ΑΠΡΙΛΙΟΣ Ε΄!!
ΚΛΑΥΔΙΟΣ ΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ.
Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων Ταγμάτων.
Τὸν
μαργαρίτην τὸν θεῖον Κορίνθου μέλψωμεν, κοσμήσαντα τοῖς ὄμβροις, τῶν οἰκείων
αἱμάτων, Χριστοῦ τὴν Ἐκκλησίαν θεοπρεπῶς, γενναιόφρονα Κλαύδιον, καὶ τὴν
πανέορτον μνήμην αὐτοῦ λαμπρῶς, καταστέψωμεν τοῖς ᾄσμασι.
Ἀπεριτρέπτῳ
καρδίᾳ καὶ γνώμῃ μέλη σου, παρέδωκας εἰς τμῆσιν, Μάρτυς Κλαύδιε θεῖε, καὶ
ῥείθροις σῶν αἱμάτων τοῦ δυσσεβοῦς, ἀνθυπάτου κατέκλυσας, πλάνην καὶ νίκης
κοτίνῳ παρὰ Χριστοῦ, ἐπαξίως ἐστεφάνωσαι.
Ἀθλητικῶς
ἀριστεύσας ψυχῆς στεῤῥότητι, μαρτυρικῶν ἐπάθλων, ἠξιώθης ἐν πόλῳ, παρὰ τοῦ
Ζωοδότου καὶ Λυτρωτοῦ, τῶν ψυχῶν ἡμῶν Κλαύδιε, Ὃν ἐκδυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν,
τῶν τιμώντων σου τὴν ἄθλησιν.
Κορίνθου
πάντιμον γέρας τρισμάκαρ Κλαύδιε, τοῦ δυσσεβοῦς τυράννου, τὴν μανίαν καθεῖλες,
καὶ τμῆσιν τῶν χειρῶν σου καὶ τῶν ποδῶν, ἀκλινῶς καθυπέμεινας· καὶ νῦν
θερμότατος πρέσβυς πρὸς τὸν Θεόν, ἡμῶν Μάρτυς θεῖε γέγονας.
Δόξα.
Ἦχος β΄.
Τῇ
μαρτυρικῇ σου παῤῥησίᾳ καὶ ἐνστάσει, ἐχθρὸν εἰδωλόφρονα καταβέβληκας Κλαύδιε·
ὁμολογήσας γὰρ εὐθαρσῶς Χριστοῦ τὸ ὄνομα, μαρτυρικῆς εὐκλείας ἐν πόλῳ
τετύχηκας. Μὴ οὖν παύσῃ πρεσβεύων Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν τιμώντων ἐν ᾄσμασι
τὴν πάνσεπτον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις
ὁ τηλαυγής, τῶν Κορινθίων φάρος, ὁ φαίνων πάσῃ κτίσει, ἀθλήσεως ἀκτῖσι,
μεγαλομάρτυς Κλαύδιε.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Μάρτυς
περιφανές, ἀθλήσας ἠριθμήθης, σὺν τάγμασιν Ἁγίων, μεθ’ ὧν νῦν ἀπολαύεις, χαρᾶς
ἀλήκτου Κλαύδιε.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Χεῖράς
σου τὰς σεπτάς, καὶ πόδας σου ἐτμήθης, διὰ Χριστοῦ τὴν πίστιν, ὑπὸ τοῦ
ἀνθυπάτου, Τερτίου Μάρτυς Κλαύδιε.
Δόξα.
Τριαδικόν.
Ἔχων
ἐν τῇ ψυχῇ, τὴν θείαν Σου ἀγάπην, Τρισήλιε Θεότης, ἠγώνισται νομίμως, ἐν τῇ
Κορίνθῳ Κλαύδιος.
Καὶ
νῦν. Θεοτοκίον.
Κόπασον
τῶν παθῶν, κλυδώνιον Παρθένε, τῶν Σὲ ὑμνολογούντων, καὶ ἴθυνον πρὸς ὅρμον,
θεώσεως Σοὺς πρόσφυγας.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μαρτυρίου τὸν δρόμον μάκαρ Κλαύδιε ἤνυσας, ἐν ἀκαταπλήκτῳ καρδίᾳ
καὶ ἀκμαίῳ φρονήματι, ἐν πόλει τῆς Κορίνθου καὶ τομήν, μελῶν σου καθυπέμεινας
στεῤῥῶς, ἵνα θείας εὐφροσύν ης ἐν πόλῳ ἐπιτύχης ὅθεν κράζομεν· δόξα τῷ σὲ
ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι τὰ
πρόσφορα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως,
ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Εὐσεβείας τὸν θώρακα, ἀληθῶς ἐνδυσάμενος,
ἐπηρμένον φρύαγμα κατεπάτησας, Τερτίου τοῦ εἰδωλόφρονος, ἀήττητε Κλαύδιε, καὶ τὴν
πίστιν τοῦ Χριστοῦ, τῇ γενναίᾳ ἐνστάσει σου, ἐμεγάλυνας, ἐν τῇ πόλει Κορίνθου τῇ
μεγάλῃ, εἰς ἣν Παῦλος ὁ θεόπνους, αὐτὴν στεῤῥόφρον ἐκήρυξεν.
Τοῦ Τερτίου τὴν ἔπαρσιν, ἀνθυπάτου
κακόφρονος, καθελὼν ἀθλήσεως σοῦ τοῖς σκάμμασιν, ἄκρων τῶν σῶν τὴν ἀπότμησιν, ὑπέμεινας
Κλαύδιε, καὶ ἀνέτειλας ἡμῖν, ὡς ἀστὴρ γενναιότητος, τηλαυγέστατος, καταυγάζων
πιστῶν τὰς διανοίας, ἄθλων σῶν φωταγωγίᾳ, μεγαλομάρτυς πολύαθλε.
Μαρτυρίου τὴν δίαυλον, ἐν Κορίνθῳ
τετέλεκας, καὶ σῷ ἀηττήτῳ ὄντως φρονήματι, τοὺς χριστωνύμους κατέπληξας, ὁρῶντάς
σε Τέρτιον, καταισχῦναι ἀληθῶς, ἀνδρικῇ παῤῥησίᾳ σου, καὶ αἱμάτων σου, ποταμοῖς
Ἀθλητὰ μεγαλομάρτυς, ὁ κοσμήσας Ἐκκλησίαν, Χριστοῦ τοῖς πόνοις σου Κλαύδιε.
Κορινθιίων ὡράϊσμα, καὶ φαιδρὸν ἀγαλλίαμα,
ῥόδον ἀμαράντινον θείας πίστεως, σὺν τῷ χορῷ τῶν συνάθλων σου, καθήδυνας ἅπαντας,
τοὺς πιστοὺς μαρτυρικῇ, ἀγωγῇ σου πανένδοξε, Μάρτυς Κλαύδιε· διὰ τοῦτο σὴν
μνήμην ἐπαξίως, εἰς αἰῶνας τῶν αἰώνων, ᾀσμάτων ἄνθεσι στέφομεν.
Ὑπὲρ ἥλιον ἔλαμψας, τῶν σῶν ἄθλων
λαμπρότησι, Μάρτυς καρτερόφρον Κυρίου Κλαύδιε, καὶ Ἐκκλησίας τὸ πλήρωμα,
κατηύγασας φέγγει σου, εὐσθενείας καὶ πιστῶν, τὰς καρδίας ἐθέρμανας, πρὸς ἀγάπησιν,
τοῦ Χριστοῦ Ὃν ἱκέτευε διδόναι, τοῖς λαμπρῶς σε ἀνυμνοῦσιν, ἄμφω ἰσχὺν καὶ ὑγείαν.
Ἀθλητὰ γενναιότατε, τοῦ Χριστοῦ καὶ
πανεύφημε, Μάρτυς ταῖς πρεσβείαις σου πρὸς τὸν Κύριον, δώρησαι ἅπασι Κλαύδιε,
τοῖς πόθῳ τιμῶσί σου, μνήμην τὴν περικλεῆ, τὴν θερμήν σου ἀντίληψιν,
καρτερόψυχε, κατ’ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων, συμμαχίαν σου τὴν θείαν, καὶ ἀῤῥαγῆ
προστασίαν σου.
Δόξα. Ἦχος πλ. β΄.
Φωστὴρ παμφαέστατος ἀνεφάνης, ἐν τῷ
τῆς Ἐκκλησίας στερεώματι, τοῖς πυρσεύμασι τῶν σῶν κατορθωμάτων, καὶ ἀκτῖσι τοῦ
σοῦ μαρτυρίου Κλαύδιε πανένδοξε· ἀθλήσας γὰρ στεῤῥῶς ἐν Κορίνθῳ, σὺν τῇ συστάδι
τῶν εὐκλεῶν συμμαρτύρων σου, χάριν εἴληφας οὐρανόθεν πρεσβεύειν, ὑπὲρ τῶν ὑμνούντων
τὴν μακαρίαν σου ἄθλησιν.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία
γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον.
Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ
αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ ἡ ἁγιοτόκος
Κόρινθος, οἷάπερ ῥόδον πανεύοσμον βλαστήσασα, Κλαύδιον τὸν μεγαλομάρτυρα· ἀθλητικὸν
γὰρ ὑπελθὼν ἀγῶνα, τῆς τοῦ Χριστοῦ ἀληθείας κῆρυξ ἐγένετο διαπρύσιος, ἄχρι
μαρτυρικοῦ θανάτου. Φοινιχθεὶς οὖν ὡς μυρίπνουν ἄνθος τοῖς οἰκείοις αὐτοῦ αἵμασι,
τὰς ψυχικὰς αἰσθήσεις κατευφραίνει, τῶν δοξαζόντων τὸν Κύριον.
Ἦχος β΄.
Πεποιθὼς τῇ ἀηττήτῳ τοῦ Σωτῆρος
Χριστοῦ δυνάμει, ἀνδρειοφρόνως ἔστης πρὸ τοῦ ἀνθυπάτου Τερτίου, Μάρτυς Κλαύδιε.
Καὶ τὸν Χριστὸν Θεὸν εἶναι ὁμολογῶν, ἐκκοπὴν τῶν ποδῶν καὶ τῶν χειρῶν σου ὑπέμεινας
ἀοίδιμε· διὸ καὶ παῤῥησίας τυχὼν πρὸς τὸν Ὃν ἐπόθησας Κύριον, μὴ παύσῃ
πρεσβεύων ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος γ΄.
Ὡς θῦμα καθαρὸν καὶ πανάμωμον ἱερεῖον,
τῷ Θεῷ τῶν ἁπάντων προσηνέχθης Κλαύδιε· διὸ παῤῥησίαν ἔχων πρὸς Αὐτόν, μὴ παύσῃ
δεόμενος ὑπὲρ τῶν τιμώντνω, τὴν θείαν σου ἄθλησιν.
Δόξα. Ἦχος δ΄.
Ἀθλητικῷ παραστήματι σὺν τῇ ἑξάδι τῶν
συμμαρτύρων σου, τυραννικὴν ἐφαύλισας ἰσχὺν ἐν τῇ Κορίνθῳ, μεγαλομάρτυς ἀθλοφόρητε
Κλαύδιε. Χριστὸν γὰρ δοξάσας σὺν Διοδώρῳ, Οὐΐκτωρι, Οὐϊκτωρίνῳ, Παππίᾳ, Νικηφόρῳ
καὶ Σεραπίωνι, ἀλάστορα ἐθριάμβευσας τῇ καρτερίᾳ σου. Καὶ νῦν τῆς οὐρανίου
δόξης κατατρυφῶν, ἵλεων ἡμῖν ἀπέργασαι τὸν πανοικτίρμονα Κύριον, τοῖς ὕμνοις εὐφημοῦσι
τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους
Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
ἐξάρχων ὁ τοῦ χοροῦ, τῶν ἑπταρίθμων Ἀθλητῶν τοῦ παντάνακτος, Οὐΐκυωρος
Νικηφόρου, Οὐϊκτωρίνου σεπτοῦ, εὐκλεοῦς Παππίου, Σεραπίωνος, καὶ ἄγαν
ἀλκίφρονος, Διοδώρου τοῦ λάμψαντος, ἐν τῇ Κορίνθῳ, θεοδόξαστε Κλαύδιε, καὶ τὸ
φρύαγμα, τοῦ Τερτίου πατήσαντος· σὺν τούτοις καθικέτευε, Χριστὸν δοῦναι ἅπασι,
τοῖς ἐκτελοῦσι σὴν μνήμην, ἄμφω ἰσχὺν καὶ ὑγείαν, καὶ θάῤῥος σκεδάσαι, ἀγνωσίας
τὴν ζοφώδη, ἡμῶν σκοτόμαιναν.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Χαίροις,
ὁ στρατιώτης Χριστοῦ, ὁ καλλιμάρτυς Ἀθλητὴς καὶ ἀήττητος, εἰδώλων ὁ καταλύτης,
Τερτίου τοῦ δυσσεβοῦς, ὁ πατήσας θράσος, μάκαρ Κλαύδιε· ὁ ῥώμῃ τοῦ Πνεύματος,
τῶν εἰδώλων τὰ ξόανα, κατασυντρίψας, καὶ Χριστοῦ τὴν ἀλήθειαν, καὶ τὸ ὄνομα,
εὐθαρσῶς τὸ πανάγιον, ὁμολογήσας πρόσδεξαι, ἡμῶν τὸ μελώδημα, καὶ ἴσθι πάντων
τιμώντων, τὴν παναοίδιμον μνήμην σου, ἐν βίῳ προστάτης, ἀρωγὸς καὶ παραστάτης,
ταχὺς μακάριε.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ
ἡμῶν.
Χαίροις,
ὁ ὑπομείνας στεῤῥῶς, ὡς ἄλλου πάσχοντος δεινὰ κολαστήρια, ἀπότμησιν τῶν ποδῶν
σου, καὶ τῶν τιμίων χειρῶν, δι’ εὐαγγελίου, τὴν ἀλήθειαν, πανόλβιε Κλαύδιε, τοῦ
Τερτίου ἀντίπαλε, τοῦ παρανόμου, ἀνθυπάτου τοῦ σέβοντος, φεῦ τὰ εἴδωλα, τὰ
πετρώδη καὶ ἄψυχα· Μάρτυς Χριστοῦ στεῤῥόψυχε, Αὐτὸν ἱλεούμενος, ὑπὲρ ἡμῶν μὴ
ἐλλίπῃς, τῶν ἀνυμνούντων ἐν ᾄσμασι, τὰς σὰς ἀριστείας, καὶ τελούντων ἐτησίως,
τὴν θείαν μνήμην σου.
Δόξα.
Ἦχος πλ. δ΄.
Δεῦτε
πάντες φιλέορτοι, τὸν τῆς Κορίνθου μεγάλαθλον Μάρτυρα, Κλαύδιον τὸν πανένδοξον
εὐφημήσωμεν λέγοντες· χαίροις, τῆς πίστεως ἡμῶν κρηπὶς καὶ θησαύρισμα· χαίροις,
ὁ τοῖς αἱμάτων σου ῥείθροις, φοινίξας ψυχῆς σου τὸ ἔνδυμα· χαίροις, ἡμῶν τῶν
τιμώντων σε προστάτης ἀκλινὴς καὶ ἔφορος· ἐπάκουσον οὖν ἡμῶν τῶν δεομένων σου,
καὶ πρέσβευε ἀπαύστως τῷ ἐλεήμονι Κυρίῳ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Μαρτυρίου τὸν δρόμον μάκαρ Κλαύδιε ἤνυσας, ἐν ἀκαταπλήκτῳ καρδίᾳ
καὶ ἀκμαίῳ φρονήματι, ἐν πόλει τῆς Κορίνθου καὶ τομήν, μελῶν σου καθυπέμεινας
στεῤῥῶς, ἵνα θείας εὐφροσύν ης ἐν πόλῳ ἐπιτύχης ὅθεν κράζομεν· δόξα τῷ σὲ
ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρουμένῳ διὰ σοῦ, πᾶσι τὰ
πρόσφορα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε
τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη
ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου.
Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς,
διὰ τοῦ τόκου σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν
τάφον Σου Σωτήρ.
Τερτίου δυσσεβοῦς, τὰς παγίδας
πατήσας, τὸ ὄνομα Χριστοῦ, ὡμολόγησας χαίρων, καὶ δρόμον ἀθλήσεως, στεῤῥοψύχως ἐβάδισας,
μὴ φεισάμενος, ἀποκοπῆς τῶν μελῶν σου, μάκαρ Κλαύδιε, καὶ ἐκροῆς σῶν τιμίων, αἱμάτων
μακάριε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μὴ παύσῃ ἐκτενῶς, Σὸν Υἱὸν δυσωποῦσα,
Ὃν ἔτεκες σαρκί, ὑπὲρ φύσιν καὶ λόγον, διδόναι τοῖς δούλοις Σου, Θεοτόκε
μετάνοιαν, θείαν δύναμιν, ἐχθροῦ πατῆσαι τοῦ πλάνου, τὰ φρυάγματα, καὶ ἀνελθεῖν
τὰς βαθμίδας, ἠθῶν τελειότητος.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ
προκατάλαβε.
Ὡς ἔχων πρὸς Κύριον τὴν παῤῥησίαν
πολλήν, ὑπέρσοφε Κλαύδιε Κορίνθου γόνε σεπτέ, θερμῶς ἡμῖν αἴτησαι, ἅπασι δωρηθῆναι,
τοῖς τιμῶσί σε πόθῳ, λύσιν παραπτωμάτων, καὶ παθῶν ψυχοκτόνων, Μαρτύρων ἀριστέων
φωστήρ, πίστεως πάμφωτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Φθορὰν ἀπενέκρωσας τὴν τῶν ἁπάντων
ζωήν, Χριστὸν σωματώσασα ὑπερφυῶς ἀγαθή, πανύμνητε Δέσποινα· ὅθεν μερόπων
γένος, Σὲ τρανῶς μεγαλῦνον, καὶ σωστικαῖς πρεσβείαις, καταφεῦγον ἐν δίναις, ταῖς
Σαῖς πρὸς τὸν Σωτῆρα Χριστόν, ὕμνοις γεραίρει σε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν θείαν δύναμιν, ἀμφιασάμενος, τὸν
εἰδωλόφρονα, Τέρτιον ᾔσχυνας, καὶ ἀνεδείχθης ἀκρεμὼν ἁπάντων τῶν Ἀθλοφόρων· ὅθεν
καὶ δεδόξασαι, Ἀθλητὴς ὡς καλλίνικος, Κλαύδιε πανένδοξε, τῆς Κορίνθου ὡράϊσμα,
καὶ δόξης ἠξιώθης ἀλήκτου Μάρτυς καὶ θείας εὐφροσύνης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν
καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν
ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν
τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον,
Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ.
β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τῷ ἀδύτῳ φωτὶ τῆς εὐκλείας τοῦ Ὑψίστου
λαμπόμενος, καὶ ἀφθαρσίας κοτίνῳ κεκοσμημένος, Κλαύδιε μεγάλαθλε, ἀδιαλείπτως ἱκέτευε
πόνων καὶ κινδύνων ἡμᾶς ῥύεσθαι, τοὺς εὐλαβῶς ἐκτελοῦντας τὴν ἀεισέβαστον
μνήμην σου.
Εἶτα οἱ Κανόνες· τῆς
Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Κλαυδίου Μάρτυρος, ἀθλήσεως αἴνεσις. Χ.
ᾨδὴ α’. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Κλαυδίου τοῦ
Μάρτυρος, ἀγῶνας μέλψαι ἀξίωσον, παντάναξ καὶ Κύριε, τοῦ δι’ ἀγάπην τὴν σήν, ἀνδρικώτατα,
ἀποτμηθέντος χεῖρας, καὶ πόδας μελίσμασι, καὶ ὕμνοις πρέπουσι.
Λαμπρότησιν
Κλαύδιε, θεουργικῶς ἀστραπτόμενος, ταῖς θείαις ὡς ἔνδοξος, Μάρτυς Χριστοῦ τοῦ
Θεοῦ, νοῦν μου λάμπρυνον, ταῖς σαῖς ἱκετηρίαις, ὡς ἂν τοὺς ἀγῶνάς σου, μέλψω
γηθόμενος.
Ἀθλήσεως
στέφανον, παρὰ Κυρίου δεξάμενος, Κορίνθου ἐκβλάστημα, περιφανὲς σὺν χορῷ, τῶν τῆς
πίστεως, Μαρτύρων ἠριθμήθης, αἰσχύνας σοῖς αἵμασι, Τέρτιον ἄνομον.
Θεοτοκίον.
Ὑπέραγνε
Δέσποινα, ὡς πανευώδης Παράδεισος, τὸ Ξύλον ἐβλάστησας, τῆς αἰωνίου ζωῆς,
ζωοπάροχον, Χριστὸν Ὃν καθ’ ἑκάστην, ἐκθύμως δοξάζοντες, Σὲ μεγαλύνομεν.
Ὠδὴ γ’. Τοὺς σοὺς ὑμνολόγους.
Δεκίου ἐν
χρόνοις δυσχειμέροις, ἐπάτησας φρύαγμα δεινόν, Τερτίου μάκαρ Κλαύδιε, καὶ ἤθλησας
ὡς ἄσαρκος, σὺν θείων συμμαρτύρων σου, ἑξάδι τῇ οὐρανόφρονι.
Ἰδὼν ὁ ἀνθύπατος
ὁ πλάνος, ψυχῆς σου στεῤῥότητα ταχύ, θανάτῳ σε κατέκρινε, ἀδίκῳ Μάρτυς Κλαύδιε,
καὶ μέλη σου ἀπέκοψε, στυγνῶς τὰ θεῖα μακάριε.
Οὐδέν σε τῶν
ἐν τῷ κόσμῳ θεῖε, ἐχώρισε πίστεως Χριστοῦ, ἀλλ’ ὑπὲρ ταύτης ἔθανες, προθύμως καὶ
πρὸς ἄληκτον, ζωὴν μετέβης Κλαύδιε, ὠς Ἀθλητὴς καρτερώτατος.
Θεοτοκίον.
Ὑδάτων τοῦ
Πνεύματος τοῦ θείου, ἀκένωτος πέλουσα πηγή, σταγόνα μοι ἀνάβλυσον, τῆς χάριτος
καὶ δρόσισον, τὴν φλεγομένην ἄνθραξι, παθῶν ψυχήν μου Μητρόθεε.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Κράτος ἤσχυνας, τῆς ἀσεβείας,
μαρτυρίου σου, ἀτρύτοις πόνοις, καὶ τοῖς ῥείθροις τῶν τιμίων αἱμάτων σου,
Κορίνθου κλέος πανύμνητε Κλαύδιε, ὁ ὑπομείνας μελῶν σου ἀπότμησιν· ὅθεν μνήμην
σου τὴν πάνσεπτον πάντες σέβοντες, τιμῶμεν μαρτυρίου σου σκάμματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ ἄφθορε, τοῦ Ζωοδότου, ἡ
λυτρώσασα, βροτῶν τὸ γένος, ἐκ φθορᾶς τῆς τοῦ θανάτου διάσωσον, τοὺς Σὲ τιμῶντας
ἐκ πάσης κακώσεως, δεινῶν κινδύνων καὶ βλάβης τοῦ ὄφεως, ἵνα χαίροντες τὸ πλῆθος
τῶν θαυμασίων Σου, εἰς πάντας τοὺς αἰῶνας μεγαλύνωμεν.
ᾨδὴ
δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Μαρτυρίου τοὺς στεφάνους,
μάκαρ Κλαύδιε εἴληφας, ἐκ χειρῶν Κυρίου, τοῦ ἀξίως ἐπιβραβεύοντος, τοῖς
Ἀθληταῖς τοῖς νομίμως ἐναθλήσασι, νίκης τρόπαια, ἀλήκτου ἀγαλλιάσεως.
Ἀγαπήσεως Κυρίου, αἴγλῃ
ὡραϊζόμενος, ἀπροσκόπτως Μάρτυς, τρίβον τῆς ἀθλήσεως ὥδευσας, καὶ πρὸς χαρὰν
ἀτελεύτητον ἀνέδραμες, θεῖε Κλαύδιε, ὡς Ἀθλοφόρος περίδοξος.
Ῥείθροις ἀειῤῥύτοις Μάρτυς,
τῶν τιμίων αἱμάτων σου, τῆς Κορίνθου χθόνα, Κλαύδιε τρισμάκαρ ἡγίασας, καὶ σὺν
ἑξάδι συνάθλων σου ἀνέδραμες, συνευφραίνεσθαι, Κυρίῳ τῷ πανοικτίρμονι.
Θεοτοκίον.
Τῆς ζωῆς τῆς αἰωνίου, ὡς
Παράδεισος ἔμψυχος, ξύλον τὸ μυρίπνοον, Ἰησοῦν ἐβλάστησας Δέσποινα, βροτῶν τὸ
γένος ζωώσαντα τὸ ᾄσμασι, μεγαλῦνόν Σε, ὡς τῆς ζωῆς θείας πρόξενον.
ᾨδὴ
ε’. Ἐξέστη τὰ σύμπαντα.
Ὑμνοῦμέν σε Κλαύδιε,
φωταγωγίᾳ ἄθλων σου, τὸν καταπυρσευόντα τὴν κτίσιν, καὶ τὰς καρδίας, τῶν
εὐσεβῶν σαῖς βολαῖς, ἀνδρείας αὐγάζοντα ἀεί, ἐκβοώντων· Κύριε, δόξα κράτος
ἰσχύος Σου.
Ῥοαῖς καθηγίασας, τῶν σῶν
αἱμάτων Κλαύδιε, Κόρινθον τὴν ἐκβλαστήσασάν σε, μεγαλομάρτυς, Κυρίου περικλεές,
καὶ δήμους κατηύφρανας πιστῶν, κατιδόντων δύναμιν, καὶ ἰσχὺν τῆς καρδίας σου.
Οὐδέν σε ἐχώρισε, ἀγάπης
τοῦ Κυρίου σου, ἀλλ’ ὑπὲρ αὐτῆς προθύμως Μάρτυς, χειρῶν ἐδέξω, καὶ τῶν ποδῶν
ἐκκοπήν, δοξάζων ἐφέσει ὁλικῇ, τῆς ψυχῆς σου Κλαύδιε, τὸν Χριστὸν καὶ Σωτῆρά
σου.
Θεοτοκίον.
Σταγόνα μοι χάριτος, τῆς
θείας βλῦσον Δέσποινα, ὡς πηγὴ ἀκένωτος χαρίτων, καὶ δρόσισόν μου, τὴν
φλεγομένην ψυχήν, τοῖς ἄνθραξι οἴμοι τῶν παιῶν, πόθῳ ἱκετεύω Σε, Μῆτερ Θεογεννήτρια.
ᾨδὴ
στ’. Τὴν θείαν ταύτην.
Ἀθλήσας σὺν Σεραπίωνι,
σεπτῷ Οὐϊκτωρίνῳ Οὐΐκτωρι, Παππίᾳ Κλαύδιε, τῷ Νικηφόρῳ τῷ ἔμφρονι, καὶ Διοδώρῳ
τέφος, χρυσοῦν ἀπείληφας.
Θεόφρον Κλαύδιε γέγονας,
Χριστοῦ συγκληρονόμος ἐν δώμασιν, ἀϊδιότητος, ὡς Ἀθλοφόρος ἀήττητος, καὶ Μάρτυς
καρτερόφρων, Αὐτοῦ τῆς πίστεως.
Λαμπὰς ἀνδρείας ὡς
πάμφωτος, φωτίζεις εἰς αἰῶνα τὸν ἅπαντα, πιστῶν συστήματα, καὶ ἀπελαύνεις τὴν
ζόφωσιν, δειλῶν τε καὶ ἀνάνδρων, στεῤῥόφρον Κλαύδιε.
Θεοτοκίον.
Ἡγιασμένε τοῦ Κτίσαντος,
ναὲ θεοχαρίτωτε Δέσποινα, νοεῖν μυστήριον, τὸ μέγα τῆς Σῆς κυήσεως, δυνάμεθα
οὐδόλως, οἱ σάρκα φέροντες.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Σὺν
ἑξαρίθμοις Ἀθληταῖς τὸν μαρτυρήσαντα, ἐν τῇ Κορίνθῳ στεῤῥοψύχως ἐπαινέσωμεν,
δι’ ἀγάπην τοῦ παντάνακτος καὶ Κυρίου, τὸν θλασθέντα σιαγόνας καὶ δεξάμενον,
τῶν χειρῶν καὶ τῶν ποδῶν αὐτοῦ ἀπότμησιν, πόθῳ κράζοντες· Χαίροις ἔνδοξε
Κλαύδιε.
Ὁ
Οἶκος.
Ἄνθος
στεῤῥοψυχίας, Μάρτυς Κλαύδιε ὤφθης, ὡς ἄσαρκος τῷ ὄντι ἀθλήσας, καὶ μελῶν σου
δεινὴν ἐκκοπήν, ὑπομείνας· ὅθεν τῶν πιστῶν τάγματα, ὑμνοῦντα ἀριστείας σου,
κραυγάζομεν ἐν κατανύξει·
Χαῖρε,
ὁ στάχυς τῆς εὐσεβείας·
χαῖρε,
ὁ βότρυς τῆς ἀριστείας.
Χαῖρε,
τῆς Κορίνθου ὁ θεῖος διάκοσμος·
χαῖρε,
τοῦ Ὑψίστου ὁπλίτης ἀήττητος.
Χαῖρε,
ἕδρασμα θεόδμητον, Ἀθλοφόρων εὐκλεῶν·
χαῖρε,
στήριγμα ἀσάλευτον, εὐσεβῶν χριστιανῶν.
Χαῖρε,
ὅτι μελῶν σου καθυπέμεινας τμῆσιν·
χαῖρε,
ὅτι Τερτίου κατηδάφισας μῆνιν.
Χαῖρε,
Χριστοῦ κηρύξας τὸ ὄνομα·
χαῖρε,
ἐχθροῦ ἐκτρέψας τὸ ὅρμημα.
Χαῖρε,
λαμπρὲ Ἀθλητὰ τοῦ Κυρίου·
χαῖρε,
πυρσὲ βιοτῆς τῆς ἀλήκτου.
Χαίροις,
ἔνδοξε Κλαύδιε.
Συναξάριον.
Τῇ Ε΄ τοῦ αὐτοῦ μηνός,
Μνήμη τῶν Ἀγίων Μαρτύρων
Κλαυδίου, Διοδώρου, Οὐΐκτωρος, Οὐϊκτωρίνου, Παππίου, Σεραπίωνος καὶ Νικηφόρου
Ὄλμῳ
μέλη τρεῖς συντριβέντες γεννάδαι,
ὤφθησαν
οἱ τρῖς σώματος Χριστοῦ μέλη.
Σπεύδεις
ὀκλάζων, Κλαύδιε, πρὸς σὸν γόνυ,
τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.
τομῇ κεφαλῆς, πρὸς Θεοῦ δραμεῖν γόνυ.
Ἐν
τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος,
εἴσελθε,
Διόδωρε Μάρτυς, καὶ στέφου.
Εἶτα
ξίφους στέρξω σε τῷ φόβῳ, βίε;
Καὶ
πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον;
Λοῦσαι
θαλάσσης πικρὰ λουτρὰ, Παππία,
ἵνα
γλυκασμοῦ τῆς ἄνω τρυφῆς τύχης.
Πέμπτῃ Κλαυδίου κεφαλὴν τάμε χεὶρ φονόεσσα.
Πέμπτῃ Κλαυδίου κεφαλὴν τάμε χεὶρ φονόεσσα.
Οὗτοι,
ἐπὶ Δεκίου τοῦ βασιλέως, διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν συλληφθέντες καὶ
ἀχθέντες Τερτίῳ τῷ ἀνθυπάτῳ ἐν Κορίνθῳ τὴν ἀρχὴν τῆς Ἑλλάδος διέποντι -ὥρμηντο
γὰρ ἐκ Κορίνθου οἱ Ἅγιοι- μετὰ πλείστας αἰκίας καὶ ἀνυποίστους διαφόρους
ἐδέξαντο τελευτάς. Οὐϊκτωρῖνος καὶ Οὐΐκτωρ καὶ Νικηφόρος ἐν ὅλμῳ βληθέντες καὶ
τὰ μέλη θλασθέντες ἀπέδωκαν τὰς ψυχάς· ὁ δὲ Κλαύδιος τμηθεὶς χεῖρας καὶ πόδας,
τοῦ βίου μετέστη· καὶ ὁ Διόδωρος τὸ διὰ πυρὸς ἐδέξατο τέλος· Σαραπίων δέ, τὴν
κεφαλὴν ἀπετμήθη· ὁ δὲ Παππίας, καταποντισθείς, διήνυσε τὸ μαρτύριον.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ
Θεσσαλονίκη,
σχοῦσα καλὰ μυρία,
καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.
καὶ Θεοδώραν πλοῦτον ἄσυλον φέρεις.
Αὕτη
ἡ Ὁσία, ἐκ νεαρᾶς ἡλικίας τὸν Χριστὸν ποθήσασα, ὑπετάξατα, καὶ εἰς Κοινόβιον
ἀπελθοῦσα ἀπεκάρη, καὶ ἀρετὰς πάσας φυλάξασα, ὑφ’ ἓν κατορθώσατο. Τοσαύτην δὲ
ὑπακοὴν καὶ τιμὴν ἐκτήσατο πρὸς πάσας τὰς ἀδελφάς, καὶ πρὸς τὴν προεστῶσαν, ὅτι
καὶ μετὰ θάνατον ἔδειξεν ὅτι ἦν ζῶσα. Καὶ γὰρ τὸν βίον αὐτῆς καθαρὸν καὶ
ἀκίβδηλον φυλάξασα, ὡς στήλην ἔμψυχον αὐτὸν ταῖς ἀδελφαῖς κατέλιπε. Μετὰ δὲ
χρόνον οὐκ ὀλίγον τῆς κοιμήσεως αὐτῆς, τῆς προεστώσης πρὸς Κύριον ἀπελθούσης,
καὶ αὐτῆς καθαρᾶς καὶ πνευματικῆς οὔσης, γέγονε συνδρομὴ πρὸς τὴν κηδείαν
αὐτῆς· ἦν γὰρ συνέλευσις καὶ τῶν ἐπισήμων καὶ λαοῦ συναθροισθέντος, εὐλαβῶν
μοναχῶν καὶ ἐπισήμων ἀνδρῶν, γέγονε καθ’ εἱρμὸν ἡ ἀκολουθία. Καὶ τοῦ τάφου
ἀνοιχθέντος, ἐν ᾧ ἡ Ὁσία Θεοδώρα κατέκειτο ἐπὶ χρόνον πολύν, πρὸς τὸ
κατατεθῆναι τὴν προεστῶσα πλησίον αὐτῆς, γέγονε θαῦμα ἐξαίσιον, τοῖς μὲν ὁρῶσιν
ἔκπληξιν φέρον, τοῖς δὲ ἀκούουσι κατάνυξιν. Τοῦ τόπου γὰρ ἐπιτηδείου
τυγχάνοντος πρὸς θεωρίαν, καὶ πάντων βλεπόντων, ἡ πρὸ πολλοῦ νεκρὰ κειμένη
Θεοδώρα συνέσφιξεν ἑαυτήν, καὶ ὥσπερ ζῶσα τῇ μητρὸ τόπον δοῦσα, τὴν τιμὴν
ἀπένειμε. Τοῦτο τὸ ἐξαίσιον θεασάμενοι πάντες, ἐκπληττόμενοι ἀνεβόων τό· Κύριε
ἐλέησον. Ἔκτοτε δὲ καὶ μέχρι τοῦ νῦν, πολλὰ σημεῖα ἐποίησεν ὁ Θεὸς διὰ τῆς
Ὁσίας ταύτης Θεοδώρας· δαιμονιῶντας γὰρ διαφόρους ἰάσατο, καὶ τυφλοὺς ὠμμάτωσε,
καὶ ἀσθενεῖς ἀναριθμήτους ἐθεράπευσεν.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδώρας καὶ Διδύμου
Σὺν
τῇ συνάθλῳ, Δίδυμε, τμηθεὶς φλέγῃ,
φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.
φέρων σὺν αὐτῇ δίδυμον τιμωρίαν.
Βασιλεύοντος
Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, Εὐστρατίου δὲ ἡγεμονεύοντος ἐν Ἀλεξανδρείᾳ,
διωγμὸς ἦν κατὰ τῶν Χριστιανῶν, καὶ κρατηθεῖσα ἡ παρθένος Θεοδώρα, ὡμολόγησε
τὸν Χριστὸν ἐνώπιον πάντων. Καὶ μετὰ τὸ τυφθῆναι, ἐνεβλήθη ἐν τῇ φυλακῇ. Καὶ
παρελθουσῶν ἡμερῶν τινῶν, αὖθις ἀνακριθεῖσα, ἐγκλείεται εἰς πορνείον. Καὶ
ἀποτείλαντος τοῦ ἄρχοντος νέους ἀκολάστους πρὸς αὐτήν, οὗτοι μέν, ὥς ἵπποι
θηλυμανεῖς, ὥρμουν κατ’ αὐτῆς. Ἡ δὲ Ἁγία ἐδέετο τοῦ Θεοῦ. Ὁ δὲ Θεός, ὠκονόμησέ
τινα περιδοξότατον, τοὔνομα Δίδυμον, στρατιωτικὸν ἐνδυσάμενον σχῆμα, ὃς εἰσῆλθε
πρῶτος εἰς τὴν παρθένος, ὡς εἷς τῶν ἀκολάστων, καὶ ἀποδυσάμενος ἣν ἐνεδέδυτο
στολήν, δέδωκε τῇ παρθένῳ σὺν τοῖς ὅπλοις, ἃ καὶ ἐνδυσαμένη ὡς ὁ Δίδυμος
ὑπέθετο μετὰ τῶν ἵπλων, ἐξῆλθε τοῦ πορνείου καὶ διεσώθη, εὐχαριστοῦσα τῷ Θεῷ.
Ἀμέλει καί τις τῶν ἀκολάστων ἐν τῷ πορνείῳ εἰσελθὼν ὡς πρὸς τὴν παρθένον, καὶ
εὑρὼν τὸν Διδυμον καθεζόμενον ἀντ’ αὐτῆς, ἐξέστη, καὶ διεοεῖτο καθ’ ἑαυτὸν
λέγων· ἆρα, ὁ Χριστός, παρθένους εἰς ἄνδρας μεταβαλεῖν δύναται; ὁ εἰσελθών,
ἐξῆλθεν· ἡ παρθένον δέ, ποῦ; ἀκούων πάλαι πῶς ὁ Χριστὸς μετέβαλε τὸ ὕδωρ εἰς
οἶνον, μῦθον τοῦτο ἡγούμην, νῦν δέ τι μεῖζον ὁρῶ. Ταῦτα τούτου διανοουμένου, ὁ
Δίδυμος ὁρῶν ἀπορίᾳ τοῦτον συνεχόμενονμ ὡμολόγησε τὸ γεγονός, ὡς αὐτουργὸς τοῦ
δράματος αὐτὸς καθειστήκει, καὶ εἰ βούλοιτο ἀναγγεῖλαι τῷ ἄρχοντι, προσθείς,
ὅτι καὶ ἐκεῖσε προσμένει ἔτι ὁ τὴν παρθένον ἀμείψας καὶ ἀπολύσας, τοῦ πορνείου
μὴ ἐκστάς. Οὕτως εἶπε, καὶ εὐθέως παρέστησαν τῷ βήματι τοῦ ἄρχοντος τὸν
Διδυμον, καὶ ἐκέλευσεν ὁ ἄρχων καὶ ἀπετμήθη τὴν κεφαλὴν ὁ Ἅγιος, προσευξάμενος
πρῶτον. Καὶ ἡ ψυχὴ αὐτοῦ ἀνπηλθεν εἰς τοὺς οὐρανούς, ὥς τινες ἐθεάσαντο, καὶ
ἐμαρτύρησαν· τὸ δὲ σῶμα αὐτοῦ πυρὶ παρεδόθη. Τότε τινὲς τῶν πιστῶν, τὰ τίμια
αὐτοῦ λείψανα συλλέξαντες, ἐν ἐπισήμῳ τόπῳ κατέθεντο.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς
Θέρμος πυρὶ τελειοῦται.
Θέρμην
ἔρωτος ἐνθέου Θέρμος φέρων,
θέρμην πυρὸς φλέγοντος ὡς ψύξιν κρίνει.
θέρμην πυρὸς φλέγοντος ὡς ψύξιν κρίνει.
Τῇ
αὐτῇ ἡμέρα, αἱ Ἁγίες Δύο Μάρτυρες Κυρία και Δούλη ξίφει τελειοῦνται.
Ἐχρῆν
ἕπεσθαι κυρίᾳ τὴν δουλίδα,
ἐκ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.
ἐκ γῆς ἰούσῃ πρὸς Θεὸν διὰ ξίφους.
Τῇ
αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Πομπήϊος ξίφει τελειοῦται.
Ὡς
ζῶν πρόβατον Πομπήϊε Κυρίου,
χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.
χέεις, ἀμελχθεὶς αὐχένα ξίφει, γάλα.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Μάρτυς
Ζήνων πίσσαν χρισθείς, καὶ εἰς πῦρ βληθείς, καὶ δόρατι ἔνδον τῆς
πυρᾶς τρωθείς, τελειοῦται.
Ἆθλος
τριπλοῦς Ζήνωνι, πίσσα, πῦρ, δόρυ.
οἶμαι, δι' ἣν ἔπασχε ταῦτα Τριάδα.
οἶμαι, δι' ἣν ἔπασχε ταῦτα Τριάδα.
Τῇ
αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες Μάξιμος και Τερέντιος ξίφει
τελειοῦνται.
Ἴσου
μετέσχον καὶ στέφους, ὡς καὶ τέλους,
Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.
Τερέντιος, Μάξιμος, οἷς τομὴ τέλος.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Φωστηρίου.
Τῇ
αὐτῇ ἡμέρα, αἱ Ἁγίαι Πέντε Κόραι αἱ ἀπὸ Λέσβου, ξίφει
τελειοῦνται.
Ἀθληφόρους
τίθησι Λεσβίας κόρας,
μίαν, δύο, τρεῖς, τέσσαρας πέντε, ξίφος.
μίαν, δύο, τρεῖς, τέσσαρας πέντε, ξίφος.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Ὑπομονής
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς
Γεώργιος ὁ ἐν τῇ Νέᾳ Ἐφέσῳ ἀθλήσας κατὰ τὸ 1801 ἔτει, ξίφει
τελειοῦται.
Τομὴν
ὑποίσας, ὦ Γεώργιε, ξίφους,
χαρᾷ ἀπέπτης εἰς χαρᾶς τὸ χωρίον.
χαρᾷ ἀπέπτης εἰς χαρᾶς τὸ χωρίον.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας Νεομάρτυρος Ἀργυρής τῆς
ἐκ Προύσας.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Παναγιώτης, ὁ ἀθλήσας
ἐν Ἱεροσολύμοις ἐν ἔτει 1820, ξίφει τελειοῦται.
Ὁ Παναγιώτης ἀποτμηθεὶς τῷ ξίφει,
ἁπάντων Ἁγίων ὁμόσκηνος ὤφθη.
Οὗτος
ἦν τῷ 19ῳ αἰῶνι, ἐκ Πελοποννήσου ὁρμώμενος. Νέος ὢν ὑπηρέτει παρά τινι Ἀγαρηνῷ,
ὃς πορευθεὶς τῇ ἁγίᾳ πόλει τῶν Ἱεροσολύμων εἶχε μεθ’ ἑαυτοῦ καὶ τὸν Παναγιώτην·
καὶ εἰσελθὼν προσκυνῆσαι τῷ ἐκεῖσε τεμένει, ᾧ ἡ κλῆσις Ὠμάρ, συνεισῆλθε καὶ ὁ
διακονῶν αὐτῷ Παναγιώτης, οὗ ἡ εἴσοδος ἐθεωρήθη παρ’ Ἀγαρηνοῖς μίασμα, δι’ ὃ
καὶ ἐβιάζετο πρὸς ἄρνησιν τοῦ Σωτῆρος Χριστοῦ. Ἀλλ’ οὗτος ἀκλινὴς μείνας τῇ
σωτηρίῳ ὁμολογίᾳ τῆς ἀμωμήτου ἡμῶν πίστεως, καὶ μὴ εἶξας ἀπειλαῖς καὶ
ὑποσχέσεσι, καὶ ἀναφωνῶν τό· Χριστὸς
ἀνέστη, καὶ συντριβεὶς τὸν βραχίονα τῆς μιᾶς χειρός, τῆς δὲ ἑτέρας
ἀποσκοπεὶς τοὺς δακτύλους, τελευταῖον ἀπετμήθη τὴν μακαρίαν κεφαλὴν πρὸ τῆς
πύλης τοῦ Δαβίδ, τῇ Ε’ Ἀπριλίου μηνός, ἐν ἔτει 1820. Τὸ δὲ λείψανον αὐτοῦ,
ἀγορασθὲν ὑπὸ τοῦ ἑλληνικοῦ Μοναστηρίου τῶν Ἁγίων Κωνσταντίνου καὶ Ἑλένης,
ἐτάφη εὐλαβῶς ἐν τῷ κοιμητηρίῳ τῆς Ἁγίας Σιών.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μπέκαν, ἱεραποστόλου Ἰρλανδίας.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἀβδιησοῦ
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς ἀνακομιδῆ τῶν
Λειψάνων τοῦ Ἁγίου Ἰώβ, Μητροπολίτου Μόσχας.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
ᾨδὴ
ζ’. Οὐκ ἐλάτρευσαν.
Στέφος ἄφθαρτον ἐδέξω
τρισμακάριστε παρὰ τοῦ Κτίσαντος, ὡς καλλονὴ Ἀθλητῶν· διὸ τὴν θεότητα, τὴν
τρισυπόστατον, ἐποπτεύεις νῷ, τῷ διαυγεῖ σου Κλαύδιε, Μάρτυς ἄριστε σταδίου.
Ἔστης ἄσειστος Χριστοῦ τῇ
πέτρᾳ πίστεως ἀλκίφρον Κλαύδιε, καὶ προσβολαὶ τοῦ ἐχθροῦ, οὐδόλως ἐσάλευσαν,
σὸν θεῖον φρόνημα, ἀλλ’ ἐκραύγαζες· τὸ τοῦ Σωτῆρος ὄνομα, Ἰησοῦ μου οὐκ
ἀρνοῦμαι.
Ὥσπερ ἄσαρκος βασάνους
καθυπέμεινας δεινὴν ἀπότμησιν, ποδῶν σου καὶ τῶν χειρῶν, καὶ ῥείθροις αἱμάτων
σου, πατρώαν χθόνα σου, καθηγίασας, Κορίνθου τὴν τιμῶσάν σου, μάκαρ Κλαύδιε τὴν
μνήμην.
Θεοτοκίον.
Σοὶ κραυγάζομεν· Χριστὸν τὸν
Παντοκράτορα ὑπὲρ κατάληψιν, Θεογεννῆτορ ἁγνή, κυήσασα ἔλυσας, ἀρὰν προπάτορος,
καὶ ἀπήλαξας, δουλείας τοῦ ἀλάστορος, τὸ ἀνθρώπινον τὸ γένος.
ᾨδὴ
η’. Παῖδας εὐαγεῖς.
Ἄγουσα θερμῶς μετ’
εὐφροσύνης, τὴν μνήμην σου ἡ πατρίς σου Μάρτυς Κλαύδιε, Κόρινθος ἡ ἔνδοξος,
κράζει· σύ μου καύχημα, καὶ ἀρωγὸς καὶ ἔφορος, καὶ ἐγκαλλώπισμα, καὶ πρέσβυς
πρὸς τὸν Κτίστην τῶν πάντων, πέλεις Ἀθλοφόρε, σεπτὲ μεγαλομάρτυς.
Ἴσχυσας ἑλεῖν τῇ σῇ
ἀνδρείᾳ, τὸν τύραννον τὸν λατρεύοντα τὰ εἴδωλα, Κλαύδιε ῥωννύμενος, σθένει τοῦ
παντάνακτος, καὶ πίστιν τὴν σωτήριον, καλῶς ἐδόξασας, ἐκχέας ὑπὲρ ταύτης σὸν
αἷμα· ὅθεν οὐρανόθεν, δεδόξασαι ἀξίως.
Νῦν σε ἀνυμνοῦμεν
γεγηθότες, Τερτίου τὸν καθελόντα ἅπαν φρύαγμα, καὶ ὁμολογήσαντα, τοῦ Σωτῆρος
ὄνομα, Μαρτύρων σεμνολόγημα, γενναῖε Κλαύδιε, καὶ σὺν ἑξάδι συναθλητῶν σου,
ἀφθαρσίας στέφος, δεξάμενος θεόθεν.
Θεοτοκίον.
Εὔοσμε ἁγνείας μυροθήκη,
καὶ ῥόδον τῆς παρθενίας καὶ σεμνότητος, τῆς δυσώδους ῥῦσαί με, τῶν παθῶν
φαυλότητος, καὶ δεῖξόν με κυάθιον, ὀσμῆς τῆς χάριτος, Παρθένε ἵνα τὴν ἀρωγήν
Σου, ὕμνοις μεγαλύνω, ἐν κλύδωσι τοῦ βίου.
ᾨδὴ
θ’. Ἅπας γηγενής.
Στέφανον ζωῆς, ἄφθαρτον
ἀπείληφας, ὑπὲρ τοῦ Κτίσαντος, θάνατον δεξάμενος, καὶ Ἀθλοφόρων, χοροῖς
ἠρίθμησαι, μεθ’ ὧν ἀπαύστως πρέσβευε, τῷ πανοικτίρμονι, Θεοῦ Λόγῳ, δοῦναι τοῖς
τιμῶσί σε, ἄμφω Μάρτυς ἰσχὺν καὶ ὑγείαν.
Ἴασμε τερπνέ, ἀθλήσεως
ἤδυνας, κατορθωμάτων σου, ταῖς ὀδμαῖς ὁμήγυριν, τῶν Κορινθίων, τρισμάκαρ
Κλαύδιε, τῶν θεωμένων ἄθλους σου, καὶ σὴν εὐσθένειαν, ἥνπερ πᾶσι, τοῦ σταδίου
πρώταθλε, κατὰ τὴν σῶν μελῶν τμῆσιν ἔδειξας.
Στῦλος ἀκλινής, ὄφθεις
γενναιότητος, καὶ θάῤῥους Κλαύδιε, ἐν Κορίνθῳ ἤθλησας, τῇ σῇ πατρίδι, καθάπερ
ἄσαρκος, καὶ Κύριον ἐδόξασας, τὸν σὲ ἰσχύσαντα, ἐν σταδίῳ, θραῦσαι ἅπαν
φρύαγμα, ἀνθυπάτου Τερτίου τοῦ ἄφρονος.
Θεοτοκίον.
Χαῖρε ἀγαθή, Παρθένε
μητράναδρε, Θεογεννήτρια, μυστικὲ παράδεισε, ἀγεωργήτως, Χριστὸν βλαστήσασα,
τὸν τρέφοντα τὰ σύμπαντα, αἰωνιότητος, ἄρτῳ Μῆτερ, Σὲ τὰ μεγαλύνοντα, καθ’
ἑκάστην εὐτάκτοις μελίσμασι.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἀστὴρ
φωτοειδέστατος, ἀνέτειλε τοῖς πέρασιν, ἐκ τῆς Κορίνθου ἀκτῖσι, τοῦ ἱεροῦ
μαρτυρίου, νῦν Κλαύδιος ὁ ἔνδοξος, φωτίζων τοὺς τὰ σκάμματα, αὐτοῦ ἐν ὕμνοις
μέλποντας, καὶ ἐκκοπὴν ἀνυμνοῦντας, αὐτοῦ μελῶν τῶν τιμίων.
Θεοτοκίον.
Τὸν
ζόφον ἁμαρτάδων μου, τῶν ψυχοκτόνων Δέσποινα, ἡ τοῦ Φωτὸς τοῦ ἀστέκτου, οὖσα
δοχεῖον Παρθένε, διάλυσον καὶ ἴθυνον, τὰς τρίβους μου πρὸς θέωσιν, ἵνα ὑμνῶ Σε
πάντοτε, ὡς φωτοφόρον νεφέλην, καὶ ποδηγόν μου ἀρίστην.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς
τοῦ Χριστοῦ ἀήττητε, ὡς ἑωσφόρος λαμπρός, Ἐκκλησίαν ἐφαίδρυνας, τὴν σεπτὴν καὶ
ἄθλων σου, πόνοις Κορίνθου ηὔγασας, βλαστήσασάν σε, καὶ νῦν τιμῶσάν σε, ὡς
παραστάτην, καὶ ἀντιλήπτορα, ἐν πᾶσι κλύδωσιν, Ἀθλοφόρε Κλαύδιε περικλεές, καὶ
σεπτὲ μεγάλαθλε, σταδίου πρώταθλε.
Μάρτυς
τοῦ Χριστοῦ πανάριστε, σὺν τῷ Παππίᾳ λαμπρῶς, εὐσταλεῖ Σεραπίωνι, Διοδώρῳ
σώφρονι, Νικηφόρῳ θεόφρονι, Οὐϊκτωρίνῳ, καὶ τῷ Οὐΐκτωρι, ἐν τῇ Κορίνθῳ,
καθωμολόγησας, πίστιν τὴν πάνσεπτον, τὴν ἡμῶν καὶ ἤθλησας ἀνδροπρεπῶς, ὥσπερ
ἄλλου πάσχοντος, τρισμάκαρ Κλαύδιε.
Μάρτυς
τοῦ Χριστοῦ πανεύφημε, καταβαλὼν τὴν ὀφρῦν, τοῦ Τερτίου τοῦ ἄφρονος, ἤθλησας
στεῤῥότατα, καὶ ὑπέμεινας βάσανον, καὶ ἀλγηδόνας, ἐκ τῆς ἐκτμήσεως, τιμίων
ἄκρων, τῶν σῶν καὶ θάνατον, τὸν βιαιότατον· δι’ οὗ εὗρες Κλαύδιε κλεινὲ ζωήν,
ἄληκτον σὺν Μάρτυσι, Κυρίου ἅπασι.
Μάρτυς
τοῦ Χριστοῦ θεσπέσιε, μὴ διαλίπῃς Χριστόν, δυσωπῶν δοῦναι ἅπασι, τοῖς τιμῶσι
μνήμην σου, τὴν λαμπρὰν καὶ πανέορτον, ἰσχὺν πατῆσαι, τοῦ πολεμήτορος, τὴν
ἐπηρμένην, ὀφρῦν καὶ δύναμιν, θραῦσαι τὰ βέλεμνα, τοῦ ἐχθροῦ κινούμενα φεῦ καθ’
ἡμῶν, τῶν ὑμνούντων Κλαύδιε, τὰς ἀριστείας σου.
Δόξα.
Ἦχος πλ. α΄.
Ταῖς
χορείαις τῶν Ἀθλοφόρων ἐν οὐρανοῖς συναυλιζόμενος, τοῦ ξύλου τῆς ζωῆς νῦν
ἀπολαύεις, ὡς Μάρτυς πανάριστος Κλαύδιε καρτερόψυχε. Χριστοῦ γὰρ τὴν πίστιν
ὁμολογήσας, καὶ Τερτίου πατήσας τὸ ἄθεον φρύαγμα, τοὺς πόδας καὶ τὰς χεῖράς σου
ὡς δῶρον Κυρίῳ προσήγαγες· διὸ καὶ χάριν εἴληφας δαψιλῶς οὐρανόθεν πολύαθλε,
ἀδιαλείπτως πρεσβεύειν ὑπὲρ τῶν τιμώντων ἐν ᾄσμασι, τὴν φωτοφόρον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν
Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
ὁ τὸ ὄνομα τοῦ Χριστοῦ, καθομολογήσας, πρὸ Τερτίου τοῦ δυσσεβοῦς· χαίροις
Κορινθίων, Μαρτύρων μαργαρίτης, πολύτιμος καὶ κλέος, πίστεως Κλαύδιε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου