντες ἐν ᾄσμασι, τοὺς ἐν τῇ Νηβρύτῳ, ἀσκήσει ὁσίᾳ, εὐαρεστήσαντος Θεῷ, τὴν ἐπιλάμψασαν μνήμην σήμερον, καὶ πίστει ἐκβοήσωμεν· ἡγιασμένε Μεθόδιε, τὸν Δεσπότην ἱκέτευε, ἵνα εὕρωμεν ἔλεος.

Κόσμου τὴν προσπάθειαν, ὡς νουνεχὴς παρωσάμενος, τῷ Χριστῷ ἠκολούθησας, καὶ πόνοις ἀσκήσεως, τῶν παθῶν τὸν σάλον, Μεθόδιε στήσας, τῆς ἀπαθείας στολισμόν, τὸν μὴ φθειρόμενον περιβέβλησαι, καὶ ὅλος ὑπὲρ ἔννοιαν, ἠγλαϊσμένος ἐσκήνωσας, ἔνθα Πάτερ τὰ τάγματα, τῶν Ἁγίων εὐφραίνονται.

Θείῳ κυβερνώμενος, ἱστίῳ Πάτερ τοῦ Πνεύματος, τὸν λιμένα κατέλαβες, Χριστοῦ τὸν ἀκύμαντον, ἔνθα τῷ τῆς δόξης, φωτὶ συνεκράθης, ὡς ἐπὶ γῆς φωτοειδῆ, βίον ἀσκήσει ἐπιδειξάμενος· διὸ Πάτερ Μεθόδιε, τὸν φωτισμὸν ἡμῖν αἴτησαι, τοῖς πιστῶς εὐφημοῦσί σου, τὰ λαμπρὰ κατορθώματα.

Μάχαιραν ὡς δίστομον, τὸν τοῦ Θεοῦ ὁπλισάμενος, φόβον Πάτερ Μεθόδιε, βελίαρ κατέβαλες, ἀνδρικῶς τὰ στίφη, καὶ νίκης στεφάνους, ἀναδησάμενος λαμπρῶς, Θεῷ παρέστης τῷ Παντοκράτορι· ᾧ πρέσβευε μακάριε, τοῖς εὐσεβάστως τιμῶσί σε, δωρηθῆναι ὡς εὔσπλαγχνος, τῶν πταισμάτων τὴν ἄφεσιν.

Δόξα. Ἦχος πλ. β΄.
Ὅσιε Πάτερ, τῶν παθῶν τὰς ἀκάνθας, ἀσκητικῇ ἀξίνῃ ῥιζοτομήσας, ὡραῖον τῆς εὐσεβείας, ἀνεδείχθης γεώργιον, καρποφορίαν ἀγαθὴν τῆς ἀπαθείας, τοὺς ἀφθάρτους στάχυας προβαλλόμενος· ὅθεν, Μεθόδιε μακάριε, ὁ οὐράνιος εὐαρεστηθεὶς γεώργιος, ἐν σοὶ ἀληθῶς ἐπανεπαύσατο, Χριστὸς ὁ φιλάνθρωπος, σὺν τῷ Πατρὶ καὶ τῷ Πνεύματι.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δόξαν τὴν ἐν Χριστῷ, θερμῶς ἐπιποθήσας, σαρκὸς τὰς ἀπολάυσεις, ἐμίσησας τελείως, Μεθόδιε ὡς πάνσοφος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Βίου τὰς λυπηράς, κατέλιπες φροντίδας, Μεθόδιε παμμάκαρ, καὶ ἐν σαρκὶ Ἀγγέλων, τὸν βίον πεπολίτευσαι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Πάσας τοῦ δυσμενοῦς, αἰσχύνας μεθοδείας, Μεθόδιε παμμάκαρ, τὴν ἄνοδόν σου ἔσχες, πρὸς οὐρανὸν ἀπρόσκοπτον.

Δόξα. Τριαδικόν.
Δόξα Σοι ὁ Θεός, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ Παναγία, ἐλέησον τὸν κόσμον, πρεσβείαις τοῦ Ὁσίου Σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, ἠφάνισας τῆς Εὔας, τὸ ὄνειδος τεκοῦσα, τὸν ἕνα τῆς Τριάδος, σαρκὶ δι’ ἀγαθότητα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐξ Νηβρύτου ὡς ἄστρον πολιτείας τῆς κρείττονος, δι’ ἀσκητικῆς συντονίας, μυστικῶς ἐξανέτειλας, φαιδρύνων τὰς χορείας τῶν Κρητῶν, αὐγαῖς θεουργικῶν σου ἀρετῶν, καὶ θαυμάτων ἀγλαΐαις, ἡγιασμένε Μεθόδιε· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν ἀέναον.
Δόξα. Καὶ νῦν. Ἦχος δ’. Τοῦ Προδρόμου. Ταχὺ προκατάλαβε.
Προφῆτα καὶ Πρόδρομε τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τοῦ Προδρόμου γ'. Ἦχος δ'. Ἰωάννου Μοναχοῦ
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν, πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν· ᾧ καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη, φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν φωνὴν δι' ἀπιστίαν κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, δεσμὰ τῆς στειρώσεως λύονται μητρικά, ὁ λύχνος τοῦ φωτὸς προέρχεται, ἡ αὐγὴ τοῦ ἡλίου τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Ἀνατολίου ὁ αὐτός
Θεοῦ Λόγου μέλλοντος ἐκ Παρθένου τίκτεσθαι, Ἄγγελος ἐκ στειρωτικῶν ὠδίνων προέρχεται, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, καὶ Προφήτου περισσότερος· ἔδει γὰρ θείων πραγμάτων, παραδόξους εἶναι τὰς ἀρχάς, παρ' ἡλικίαν τὸ γόνιμον, καὶ ἄνευ σπορᾶς σύλληψις, ὁ ποιῶν θαυμάσια, εἰς σωτηρίαν ἡμῶν δόξα σοι.

Καὶ τοῦ Ὁσίου Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Ὁσίων τὴν ἔνθεον, βιοτὴν μιμησάμενος, ἐν Νηβρύτῳ ἔζησας ὥσπερ ἄγγελος, καὶ ἰσαγγέλου ἐπέτυχες, Μεθόδιε στάσεως, ἀναλύσας τῶν φθαρτῶν, καὶ φωτὸς τῆς θεώσεως, ἔνδον γέγονας, μνημονεύων ἀπαύστως τῶν τελούντων, ἱεροῖς ἐν ἐγκωμίοις, τὴν φωταυγῆ σου πανήγυριν.

Ἀγαπήσας τὸν Κύριον, μανικῶς ἐκ νεότητος, κοσμικὴν κατέλιπες ματαιότητα, καὶ δι’ ὁσίας ἀσκήσεως, τελείως ἐνέκρωσας, τὰς κινήσεις τῆς σαρκός, θεομάκαρ Μεθόδιε· ὅθεν εἴληφας, ἀπαθείας τὴν χάριν οὐρανόθεν, καὶ χιτῶνα ἠμφιέσω, τῆς ζωηφόρου νεκρώσεως.

Εἰς οὐδὲν ἡγησάμενος, τὰς προσκαίρους τερπνότητας, τὸν σταυρὸν ἀνέλαβες ἐπωμάδιον, Χριστοῦ τῷ λόγῳ Μεθόδιε, ὑπείκων ὡς πάνσοφος, καὶ τοῖς ἴχνεσι αὐτοῦ, ἀκριβῶς ἠκολούθησας, τὸ σαρκίον σου, ἐγκρατείᾳ στεῤῥᾷ ὑποπιάζων, καὶ ῥωννύμενος ἐλπίδι, τῆς ἐν Ἐδὲμ καταπαύσεως.


Δόξα. Ἦχος πλ. β .
Τῶν ἀσκητῶν τὴν καλλονήν, καὶ τῶν Ὁσίων κλέος, Μεθόδιον τὸν οὐράνιον ἄνθρωπον, τὸν ἀληθῶς δι’ ἀνενδότου ἀσκήσεως, Ἀγγέλων τὴν ζωὴν μιμησάμενον, τῶν φιλοσίων εὐσεβῶν αἱ χορεῖαι, ἐν ὕμνοις τιμήσωμεν κράζοντες· χαίροις, ὁ δι’ ἀγάπης ἀκραιφνοῦς, τὸν κόσμον καὶ τὰ ἐν κόσμῳ μισήσας, καὶ Θεῷ ὁλοτρόπῳ ἐφέσει, ταῖς ἀρεταῖς σου ἀκολουθήσας· χαίροις, ὁ διὰ πίστεως ἀληθοῦς, κατὰ τοῦ δολίου ἐχθροῦ χωρήσας, καὶ αὐτοῦ τὰς πολυπλόκους μηχανάς, ἀσκητικῶς καταπατήσας· χαίροις, ὁ τοῖς ἔργοις τοῦ φωτός, στήλη ὀφθεὶς τῶν ἀρετῶν, ἐστηριγμένη ἐν Νηβρύτῳ, καὶ πᾶσαν τὴν Κρήτην καταυγάζουσα. Ἀλλ’ ὦ τρισμακαριώτατε Πάτερ, ὡς παῤῥησίαν πλουτήσας πολλήν, τὸν ἐν Τριάδι Θεὸν ὑπὲρ ἡμῶν, δεόμεθά σου ἱκέτευε, ἵνα τύχωμεν διὰ σοῦ, τῶν μελλόντων ἀγαθῶν τῆς ἀπολαύσεως.

Καὶ νῦν. Ὁ αὐτός.
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον· Ὁ ἔχων τὸ μέγα ἔλεος δόξα σοι.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.





Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.












Λιτή. Ἦχος α΄. Τοῦ Προδρόμου.
Τί σε καλέσωμεν Προφῆτα· Ἄγγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον, ὅτι ὡς ἀσώματος διῆξας· Ἀπόστολον, ὅτι ἐμαθήτευσας τὰ ἔθνη· Μάρτυρα δέ, ὅτι σοῦ ἡ Κεφαλή, ὑπὲρ Χριστοῦ ἐτμήθη. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ὁ αὐτός. Τοῦ Ὁσίου.
Τὸ οὐράνιον κλέος τῶν ἀσκητῶν, καὶ ἄφθιτον κλέος τῶν μοναζόντων, τὸν ἐν Νηβρύτῳ στεῤῥῶς ἀγωνισάμενον, Μεθόδιον τὸν ἔνδοξον, ἐν ἐγκωμίοις φαιδροῖς μακαρίσωμεν. Οὗτος γάρ, ἀγῶσι ἀσκητικοῖς, τὴν δυσήνιον σάρκα νικήσας, ὄντως τὴν φύσιν ἐνίκησε· τὴν δὲ φύσιν νικήσας, ὑπὲρ τὴν φύσιν ἐγένετο· καὶ λοιπὸν ἠλάττωται, βραχύ τι παρ’ Ἀγγέλους, καὶ ἰσαγγέλου ἠξίωται στάσεως, δόξῃ καὶ τιμῇ στεφανωθείς, σὺν τῶν ἀπ’ αἰώνων Ὁσίων ταῖς τάξεσι· μεθ’ ὧν ἀπαύστως πρεσβεύει, τῷ εὐϊλάτῳ Κυρίῳ, Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄.
Εὐφραίνου Μεθόδιε, ἀσκητὰ πολυθρύλητε, Νηβρύτου τὸ καύχημα, ὅτι ἡ ἐν ἀσκήσει ὑπομονή σου, τελειότατον ἔργον σχοῦσα, τῆς ψυχῆς σου τὸ κτῆμα διέσωσεν, ὑπομονὴ οὐκ ἐν ἀσθενείᾳ μόνον γνωριζομένη, ἀλλὰ καὶ ἐν πειρασμοῖς δοκιμαζομένη· ἣν δὸς εὐχαῖς σου καὶ ἡμῖν, τοῖς διαπλέουσι τοῦ παρόντος, βίου τὴν θάλασσαν, καὶ ὕμνοις εὐφημοῦσί σε.

Ἦχος γ΄.
Τὴν ἐν Χριστῷ ἑλομενος ζωήν, τοῖς ἐν κόσμῳ ἀπεῖπας τό· Χαῖρε, ὡς πλήρης θείας συνέσεως, Μεθόδιε Πάτερ Ὅσιε· καὶ τὸ σπήλαιον οἰκήσας, ὥσπερ θάλαμον φωτός, τῆς ἐγκρατείας τοῖς ἀτρύτοις ἀγῶσι, τῆς σαρκὸς τὸ φρόνημα ἐνέκρωσας, καὶ τὸ χεῖρον τῷ κρείττονι ὑπέταξας· ὅθεν, τοῦ Πνεύματος τὴν χάριν δεξάμενος, ἐν μονασταῖς ἐγενου ἐπίσημος, καὶ τῶν Ἀγγέλων τὰ Τάγματα ἔφθασας, πρεσβεύων τῷ Θεῷ ἐκτενῶς, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος δ΄.
Μωϋσέως τὸ πρᾶον, ὡς ἐχέφρων μιμησάμενος, Μεθόδιε μακάριε, τὴν καρδίαν ἀκρότομον οὖσαν, εἰς λίμνας ὑδάτων μετέβαλες· διὸ ἐν ἀγαλλιάσει καρδίας, ψαλμικῶς ἀνεκραύγαζες· ἐπὶ ὕδατος ἀναπαύσεως, ἐξέθρεψέ με, Κύριος ὁ Θεός μου. Αὐτὸν ἱκέτευε, Αὐτὸν δυσώπει Ὅσιε, δωρηθῆναι τοῖς πιστῶς σε γεραίρουσι, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.




Δόξα. Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, ἀναπτερούμενος τῷ νοΐ, πρὸς τῶν ἐφετῶν τὸ ἀκρότατον, πάντων κατεφρόνησας, τῶν ἐπὶ γῆς πραγμάτων· σκύβαλα ἡγήσω νουνεχῶς, τὰς ἐπικήρους ἀπολαύσεις, τῶν διαμενόντων ἀγαθῶν, τὴν κτῆσιν ἐπιποθήσας· διὸ ἔξω κόσμου καὶ σαρκὸς γεγονώς, ἀσκητικῶς τῷ Χριστῷ ἠκολούθησας, Μεθόδιε μακάριε, οὗ καὶ τῆς θέας ἀμέσως κατηξίωσαι, ὁσίως τῶν τήνδε ἀναλύσας. Αὐτὸν ἱκέτευε, Αὐτὸν δυσώπει ἔνδοξε, δωρηθῆναι τῇ οἰκουμένῃ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῇ ἀγάπῃ Χριστοῦ, κατατρωθεὶς ὁλοσχερῶς τὴν καρδίαν σου, καὶ πάντων τῶν ἐν τῷ κόσμῳ, καταφρονήσας τερπνῶν, ὡς διαπιπτόντων Πάτερ Ὅσιε· Ἀγγέλων συνόμιλε, Προφητῶν ἰσοστάσιε, τῶν Ἀθλοφόρων, ἐν ὑψίστοις συνόμιλε, Ἀποστόλων τε, καὶ Ὁσίων συμμέτοχε· ἄνερ Θεοῦ Μεθόδιε, ἐπίγειε ἄγγελε, ὁ στεφανίτης τῆς ἄνω, τῶν ἐκλεκτῶν παρατάξεως· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῆς Κρήτης θεῖος βλαστός, κώμης Νηβρύτου τὸ οὐράνιον καύχημα, ἡ λύρα τῆς ἐγκρατείας, ἡ μελῳδοῦσα ἡμῖν, σωτηρίας μέλος τὸ ἡδύτατον· ἀγάπης ὑπόδειγμα, ἀληθείας εἰκόνισμα, ἀστὴρ ἐλπίδος, ταπεινώσεως ἄγαλμα, ἱλαρότητος, θεοδόμητον τέμενος· ἄστρον τὸ οὐρανόφωτον, τῆς αἴγλης τοῦ Πνεύματος, καὶ θεϊκῆς ἐνεργείας, Πάτερ Μεθόδιε ὄργανον· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίρων, τοῦ Λυτρωτοῦ τὸν Σταυρόν, ἀναλαβὼν ὡς νουνεχὴς ἐπωμάδιον, διήνυσας θεοφρόνως, τὴν τεθλιμμένην ὁδόν, τοῦ ἐχθροῦ μὴ πτήξας τὰ προσκόμματα· καὶ ἤρθης τῷ ἅρματι, τῶν ὁσίων ἀγώνων σου, ὄντως πρὸς ὕψος, ἀρετῶν τὸ μετάρσιον, καὶ ἀπέλαβες, τὸν ἀκήρατον στέφανον· ὅθεν σου τὴν πανήγυριν, τελοῦντες τὴν πάντιμον, μετ’ εὐφροσύνης σοι πάντες, βοῶμεν Πάτερ Μεθόδιε· Χριστὸν ἱκετεύων, μὴ ἐλλίπῃς ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε Πάτερ, Μεθόδιε μακάριε, τίς σε κατ’ ἀξίαν ἐπαινέσει; ἢ τίς δυνήσεται ἀληθῶς, ἐξειπεῖν τῆς ζωῆς σου, τὰ θαυμαστὰ προτερήματα; Χριστὸν γὰρ ἀγαπήσας, κόσμου καταφρονήσας, διὰ πίστεως μεγάλης καὶ ἔργων ἀσκητικῶν, τῆς ψυχῆς τὰ ταμεῖα διηύρυνας, καὶ ἐγένου δοχεῖον τῆς χάριτος τοῦ Πνεύματος· διὸ καὶ ἐν καιρῷ τῆς ἐξόδου σου, ὅτε πανδημεί σοι παρέστησαν, οἱ ἐν Νηβρύτῳ εὐσεβεῖς, ὑπὲρ ἥλιον τὸ πρόσωπόν σου ἐπέλαμψε, τῆς ψυχῆς σου ἐκφαίνων τὴν κατάστασιν, καὶ μαρτυρούμενος τῷ φωτί, οἷας δόξης ἐπέτυχες ἄνωθεν. Ἀλλ’ ὦ Πάτερ πολυθαύμαστε, ὡς παρεστὼς ἐν ὑψίστοις, τῇ τρισηλίῳ Θεότητι, τὸν φωτισμὸν ἡμῖν αἴτει τοῖς τιμῶσί σε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην. Τὶ παραγέγονας πρός με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ βασιλέα βαστάζεις, κἀγὼ στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν λόγον, κἀγὼ τὴν φωνήν, τὴν κηρύξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐξ Νηβρύτου ὡς ἄστρον πολιτείας τῆς κρείττονος, δι’ ἀσκητικῆς συντονίας, μυστικῶς ἐξανέτειλας, φαιδρύνων τὰς χορείας τῶν Κρητῶν, αὐγαῖς θεουργικῶν σου ἀρετῶν, καὶ θαυμάτων ἀγλαΐαις, ἡγιασμένε Μεθόδιε· δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ ἁγιάσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ χάριν ἀέναον.
Δόξα. Καὶ νῦν. Ἦχος δ’. Τοῦ Προδρόμου. Ταχὺ προκατάλαβε.
Προφῆτα καὶ Πρόδρομε τῆς παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε, στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.

Ἀπόλυσις.







ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐδὲμ ἐπόθησας, τὴν ὡραιότητα, κόσμου ἐμίσησας, τὴν ματαιότητα, ὡς τοῦ Σωτῆρος ἐραστής, Μεθόδιε μακάριε, καὶ τοῖς ὑπὲρ ἄνθρωπον, ἐν ἀσκήσει ἀγῶσί σου, ἐπὶ γῆς διήνυσας, βιοτὴν ἀγγελότροπον· διὸ νῦν σὺν Ἀγγέλοις χορεύεις, ἐν ταῖς σκηναῖς τῶν πρωτοτόκων.
Δόξα.
Νόμῳ ἑπόμενος, τῷ θείῳ Ὅσιε, κόσμου κατέλιπες, πᾶσαν ἀπόλαυσιν, καὶ ἠκολούθησας Χριστοῦ, τοῖς ἴχνεσιν ἀνενδότως· ὅθεν ὁ φιλάνθρωπος, ὡς φωστῆρα λαμπρότατον, κόσμῳ σε ἀνέδειξε, εὐσεβείας καὶ πίστεως· ᾧ πρέσβευε Μεθόδιε Πάτερ, δοῦναι ἡμῖν πταισμάτων λύσιν.
Καὶ νῦν. Θεοτοκίον.
Ὡς θρόνος πύρινος, ἐν ταῖς ἀγκάλαις Σου, φέρεις τὸν Κύριον, πάσης τῆς κτίσεως, δι’ ἀγαθότητα πολλήν, καὶ ἔλεος Θεοτόκε· ὅθεν ἱκετεύομεν, τῶν παθῶν τῆς φαυλότητος, ῥῦσαι τοὺς ἱκέτας Σου, ὡς συμπάθειαν ἔχουσα, πιστῶς ἵνα βοῶμέν Σοι Μῆτερ· Χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Τοῦ Προδρόμου. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὴν ἐκ στείρας νηδύος σεπτήν σου πρόοδον, ἡ κληρουχία σου μέλπει ἐν χαρμοσύνοις ᾠδαῖς, Ἰωάννη Βαπτιστὰ λύχνε τῆς χάριτος· σὺ γὰρ ὡς ὄρθρος φαεινός, προελήλυθας ἐν γῇ, τὸν Ἥλιον προμηνύων, τὸν ἐκ Παρθένου τεχθέντα, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Δόξα. Τοῦ Ὁσίου.
Τῶν παθῶν κατασβέσας τὰ ὑπεκαύματα, ἐγκρατείας τῇ δρόσῳ τὴν φωτοφόρον στολήν, τῆς θεώσεως ἐνδέδυσαι Μεθόδιε, καὶ προσεχώρησας φαιδρῶς, εἰς τοὺς θαλάμους τῆς ζωῆς, ἔνθα Κυρίῳ παρέστης, ὑπὲρ ἡμῶν ἱκετεύων, τῶν πεποιθότων τῇ πρεσβείᾳ σου.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν ὑπέρθεον Λόγον ἐν μήτρᾳ φέρουσα, πρὸς Ὀρεινὴν παρεγένου καὶ κατησπάσω σεμνῶς, Ἐλισάβετ τὴν σεπτὴν τὴν συγγενίδα Σου, καὶ εὐφρανθεῖσα τὴν ψυχήν, ἐμεγάλυνας ἁγνή, τὸν πάντων Θεὸν καὶ Κτίστην, τὸν τὰ καινὰ ἐκτελοῦντα, πρὸς σωτηρίαν τῶν τιμώντων Σε.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῆς Νηβρύτου σήμερον, ὁ πολιοῦχος, ὁ κλεινὸς Μεθόδιος, ἀνευφημείσθω ἐν ᾠδαῖς, ὅτι ἐν κόσμῳ ὡς ἄσαρκος, δι’ ἀρετῆς ἱερῶς πεπολίτευται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, εὐλογημένη, τὰς δεήσεις πρόσδεξαι, τῶν ταπεινῶν Σου ἱκετῶν, καὶ αὐτοῖς δίδου τὰ πρόσφορα, ἐν παῤῥησίᾳ Χριστὸν ἱκετεύουσα.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε Πάτερ Μεθόδιε, διὰ μνήμης θανάτου, νέκρωσιν ζωηφόρον ἐνδυσάμενος, τῆς ἀνεκφράστου ζωῆς, τὰ ἀγαθὰ ἐκληρώσω· διὸ τῶν λειψάνων σου ἡ θήκη, ἀναπηγάζει ὡς κρήνη ἰάματα, ἡ δὲ πρεσβεία σου πρὸς Θεόν, κινδύνων ἡμᾶς διασώζει, καὶ πάσης κακοπραγίας καὶ θλίψεως· ὅθεν εὐφημοῦμέν σε, τὴν μνήμην σου τελοῦντες πιστῶς, καὶ δοξάζομεν τὸν ἐν Τριάδι Θεόν, τὸν θαυμαστῶς σε δοξάσαντα.




























Εἶτα, οἱ Κανόνες· ὁ α’ τοῦ Προδρόμου, καὶ τοῦ Ἁγίου δύο.
Ὁ α’ τοῦ Προδρόμου, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, φέρων Ἀκροστιχίδα: Τῷ Προδρόμου γέγηθα νῦν Γενεθλίῳ.
ᾨδὴ α' Ἦχος δ'. Ὁ Εἱρμός. Τριστάτας κραταιούς
Ὡς ὄρθρος εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ βλαστός, κηρύττει ἐμφανῶς, τῆς Παρθένου τὸ κύημα, πάση νῦν τῇ οἰκουμένῃ, ἀναλάμπειν τοῖς πέρασι, φωτισμὸν εὐσεβείας καὶ χάριτος.
Προφήτης ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ Χριστοῦ, βοᾷ σοι τῷ υἱῷ, Ἰωάννη πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος.
Ῥημάτων Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς, ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται, λύεται δὲ ἄφνω ταύτης· ἡ φωνὴ γὰρ γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.
Θεοτοκίον
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές, κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.

Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλ(λ)ου Κ.
ᾨδὴ α΄. Ἦχος πλ. α΄. Τῷ Σωτῆρι Θεῷ.
Τῷ Σωτῆρι Χριστῷ, ἐν τοῖς ὑψίστοις φαιδρῶς, θεόφρον Πάτερ παριστάμενος, λόγον μοι αἴτει συμπαθῶς, ὡς ἂν ὑμνήσω σε, τὸν λύχνον Μεθόδιε, τῆς κατανύξεως.
Ἀγαπήσας Χριστόν, τὰ ἐν τῷ κόσμῳ τερπνά, νοΐ τελείῳ καταλέλοιπας, καὶ βιοτῇ ἀσκητικῇ Πάτερ Μεθόδιε, ἡλίου φαιδρότερον, κόσμῳ ἐξήστραψας.
Τοῖς προσκαίροις εἰπών, τὸ Χαῖρε ὅλῃ ψυχῇ, τῆς ἀφθαρσίας τὴν ἀκήρατον, χαίρων ὁδὸν ἀσκητικῶς θεῖε Μεθόδιε, ἀξίως πεπόρευσαι, ὡς νουνεχέστατος.
Θεοτοκίον.
Κόρη μόνη ἁγνή, τῷ ἀπειράνδρως ἐκ Σοῦ, σωματωθέντι καὶ πηγάσαντι, τὴν ἀφθαρσίαν τοῖς βροτοῖς, ἀπαύστως πρέσβευε, κολάσεως ῥύσασθαι, τοὺς Σὲ γεραίροντας.

Ὁ β’ Κανὼν τοῦ Ὁσίου. Ποίημα Δημητρίου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ἀκαθάρτων αἴνεσιν, τολμῶν ἐξάδω σοι νῦν, ἐκ τοῦ πρὸς σὲ φίλτρου, θάῤῥος προσλαβόμενος, καὶ ἐξ ἀγάπης δύναμιν, ὦ Μεθόδιε Πάτερ, σὺ δὲ συγγνώμην παράσχου μοι, ὕμνοις ἐγχειροῦντι γεραίρει σε.
Ἐπαγρυπνῶν καὶ γρηγορῶν Μεθόδιε, καὶ ἀνυστάκτῳ νοΐ, θείας ἀναβάσεις, ἐν καρδίᾳ θέμενος, ὁλολοαμπὴς γεγένησαι, καὶ φωτίζεις Νηβρύτου, πιστὸν λαὸν ἐκλυτρούμενος, τοῦτον ἐκ παντοίων κακώσεων.
Σαῖς μυριπνόοις διδαχαῖς μακάριε, πιστοὺς διδάσκεις σοφῶς, τὰς ἡδονὰς φεύγειν, τὰς δυσώδεις πάντοτε, καὶ ἀρετῆς τὴν κλίμακα, ἐν ἱδρῶσι καὶ κόποις, σὺ ἀναβαίνειν προτρέπεις δή, πάντας εἰς Θεὸν ὄντως ἄγουσαν.
Θεοτοκίον.
Αἰχμαλωσίας τῆς δεινῆς διέσωσας, πάντας ἀνθρώπους ἁγνή, τὸν Λυτρωτὴν τούτων, ἀνωδύνως τέξασα, τὸν σωτηρίαν ἅπασι, παρασχόντα Παρθένε, πιστοῖς προθύμως τοῖς κράζουσιν· ἵλαθι ἡμῖν εὐδιάλλακτε.

ᾨδὴ γ'. Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Οὐκ ἐν σοφίᾳ
Δεσποτικὴ μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις, ἀλλ' οἰκέτου προσφιλοῦς, ἐκ γηραλέας καὶ στείρας μητρός· εἰκότως προτρέχει γάρ, θαῦμα τοῦ θαύματος.
Ῥυσσὴ καὶ στεῖρα, τὴν Παρθένον μητέρα ἀσπάζεται, ἐπιγνοῦσα ἀψευδῶς, τῷ ταύτης τόκῳ ὡς λέλυται, δεσμὰ τῆς στειρώσεως, θείῳ βουλήματι.
Θεοτοκίον.
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.

Ὁ α’ τοῦ Ὁσίου. Δυνάμει τοῦ Σταυροῦ Σου.
Δυνάμει τοῦ Τιμίου Σταυροῦ, καταπαλαίσας τὸν ἀντίπαλον, παρὰ Θεοῦ νίκης ἔλαβες, ὦ Μεθόδιε τὸν στέφανον.
Τὸ σπήλαιον οἰκήσας φωτός, Πάτερ θεόφρον ὥσπερ θάλαμον, ἀσκητικῶς τῆς θεώσεως, ὑπεδέξω φῶς τὸ ἄδυτον.
Ναμάτων ζωηῤῥύτων πλησθείς, τοῦ Παρακλήτου ὦ Μεθόδιε, τοῖς εὐσεβῶς σε γεραίρουσιν, ὕδωρ βλύζεις θείας χάριτος.
Θεοτοκίον.
Ὑψόθεν ἐποπτεύειν ἡμᾶς, μὴ διαλίπῃς Μητροπάρθενε, τοὺς εὐλαβῶς τὴν ἀνέκφραστον, μακαρίζοντας λοχείαν Σου.

Ὁ β’ τοῦ Ὁσίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Χριστομιμήτως ἐπαρκῶν, τοῖς δεομένοις ὦ Πάτερ, καὶ συμπάθειαν αὐτοῖς ἐπεδείξω· ἀναφαίρετον πλουτῶν, ἐν οὐρανοῖς θησαύρισμα, ὅπου ἡ σὴ καρδία, ὅλως μετέστης Μεθόδιε.
Οἰκειωθεὶς τῷ πλαστουργῷ, τῇ οὐρανίῳ ἀγάπῃ, καὶ τοῦ κόσμου τῶν τερπνῶν ἀμελήσας, σὺ τοῦ ξύλου τῆς ζωῆς, καὶ τῆς χαρᾶς ἐπέτυχες, τῶν θεουμένων θέσει, Ὅσιε Πάτερ Μεθόδιε.
Ἀποκρουσάμενος στεῤῥῶς, τὴν κοσμικὴν φαντασίαν, καὶ τῆς δόξης τὸ ἐπίκηρον Πάτερ, ἐν τῷ ἔρωτι Θεοῦ, καὶ προσευχῇ σθενούμενος, ἔσχες ἐν τῇ ψυχῇ σου, ἔνοικον χάριν τοῦ Πνεύματος.
Θεοτοκίον.
Σὺ διασώζεις ἀληθῶς, γένος βροτῶν νεκρωθέντων, καὶ τὴν φύσιν τὴν αὐτῶν πεπτωκυῖαν, ἐξ αἱμάτων σου ἁγνή, σάρκα λαβὼν ὁ Κύριος, πάντας ἡμᾶς ζωώσας, σώζει ὡς μόνος φιλάνθρωπος.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὁ τῆς Κρήτης νῦν γόνος ἀνευφημείσθω μοι, τῆς Νηβρύτου τὸ κλέος ἐγκωμιάσθω μοι, τοῦ Χριστοῦ ὁ ἀσκητὴς θεῖος Μεθόδιος, ὅτι θαυμάτων δωρεαῖς, παρὰ Κυρίου δοξασθείς, ὡς ὄντως ἡγιασμένος, λυτροῦται πάσης ἀνάγκης, τοὺς αὐτῷ πόθῳ καταφεύγοντας.
Θεοτοκίον.
Χαῖρε ἄφλεκτε βάτε καὶ ὄρος ἅγιον, χαῖρε ἡ στάμνος τοῦ μάννα, χαῖρε λυχνία χρυσῆ, χαῖρε ῥάβδος καὶ σκηνὴ καὶ θεία τράπεζα, χαῖρε νεφέλη τοῦ φωτός, χαῖρε πύλη νοητή, ἣν ὁ φιλάνθρωπος Λόγος, διῆλθεν εὐλογημένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.





























ᾨδὴ δ' Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Ὁ καθήμενος ἐν δόξῃ
Μυστηρίων ἀπορρήτων, προοδεύει μυστήριον, τῇ καινοτομίᾳ, τῆς θεσμοθεσίας τῆς φύσεως, τῆς ἀρρωστίας ἡ λύσις προμηνύουσα, τὴν διόρθωσιν, ταύτης Χριστὲ καὶ τὴν θέωσιν.
Ὁ Ἡσαΐας πατρόθεν, τῷ Υἱῷ προεφήτευσε, σαρκωθησομένῳ, Ἄγγελον βροτὸν τὸν Ἰσάγγελον· Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸ προσώπου σου, προκραυγάζοντα· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὑπηρετῆσαι ὡς δοῦλος τῷ Δεσπότῃ γεγέννημαι· εἰς αὐτὸ γὰρ ἥκω, τούτου καταγγεῖλαι τὴν ἔλευσιν, ὡς τῆς Παρθένου τὸν τόκον προπιστώσηται, παραδόξως στειρεύουσα, γραῦς ἐκβλαστήσασα.
Θεοτοκίον.
Ἡ Ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, οὐ διεφθάρη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.

Ὁ α’ τοῦ Ὁσίου. Εἰσακήκοα Κύριε.
Προσεχώρησας σκάμμασιν ἀσκητικοῖς, κόσμου μισήσας τὴν ἀπάτην, καὶ ἐνίκησας τὰ πάθη τῆς σαρκός· ἔνθεν χάριτος, πλήρης ὦ Μεθόδιε γέγονας.
Ἐπειγόμενος Ὅσιε πρὸς τὴν ζωήν, ἔφερες ῥᾷον ἐγκρατείας, τὰ παλαίσματα ὡς ἄσαρκος σοφέ, καὶ ἠξίωσαι, τῶν ἐπουρανίων Μεθόδιε.
Οὐδαμῶς ἐδειλίασας τοῦ δυσμενοῦς, τὰς πολυπλόκους μεθοδείας, ἀλλ’ ἀσκήσει καταβέβληκας αὐτόν, δυναμούμενος, ῥώμῃ οὐρανίῳ Μεθόδιε.
Θεοτοκίον.
Ῥυπτικαῖς Σου δεήσεσι τοῦ μολυσμοῦ, τῆς ἁμαρτίας κάθαρόν με, ὡς ἡ μόνη καθαρὰ ἐπὶ τῆς γῆς, ἵνα κράζω Σοι· χαῖρε ἡ θερμή μου ἀντίληψις.

Σύ μου ἰσχύς.
Σὺ τῶν παθῶν, Ἅγιε πάντων ἐκράτησας, βίον ἔσχες, ὄντως ἀκηλίδωτον, καὶ πρὸς Θεὸν ὕψωσας σαυτόν, ἔχων πρὸς τὸν πέλας, γνώμην σαφῶς εὐσυμπάθητον· διὸ καὶ ἀνηνέχθης, εἰς περίοπτον ὕψος, ταῖς ἐνθέοις μελέταις Μεθόδιε.
Αἴγλῃ σεπτῇ, Ὅσιε Κρήτην κατηύγασας, τῆς ἁγνείας, πάντας τε ὡδήγησας, σαῖς διδαχαῖς, θείαν πρὸς ζωήν, καὶ ταῖς θεωρίαις, ταῖς θείαις ἀναπτερούμενος, σπηλαίῳ ἐνεκλείσθης, ὡς φωστὴρ διαλάμπων, εἰς αἰῶνας Νηβρύτου Μεθόδιε.
Σοὶ ἦν ἰσχύς, Κύριος Πάτερ καὶ δύναμις, ἀντιλήπτωρ ὄντως καὶ στερέωμα, καὶ ἐπ’ αὐτῷ ἦσθα πεποιθώς, καὶ ψυχῇ ζεούσῃ, τοῦτον θεόφρον ἠγάπησας· διὸ ὡς ἀντιδόσεις, παρὰ τούτου λαμβάνεις, ἐνεργείας θαυμάτων Μεθόδιε.
Θεοτοκίον.
Σῶν ἱκετῶν, Δέσποινα δέησιν πρόσδεξαι, καὶ κινδύνων, πάντας ἐλευθέρωσον, καὶ ἐξ ἐχθρῶν, ῥῦσαί τε ἡμᾶς· Σὴν δὲ μεσιτείαν, πλουσίαν ἐπιχορήγησον, τὸν Σὸν Υἱὸν καὶ ῥύστην, δυσωποῦσα μὴ παύσῃ· παῤῥησίαν γὰρ ἔχεις Μητρόθεε

ᾨδὴ ε' Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Νῦν ἀναστήσομαι
Γῆ ἐξανέτειλε, παναληθῆ κήρυκα, φωνὴν πᾶσι κηρύττουσαν, γλώσσῃ τοῦ Πνεύματος, τῆς Παρθένου τὸν Υἱόν, δικαιοσύνην οὐρανόθεν ἐφ' ἡμᾶς, διακύπτουσαν ὕλῃ σώματος.
Ἔθετο Κύριος, παναληθῆ λύχνον σε Χριστοῦ, πάντας φωτίζοντα, μόνους ἐνδύοντα, τοὺς ἐχθραίνοντας αὐτῷ ὡς διπλοΐδα, τὴν αἰσχύνην ἀψευδῶς, Θεοῦ Λόγον Υἱόν κηρύττοντα.
Γήθεται ἅπασα, κτίσις τῷ σῶ τόκῳ θεϊκῶς· σὺ γὰρ ἐπίγειος, ἄγγελος Πρόδρομε, καὶ οὐράνιος βροτὸς ἀναδειχθήσῃ, τὸν οὐράνιον Θεόν, προμηνύων ἡμῖν σαρκούμενον.
Θεοτοκίον.
Σοῦ τὰ θαυμάσια, προφητικαὶ ἔφησαν φωναί, ὄρος καλοῦντές σε, καὶ πύλην ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸ θαυμαστὸν φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.

Ὁ α’ τοῦ Ὁσίου. Ὀρθρίζοντες βοῶμέν σοι.
Βλαστήσας δι’ ἀσκήσεως στάχυας, τῶν ἀρετῶν, διατρέφει μυστικῶς, σοὺς ὑμνολόγους Μεθόδιε.
Ἀνήγειρας αἰώνιον τρόπαιον, Πάτερ ἐν γῇ, τὰς ἐφόδους τῶν παθῶν, ἀναχαιτίσας Μεθόδιε.
Χορεύει νῦν τῇ δόξῃ σου Νήβρυτος, Πάτερ λαμπρῶς, ἣν παντοίων δυσχερῶν, εὐχαῖς σου ῥῦσαι Μεθόδιε.
Θεοτοκίον.
Ἱλέωσαι τὸν εὔσπλαγχνον Κύριον, Μῆτερ ἡμῖν· Σὺ γὰρ ὡς Μήτηρ Αὐτοῦ, ἔχεις τὸ δύνασθαι.

Ἵνα τί με ἀπώσω.
Ἐν ἀγῶσι καὶ πόνοις, τὸν σὸν βίον ἤνυσας παννύχοις στάσεσι, καὶ ταῖς ἀγρυπνίαις, τῷ Θεῷ συγγινόμενος Ὅσιε· ὅθεν νῦν λαμβάνεις, παρὰ Κυρίου τὰ βραβεῖα, ἐπαξίως Μεθόδιε ἔνδοξε.
Σοῖς ἱδρῶσι καὶ κόποις, καρπὸν τὸν γλυκύτατον ἐδρέψω ἔνδοξε, καὶ θαυμάτων φέγγος, εἰς Κυρίου ἐδέξω τὴν αἴνεσιν· σὺ γὰρ ἀνεδείχθης, τῶν πενομένων καὶ νοσούντων, ἰατρὸς καὶ προστάτης θερμότατος.
Κατανύξει καρδίας, τῶν δακρύων ἔβλυζες κρουνοὺς ἀείποτε, ἐναποτεφροῦντας, τῶν παθῶν τὰς καμίνους Μεθόδιε, καὶ ἀνάγοντάς σε, εἰς ἀναβάσεις θεοφόρε, φωταυγεῖς τῇ δυνάμει τοῦ Πνεύματος.
Θεοτοκίον.
Ἐκ καρδίας Παρθένε, τῶν πιστῶν χορεῖαί Σε ὑμνοῦσι πάντοτε, καὶ δοξάζουσί Σε, ἀσιγήτως Ἀγγέλων τὰ Τάγματα· Σὺ γὰρ ἐλυτρώσω, πικροῦ θανάτου τοὺς ἀνθρώπους, τὸν Θεὸν συλλαβοῦσα ἐν μήτρᾳ Σου.

ᾨδὴ ς' Τοῦ Προδρόμου. Ὁ Εἱρμός. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης
Θεὸν Λόγον ἔγνως ὡς Προφήτης, ἐν μητρικῇ νηδύϊ, καὶ τῇ ταύτης χρησάμενος γλώττῃ, θεολογεῖς, σκοτεινῷ θεώμενος, ἐν θαλάμῳ φῶς ἀπρόσιτον.
Ἀσιγήτως ὡς φωνὴ βοῶντος, τὸν Λυτρωτὴν τοῦ κόσμου Βαπτιστά, ἱκετεύων μὴ παύσῃ, τὴν ψυχικὴν διαλῦσαι στείρωσιν, τῶν ὑμνούντων σου τὴν γέννησιν.
Θεοτοκίον
Ἀστέκτου Θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται ὦ Θεοτόκε, ᾗ ἀδεῶς, οὐρανῶν τὰ τάγματα, ἀτενίζειν οὐ δεδύνηνται.

Ὁ α’ τοῦ Ὁσίου. Ἐκύκλωσέ με ἄβυσσος.
Ἐξέστησαν οἱ Ἄγγελοι, ζωῇ σου τῇ ξενῇ Μεθόδιε· αὐτῶν γὰρ ἐν σώματι, τὸν βίον διήνυσας, θερμῶς ποθήσας, τὴν ἐν Ἐδὲμ ἀπόλαυσιν.
Εὐφραίνεται τὸ πνεῦμά σου, θαλάμους εἰς θείους Μεθόδιε· σαρκὸς γὰρ ἐνέκρωσας, τὰ πάθη τοῖς πόνοις σου, τῇ συνεργίᾳ, τῆς χάριτος τοῦ Πνεύματος.
Σοφίας χῦμα ἄνωθεν, πλουτήσας ἀσκήσει Μεθόδιε, διδάσκαλος πάνσοφος, ἀζύγων γεγένησαι, σοῖς ἐναρέτοις, ἔργοις ἀεὶ φθεγγόμενος.
Θεοτοκίον
Λαμπάδα Σε οὐράνιον, καὶ βάτον καὶ πύλην καὶ τράπεζαν, καὶ ὄρος καὶ κλίμακα, σεπτῶς μακαρίζομεν, ἁγνὴ Παρθένε, τῶν εὐσεβῶν στερέωμα.

Ἱλάσθητί μοι Σωτήρ.
Ἐφάνης Πάτερ φωστήρ, καὶ σκότους βάθος διέλυσας, ἐκ τῶν ψυχῶν τῶν πιστῶν, καὶ τούτους ἐφώτισας· πρὸς σὲ γὰρ προσέτρεχον, καὶ ταῖς διδαχαῖς σου, τὸν Θεὸν ἡμῶν ἐπέγνωσαν.
Ὡς ἄμπελος ἀληθῶς, πολύφορος καὶ κατάκαρπος, τῆς ἀρετῆς τὸν καρπόν, ὡς βότρυν ἐπέρκασας· διὸ καὶ ἀπείληφας, ἐπαξίως Πάτερ, ἐκ Θεοῦ τῆς δόξης στέφανον.
Ἰλύος ἐκλυτρωθείς, παθῶν ἀτίμων Μεθόδιε, καὶ σὴν ψυχὴν πρὸς Θεόν, ἰθύνας ἐφώτισας, ἐξ οὗ καὶ ἐλλάμψεως, ἀπολαύεις Πάτερ, ἐν μεθέξει τῆς θεώσεως.
Θεοτοκίον
Μητέρα Σε τοῦ Θεοῦ, Παρθένον οὖσαν γινώσκομεν, τὴν τῶν χαρίτων πηγήν, καὶ πύλην σωτήριον· εἰς Σὲ οὖν ἐλπίζομεν, καὶ δεόμεθά Σου, ἐκ κινδύνων πάντας λύτρωσαι.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Ναὸς ἐγένου καθαρὸς τοῦ θείου Πνεύματος, τῶν ἐν ἀσκήσει ἀρετῶν τοῖς προτερήμασι, ὡς ἐπόθεις τὴν ψυχήν σου κατακοσμήσας· ὅθεν τύπος μοναζόντων ἀναδέδειξαι, καὶ πρὸς Κύριον μεσίτης ἀκαταίσχυντος, τῶν βοώντων σοι· χαίροις Πάτερ Μεθόδιε
Ὁ Οἶκος.
Ἐγκρατείας τοῖς ὅπλοις, κατ’ ἐχθρῶν θριαμβεύσας, θεόθεν ἀμοιβὰς ἐκομίσω, καὶ τῶν θαυμάτων τὴν ἰσχύν, δι’ ἧς ἀεὶ ἐνεργεῖς τὰ παράδοξα, πρὸς σωτηρίαν Ὅσιε, τῶν πόθῳ σοι βοώντων ταῦτα·
Χαῖρε, γηΐνων ὁ ὑπερόπτης·
χαῖρε, Ὁσίων ὁ συμπολίτης.
Χαῖρε, ὁ βιώσας ἐν κόσμῳ ὡς ἄσαρκος·
χαῖρε, ὁ αἰσχύνας ἐχθρὸν παναλάστορα.
Χαῖρε, ἄμπελος πολύφορος, βιοτῆς ἀσκητικῆς·
χαῖρε, δένδρον ὡραιόκλαδον, γεωργίας μυστικῆς.
Χαῖρε, ὅτι Ἀγγέλων τὴν ζωὴν ἐμιμήσω·
χαῖρε, ὅτι τὰ κάλλη τῆς Ἐδὲμ ἐθεάσω.
Χαῖρε, τῆς Κρήτης βλάστημα ἔνθεον·
χαῖρε, Νηβρύτου καύχημα τίμιον.
Χαῖρε, λαμπὰς μοναζόντων φωσφόρος·
χαῖρε, φωστὴρ εὐσεβῶν φωτοβόλος.
Χαίροις, Πάτερ Μεθόδιε.





















Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Μεθοδίου τοῦ ἐν Νιβρύτου Γορτύνης Κρήτης.
ᾜσχυνας πάσας ἐχθροῦ τὰς μεθοδείας,
Πάτερ μεθόδοις ἀσκήσεως τελείας.
Μεθόδιος εἰκάδι πέμπτῃ ἔβην εἰς Θεοῦ ἄστυ.
Οὗτος, ὥρμητο ἐκ τῆς ἐπαρχίας Ῥεθύμνης, τῆς περιωνύμου τῶν Κρητῶν νήσου. Παιδιόθεν τὴν πρὸς τὴν ἀρετὴν ἔφεσιν ἔχων, καταλιπὼν τὰς κοσμικὰς διατριβάς, τὸν τῆς ἀληθοῦς φιλοσοφίας ἐνεδύσατο τρίβωνα. Ἐλθὼν δὲ εἰς τὴν ὕπερθεν τῆς Γορτύνης κειμένην κώμην τῆς Νηβρύτου, ἐν ταῖς ὑπωρείαις τοῦ ὄρους Ἴδη, κατώκησεν εἰς τὸ μέχρι σήμερον δεικνύμενον σπήλαιον, ἀγωνιζόμενος ἐν νηστείαις, προσευχῇ καὶ ἄκρᾳ σκληραγωγίᾳ. Εἰς τὸ ἀκρότατον δὲ τῶν ἀρετῶν ἐληλακώς, ὡράθη Ἄγγελος μετὰ σώματος. Πλήρης δὲ ἡμερῶν γενόμενος καὶ τοῖς θαύμασι πάντας καταπλήξας, ἐξεδήμησε πρὸς Κύριον, ὃν παιδιόθεν ἐπόθησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος καὶ πολυάθλου Φεβρωνίας.
Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία,
Τομὴ κεφαλῆς· ὡς καλή σοι προὶξ γύναι!
Αὕτῃ ἡ ἀοίδιμος καὶ Ὁσία, ἐκ νεαρᾶς ἡλικίας τὸν χρηστὸν τοῦ Κυρίου ζυγὸν ἀραμένη, καὶ ὁσίως βιοῦσα ὑπὸ τὸν κανόνα τῆς κατ’ αὑτὴν Μονῆς, ἐν τοῖς μεθορίοις Περσῶν καὶ Ῥωμαίων διακειμένης, ἐν πόλει λεγομένῃ Νισίβει, ἥτις λέγεται Ἀντιοχεία τῆς Μυγδονίας, πάσας τὰς σὺν αὐτῇ, μεθ’ ὧν ἦν, ὑπερήλασεν ἐν τῇ ἀσκήσει καὶ συνέσει, καὶ τῇ τῶν γραφῶν ἀναγνώσει. Ἐξῆρχε δὲ καὶ καθηγεῖτο πασῶν, ἡ οὕτω καλουμένη Βρυαίνη.
Κατὰ δὲ τοὺς καιροὺς Διοκλητιανοῦ, Σελήνου τοῦ Ἡγεμόνος διώκοντος τοὺς χριστιανούς, αἱ μὲν λοιπαὶ τῶν μοναζουσῶν τοῦ Μοναστηρίου ἐξῆλθον, ἐκφυγεῖν τὸν ἐπικείμενον θάνατον σπεύδουσαι. Ἡ δὲ μακαρία Φεβρωνία, νόσου τότε κατασχούσης αὐτὴν, μὴ δυναμένη τῷ σώματι χρήσασθαι, ἐπί τινος κατέκειτο βάθρου, παρακαθεζομένων αὐτῇ τῆς τε Βρυαίνης, καὶ τῆς οὕτω καλουμένης συγκλητικῆς Ἱερείας. Ἐπεί δὲ παρῆσαν οἱ Σελήνου στρατιῶται, καὶ πελέκεσι τὰς θύρας καταῤῥάξαντες εἰσῆλθον, εὐθὺς μὲν σπασάμενοι τάς μαχαίρας, κατακόψαι ἐβούλοντο τὴν Βρυαίνην. Ἀλλὰ ταῦτα μὲν τὰ ἀνήκεστα παθεῖν αὐτὴν παρῃτήσατο Πρῖμος ὁ τοῦ Λυσιμάχου ἀνεψιὸς, τοῖς Χριστιανοῖς ἀεὶ ἐπιεικῶς καὶ συμπαθῶς προσφερόμενος.
Τὴν οὖν Φεβρωνίαν ἁρπάσαντες, πρὸς τὸν ἡγεμόνα Σελῆνον ἦγον, ᾗ παρηκολούθουν Βρυαίνη καὶ Ἱέρεια καὶ Θωμαΐς, ἐπιστηρίζουσαι αὐτὴν τῇ πίστει, καὶ νουθετοῦσαι μὴ καταπλαγῆναι τὰς βασάνους, μηδὲ τὴν εἰς Χριστὸν προδοῦναι εὐσέβειαν, μνησθεῖσαν Λιβύης καὶ Λεωνίδος τῶν ἀδελφῶν, καὶ τῆς Εὐτροπίας. Ὧν Λιβύη μὲν διὰ Χριστὸν ἐτμήθη τὴν κεφαλήν, ἡ Λεωνὶς δὲ παρεδέδοτο πυρί, τὸ δὲ παιδίον Εὐτροπία, ἀκούσασα παρὰ τῆς μητρός: Μὴ φύγῃς τέκνον, τὰς χεῖρας αὐτῆς οπίσω ποιήσασα, τοῖς δημίοις τὸν αὐχένα ὑπέθηκε. Καὶ ἡ μὲν Βρυαίνη, μετὰ τὸ ἱκανῶς νουθετῆσαι αὐτὴν, ἐν τῷ Μοναστηρίω ὑπέστρεψεν, ὀλολύζουσα, καὶ θρηνοῦσα, καὶ τοῦ τέλους τὸ ἅδηλον φοβούμενη, καὶ νίκην αὐτῇ κατὰ τοῦ Διαβόλου παρὰ Θεοῦ ἐξαιτοῦσα. Ἡ δὲ Θωμαΐς καὶ Ἱέρεια, ἀνδρικὸν σχῆμα περιθέμεναι, συνηκολούθουν τῇ Ἁγίᾳ, μετὰ τῶν οἰκετῶν ἑαυτὰς ἐγκαταμίξασαι.
Ἐπεὶ δὲ ἤχθη, πρῶτον μὲν ἐπὶ Λυσιμάχου τοῦ ἀνεψιοῦ Σελήνου κατέστη· ὅς αὐτὴν θωπείαις καὶ κολακείαις μεταθεῖναι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως ἐπιχειρήσας, καὶ μὴ δυνηθείς, ταθῆναι ἐκ τεσσάρων ἐκέλευσε, καὶ κάτωθεν μὲν πυρὶ ὑποκαίεσθαι, ἄνωθεν δὲ ὐπὸ στρατιωτῶν τύπτεσθαι. Ὑπὸ δὲ τῶν πληγῶν καὶ τοῦ πυρὸς ἐλαίῳ ἐρεθιζομένου καὶ ἀναφλεγομένου, διελύοντο καὶ κατέῤῥεον αἱ σάρκες αὐτῆς. Εἶτα κρεμασθῆναι ταύτην, καὶ σιδηροῖς ξέεσθαι πλήκτροις, καὶ πυρὶ καταφλεχθῆναι προστάττει, καὶ μετὰ ταῦτα τὴν γλῶτταν τμηθῆναι, ἥν προὔτεινεν εὐθαρσῶς· καὶ τοῦς ὀδόντας ἐκριζωθῆναι. Εἶτα ξίφει τοὺς δύο ἀφαιρεθῆναι μασθούς, καὶ κατὰ τῆς τομῆς πῦρ ἐπιχεθῆναι, καὶ ἐπὶ τούτοις τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναι, καὶ ἐπὶ πᾶσι τούτοις ἀποτμηθῆναι τὴν κεφαλήν.
Συγκομισθὲν δὲ τὸ τῆς Ἁγίας λείψανον παρὰ τῶν πιστῶν, τοῦ Λυσιμάχου προστάξαντος, διὰ Φίρμου τοῦ Κόμητος ἀπήχθη ἐν τῇ Μονῇ στρατιωτῶν βαστασάντων αὐτὸ, ἅμα τῷ Φίρμῳ. Καὶ συνετέθη ἕκαστον ἐν τάξει τῶν μελῶν, τῶν ὀδόντων αὐτῆς ἐν τῷ ἑαυτῆς στήθει τεθέντων. Καὶ οὕτω, μετὰ ψαλμῶν καὶ ὕμνων, συνδραμόντων Ἐπισκόπων καὶ Κληρικῶν ἅμα καὶ Μοναχῶν, καὶ πλήθους πολλοῦ τῶν Χριστιανῶν, παννύχοις ᾠδαῖς ἔτυχε τῆς ὀφειλομένης κηδείας.

Τῇ αὐτὴ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀρεντίου, καὶ τῶν ἕξ γνησίων ἀδελφῶν αὐτοῦ, ὧν τὰ ὀνόματα Φαρνάκιος, Ἔρως, Φίρμος, Φιρμίνος, Κυριάκος καὶ Λογγίνος.
Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
Ἐν γῆ τελεύτᾳ καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
Ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἐρως,
Πρὸς οὓς μεταστάς, ὡς πὲρ ἦρα χαιρετῶ.
Θρόνοι νοητοὶ Φιρμίνος τε καὶ Φίρμος,
Οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακὸν Λογγίνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.
Οὗτοι οἱ Ἅγιοι ἑπτὰ Μάρτυρες ἀδελφοὶ ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ὁρμώμενοι τῶν ἀφ’ ἡλίου ἀνατολῶν, στρατευόμενοί τε μετὰ χιλίων διακοσίων Τυρώνων [νεοσύλλεκτων στρατιωτῶν] ὑπὸ Ῥόδωνα Κουβικουλάριον [κατακοιμιστήν] ἐν τῇ Ἀντιοχέων πόλει· οἵ καὶ ἦλθον ἐν τοῖς Θρακῴοις μέρεσι, ταχθέντες εἰς λεγεῶνα, καλούμενον Λεγέανδρον. Ἐπαναστάσεως δὲ κατὰ τοὺς τότε χρόνους γεγενημένης, τῶν Σκυθῶν διαβάντων τὸν Ἴστρον, καὶ τὴν Θρᾴκην ληϊζομένων, ἄρτι μετὰ τὴν τελευτὴν Διοκλητιανοῦ, Μαξιμιανὸς τὴν βασιλείαν κατασχών, ἐν φροντίδι πολλῇ καὶ ἀμηχανίᾳ γέγονε, μάλιστα διὰ τὸ τὸν Μαραθὼμ τὸν ἐξάρχοντα τῶν Σκυθῶν, μεγέθει σώματος καὶ ῥώμῃ τῶν πολλῶν διαφέροντα, προσκαλεῖσθαι αὐτὸν, ἤ τινὰ τῶν μετ’ αὐτοῦ διαγωνίσασθαι, τούτοις παραχωρῆσαι τοὺς ἑτέρους τῆς νίκης.
Διὰ ταῦτα τοίνυν τοῦ βασιλέως ἐν πολλῇ ἀπορίᾳ καθεστηκότος, ὡς μηδενὸς θαῤῥοῦντος ἀντεπεξιέναι καὶ συμπλακῆναι τῷ βαρβάρῳ, προετράπη ὁ Ἅγιος Ὀρέντιος ἐξελθεῖν. Πάσαις γὰρ ψήφοις ἐκρίθη, ὡς εἴη ῥωμαλέος, καὶ πολέμων ἔμπειρος, καὶ δι’ εὐστροφίαν σώματος καὶ συντομίαν, δεινὸς ἐπιθέσθαι, καὶ τὸν ἐπεξιόντα καταβαλεῖν. Ὅς τὴν εἰς Χριστὸν πίστιν προβαλλόμενος, καὶ πρὸς τὸν πόλεμον ἐξελθὼν, καὶ τῷ Σκύθῃ παραταξάμενος, ἀκοντίῳ τοῦτον διήλασε· καὶ ξίφει αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν, τῷ βασιλεῖ προσεκόμισε, καὶ τὸ τρόπαιον ἔστησεν. Ἐφ’ οἷς τοῦ βασιλέως ὐπερθαυμάσαντος καὶ ἀγασθέντος, καὶ διὰ τοῦτο ἐπινικίους σπονδὰς τοῖς εἰδώλοις προσάγοντος, αὐτὸς τῇ τοῦ Χριστοῦ συμμαχίᾳ καὶ δυνάμει περιγενέσθαι τοῦ ἀλαζόνος, οὐ τῇ τῶν ψευδωνύμων θεῶν βοηθείᾳ, παῤῥησίᾳ καθομολογεῖ.
Ἀλλὰ τότε μὲν καρποῦσθαι τὰς βασιλικὰς συνεχωρήθη τιμάς, αἰδεσθέντος οἶμαι, τοῦ βασιλέως τὸ τοῦ κατορθώματος μέγιστον, καὶ τὴν ζώνην αὐτῷ προπαρασχομένου τοῦ καταβληθέντος βαρβάρου, πολυτελῆ καὶ πολυτάλαντον οὖσαν. Ὕστερον δὲ, ἐπεὶ παραινῶν ἀποστῆναι τοῦ Χριστοῦ οὐκ ἔπειθεν, ἐκπέμπει αὐτὸν μετὰ τῶν ἕξ ἀδελφῶν αὐτοῦ ἐν τῇ κατὰ Ἁρμενίαν πόλει τῶν Σατάλων, ἐπιστείλας τῷ ἐκεῖ Δουκί, εἰ μὲν ἐξεταζόμενοι πεισθῶσι θῦσαι τοῖς θεοῖς, ἀναπέμψαι τούτους πρὸς αὐτὸν· εἰδὲ οὐ πείθονται, ὑπερορίους ἐν ταῖς κατὰ Ἀβασγίαν καὶ Ζηκχίαν χώραις ποιῆσαι.
Κατὰ οὐν τὸ τοῦ Βασιλέως πρόσταγμα, ἀπαγομένων αὐτῶν, καὶ τὴν οὕτω λεγομένην Παρεμβολὴν φθασάντων, Ἔρως, ὁ τῶν ἀδελφῶν πρῶτος, πρὸς Κύριον ἐξεδήσε, μηνὶ Ἰουνίῳ εἰκοστῇ δευτέρᾳ. Ὁ δὲ Ἅγιος Ὀρέντιος, Ῥίζιον καταλαβών, λίθῳ τῷ τραχήλῳ περιτεθείς, ἐῤῥίφῃ ἐν τῇ θαλάσσῃ· περὶ αὐτοῦ γὰρ καὶ τοῦτο ἐδέδοκτο. Ἐκεῖθεν δὲ, δι’ ἐπιστασίας Ἀγγέλου, ἀβλαβὴς ἐξῆλθε, κομίσαντος αὐτὸν, καὶ κατὰ τὴν ξηρὰν ἐπί τινος πέτρας στήσαντος· καὶ εὐξάμενος, ἀφῆκε τὸ πνεῦμα, καὶ ἐκεῖ ἐτάφη, μηνὶ τῷ αὐτῷ εἰκοστῇ τετάρτῃ. Ὁ δὲ Ἅγιος Φαρνάκιος, γενόμενος ἐν Κορδύλῃ, πρὸς Κύριον μετετέθη, τῇ τρίτῃ τοῦ Ἰουλίου μηνός. Τῇ δὲ ἑβδόμῃ, Φῖρμος καὶ Φιρμῖνος καταλαβόντες τὴν Ἄψαρον, τέλος εὕραντο τῆς προσκαίρου ζωῆς. Ὁ δὲ Ἅγιος Κυριακός, ἀπαχθεὶς εἰς τὴν τῶν Λαζῶν χώραν, ἐν τόπῳ λεγομένῳ Ζυγανέως ἀνεπαύσατο ἐν Κυρίῳ, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός. Ὁ δὲ μακάριος Λογγῖνος ὕστερος πάντων· ὅς, ἐν τῷ παραπλέειν ἀπὸ τῆς Ζυγανέως ἐπὶ τὴν Λιβυκήν, τρικυμίας ἐν τῇ θαλάσσῃ γενομένης, καὶ μεγάλου κλύδωνος, εὐξάμενος τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, καὶ κατετέθη εἰς Πιτυοῦντα, μεθ’ ἡμέρας τέσσαρας ἐκεῖσε τοῦ πλοίου ὁρμήσαντος.

Τῇ αὕτη ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τῶν πρεσβειῶν τῆς ἀσπόρως αὐτὸν τεκούσης, κατὰ τῶν διὰ γῆς τε καὶ θαλάσσης κυκλωσάντων τὴν καθ᾿ ἡμᾶς Βασιλίδα τῶν πόλεων καὶ πανωλεθρίᾳ παραδοθέντων καὶ τελείῳ ἀφανισμῷ .

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ὁσιομαρτύρων Λεωνίδος, Λιβύης καὶ Εὐτροπίας, τῆς μὲν διὰ πυρός, τῶν δέ, διὰ ξίφους τελειωθεισῶν.
Πηδὰ Λεωνὶς εἰς τὸ πῦρ τῆς καμίνου,
Ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Κομμωτικόν τι βάμμα νύμφη Κυρίου,
Βάπτη Λιβύη δούσα τὴν δέριν ξίφει.
Ὁ κόσμος αὐχῶν βοσσιὰς συσχεῖν δίκην,
Ὑπ’ Εὐτροπίας παίζεται τετμημένης.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πατὴρ ἡμῶν Σίμων, ἐν εἰρήνῃ τελειοῦται.
Σορὸς, Σίμωνι σαρκίς ἐστιν ἐστία,
Πόλος δὲ τούτῳ πνεύματος κατοικία.
Ὁ Ὅσιος οὕτος Σίμων, δὲν ἠγάπα νὰ ἀποκτήση φιλίας τῶν μεγάλων ἀνθρώπων, ἀλλὰ ἐποῖει κάθε τρόπον διὰ νὰ ἐξουθενωθῆ ἀπὸ αὐτοῦς. Ὅθεν γράφει περὶ αὐτοῦ ὁ Εὐεργετινὸς ἐν σελ. 703, ὅτι μῖαν φορὰν ἐπήγεν εἰς αὐτὸν ὁ ἄρχων τοῦ τόπου, θέλοντας διὰ νὰ τὸν ἰδή. Ὁ δὲ Σίμων, μαθῶν πῶς ὁ ἄρχων ἔρχεται, ἐπήρε τὴν ζώνην του, καὶ ἐπήγε διὰ νὰ καθαρίση ἕνα φοίνικα. Οἱ δὲ ἄνθρωποι τοῦ ἄρχοντος, βλέποντες αὐτὸν καθαρίζοντα τὸν φοίνικα, εἴπον αὐτῷ: Γέρων, ποῦ εἶναι ὁ ἀναχωρητής; Ὁ Ὅσιος ἀπεκρίθη: Δέν εἶναι ἐδῶ ἀναχωρητὴς. Οἱ δὲ ἀκούσαντες ἀνεχώρησαν.
Ἄλλοτε πάλιν, ἦλθεν ἄλλος ἄρχων διὰ νὰ τὸ ἰδῆ. Ἐπρόφθασαν δὲ οἱ κληρικοῖ καὶ εἶπον αὐτῷ: Ἀββὰ ἑτοίμασον, ὅτο ὁ ἄρχων ἀκούωντας περί σου, ἔρχεται διὰ νὰ εὐλογηθῆ ἀπὸ λόγου σου. Ὁ δὲ Ὅσιος ἀπεκρίθη: Ναὶ, ἐγὼ ἑτοιμάζω τὸν ἑαυτόν μου. Φορέσας λοιπὸν τὸ κεντώνιόν του, ἦτοι τὸ παλαιὸν φόρεμά του, τὸ μὲ πολλὰ κεντήματα καὶ μπαλώματα ἑρραμμένον, καὶ παίρνοντας εἰς τὸ χέρι του ψωμὶ καὶ τυρί, ἐπήγε καὶ ἐκάθισεν εἰς τὴν πόρταν τοῦ κελλίου του καὶ ἔτρωγεν. Ὁ δὲ ἄρχων μὲ τοὺς ἀνθρώπους του, βλέποντες αὐτὸν τρώγοντα, τὸν ἐξευτέλισαν λέγοντες: Ἑτούτος εἶναι ὁ περίφημος ἀναχωρητὴς ὁποῦ ἠκούομεν; Καὶ εύθὺς ἀνεχώρησαν.

Τῇ αὐτῇ ἠμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαρτυρίου τοῦ ἐπισκόπου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοδοσίου [+1419].

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεολήπτου μητροπολίτου Φιλαδελφείας.

Τῇ αὐτῇ ἡμέρα, ὁ Ὅσιος Διονύσιος, ὁ κτίτωρ τῆς ἐν ὅρει τοῦ Ἄθω ἱερὰς καὶ κοινοβιακὴς Μονὴς τοῦ τιμίου Προδρόμου, ἐν εἰρήνῃ τελειούται.
Κτίτωρ Μονὴς σὺ τοῦ μεγίστου Προδρόμου,
δειχθεῖς ἐνοικεῖς νῦν Μοναῖς ταῖς τοῦ πόλου.
Εἰκάδι πέμπτῃ Διονυσίοιο Θεῷ ἦτορ ἔστη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δομέτιος, ὁ φίλος καὶ συνασκητὴς τοῦ ῥηθέντος Ἁγίου Διονυσίου, ὁ καὶ ποιμὴν καὶ Ἡγούμενος χρηματίσας τῆς αὐτῆς κοινοβιακὴς Μονὴς τοῦ Διονυσίου, ἐν εἰρήνῃ τελειούται.
Δόμους παρελθῶν τοὺς κάτω Δομέτιος,
Ἀνακτόροις νῦν ἐγχορεύει τοῖς ἄνω.
Οὗτος, ἀνὴρ διορατικώτατος καὶ πνευματοφόρος, παντὶ δὲ χαρίσματι θείῳ κεκοσμημένος καὶ τῆς ἱερωσύνης διαπρέπων, τῷ ἀξιώματι κονίστρᾳ ἀσκήσεως ἐχρῆτο τῷ ἱερῷ τῆς Πανάγνου οἶκῳ ἐν τῷ τοῦ Ἀντιάθωνος τόπῳ. Οὗτος φιλίᾳ συνδεδεμένος τῷ σοφῷ Διονυσίῳ, μετ’ αὐτοῦ ήξιώθη ἰδεῖν ἰδίοις ὄμμασι τὸ θεῖον ἐκεῖνο φῶς, τὸ δίκην λαμπάδος καιομένης, καταυγάζον ἐν τρισὶ νυξὶ τὴν ἡλίβατον πέτραν, ἐν ᾗ ἔμελλε δομηθῆναι ἡ τοῦ Προδρόμου Μάνδρα. Ταύτης τὴν ἔγερσιν ἐμπνευσθεὶς Πνεύματι Ἁγίῳ καὶ ὥσπερ ὑπ’ αὐτοῦ κινηθείς, προφητικῶς τῷ Διονυσίῳ προεῖπε. Αὐτοῦ μάλιστα εἶτα συλλήπτωρ ἐγένετο εἰς τὸ θεάρεστον τῆς δομήσεως ἔργον. Εἰς περίοδον οἰκονομικῶν δυσκολιῶν προέτρεψε τὸν Διονύσιον ὑπάγειν εἰς Τραπεζοῦντα καὶ αἰτήσασθαι οἰκονομικὴν ἀρωγὴν παρὰ τῶν Κομνηνῶν. Πρὸ τῆς δευτέρας ἐπισκέψεως τοῦ Διονυσίου εἰς Τραπεζοῦντα, οἱ δύο ἄνδρες ἠσπάσθησαν ἀλληλους προαισθανόμενοι τὸ ἐγγὺς τέλος τοῦ Διονυσίου. Κατὰ προτοπὴν τοῦ Διονυσίου ὁ Δομέτιος ἀνελάμβανε τὴν πνευματικὴν ἐποπτείαν τῶν ἀδελφῶν καὶ την ἡγουμενείαν τῆς Μονῆς τοῦ Προδρόμου. Μετὰ τὴν εἰς Τραπεζοῦντα κοίμησιν τοῦ Ὁσίου Διονυσίου, ὁ Δομέτιος ἐβούλετο ἀναχωρῆσαι τῆς μάνδρας εἰς τὴν προτέραν ἡσυχίαν, πλην ὅμως ἐκάμφθη ταῖς δεήσεσι τῶν μοναχῶν, κραυγαζόντων μὴ ἐγκαταλεῖψαι αὐτοὺς ὀρφανοὺς καὶ ἀπήμαντους. Παραμείνας ὅθεν εἰς τὴν ἡγουμενείαν τῆς Μονῆς καὶ θεαρέστως βιώσας καὶ πλήρης ἡμερῶν γενόμενος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου νέου Ὁσιομάρτυρος Προκοπίου, τοῦ ἀπὸ Βάρνα καταγομένου, καὶ ἀθλήσαντος ἐν Σμύρνῃ ἐν ἔτει 1810ῳ.
Κλίνας γεγηθώς, αὐχενα μάκαρ ξίφει,
Θρόνῳ Ὑψίστου, συμπαρέστης Ἀγγέλοις.
Οὗτος, ἦτον ἀπὸ τὰ μέρη τὰ πλησιόχωρα τῆς Βάρνας, ἀπὸ γονεῖς εὐσεβεῖς· ὅστις ἀφ’ οὖ ἔφθασεν εἰς ἡλικίαν χρόνων εἴκοσι, ἐπεθύμησε τὴν μοναδικὴν πολιτείαν, καὶ ἐπῆγεν εὀς τὸ Ἅγιον Ὅρος, καὶ μετέρχεται τὴν ἀσκητικὴν ζωὴν, ὑποταγεὶς εἰς ἕνα γέροντα ὀνόματι Διονύσιον, εἰς τὴν σκήτην τοῦ Τιμίου Προδρόμου, ἔλαβε δὲ καὶ τὸ Ἅγιον σχήμα τῶν μοναχῶν. Ὅμως, ὁ διάβολος, τοῦ ἔσπειρεν συνεχόμενους λογισμοὺς νὰ εὔγῃ εἰς τὰ ἐγκόσμια· ὅθεν ἀναχώρησε διὰ τὴν Σμύρνην. Ἐκεὶ, τοῦ ἔρχεται ἄλλος λογισμὸς χειρότερος, ὅτι ἐπειδὴ καὶ ἄφησε τὴν μετάνοιάν του, ἔχει ἐξάπαντος νὰ κολασθῇ.
Ὅθεν ὁ τῆς ἀπογνώσεως λογισμὸς κατακυριεύσας αὐτὸν, τὸν κατέστησε νὰ ἀφήσῃ τὴν ἄγκυραν τῆς Ὀρθοδοξίας, πηγαίνοντας εἰς τον Κριτὴν τῆς πόλεως, κρύβοντάς του ὅτι ἦτον καλόγηρος, καὶ ἔπειτα ἀπὸ δεκαπέντε ἡμέρες, τὸν ἐσουνέτισαν. Ἀλλὰ, εὐθὺς ὁποῦ ἔλαβε τὴν βδελυρὰν σφραγίδα, ἄλλαξεν ὁ λογισμός του, ἤρξατο νὰ τὸν κατακεντᾷ ἡ συνείδησις, καὶ ὁ πρὶν ἀπεγνωσμένος, ἦλθεν εἰς τὴν αἴσθησιν τοῦ ἀπεῖρου ἐλέους τοῦ Θεοῦ. Ὅθεν, πήγε σε ἕναν φίλο του πνευματικόν, ἐκ τῆς σκήτεως, ἔκλαψε, μετενόησε, καὶ ἐζήτησε την ἄδειαν ὅπως μαρτυρήσει. Ὁ δε πνευματικός, προσπάθησε νὰ τὸν ἀποτρέψει, ἀλλὰ μάταια. Ὅθεν προσευχήθηκε, ἐκοινώνησε τῶν Ἄχράντων Μυστηρίων, καὶ ὕστερα ἀπὸ δεκαπέντε ἡμέρες, ἐπαρουσιάστει εἰς τὸν Κριτὴν καὶ ὁμολόγησε τὴν Ὀρθόδοξον πίστιν. Ὕστερα ἀπὸ κολακείας καὶ βασανιστήρια ὑπὸ του Κριτοῦ, καὶ βλέποντας αὐτὸς, τὸ ἀμετάθετον τῆς γνώμης τοῦ Ἁγίου, ἀπεφάσισε καὶ ὁ Ὁσιομάρτυς Προκόπιος, λαβὼν τὸν διὰ ξίφους θάνατον, ἐτελειώθη ἡμέρᾳ Σαββάτῳ· σαββατίσας καὶ καταπαύσας τὴν πρόσκαιρον ταύτῃν ζωὴν, χάριν τῆς αἰωνίου καὶ ὑπερφροσύνου, λαβὼν τὸ τοῦ Μαρτυρίου στέφανον, καὶ ἀναλλαξάμενος τῶν φθαρτῶν τὰ ἀκήρατα.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, τοῦ ἐξ Ἀτταλείας μὲν καταγομένου, ἐν δὲ τῇ Κρήνῃ τῆς Μικρᾶς Ἀσίας καὶ δι’ ἀγχόνης τελειωθέντος ἐν ἔτει 1823ῳ.
Χριστῷ γεωργῷ Γεώργιε τῶν ὅλων,
ἀθλητικὴν ἤνεγκας νῦν γεωργίαν.
Εἰκάδι πέμπτῃ Γεώργιος φαίδιμος τέτληκε βρόχον.
Οὗτος ἤθλησεν ἐν ἔτει ᾳωκγ΄ (1823), ἐν Κρήνῃ τῆς Μικρᾶς Ἀσίας, ἐξ Ἀτταλείας καταγόμενος. Γονεῖς ἔσχεν εὐσεβεῖς, καὶ ἦν παῖς μάλα ὡραῖος καὶ εὐειδής, καὶ ἡρπάγη ὑπὸ τῶν ἀσεβῶν Ἀγαρηνῶν, καὶ ἀνετράφη ὑπ’ αὐτῶν ἐν πάσῃ ἀσεβείᾳ, ἀρνηθεὶς τὸ ὄνομα τοῦ Σωτῆρος, μὴ εἰδὼς τὶ πράττει, λόγῳ τοῦ ἀώρου τῆς ἡλικίας. Ἐν τῇ οἰκίᾳ τοῦ κυρίου αὐτοῦ, ἦν τις ὑπηρετοῦσα εὐσεβὴς γυνή, ὀνόματι Μαρία, ἥτις ἡμέραν τινα, ἀνδρωθέντος αὐτοῦ, ἀπεκάλυψεν αὐτῷ ἐν πάσῃ ἐχεμυθείᾳ, τὶς ἦν καὶ εἰς ποίαν κατάστασιν ἧκεν, ἀρνηθεὶς τὸν Κύριον καὶ Σωτῆρα ἡμῶν.
Τότε ὁ μακάριος, μετανοήσας εἰλικρινῶς, ἀνεχώρησε μετ’ αὐτῆς κρυφά, και ἀφίκοντο ἐν Ἰερουσαλήμ. Ὧδε ὁ Γεώργιος ἐξομολογησάμενος ἐν κατανύξει και συντριβῇ, καὶ δεχθεὶς τὸν κανόνα τῆς Ἐκκλησίας, μετέσχε τῶν Ἀχράντων Μυστηρίων, καὶ ἀνεχώρησεν ἐκεῖθεν διὰ Κρήνην τῆς Μικρᾶς Ἀσίας, μετὰ τῆς φιλοθέου Μαρίας, ἥτις ἠκολούθει αὐτῷ καὶ διηκόνει ὡς θετὴ μήτηρ. Ἐν τῇ Κρήνῃ συνεζεύχθη μετ’ εὐσεβοῦς γυναικός, καὶ ἔζη βίον ἡσύχιον και χριστιανικόν, ἐν πάσῃ εὐσεβεία. Ἀλλὰ τὴν πόλιν ταύτην ἐπεσκέψατο ὁ πρώην Ἀγαρηνὸς αὐτοῦ κύριος, ὅστις ἀναγνωρίσας τὶς ἦν ὁ Γεώργιος, συνέλαβεν αὐτὸν και ἐξεβίαζε, προσελθεῖν τῇ ἀσεβεῖ αὐτῶν πίστει. Ὁ δὲ Γεώργιος ἀτρόμως ὡμολόγησε τὴν ἁγίαν καὶ ἀμώμητον τοῦ Χριστοῦ πίστιν, καὶ μὴ πτοηθεὶς ἀπειλὰς καὶ τιμωρίας καὶ ποινάς, ὑπέστη τὸν δι’ ἀγχόνην θάνατον. Θεῖον δὲ φῶς κατελθὸν οὐρανόθεν, ἐκάλυψε τὸ ἱερὸν αὐτου λείψανον, ὅπερ, ἐντολῇ τῶν κρατούντων, ῥιφὲν ἐν τῇ θαλάσσῃ ἀνευρέθη καὶ ἀνεσύρθη ὑπὸ τοῦ παρατυχόντος εὐσεβοῦς πλοιάρχου Ἠλία Σκλαβούνου λεγομένου, καὶ μετεφέρθη ἐν τῇ εὐσεβεῖ Ῥωσσίᾳ καὶ ἔτυχεν ἀξίας καὶ ἱεροπρεποῦς κηδείας παρὰ τῶν ἐκεῖσε πιστῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν δουκῶν Μουρόμης Πέτρου καὶ Φεβρωνίας, τῶν διὰ τοῦ Ἀγγελικοῦ σχήματος μετονομασθέντων Δαβίδ, καὶ Εὐφροσύνης, τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.







ᾨδὴ ζ' Ὁ Εἱρμός. Νέοι τρεῖς ἐν Βαβυλῶνι
Ὑπῆρχε τὸ πρὶν ἐσκοτισμένη, ἅπασα τῶν γηγενῶν, ἡ φύσις ὦ Πρόδρομε, ἀλλ' ὄρθρος βοῶν ἀνεφάνης· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Νοσοῦσαν ἰάσατο τὴν φύσιν, ἅπασαν ἡ εὐκλεής, ἐκ στείρας σου γέννησις, διδάξασα Πρόδρομε μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Γεγέννησαι Πρόδρομε ἐκ στείρας· ἦλθε γὰρ παναληθῶς, τοῦ νόμου στειρεύοντος, ἡ χάρις Χριστῷ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε ἁγνὴ εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν ἱκετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν· Δέσποινα μὴ παρίδῃς τοὺς δούλους σου.

Ὁ καμίνῳ πυρός.
Οἷα πηγὴ νοητή, ῥεῖθρα Μεθόδιε θαυμάτων, ἀεὶ πηγάζεις ἡμῖν, σοῖς ὑμνηταῖς συμπαθῶς.
Χαίροις θεράπων Χριστοῦ, κλέος Μεθόδιε τῆς Κρήτης, ἣν περιφρούρει ἀεί, σαῖς πρὸς Θεὸν προσευχαῖς.
Θείου ἐπλήσθης φωτός, τὸν νοῦν Μεθόδιε καθάρας, σαῖς ἀνενδότοις εὐχαῖς, πρὸς τὸ ἀνέσπερον φῶς.
Θεοτοκίον
Ὁ ἐκ Παρθένου τεχθείς, πρὸς σωτηρίαν τῶν ἀνθρώπων, εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Θεοῦ συγκατάβασιν.
Ἐν πᾶσι γενόμενος, υἱὸς φωτὸς καὶ ἡμέρας Πάτερ τρανῶς, συμπαθὴς δεομένοις καὶ ταπεινὸς τῇ καρδίᾳ ὡς ἀληθῶς, ὑπομονὴν καρτερίαν τε ἔσχηκας, τὸ ἦθος ὄντως χρηστός, καὶ τῷ Θεῷ ἐκλεκτός.
Τὰ ἄνω Βασίλεια, τὴν ἄνω πόλιν καὶ τὴν γνησίαν τρυφήν, καὶ τὸν ἄσυλον ὄλβον καὶ τὴν δικαίων ἀπόλαυσιν ἐν Χριστῷ, ἐπιποθῶν ἰσχυρῶς τούτων ἔτυχες, παρακαλῶν τὸν Θεόν, τὸν τῶν καλῶν χορηγόν.
Ἱκέτευε ἔνδοξε, ἀεὶ τὸν Κύριον ὑπὲρ πάντων πιστῶν, ἐξαιρέτως δὲ Κρήτην τῇ σῇ προνίᾳ περιφρουρῶν, πατρικῶς μὴ διαλίπῃς Νηβρύτου Μεθόδιε, ὡς πρεσβευτὴς ἀληθής, καὶ τῶν θαυμάτων πηγή.
Θεοτοκίον
Θεὸν Σὺ ἐβάστασας, ταῖς Σαῖς ὠλέναις ὡς ὄντως Μήτηρ Αὐτοῦ· διὸ τούτῳ πρεσβεύειν ὡς Σῷ Υἱῷ καὶ Θεῷ, μὴ παύσῃ ἁγνὴ καὶ τοὺς ἐκ πόθου ὑμνοῦντάς Σε φύλαττε· Σὺ γὰρ ὑπάρχεις λιμήν, καὶ προστασία πιστῶν.



ᾨδὴ η' Ὁ Εἱρμός. Εὐεργέτα Χριστὲ Παντοδύναμε
Νομοθέτης οἰκέτης ὑπῆρχε Μωσῆς, Ἰησοῦς δὲ Θεὸς Διαθήκης Καινῆς· νῦν δὲ ἀμφοῖν ὁ Πρόδρομος, μελῳδεῖ ὡς μεσίτης· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ἐξ ἐρήμου γαστρὸς τρυγὼν πάρεστιν, ἣν θεόφυτον νῦν ἄλσος ἤγαγε, τῇ Ἐκκλησίᾳ Πρόδρομος, τοῦ Χριστοῦ καὶ ἐπᾴδει· πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοφόρος λαὸς ἔθνος ἅγιον, τὴν τρυγόνα Χριστοῦ ἐκμιμήσασθε, καὶ μελιρρύτως ᾄσατε, σωφροσύνῃ συζῶντες· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν Ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ᾧ καὶ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

Τὸν ἐκ Πατρὸς πρὸ αἰώνων.
Τὸν ἐν Νηβρύτῳ ὁσίως, βιοτεύσαντα Χριστοῦ ἀσκητήν, τὸν δοξασθέντα θαυμάτων δωρεαῖς ἀνευφημήσωμεν, εὐλαβῶς βοῶντες· θεόφρον Πάτερ χαῖρε, ὁ φίλος τοῦ Κυρίου.
Ἐνδεδυμένος θεόθεν, σθένος ἄμαχον στεῤῥῷ λογισμῷ, τῆς ἐγκρατείας θεόφρον, τὸ ἐπίπονον ὑπέμεινας· ἔνθεν μετὰ πότμον, Μεθόδιε ἀπόνου, μετέσχες εὐφροσύνης.
Μετ’ εὐλαβείας καὶ πόθου, καταφεύγοντες ναῷ σου τῷ σεπτῷ, καὶ ἀσπαζόμενοι Πάτερ, τῶν λειψάνων σου τὴν θήκην πιστῶς, δωρεῶν τρυφῶμεν, τῆς θείας χάριτός σου, Μεθόδιε παμμάκαρ.
Θεοτοκίον
Ὕμνοις ἀεί Σε τιμῶμεν, τὴν κυήσασα φρικτῶς τὸν Θεόν, τὸν τῆς κατάρας τὸ γένος, διασώσαντα Παρθένε ἡμῶν, χαῖρε ἐκβοῶντες, ἡ κεχαριτωμένη, καὶ μόνη Θεοτόκος.

Ἑπταπλασίως κάμινον.
Ἐλευθεροῖς αἰχμάλωτον, παῖδα ὅνπερ ἐδούλωσαν, βαρβάρων τὰ στίφη, συμπαθῶς λυτρούμενος· πενήτων δὲ πρόνοιαν, χριστομιμήτως ὄντως λαβών, τοὺς μετανοοῦντας, σὺ σαφῶς ἐπηνώρθου, πιστούς τε κατευθύνων, διδαχαῖς εὐσεβείας, Μεθόδιε παμμάκαρ, εἰς τρίβους ἀληθείας.
Σὸν ῥωμαλέον φρόνημα, τὴν ὁδὸν τῆς ἀσκήσεως, μετὰ προθυμίας, διανύσαι ἤγαγε· δυνάμει δὲ ἄνωθεν, σὺ πτερωθεὶς ηὐγάσθης σοφέ, καὶ λαμπροφορῶν, εἰς φωτὸς νυμφῶνα εἰσῆλθες, Ἀγγέλων ἔνθα Τάξεις, τρισαγίοις ἐν Ὕμνοις, Τριάδα ἀνυμνοῦσιν, ἀλλήκτως εἰς αἰῶνας.
Πολλαπλασίως τάλαντον, ὅπερ ἔλαβες ηὔξησας, καὶ σοφίᾳ θείᾳ, ἐμφανῶς κοσμούμενος, ἐκτήσω ταπείνωσιν, ὑψοποιὸν καὶ ὑπεριδών, τῶν κόσμου τερπνῶν, τῷ Λυτρωτῇ ἀνεβόας· Σὲ Κύριε ὑμνοῦμεν, τὸν ἡμῖν παρασχόντα, ζωὴν καὶ σωτηρίαν, τοῖς πρὶν ἀπολλυμένοις.
  Θεοτοκίον
Ἐθελουσίως Δέσποινα, τοῦ Θεοῦ γενομένην Σε, ἀῤῥήτως Μητέρα, οἱ βροτοὶ δοξάζομεν· Σὺ οὖν μεσιτεύουσα, ἐν συμπαθείᾳ ἀεὶ ἁγνή, πρὸς τὸν Σὸν Υἱόν, παρισταμένη μὴ παύσῃ, ὑπὲρ παντὸς τοῦ κόσμου, καὶ ψυχῶν θλιβομένων, καὶ καταπονούμενων, Σοὶ δὲ προσερχομένων.

ᾨδὴ θ' Ὁ Εἱρμός. Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται
Ἰδοὺ φωνὴ πρόδρομος ταῖς στειρευούσαις, καὶ ἐρήμοις πάρεστι καρδίαις μέλπουσα· Ὁδὸν Χριστοῦ νυνὶ ἑτοιμάσατε, ὅτι ἐν δόξῃ ἔρχεται, ᾧ πειθαρχοῦντες μεγαλύνομεν.
Ὡς πάλαι ἐν Πνεύματι τῷ παναγίῳ, ἐμφανῶς ἐκήρυξας τὸν Υἱὸν Πρόδρομε, ἀμνὸν Θεοῦ, τοῦ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, τῇ ποίμνῃ σου τῶν πταισμάτων λύσιν αἴτησαι.
Θεοτοκίον
Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι τὰ νίκης τρόπαια, τὸν δυσμενῆ τιθεῖσα ὑπόσπονδον τῇ Ἐκκλησίᾳ, ἵνα σε ὡς Θεοτόκον μεγαλύνωμεν.

Σὲ τὴν ὑπὲρ νοῦν.
Σὲ τὸν φαεινὸν φωστῆρα, τῆς Κρήτης σοφέ, τὸν καμάτοις ἀσκήσεως, φαιδρῶς ἀνατείλαντα, οἱ πιστοὶ μακαρίζομεν Μεθόδιε.
Ὅλην σὴν ζωὴν προσῆξας, Χριστῷ τῷ Θεῷ, ὡς θυμίαμα εὔοσμον, θεόφρον Μεθόδιε· διὰ τοῦτο, Αὐτῷ συμβασιλεύεις νῦν.
Νῦν ἐν οὐρανοῖς μετέχων, τῆς θείας τρυφῆς, καὶ τοῦ ξύλου γευόμενος, ζωῆς τῆς ἀμείνονος, ἡμῶν πάντων Μεθόδιε μνημόνευε.
Θεοτοκίον
Κλῖμαξ νοητὴ Παρθένε, ἐδείχθη δι’ ἧς, κατελθὼν ὁ παντέλειος, Ἀδὰμ τὸν ἔκπτωτον, πρὸς τὴν πρώτην, ἀνύψωσεν εὐπρέπειαν.

Ἐξέστη ἐπὶ τούτῳ.
Νηβρύτου τὸν φωστῆρα τὸν φαεινόν, καὶ Κρητῶν ἀντιλήπτορα μέγιστον, ἐν τῷ ναῷ, τούτου συνελθόντες χρεωστικῶς, πάντες ᾠδαῖς καὶ ᾄσμασι, συνεγκωμιάσωμεν εὐλαβῶς· αὐτὸς γὰρ ἡμᾶ σκέπει, φρουρῶν καὶ περισώζων, ἐκ τῶν κινδύνων καὶ τῶν θλίψεων.
Ἐργάτης τοῦ Κυρίου τῶν ἐντολῶν, ἀνεπαίσχυντος ὤφθης Μεθόδιε, καὶ σὴ ζωή, γέγονεν ἐν πᾶσι φωτοειδής, καὶ φωτοφόρος Ὅσιε, ἀκτῖνας ἐκπέμπουσα τηλαυγεῖς· διό σε ἐπαξίως, τιμῶμεν καὶ ὑμνοῦμεν, ἐπὶ σῇ μνήμῃ σεμνυνόμενοι.
Δυνάμει τε καὶ χάριτι τοῦ Θεοῦ, σκεπασθεὶς ἀνεδείχθης Μεθόδιε, ὡς ἀληθῶς, μέγας εὐσεβείας καθηγητής, καὶ τῶν θαυμάτων γέγονας, μὴ ἐξαντλουμένη θεία πηγή· νοσοῦντας θεραπεύων, στηρίζων κλονουμένους, καὶ ἐπαρκῶν πένησιν ἔνδοξε.
Θεοτοκίον
Ἐξέστησαν Ἀγγέλων αἱ στρατιαί, ὑπεράνω αὐτῶν κατοπτεύουσαι, Σὲ τὴν ἁγνήν, Δέσποινα τὴν τόκῳ Σου τῶν βροτῶν, λυτρωσαμένην ἄθλιον, γένος ἅπαν πρότερον δουλωθέν· διό Σε Θεομῆτορ, Ἀγγέλων καὶ ἀνθρώπων, χορεῖαι ὕμνοις μεγαλύνουσι.

Ἐξαποστειλάριον. Τοῦ Προδρόμου. Γυναῖκες ἀκουτίσθητε.
Μεθέορτον ἐφύμνιον, τῇ εὐκλεεῖ γεννήσει σου, ὥσπερ εὐπρόσδεκτον δῶρον, ὅ σοι προσάγει προσδέχου, ὦ Βαπτιστὰ καὶ Πρόδρομε, νῦν ἡ παροῦσα ποίμνη σου, ἣν φύλαττε ἀκλόνητον, καὶ δίδου ταύτῃ ὑψόθεν, τὴν θείαν σου προστασίαν.
Τοῦ Ὁσίου. Γυναῖκες ἀκουτίσθητε.
Μεθόδιε οὐράνιε, Νηβρύτου ἐγκαλλώπισμα, ὁ κατ’ ἐχθρῶν ἐν τῇ Κρήτῃ, τρόπαιον νίκης ἔγειρας, ἀπαύστως καθικέτευε, τὸν ἐν Τριάδι Κύριον, ἵνα ἡμῖν δωρήσηται, ὡς ἐλεήμων πταισμάτων, ἀπειραρίθμων τὴν λύσιν.
Θεοτοκίον
Τεκοῦσα τὸν Ἀσώματον, ἐν ἀνθρωπίνῳ σώματι, δι’ εὐσπλαγχνίαν Παρθένε, καὶ ἀγαθότητα ἄκραν, τῇ οἰκουμένῃ πρόξενος, πολλῶν καλῶν γεγένησαι· διό Σε μακαρίζομεν, καὶ τοῦ Ἀγγέλου τὸ Χαῖρε, βοῶμέν Σοι Θεοτόκε.




















Αἶνοι. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δεῦτε συστησώμεθα, πνευματικὴν νῦν χορείαν, συνελθόντες σήμερον, ἐν τῇ μνήμῃ χαίροντες, τοῦ παμμάκαρος· καὶ φαιδροῖς ᾄσμασι, σὺν τερπνοῖς ἐπαίνοις, αὐτὸν πόθῳ καταστέψωμεν, ἀνακραυγάζοντες· χαίροις θεοφόρε Μεθόδιε, μεθόδοις τῆς ἀσκήσεως, ὁ ὑπεραστράψας ὡς ἥλιος, καὶ καταπυρσεύων, ἀκτῖσι τῶν πολλῶν σου ἀρετῶν, καὶ τῶν θαυμάτων λαμπρότησι, τοὺς ἀνευφημοῦντάς σε.

Γνώμῃ οὐρανόφρονι, τὰς κοσμικὰς ἀπολαύσεις, Ὅσιε Μεθόδιε, ὁλικῶς κατέλιπες ὡς θεόσοφος· καὶ τοῦ Κυρίου σου, τὸν ζυγὸν ἐπ’ ὤμων, τὸν χρηστότατον ἀράμενος, τρίβον ἐβάδισας, τὴν ὑπερφυῆ τῆς ἀσκήσεως, πρὸς πλάτος ἐπειγόμενος, τῆς τῶν ἀγαθῶν ἀπολαύσεως· ἐν ᾧ καταπαύσας, ὁσίως ἀναλύσας τῶν φθαρτῶν, ὑπὲρ ἡμῶν τὸν φιλάνθρωπον, ἐκδυσώπει πάντοτε.

Ἄνθη συλλεξάμενος, τῶν ἀρετῶν τὰ εὐώδη, συντονίᾳ κρείττονι, εὐωδία γέγονας τοῦ παντάνακτος· καὶ ὡς θυμίαμα, αὐτῷ προσηνέχθης, εὐωδέστατον Μεθόδιε, τήξας τὸ σῶμά σου, τοῖς ἀσκητικοῖς ἀγωνίσμασι, ἐν οἷς ὡράθης Ἄγγελος, Πάτερ ἐπὶ γῆς μετὰ σώματος· ὅθεν εὐωδίᾳ, τῆς χάριτός σου πλῆσον τὰς ψυχάς, τῶν ἐκτελούντων τὴν μνήμην σου, τὴν κοσμοχαρμόσυνον.

Ἡ Κρήτη σεμνύνεται, πανευπρεπῶς σοῖς σπαργάνοις, καὶ λαμπρῶς ἡ Νήβρυτος, γάνυται ὡς ἔχουσα πολιοῦχόν σε· σὺ γὰρ Μεθόδιε, δι’ ὁσίου βίου, ἐφετῶν φθάσας τὸ ἔσχατον, ἐκληρονόμησας, τὰ τοῖς ἐκλεκτοῖς ἀποκείμενα, καὶ ἔνδον τῆς θεώσεως, τοῦ ἀδύτου φέγγους γεγένησαι· ὅθεν ὥσπερ κρήνη, ἡ θήκη τῶν λειψάνων σου ἀεί, χάριν πηγάζει οὐράνιον, τοῖς πιστῶς προστρέχουσι.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸν τοῦ Χριστοῦ ἀσκητήν, καὶ τῇ προαιρέσει Μάρτυρα στεῤῥόν, τὸν ἐν Νηβρύτῳ ὁσίως ἀσκήσαντα, καὶ διὰ τῆς ἀναβάσεως τῶν ἀρετῶν, ὄρεσιν αἰωνίοις ἐγγίσαντα, Μεθόδιον τὸν ἔνδοξον, καὶ ἐν θαύμασι μέγιστον, ὑμνῳδιῶν τερπνοῖς στεφάνοις, οἱ εὐσεβεῖς στεφανώσωμεν σήμερον. Οὗτος γὰρ ὁ ἐξάκουστος, τῶν ἐν κόσμῳ κατανοήσας τὸ ἄστατον, ἐν ἐρημίαις δαβιτικῶς ηὐλίσθη φυγαδεύων· καὶ καμάτοις ἀσκήσεως, τῆς σαρκὸς νεκρώσας τὸ φρόνημα, τὴν ψυχὴν πρὸς οὐρανὸν ἀνεπτέρωσε, καὶ ἔνδον τῆς ζωῆς τοῦ νυμφῶνος ἐγένετο, ἔνθα τῶν Δικαίων ἀγάλλονται τὰ πνεύματα· ὅθεν, αὐτῷ ἐκβοήσωμεν· ὦ τρισμακάριστε Πάτερ, τῆς Κρήτης βλαστὸς ὁ ἀμάραντος, τὴν ἐνεγκαμένην σε ἀπὸ κινδύνων διάσωζε, καὶ φύλαττε ἀσινεῖς ἐκ θλίψεως, τοὺς ἀνακειμένους τῇ πρεσβείᾳ σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πρέπει τῷ Ἰωάννῃ ἡ εὐωδία, πρέπει τῷ Βαπτιστῇ, τῶν ᾀσμάτων ἡ τερπνότης· οὗτος γὰρ ἐκήρυξε τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, ὁ σκιρτῶν ἐν κοιλίᾳ, καὶ βοῶν ἐν ἐρήμῳ, Μετανοεῖτε, τοῦ Βασιλέως ὁ στρατιώτης, ὁ Πρόδρομος τῆς χάριτος, ὁ τὸν ἀμνὸν προμηνύων, καὶ τὸν Σωτῆρα πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις τῆς Νηβρύτου κλέος σεπτόν, Μεθόδιε Πάτερ, καὶ τῆς Κρήτης αὖχος λαμπρόν, χαίροις ὁ ἀσκήσας, ὡς ἄσαρκος ἐν κόσμῳ, καὶ μετ’ Ἀγγέλων ἔχων, νῦν τὸ πολίτευμα.
Βίον τῶν Ὁσίων πολιτευθείς, λιπὼν ὡς ἐχέφρων, ἀπολαύσεις τὰς κοσμικάς, χαίρων ἐν ὑψίστοις, Μεθόδιε εὐφραίνῃ, ἡμῖν ἀναπηγάζων, χάριν ἀείζωον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου