Σάββατο 1 Σεπτεμβρίου 2018

ΠΡΩΤΟ ΣΑΒΒΑΤΟ ΜΑΪΟΥ. ΟΣΙΟΙ ΓΕΡΒΑΣΙΟΣ & ΓΕΩΡΓΙΟΣ ΓΟΜΑΤΙΟΥ ΧΑΛΚΙΔΙΚΗΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


1-7!! ΣΑΒΒΑΤΟ 1ο ΜΑΪΟΥ!!
ΓΕΡΒΑΣΙΟΣ & ΓΕΩΡΓΙΟΣ ΟΣΙΟΙ ΓΟΜΑΤΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ὁσίων. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλεόρτων οἱ χοροί, καὶ τοῦ Γοματίου οἱ δῆμοι, ψαλμοῖς καὶ ὕμνοις φαιδροῖς, μνήμην τὴν ἐτήσιον, πανηγυρίσωμεν, Γεωργίου τοῦ μάκαρος, καὶ τοῦ Βγερβασίου, τοῦ ὀλβίου κράζοντες· δυὰς πανεύφημε, σπεῦσον καὶ ἐκλύτρωσαι πάντας, συμφορῶν δεινῶν καὶ κινδύνων, ταῖς πρὸς τὸν Φιλάνθρωπον πρεσβείαις σου.

Ἔργοις, ἀγαπήσεως Χριστοῦ, δέδωκας προθύμῳ καρδίᾳ, σαὐτὸν Γεώργιε, γνώμην ἐλεήμονα ἐπιδεικνύμενος, καὶ ἐργάτης γενόμενος, σοφὲ ἀμπελώνων, βοηθῶν τοῖς στένουσι, καὶ χρείαν ἔχουσι, γόνε, Γοματίου θεόφρον· ὅθεν καὶ Χριστὸς ἀσυλήτου, πλούτου ἐν τῷ πόλῳ σε ἠξίωσε.

Στέφος, ἀφθαρσίας ἐκ Θεοῦ, δι’ ἀσκητικῆς πολιτείας, καὶ ἄκρας ὑπομονῆς, Ὅσιε Γερβάσιε, λαμπρῶς ἀεπίληφας, Γοματίου ἀγλάϊσμα, καὶ τῆς Καρακάλου, Μάνδρας ἐνδιαίτημα, σεπτὸν ἐφάμιλλος, πάντων, ἐποφθεὶς τῶν Ὁσίων, τῶν σαλῶν Χριστοῦ κεκλημένων, καὶ ὑπενεγκάντων χλεύην ἄμετρον.

Χαίροις, θεοφόρε ξυνωρίς, γνήσιε Γεώργιε φίλε, τοῦ Ζωοδότου Χριστοῦ, καὶ Ὁσίων σύσκηνε, σοφὲ Γερβάσιε, ἡ ἐσχάτοις ἐν ἔτεσι, δοξάσασα πίστει, τὸν Χριστὸν καὶ ὕπουλον, ἐχθρὸν αἰσχύνασα· ὅθεν, Γοματίου ἡ κώμη, ὡς ὑμῶν καλλίπαις γενέτις, χαίρει δι’ ὑμᾶς καὶ ἐμφαιδρύνεται.

Δόξα. Ἦχος δ΄.
Τὸν δόλιχον ἐπιτυχῶς διαδραμόντες, τῆς ἐν Χριστῷ πολιτείας, νίκης στεφάνων ἀμαραντίνων, κατηξιώθητε Ὄσιοι, καὶ τῆς αἰωνίου ἐτύχετε μακαριότητος. Γοματίου γόνοι παγγέραστοι, οἱ τὸν ζυγὸν τοῦ Κυρίου ἀράμενοι, Γεώργιε δίκαιε, καὶ ταπεινώσεως ἔκτυπον Γερβάσιε, Χριστῷ πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρετε θαυμαστοί, τοῦ Γοματίου γόνοι, Γεώργιε τρισμάκαρ, καὶ ταπεινοφροσύνης, ἀκρώρεια Γερβάσιε.

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Πρότυπον ἀληθοῦς, φιλαδελφίας ὤφθης, καὶ ἄκρας σωφροσύνης, Γεώργιε θεόφρον, ἐν τοῖς ὑστέροις ἔτεσιν.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τὸν Κυρίον πᾶσα ἡ γῆ.
Τῶν ἐν Χριστῷ σαλῶν, μιμούμενος τὰς τρίβους, Γερβάσιε ἐπώφθης, ἀκτημοσύνης κέρας, καὶ γνώμων ταπεινώσεως.

Δόξα. Τριαδικόν.
Ἄναρχε πανσθενές, καὶ τριλαμπὲς Θεότης, ἐλέησον τὸν κόσμον, ἑκάστῳ χορηγοῦσα, κατ’ ἄμφω θείαν δύναμιν.

Καὶ νῦν. Θεοτοκίον.
Ἄνασσα οὐρανῶν, καὶ γῆς μὴ ἐπιλάθῃ, τῶν Σὲ ὁμολογούντων, ὡς μόνην Θεοτόκον, ἐν ὥρᾳ τῆς ἐτάσεως.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ὁσίου Γεωργίου. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Πρακτικῆς ἀνεδείχθης ἀγάπης ἔκτυπον, φιλαλληλίας ἀκρότης καὶ συμπαθείας κανών, Γοματίου ῥόδον πάντερπνον Γεώργιε, σὺ γὰρ σωφρόνως εὐσεβῶς, καὶ δικαίως ἐπὶ γῆς, βιώσας πρὸς πόλον ἤρθης, καὶ πρεσβεύεις νῦν τῷ Κυρίῳ, ὑγείαν πέμψαι καὶ εἰρήνην ἡμῖν.
Δόξα. Τοῦ Ὁσίου Γερβασίου. Ὅμοιον.
Γοματίου τὸ ἄνθος τὸ εὐωδέστατον, τὸ ἐν ἐσχάτοις ἀνθῆσαν τοῖς χρόνοις ἐν τῇ Μονῇ, Καρακάλλου γηθοσύνως ἀναμέλψωμεν· τὸν ἑαυτὸν ποιοῦν σαλόν, καὶ παντοίων χλευασμῶν, τὸ ὄνειδος ὑποφέρον, αὐτῷ βοῶντες· κινδύνων, ῥῦσαι ἡμᾶς ταῖς πρὸς Κτίστην λιταῖς.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς, καὶ γ’ τῶν Ὁσίων. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τὴν ἱερὰν ξυνωρίδα πηγὴν τὴν δίκρουνον, τὴν ἀειῤῥόως πᾶσιν, ἀναβλύζουσαν ῥεῖθρα, ἰάσεων ἐν ὕμνοις χρεωστικῶς, ἐπαινέσωμεν κράζοντες· Χαῖρε Γεώργιε θεῖε καὶ μοναστῶν, ἀγαλλίαμα Γερβάσιε.

Φιλελεήμονι γνώμῃ σοφὲ Γεώργιε, πενήτων καὶ πασχόντων, ταχινὸς ἀντιλήπτωρ, ἐδείχθης θεραπεύων πᾶσαν αὐτῶν, χρείαν ἐν περιστάσεσι, δειναῖς· διὸ καὶ ἀξίως παρὰ Θεοῦ, τὸν μισθὸν σῶν πόνων δέδειχας.

Τοῦ Γοματίου τὸν γόνον τὸν ἱερώτατον, καὶ Καρακάλλου θρέμμα, ὁσιώτατον πάντες, Γερβάσιον τιμήσωμεν εὐλαβῶς, ταπεινώσεως πρότυπον, ὅτι πρεσβεύει ἀπαύστως ὑπὲρ ἡμῶν, λυτρωθῆναι πάσης θλίψεως.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλεόρτων αἱ χορεῖαι, συνελθοῦσαι σήμερον, πνευματικὴν πανήγυριν συστησώμεθα, ἐν τῇ ἐνδόξῳ μνήμῃ, τῶν τῆς εὐσήμου κώμης Γοματίου γόνων, καὶ αὐτοὺς ἐπαίνων ὕμνοις, ἀξίως καταστέψωμεν. Οὗτοι γὰρ διεστηκότες τοῖς σώματι, καὶ συνημμένοι τῷ πνεύματι, ἀπαθείας ὤφθησνα κειμήλια, καὶ τὰ γέρα τῶν καμάτων αὐτῶν, κομισάμενοι παρὰ Κυρίου, ἐν οὐρανοῖς νῦν χοροβατοῦσι μετ’ Ἀγγέλων. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ πολυεύσπλαγχνε, ἐν εἰρήνῃ τὴν ζωὴν ἡμῶν διαφύλαξον, καὶ ἐν ἡμέρᾳ τῆς Κρίσεως μὴ ἐπιλάθῃ ἡμῶν, ἀλλὰ μετὰ τῶν σῳζομένων κατάταξον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

Καὶ νῦν. Θεοτοκίον. Τὸ δογματικὸν τοῦ τυχόντος ἤχου τῆς Ἑβδομάδος.












Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ιθ΄, 11-23)
Ἐλεήμων ἀνὴρ μακροθυμεῖ, τὸ δὲ καύχημα αὐτοῦ ἐπέρχεται παρανόμοις. βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος, ὥσπερ δὲ δρόσος ἐπὶ χόρτῳ, οὕτως τὸ ἱλαρὸν αὐτοῦ. αἰσχύνη πατρὶ υἱὸς ἄφρων· οὐχ ἁγναὶ εὐχαὶ ἀπὸ μισθώματος ἑταίρας. οἶκον καὶ ὕπαρξιν μερίζουσι πατέρες παισί, παρὰ δὲ Κυρίου ἁρμόζεται γυνὴ ἀνδρί. δειλία κατέχει ἀνδρόγυνον, ψυχὴ δὲ ἀεργοῦ πεινάσει. ὃς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν ἀπολεῖται. δανείζει Θεῷ ὁ ἐλεῶν πτωχόν, κατὰ δὲ τὸ δόμα αὐτοῦ ἀνταποδώσει αὐτῷ. παίδευε υἱόν σου, οὕτως γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται· ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ᾿ ἐσχάτων σου. πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρείσσων δὲ πτωχὸς δίκαιος ἢ πλούσιος ψεύστης. φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖται γνῶσις.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄, 10-17)
Υἱέ, μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου καὶ ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. μὴ καταγέλα ἄνθρωπον ὄντα ἐν πικρίᾳ ψυχῆς αὐτοῦ, ἔστι γὰρ ὁ ταπεινῶν καὶ ἀνυψῶν. μὴ ἀροτρία ψεῦδος ἐπ᾿ ἀδελφῷ σου, μηδὲ φίλῳ τὸ ὅμοιον ποίει. μὴ θέλε ψεύδεσθαι πᾶν ψεῦδος, ὁ γὰρ ἐνδελεχισμὸς αὐτοῦ οὐκ εἰς ἀγαθόν. μὴ ἀδελέσχει ἐν πλήθει πρεσβυτέρων καὶ μὴ δευτερώσῃς λόγον ἐν προσευχῇ σου. μὴ μισήσῃς ἐπίπονον ἐργασίαν καὶ γεωργίαν ὑπὸ ῾Υψίστου ἐκτισμένην. μὴ προσλογίζου σεαυτὸν ἐν πλήθει ἁμαρτωλῶν. μνήσθητι ὅτι ὀργὴ οὐ χρονιεῖ. ταπείνωσον σφόδρα τὴν ψυχήν σου, ὅτι ἐκδίκησις ἀσεβοῦς πῦρ καὶ σκώληξ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Ἀγαλλομένῳ ποδὶ χόρευε τοῦ Γοματίου ἡ κώμη, καὶ δόξασον τὸν Κύριον ὅτι ἐκ σοῦ ἐβλάστησεν, ἐν τοῖς ὑστέροις χρόνοις Γεώργιος ὁ θεῖος. Οὗτος γὰρ τὸν ζυγὸν τῆς πίστεως ἀράμενος ἐπ’ ὤμων, εὐαγγελικῶς ἐπολιτεύθη, τὴν ἀγάπην προβάλλων ὡς σκῆπτρον ἀτίμητον, καὶ θησαυρὸν σωτήριον. Εὐεργετήσας γὰρ τοὺς κάμνοντας, θεραπεύσας τὴν ἔνδειαν τῶν πενήτων, καὶ χειμαζομένοις βοηθήσας, Χριστῷ εὐηρέστησε, τῷ αὐτὸν ποιήσαντι προστάτην ἡμῶν, ἐν δίναις ἀπροσμάχητον.

Ἦχος β΄.
Ὁλοσχερῶς τὸν Κύριον ἀγαπήσας, τῆς μοναδικῆς πολιτείας τὰς τρίβους διώδευσας, ἀνακαθάρας σεαυτὸν πάσης γηΐνης σχέσεως. Καὶ ἀρετῶν δοχεῖον ἀτίμητον γενόμενος, τῆς ταπεινώσεως τὴν χάριν, καὶ τὴν ἐκ ταύτης ἀποῤῥέουσαν ἡδύτητα, πᾶσιν ὑπέδειξας. Καὶ νῦν Γερβάσιε Ὅσιε, Καρακάλλου Μονῆς σεμνολόγημα, τῷ ἀκροτάτῳ τῶν ἐφετῶν προσπελάζων, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.
Ἔλαμψε σήμερον τοῖς πέρασι, ὡς ἀστὴρ νεολαμπής, Γεώργιος ὁ παναοίδιμος, φωτίζων τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα. Οὗτος γὰρ ἐν τῇ κονίστρᾳ, τῶν πνευματικῶν αὐτοῦ ἀγώνων, τὸ ζῆν ἐξεμέτρησεν, εὐαρεστήσας τῷ Κυρίῳ, καὶ τοὺς εὐσεβῶν δήμους εὐφράνας. Καὶ τὸ μὲν σῶμα αὐτοῦ, θαυμαστῷ τρόπῳ ἐνεταφιάσθη, τὸ δὲ πνεῦμα αὐτοῦ ἤρθη πρὸς Κύριον, ἵνα πρεσβεύῃ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Θεοπρεπῆ ἑλόμενος βίον, τῶν κατὰ Χριστὸν σαλῶν Ὁσίων, τὴν πολιτείαν ἐζήλωσας, Γερβάσιε Πάτερ θειότατε· ὅλην γὰρ τὴν ἔφεσιν ἀνατείνας τῷ Κυρίῳ, τὴν μὲν σάρκα ἐνέκρωσας, τὴν δὲ ψυχὴν ἐπτέρωσας, πολλῇ τῇ ταπεινώσει· διὸ Χριστὸς ὁ Θεὸς ἐδόξασέ σε, πληρῶν σὸν σκῆνος δι’ εὐωδίας μετὰ πότμον, ὁ παρέχων ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡγιασμένη δυάς, ἡ ἐν ἐσχάτοις τοῖς καιροῖς ἐξαστράψασα, καὶ πᾶσαν τὴν οἰκουμένην, χρηστοηθείας βολαῖς, καὶ ἀτρήτων πόνων, καταυγάσασα· Γεώργιε πάνσοφε, ἀρετῆς ἐνδιαίτημα, ὁ ἐπαρκέσας, τοῖς πτωχοῖς καὶ τοῖς πάσχουσι, καὶ Γερβάσιε, τῶν Ὁσίων ὁμόσκηνε· πάντοτε τὸν παντάνακτα, Χριστὸν ἱκετεύσατε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν φωταυγῆ καὶ σεβάσμιον, ὑμῶν θείαν μνήμην, Γοματίου γόνοι ὄντως, φωτοειδέστατοι.

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Χαίροις, φιλανθρωπίας λειμών, ὁ ἀγαπήσεως ἡδύπνευστα λείρια, ἀνθήσας καὶ τοὺς ἐν νόσοις, καὶ δυσχερείαις δεινῶς, τρυχομένους ἔργοις, εὐσπλαγχνίας σου, Γεώργιε δίκαιε, κατευφράνας ὀσφράδιον, τοῦ Γοματίου, καὶ πληρώσας τὴν ἔνδειαν, τῷ τῶν πραξέων, πλούτῳ σῆς ἀγαθότητος· πάντων ἐργάτης ἄμισθος, καμνόντων τρισόλβιε, ἐγένου θέλων βιῶναι, ὡς τῆς σῆς κώμης ὁ ἔσχατος· διὸ καὶ πρωτείων, ἐν τῇ δόξῃ τοῦ Κυρίου, ἀξίως ἔτυχες.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τὸν Κυρίον πᾶσα ἡ γῆ.
Χαίροις, ὁ Γοματίου βλαστός, καὶ Καρακάλλου θείας Μάνδρας ἀνάστημα, Γερβάσιε θεοφόρε, ὁ τοὺς Ὁσίων χορούς, ἐπαυξήσας ἄρτι, βίῳ κρείττονι· τρωθεὶς γὰρ τῷ ἔρωτι, Ἰησοῦ τοῦ παντάνακτος, τῶν ἐν τῷ κόσμῳ, ἀγαθῶν ξένος πέφηνας, βιωσάμενος, πολιτείαν ἰσάγγελον· ὅθεν καὶ ταπεινώσεως, ἐπώφθης ἀνάκτορον, ὡς ὁ σαλὸς ὁ Ἀνδρέας, οὓς τοὺς ἀγῶνας μιμήσασθαι, ἐπόθησας Πάτερ, ἁμιλλώμενος ἐκείνου, τὰ κατορθώματα.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ πυρὶ τῆς ἀγάπης τοῦ Κυρίου τηκόμενοι, τὴν στολὴν τῆς ψυχῆς ἐλαμπρύνατε θείῳ Πνεύματι, Πατέρες τρισόλβιοι δαιμόνων ἀντίπαλοι· ἀνατείλαντες γὰρ φαιδρῶς ἐν Γοματίῳ, καὶ ἰσαγγέλως πολιτευσάμενοι, ὡς Ἑωσφόροι νεολαμπεῖς ἐφαιδρύνατε, τὴν τοῦ Χριστοῦ Ἐκκλησίαν. Καὶ νῦν ἐν πόλῳ οἰκοῦντες, καὶ τὸν Κύριον ὁρῶντες ἰδίοις ὄμμασι, Γεώργιε καὶ Γερβάσιε, Αὐτὸν ἱκετεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.






Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Τοῦ Ὁσίου Γεωργίου. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Πρακτικῆς ἀνεδείχθης ἀγάπης ἔκτυπον, φιλαλληλίας ἀκρότης καὶ συμπαθείας κανών, Γοματίου ῥόδον πάντερπνον Γεώργιε, σὺ γὰρ σωφρόνως εὐσεβῶς, καὶ δικαίως ἐπὶ γῆς, βιώσας πρὸς πόλον ἤρθης, καὶ πρεσβεύεις νῦν τῷ Κυρίῳ, ὑγείαν πέμψαι καὶ εἰρήνην ἡμῖν.
Δόξα. Τοῦ Ὁσίου Γερβασίου. Ὅμοιον.
Γοματίου τὸ ἄνθος τὸ εὐωδέστατον, τὸ ἐν ἐσχάτοις ἀνθῆσαν τοῖς χρόνοις ἐν τῇ Μονῇ, Καρακάλλου γηθοσύνως ἀναμέλψωμεν· τὸν ἑαυτὸν ποιοῦν σαλόν, καὶ παντοίων χλευασμῶν, τὸ ὄνειδος ὑποφέρον, αὐτῷ βοῶντες· κινδύνων, ῥῦσαι ἡμᾶς ταῖς πρὸς Κτίστην λιταῖς.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.



























ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ἐνθέοις πράξεσι, πολλῇ χρηστότητι, φιλανθρωπίᾳ τε, καὶ ἀγαθότητι, τῶν δοξασάντων πρὶν Χριστόν, τοῖς ἴχνεσιν ἐν ὑστέροις, τοῖς καιροῖς ἐβάδισας, καὶ πολλοὺς εὐηργέτησας, ἐνδεεῖς καὶ πάσχοντας, Γοματίου θησαύρισμα· διό σοι ἐκβοῶμεν ᾀσμένως· Χαῖρε Γεώργιε τρισμάκαρ.
Δόξα.
Τὴν σὴν γενέτειραν, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τὸν Ἄθωνα, προθύμως ἔδραμες, ἵνα Χριστῷ προσηλωθῇς, ἀγλάϊσμα Καρακάλλου· ὅθεν θείας χάριτος, ἀνεδείχθης κειμήλιον, ὕψος ταπεινώσεως, καὶ ἀσκήσεως ἔκτυπον· διό σοι γηθοσύνως βοῶμεν· Χαῖρε Γερβάσιε θεόφρον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Καταλιπὼν τὴν τῶν φθαρτῶν κοινωνίαν, καὶ τὴν ἀζύγων πολιτείαν ποθήσας, ἐν τοῖς ἐσχάτοις ἔτεσιν ἐν Ἄθῳ λαμπρῶς, ὡς ἀστὴρ διέλαμψας, ταπεινόφρονι γνώμῃ, ἐγκρατείας σκάμμασι, καὶ εὐχῇ ἀσιγήτῳ· διό σε πάντες ἄνθος θαυμαστόν, τοῦ Καρακάλλου, τιμῶμεν Γερβάσιε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς λύχνοι νοητοί, ἀρετῶν οὐρανίων, φαιδρύνετε ἀεί, τὴν Χριστοῦ Ἐκκλησίαν, θεόφρον Γέωργιε, καὶ Γερβάσιε πάνσοφε, ἐπυρσεύοντες, τοὺς τὴν ὑμῶν θείαν μνήμην, ἑορτάζοντες, μαρμαρυγαῖς τῆς ἀφάτου, ὑμῶν ἀγαπήσεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τὸν Κυρίον πᾶσα ἡ γῆ.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῶν Σῶν Ὁσίων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιοι Πατέρες Γοματίου δυὰς ὑπέρτιμε, τῷ θείῳ φωτὶ καταυγασθέντες τὴν καρδίαν, ὅλην ὑμῶν τὴν βιοτὴν Χριστῷ καθιερώσατε. Καὶ διαφόροις τρόποις πόνων ἀκολουθήσαντες, πρὸς τὸ ὕψος τοῦ οὐρανοῦ συνεκλίνατε, κληρονόμοι γενόμενοι τῆς ἀλήκτου μακαριότητος. Αὐτῆς καὶ ἡμᾶς ἀξιώσατε, λύχνοι πάμφωτοι πίστεως, Γερβάσιε καὶ Γεώργιε, ταῖς πρὸς τὸν παντάνακτα Θεόν, ἀδιαλείπτοις ὑμῶν πρεσβείαις.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῶν Ὁσίων δύο.
Ὁ α’ Κανών, τοῦ Ὁσίου Γεωργίου, οὗ ἡ ἀκροστιχίς: Γοματίου τὸ ἄνθος, Γεώργιος, τιμάσθω. Χα(ραλάμπους).
ᾨδὴ α’. Ἦχος δ’. Ἀνοίξω τὸ στόμα μου.
Γεραίρειν Γεώργιον, Χριστὲ τὰ χείλη μοι ἄνοιξον, καὶ μέλπειν ἀξίωσον, τὴν καθαρὰν βιοτήν, ὕμνοις πρέπουσιν, αὐτοῦ τοῦ Γοματίου, ὀφθέντος ἀκέστορος, καὶ ἀντιλήπτορος.
σίως ἐβίωσας, καὶ μυλωθροῦ μετερχόμενος, τὸ ἔργον ἐχόρτασας, τοὺς πενομένους δεινῶς, εὐποιΐαις σου, τοὺς ἐν τῷ Γοματίῳ τοὺς ξένους ἑκάστοτε, τοὺς προσιόντας σοι.
Μακρύνας Γεώργιε, τῆς ἁμαρτίας τῆς χείρονος, τοὺς παῖδάς σου ὤτρυνας, Χριστῷ τῷ μόνῳ Θεῷ, καὶ παντάνακτι, ἀρέσκειν ἵνα χάριν, καὶ ἔλεος εὕρωσιν, ἐν ὥρᾳ Κρίσεως.
Θεοτοκίον.
φράστως ἐκ μήτρας Σου, τῆς παναγίας Μητρόθεε, προῆλθεν ὁ Κύριος, ὁ γένος ἅπαν βροτῶν, τὸ τηκόμενον, ἀπέλπιδι θανάτῳ, καινίσας πανύμνητε, δι’ ἀγαθότητα.

Ὁ β’ Κανών, τοῦ Ὁσίου Γερβασίου, οὗ ἡ ἀκροστιχίς: Γερβασίῳ τῷ ὀλβίῳ, μέλισμα. Χαραλάμπους.
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτός.
Γερβάσιον ἔνδοξον, τιμᾶν σεπτοῖς μελῳδήμασιν, παντάναξ καὶ Κύριε, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, μὲ ἀξίωσον, τὸν ἐν τοῦ Καρακάλλου, τῇ Μάνδρᾳ ἀσκήσαντα, καὶ ἁγιάσαντα.
νθέου φρονήματος, πλησθεὶς τρισμάκαρ Γερβάσιε, τὸν κόσμον κατέλιπες, καὶ τὰ τοῦ βίου τερπνά· ὅθεν ᾤκησας, ἐν τῇ τῶν Πρωτοθρόνων, Μονῇ ἐν τῷ Ἄθωνι, ἀξιοθαύμαστε.
υπώδη θελήματα, τὰ ψυχοφθόρα Γερβάσιε, ἀπέπλυνας χεύμασιν, ἀφθόνοις ἐγκατρευτά, τῶν δακρύων σου, καὶ ῥείθροις σῶν τιμίων, ἱδρώτων οὓς ἔχεας, καρτερικώτατα.
Θεοτοκίον.
Βλαστήσασα Δέσποινα, τῆς σωτηρίας τὸν ἄσταχυν, Δεσπότην καὶ Κύριον, τὸν τῆς καρδίας ἡμῶν, γεωργήσαντα, τὴν ἄρουραν ἀρότρῳ, Αὐτοῦ τῆς χρηστότητος, πάντας κατηύφρανας.






ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Τὰς θλίψεις τοῦ βίου καὶ ὀδύνας, ὑπέμεινας ὥσπερ ὁ Ἰώβ, συζύγου καὶ τῶν τέκνων σου, τὸν θάνατον δεχόμενος, Γεώργιε τρισένδοξε, ὡς δῶρον πάντιμον, θεόθεν κομισθέν σοι· διόπερ, ἔψαλλες· ὁ μόνος, Θεὸς εὐλογητὸς εἶ.
λύος φροντίδων τῶν τοῦ βίου, καθάρας τὸ ὄμμα τῆς ψυχῆς, πρὸς οὐρανὸν προσέβλεψας, Γεώργιε καὶ εἴληφας, ἰσχὺν πατεῖν τοῦ δαίμονος, τὰ μηχανήματα, πολίχνης Γοματίου σεμνότης, καὶ φιλαλληλίας, σεπτὴ στηλογραφία.
σίων ὁμότροπε τῶν πάλαι, ὡς λύχνος ἐξέλαμψας λαμπρούς, ἐν τοῖς ἐσχάτοις ἔτεσι, καὶ ἅπαντας κατηύγασας, Γεώργιε πυρσεύμασιν, ἀγάπης κρέιττονος, ῥυόμενος τοὺς πέλας ἐκ πάσης, θλίψεως ἀνάγκης, καὶ βίου δυσχερείας.
Θεοτοκίον.
πέραγνε Μῆτερ τοῦ Ὑψίστου, καθάγνισον ἵνα Σε ὑμνῶ, τὴν ἐναγῆ τοῖς πτασίμασι, ψυχήν μου ἱκετεύω Σε, καὶ τῷ Υἱῷ Σου πάντοτε, προσφέρω αἴνεσιν, ἐκ τῆς ἐμῆς καρδίας μυχίων, τῷ λυτρώσαντί με, ἐκ συμφορῶν θανάτου.

Ἕτερος. Ὁ αὐτός.
ρχαίων Πατέρων ὑπεμφαίνων, τὴν ἄσκησιν καὶ ὑπομονήν, θεοτελῶς ἐβίωσας, ἐν Ὄρει τῷ τοῦ Ἄθωνος, καὶ χάριν τὴν οὐράνιον, σοφὲ προσείλκυσας, Γερβάσιε τὴν δέιξασαν κόσμῳ, σὲ ἁγιωσύνης, ὑπέρλαμπρον δοχεῖον.
Σαλὸν προσποιούμενος θεόφρον, σαρκός σου ἐμάρανας ὁρμάς, καὶ φεύγων πάντα ἔπαινον, ἀνθρώπων περιέδραμες, τὸν Ἄθωνα Γερβάσιε, ὀφθεὶς ἀσύλητον, ταμεῖον ταπεινώσεως· ὅθεν, σὲ ὑμνολογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
σχὺν περιεζωσμένος θείαν, δαιμόνων ἐπάταξας ὀφρύν, καὶ ταπεινῶς σκεπτόμενος, ὀνειδισμοὺς Γερβάσιε, ἐδέχου χαίρων Ὅσιε, τῶν συνασκούντων σοι· διό σε μακαρίζομεν πάντες, κατὰ τὴν τοῦ Κτίστου, ἡμῶν Σωτῆρος ῥῆσιν.
Θεοτοκίον.
ς οἶκον σεπτὸν Θεοῦ τοῦ ζῶντος, καὶ τέμενος πάγχρυσον Αὐτοῦ, Σὲ Κόρη μακαρίζομεν, τὴν τῶν ἁπάντων Κύριον, δεχθεῖσαν ἐν τῇ μήτρᾳ Σου, καὶ σάρκα βρότειον, ἐνδύσασαν Αὐτῷ ἵνα γένος, τὸ ἡμῶν θεώσῃς, ὑπερδεδοξασμένη.






Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον. Τοῦ Ὁσίου Γεωργίου.
Ἑορτὴν χαρμόσυνον, τοῦ Γεωργίου, γηθοσύνως ἄγοντες, τοῦ Γοματίου οἱ χοροί, καὶ τοὺς αὐτοῦ νῦν γεραίροντες, σεπτοὺς ἀγῶνας, Χριστὸν μεγαλύνομεν.
Δόξα. Ὅμοιον. Τοῦ Ὁσίου Γερβασίου.
Εὐσεβούντων σύλλογοι, καὶ μονοτρόπων, αἱ χορεῖαι σήμερον, τοῦ Γοματίου τὸν  βλαστόν, καὶ Καρακάλλου τὸ σέμνωμα, ὕμνοις τιμῶμεν, τὸν θεῖον Γερβάσιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ’. Ὁ καθήμενος ἐν δόξῃ.
Τύπος γέγονας ἐνθέου, ἐν σπηλαίῳ ἀσκήσεως, προσευχῆς νηστείας, καὶ ἀκτημοσύνης Γεώργιε· δι’ ὧν Χριστῷ τῷ Κυρίῳ εὐηρέστησας, καὶ ἐτρόπωσας, τὸν πολυμήχανον δαίμονα.
λοτρόπως τῷ Κύριῳ, ἀνακείμενος Ὅσιε, ἀρετῆς ἐργάτης, γνήσιος Γεώργιε πέφηνας, καὶ ἐραστὴς ἡσυχίας ἐνθεώτατος, ἅμα πρύτανις, τῆς τῶν πτωχῶν ἀγαπήσεως.
νυψώσας δι’ ἀγώνων, ἑκουσίας στερήσεως, καὶ κακοπαθείας, τὸν σὸν νοῦν Γεώργιε Ὅσιε, πρὸς δυσαντίβλεπτον ὕψος σκεῦος τίμιον, ὤφθης Πνεύματος, τοῦ παναγίου καὶ εὔχρηστον.
Θεοτοκίον.
Νόμων φύσεως Παρθένε, Θεοτόκε βοῶμέν Σοι, ὑπερτέρα ὄντως, ἀνεδείχθης κόσμῳ κυήσασα, ἐν τῇ ἁγνῇ Σου νηδύϊ τὸν Θεάνθρωπον, τὸν Σὲ πάναγνον, καὶ μετὰ τόκον τηρήσαντα.

Ἕτερος. Ὁ αὐτός.
Τὴν ὁσίαν βιοτήν σου, ὁ καλῶν ἔργων Κύριος, βραβευτὴς θεόφρον, Ἄθω φρυκτωρὲ ἀμειβόμενος, χάριν πολλὴν μετὰ πότμον σοι δεδώρηται, εὐωδέστατον, ποιῶν τὸ θεῖόν σου λείψανον.
ς ζωῆς πνευματοφόρου, ὑφηγήτορα ἔνθεον, σὲ ὑμνολογοῦμεν, Ὅσιε Κυρίου Γερβάσιε, τὴν τοῦ βελίαρ ἀπάτην ἀντικρούσαντα, γενναιότατα, ὑπομονῆς σου τοῖς ξίφεσιν.
Οὐρανίων χαρισμάτων, ἐμπλησθεὶς τῶν τηρούντων σε, δέσμιον ἅπαντων, ἐν τῇ γῇ ἀπέστης Γερβάσιε, καὶ τῷ Σωτῆρι ἡνώθης Ὃν ἱκέτευε, πάντας ῥύσασθαι, τοὺς σὲ τιμῶντας ἐκ θλίψεων.
Θεοτοκίον.
Λάμπρυνόν μου Θεομῆτορ, τῆς καρδίας τὸ ἔνδυμα, ταῖς τῆς μετανοίας, θείαις ἀστραπαῖς ὡς ἂν ὄρθριος, τῇ παναγίᾳ προσπίπτω παῤῥησίᾳ Σου, πρὸς Ὃν ἔτεκες, ἐκ τῶν ἀσπίλων λαγόνων Σου.




ᾨδὴ ε’. Ἐξέστη τὰ σύμπαντα.
Θεόφρον Γεώργιε, φλεγόμενος τῷ ἄνθρακι, τῆς φιλαλληλίας ὤφθης πάντων, τῶν ἐν ἀνάγκαις, καὶ συμφοραῖς ἀρωγός, παρέχων τοῖς δήμοις τῶν βροτῶν, τύπον ἀκηλίδωτον, θεαρέστου βιώσεως.
σίων τοῖς σκάμμασι, σοφὲ καλλωπιζόμενος, τίμιος θεράπων τοῦ Κυρίου, ἐδείχθης πήξας, ἀσκητικὴν καλιάν, τὴν σὴν ὡς φιλέρημος τρυγών, Γοματίου πρόβολε, ἐν σπηλαίῳ Γεώργιε.
Συντόνῳ ἀσκήσει σου, τῶν γεηρῶν Γεώργιε, καὶ ῥεόντων γέγονας ἁπάντων, ξένος πρὸς πόλιν, τὴν νοητὴν ἐν Ἐδέμ, ταχὺ ἐπειγόμενος κλεινέ, ἧσπερ καὶ ἠξίωσαι, τελευτῶν τὸν ἀγῶνά σου.
Θεοτοκίον.
Γηθόμενοι σπεύδομεν, ὑμνῆσαί Σε πανύμνητε, τὴν τοῦ Γεωργίου θείαν σκέπη, καὶ τῶν Ὁσίων, ἀληθινὴν χαρμονήν, βοῶντες· καρδίας τῆς ἡμῶν, πέλεις ἀγαλλίαμα, Μητροπάρθενε Δέσποινα.

Ἕτερος. Ὁ αὐτός.
Βιώσας Γερβάσιε, ὡσεὶ σαλὸς ἐν Ἄθωνι, πάντων ἐχεφρόνων μονοτρόπων, ἐπώφθης τύπος, θεοφιλὴς καὶ κανών, εὐθύτατος· ὅθεν ὁ Χριστός, μύρῳ εὐωδίασε, τὸ σὸν πάντιμον σκήνωμα.
σχὺν θείαν Ὅσιε, ἐνδεδυμένος ἤνεγκας, τοῦ ὀνειδισμοῦ καὶ χλεύης θλίψεις, ὡσεὶ φορτίον, ἀνδροπρεπῶς ἐλαφρόν, Γερβάσιε· ὅθεν ὁ Χριστόν, νίκης διαδήματι, σὲ ἀξίως κατέστεψεν.
ς χάριτος ἔσοπτρον, καὶ πύργον ταπεινώσεως, οἱ ἐν Καρακάλλου τῷ σεμνείῳ, οἰκοῦντες Πάτερ, ἐν ᾧπερ ἀγγελικόν, τὸ σχῆμα Γερβάσιε κλεινέ, εἴληφας γινώσκουσι, καὶ ἐν σοὶ ἐπαγάλλονται.
Θεοτοκίον.
Μητρόθεε Ἄνασσα, ἡλίου θεῖον ὄχημα, τῆς δικαιοσύνης φώτισόν μου, τὴν σκοτισθεῖσαν, καρδίαν καὶ ταῖς βολαῖς, Ἐκείνου καταύγασον τὸν νοῦν, τοῦ ἀχρείου δούλου Σου, προσκυνῶ Σε κραυγάζω Σοι.














ᾨδὴ στ’. Τὴν θείαν ταύτην.
Εὐχὰς ἀπαύστως πρὸς Κύριον, ψελλίζων θεοφόρε Γεώργιε, καὶ διατώμενος, λαχάνοις μόνον διέπλευσας, τὸ πέλαγος τοῦ βίου, ἐν τῷ σπηλαίῳ σου.
ς ῥόδον εὔοσμον ἤνθησας, ἐν κώμῃ Γοματίου Γεώργιε, καὶ τῆς ἁπλότητος, ταῖς σαῖς ὀσμαῖς καὶ χρηστότητος, τὴν Ἐκκλησίαν πᾶσαν, Χριστοῦ ἐπλήρωσας.
οαῖς δακρύων Γεώργιε, τῶν σῶν καὶ ὁλονύκτοις ἐντεύξεσι, καθοπλισάμενος, σαὐτὸν ἀντέστης στεῤῥότατα, κατὰ τοῦ μισοκάλου, καὶ στέφος εἴληφας.
Θεοτοκίον.
Γινώσκοντές Σε πανάχραντε, λυχνίαν φωταυγῆ καὶ εὐρύχωρον, τοῦ Λόγου σκήνωμα, χαρμονικῶς ἐκβοῶμέν Σοι· ἁγνὴ Παρθένε χαῖρε, θεοχαρίτωτε.

Ἕτερος. Ὁ αὐτός.
χθροῦ σοβῶν τὴν κακότητα, ἑώρακας Χριστοῦ τὴν λαμπρότητα, καὶ ἀνατέταλκας, ὡσεὶ λαμπτὴρ φαεινότατος, τῶν μοναζόντων νέος, λαμπρὲ Γερβάσιε.
Λαμπὰς ὡς ἄλλη ἀείφωτος, ἀνήφθης πρὸ τοῦ θρόνου τοῦ Κτίσαντος, σοφὲ Γερβάσιε, καὶ ἠναλώθης τοῖς σκάμμασι, τῆς ἐν Χριστῷ πτωχείας, καὶ ταπεινώσεως.
δεῖν τὰ θεῖα σκηνώματα, καὶ κάλλη τὰ οὐράνια πρόσκαιρον, πατρίδα ἔλιπες, καὶ ἐν τῷ Ἄθῳ κατώκησας, γενόμενος Ὁσίων, ἀζύγων πρότυπον.
Θεοτοκίον.
Σοφίας Μῆτερ μὲ ἔμπλησον, τὸν Σοὶ προσπεφευγότα οἰκέτην Σου, ταῖς Σαῖς ἐντεύξεσι, πρὸς τὸν Υἱόν Σου καὶ Κύριον, βοῶντα· Χαῖρε φρέαρ, ἐνθέου γνώσεως.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τοῦ Γοματίου ἱερώτατα ἐκθρέμματα, καὶ Ἐκκλησίας τηλαυγέστα πυρσεύματα, οἱ τὸν βίον διαπλεύσαντες ἰσαγγέλως, ἱκετεύσατε Γεώργιε τρισένδοξε, καὶ Γερβάσιε σεπτὲ τὸν Παντοκράτορα, πάντας ῥύσασθαι, τῶν δεινῶν τῆς κολάσεως.
Ὁ Οἶκος.
Τοὺς νεοθαλεῖς βλαστοὺς τοῦ Γοματίου, καὶ Ἐκκλησίας τὰ ἄνθη τὰ εὔοσμα, δεῦτε πιστοὶ πάντες ἐγκωμιάσωμεν· πρῶτον μὲν τὸν θεόσοφον Γεώργιον, τὸν δι’ ἔργων φιλανθρωπίας κεκοσμημένον, καὶ ἀπεριτρέπτῳ καρδίᾳ, τῆς ἀγάπης τοὺς καρποὺς γεωργήσαντα· εἶτα δὲ τὸν ἐν ἐγκρατείᾳ καὶ ταπεινώσει, πατήσαντα τὸν μισόκαλον δαίμονα, τὸν ἐν τῇ Μάνδρᾳ τοῦ Καρακάλλου, καλῶς ἀγωνισάμενον, καὶ ἄφθονον χάριν ἐξ οὐρανοῦ κομισάμενον. Οὗτοι γὰρ νῦν τὰς ἀμοιβὰς τῶν καμάτων δρεπόμενοι, πρεσβεύουσιν ἀπαύστως Χριστῷ τῷ Θεῷ, πάντας ῥύσασθαι τῶν δεινῶν τῆς κολάσεως.

Συναξάριον.
Τὸ τοῦ Μηναίου καὶ εἶτα τὸ ἑξῆς:
Τῇ αὐτῇ, Μνήμη τῶν Ὁσίων Πατέρων Γεωργίου τοῦ νέου, καὶ Γερβασίου τοῦ διὰ Χριστὸν Σαλοῦ, τῶν ἐκ Γοματίου Χαλκιδικῆς καταγομένων.
Ψυχὴν γεωργήσας ἀγάπης ἀρότρῳ,
ὡς πάγκαρπος ὤφθης, Γεώργιε, φοῖνιξ.
Ὡς ἄλλος Ἀνδρέας σαλὸς ἐν τῷ Ἄθῳ,
ἔβίωσας ἄρτι, Γερβάσιε θεῖε.
Ὁ Ὅσιος Γεώργιος, ἤνθησεν ἐν τοῖς ἐσχάτοις χρόνοις. Μετερχόμενος τὸ ἔργον τοῦ μυλωθροῦ, τοὺς αὐτὸν αἰτουμένους ἐχόρτασε δι’ ἄρτου. Κρίμασι οἷς οἶδεν ὁ Κύριος, ἀφήρπασε τὴν αὐτοῦ οἰκογένειαν ἐν τοῖς χαλεποῖς τῆς δουλείας χρόνοις καὶ οὗτος μόνος πλέον ἀνελθὼν εἰς δυσπρόσιτον σπήλαιον, θεαρέστως ἠσκήτευσεν. Διερχόμενος τὸν βίον ἐν ἀδιαλείπτῳ προσευχῇ καὶ ἀκροτάτῃ νηστείᾳ, οὐ παρέλειπεν οἰκονόμος τρυχομένων γίγνεσθαι καὶ πενήτων τροφὸς προθυμότατος. Νύκτωρ ἐφοδίαζε τοὺς χρείαν ἔχοντας καυσοξύλοις καὶ λαχάνοις, ἵνα μὴ γνωσθῇ ἡ ἄκρα αὐτοῦ φιλανθρωπία. Ἀμπελώνων πενήτων ἐργάτης ἐγένετο καὶ ποιμνίων βοσκὸς τῶν ἀσθενούντων. Ἀσκήσει οὖν καὶ φιλαλληλίᾳ διάγων ἀπῆλθε πρὸς Κύριον, ἵνα λάβῃ τὸ ἀντιμίσθιον τῶν αὐτοῦ πόνων. Τὸ τίμιον αὐτοῦ σκῆνος εὑρόντες οἱ τοῦ Γοματίου κάτοικοι εὐωδιάζον, ἐνεταφίσαν εὐλαβῶς ἔν τινι τόπῳ παρὰ τὴν ὁδὸν τὴν ἄγουσαν εἰς τὴν κώμην, τούτου θαυμαστῶς βαρυνθέντος καὶ μὴ δυναμένων τῶν μεταφορέων ἔτι περαιτέρω αὐτὸν ἆραι. Εἶτα, ἐπὶ τοῦ τάφου αὐτοῦ ἤγειραν ναὸν πρὸς τιμὴν αὐτοῦ. Ὁ Κύριος ἠξίωσεν αὐτὸν θαύματα ἐπιτελεῖν μετὰ πότμον καὶ ἰδίως τὰς νόσους τῶν ὤτων θεραπεύειν. Ἡ μνήμη αὐτοῦ γεραίρεται τῇ 1ἧ Μαΐου καὶ τῷ 1ῳ Σαββάτῳ τοῦ Μαΐου.
Ὁ Ὅσιος Γερβάσιος, ἠσκήτευσε ἐν τῇ Μονῇ τοῦ Καρακάλλου, ἔνθα περιήρχετο μιμούμενος τὸν βίον τῶν διὰ Χριστὸν σαλῶν. Πατρίδα καὶ οὗτος ἔσχε τὴν κώμην τοῦ Γοματίου Χαλκιδικῆς. Σπουδάζων Θεῷ ἀρεσκεῖν μᾶλλον ἢ ἀνθρώποις, μιμητὴς ἐγένετο Συμεὼν καὶ Ἀνδρέου τῶν σαλότητι εὐαρεστησάντων τῷ Κυρίῳ. Ἡ ἁγιότης αὐτοῦ ἐγνώσθη εὐθὺς μετὰ τὴν αὐτοῦ κοίμησιν ἕνεκα τῆς ἀῤῥήτου εὐωδίας τῆς πηγαζούσης ἐκ τοῦ λειψάνου του. Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ 14ῃ Ὀκτωβρίου, καὶ τῷ 1ῳ Σαββάτῳ τοῦ Μαΐου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ’. Οὐκ ἐλάτρευσαν.
ον εὔοσμον τὸ φυτευθὲν Γεώργιε παρὰ τῆς χάριτος, ταῖς πανιέροις αὐλαῖς, ἐμύρισας ἅπαντας, ὀσμαῖς ἀῤῥήτοις σου, ἀγαπήσεως, τοὺς ἐν τῇ κώμῃ στένοντας, τῇ κλεινῇ τοῦ Γοματίου.
Οὐρανόφοιτε Γεώργιε ἀκάματε τῶν κήπων τίμιος, καὶ ἀμπελώνων πτωχῶν, ἐργάτης γενόμενος, τὸ ἀντιμίσθιον, τῶν καμάτων σου, ἐταμιεύσω Ὅσιε, ἐν τραπέζῃ οὐρανίῳ.
Σοῦ τὸ λείψανον τὸ ἱερὸν ἀνάπλεον τῆς θείας χάριτος, οἱ τῆς σῆς κώμης πιστοί, εὑρόντες Γεώργιε, ἐν τῷ σπηλαίῳ σου, ἀνεκόμισαν, καὶ τάφῳ ἐναπέθεσαν, ἐν ὁδῷ πλησιοχώρῳ.
Θεοτοκίον.
Τοῖς ἀτόποις μου βορβορωθέντα πταίσμασι καὶ ῥυπωθέντα με, κάθαρον ῥύπου ἁγνή, Παρθένε καὶ ὄμβρους μοι, δακρύων πάρεχε, ἵνα κράζω Σοι· καθαρτικὸν κηλίδων μου, χαῖρε νέφος ὀμβροφόρον.

Ἕτερος. Ὁ αὐτός.
Μιμησάμενος τοὺς πάλαι διαπρέψαντας σαλοὺς Γερβάσιε, Ἀνδρέαν καὶ Συμεών, φωστὴρ ταπεινώσεως, ἐδείχθης πάμφωτος, καὶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
ναδέδειξαι τῆς Καρακάλλου σέμνωμα Μονῆς καὶ καύχημα, τοῦ Γοματίου κλυτέ, Γερβάσιε· ὅθεν σου, τὴν μνήμην σήμερον, τὴν πανίερον, τελοῦντες τὸν δοξάσαντα, σὲ Χριστὸν δοξολογοῦεν.
Χαίροις κράζομεν ὁ πρὸς ζωῆς ἀνέσπερον δραμὼν Γερβάσιε, καλῶς τὸν ἐπὶ τῆς γῆς, τελέσας ἀγῶνά σου, καὶ σὺν ταῖς τάξεσι, ἀριθμούμενος, τῶν νοητῶν δυνάμεων, νῦν καὶ δήμοις τῶν Ὁσίων.
Θεοτοκίον.
ειπάρθενε ἀεί Σε μακαρίζομεν ὡς σωματώσασαν, Θεὸν τὸν ἀληθινόν, φθορᾶς γένος βρότειον, ἡμῶν ῥυσάμενον ἀνακράζοντες· τῆς σωτηρίας πρόξενος, πέλεις πάντων Θεοτόκε.














ᾨδὴ η’. Παῖδας εὐαγεῖς.
χνεσι Γεώργιε βαδίσας, τῶν πρότερον πολιτείας καθαρότητι, εὐποιΐας πράξεσι, καὶ πολλῇ πραότητι, τῆς ὑφηλίου Κύριον καὶ πολυέλεον, Χριστὸν μεγαλυνάντων τῆς δόξης, ἔτυχες τῆς θείας, μεθ’ ὅλων τῶν Δικαίων.
Μόνον τοῦ παντάνακτος τὸ κάλλος, ἐπόθησας Γοματίου ἐγκαλλώπισμα, Ὅσιε Γεώργιε· ὅθεν διελήλυθας, τὴν βιοτήν σουμοἷάπερ, ἀγάπης ἄγγελος, δυνάμενος πτωχοὺς συμπαθῆσαι, καὶ αὐτῶν τὰς χρείας, τοῦ βίου θεραπεῦσαι.
κακος πανόσιός τε πρᾶος, καὶ γνώμων φιλαλληλίας ἀκριβέστατος, ὤφθης ἱερώτατον, Γοματίου βλάστημα, Γεώργιε τρισένδοξε· διὸ ὁ Κύριος, κατέταξε μετὰ τῶν Δικαίων, καὶ Ἁγίων πάντων, τὴν εὐλαβῆ ψυχήν σου.
Θεοτοκίον.
Στάμνος χρυσοστόλιστος ὑπάρχεις, ὡς φέρουσα κόσμῳ Ἄρτον τὸν οὐράνιον, καὶ θυμιατήριον, πάγχρυσον Παντάνασσα, Σὺ γὰρ ἐν τῇ νηδύϊ Σου τὸν παντοκράτορα, ἐχώρησας δραξὶ τὸν κρατοῦντα, ἅπασαν τὴν κτίσιν, ἀχώρητον τοῖς πᾶσι.

Ἕτερος. Ὁ αὐτός.
ῶσιν τὴν κατ’ ἄμφω μοι παράσχου, ψυχῆς ἅμα καὶ τοῦ σώματος Γερβάσιε, ὡς τῷ τοῦ παντάνακτος, θρόνῳ παριστάμενος, καὶ στέφος κομισάμενος, αἰωνιότητος, δρακόντων κεφαλὰς ὁ συνθλάσας, τῇ σῇ θεαρέστῳ, καὶ καρτερᾷ ἐνστάσει.
γγελος ἐδείχθης ἐν ἀσκήσει, στεῤῥᾷ καὶ ἀκαταπλήκτῳ τοῖς ἐχέφροσι, μονασταῖς τοῦ Ἄθωνος, Ὅσιε Γερβάσιε, ἐν τοῖς ἐσχάτοις ἔτεσι· καὶ νῦν τοῖς τάγμασι, συνὼν τοῖς τῶν ἀΰλων Ἀγγέλων, σὺν αὐτοῖς τῷ Κτίστῃ, ὑπὲρ ἡμῶν πρεσβεύεις.
Λάμψεσι τῶν σῶν κατορθωμάτων, Γερβάσιε ἅπασαν φαιδρῶς, αὐγάζεις τὴν ὑφήλιον, καὶ τὴν σεπτὴν ὁμήγυριν, φωτίζεις τῆς πατρίδος σου, ἐξ ἧς ἀνέτειλας, ὡς ἄστρον σελασφόρον καὶ μάνδρας, τῆς τοῦ Καρακάλλου, ἐν ᾗ ἀνεγεννήθης.
Θεοτοκίον.
νθος ὡς φησὶν ὁ Ἡσαΐας, τὸ ἄφθαρτον Κύριον Χριστόν, ἀποτίστως Ἄνασσα, ῥάβδος ἡ βλαστήσασα, ἀνέθαλες καὶ ἔδωκας, τῷ κόσμῳ ἅπαντι, μυρίσαι καὶ ζωῆς τῆς ἀλήκτου, εὐωδίᾳ θείᾳ, αὐτὸν καταπληρῶσαι.







ᾨδὴ θ’. Ἅπας γηγενής.
Θείων ἀρετῶν, πλησθεὶς κατηγλάϊσας, τοὺς ἐν τῇ κώμῃ σου, κατοικοῦντας Ὅσιε, τοὺς πᾶππον θεῖε ἀποκαλοῦντάς σε, Γεώργιε καὶ χάριτι, τῇ σῇ προστρέχοντας, ἐν ἀνάγκαις, συμφοραῖς καὶ θλίψεσιν, ἀρωγὴν ταχινὴν ὅπως εὕρωσιν.
ς τὸν ἰατρόν, σὲ πάντες γινώσκουσι, σεπτὲ Γεώργιε, καὶ πηγὴν ἰάσεων, παντοίων· ὅθεν, τῇ τῶν λειψάνων σου, ἁγίᾳ θήκῃ σπεύδουσι, ὑμνολογοῦντές σε, οἱ ἐξ ἄλγους, ζοφεροῦ τρυχόμενοι, καὶ δεινῆς ἀσθενείας πανόσιε.
Χεύμασι τῶν σῶν, εὐχῶν πρὸς τὸν Κύριον, κἀμὲ ἐπόμβρισον, Ὅσιε Γεώργιε, τῷ τηκομένῳ, ἀπείροις πάθεσι, καὶ ὥσπερ δῶρον πρόσδεξαι, τὴν ὑμνῳδίαν μου, ἣν ἐκ νόσων, χαλεπῶν ῥυόμενος, τῇ δοθείσῃ σοι χάριτι ἔπλεξα.
Θεοτοκίον.
χρονον Θεόν, καὶ κτίσεως Ἄνακτα, ἐν χρόνῳ Δέσποινα, ἀνηρότως ἔτεκες, καὶ μετὰ τόκον παρθένος ἔμεινας· διὸ τὰ μεγαλεῖά Σου, ὑμνοῦντες κράζομεν· Θεοτόκε, χαῖρε ἀειπάρθενε, ταχυτάτη μερόπων βοήθεια.

Ἕτερος. Ὁ αὐτός.
Μὴ σοφὲ ἡμᾶς, ἀπώσῃ Γερβάσιε, τοὺς μελῳδοῦντάς σε, ἀλλ’ ἐπιβραβεύου νῦν, τοῖς σὲ τιμῶσι ζωὴν αἰώνιον, πρεσβείαις σου πρὸς Κύριον, τὸν πολυέλεον, ἐκμαγεῖον, μοναστῶν περίλαμπρον, καὶ Μονῆς Καρακάλλου ἐντρύφημα.
Πλοῦτος ἀσκητῶν, ἐδείχθης Γερβάσιε, σεμνὸν ἀνάστημα, τοῦ τῆς Θεομήτορος, τερπνοῦ λειμῶνος, τοῦ ἐν τῷ Ἄθωνι, καὶ μάχαιρα ἀμφίστομος, ἐχθροῦ συγκόπτουσα, τὴν μανίαν· ὅθεν νῦν τελοῦμέν σου, τὴν λαμπρὰν καὶ φωσφόρον πανήγυριν.
λῃ σε ψυχῇ, καρδίᾳ καὶ χείλεσι, γεραίρω Ὅσιε, τὸν παννύχοις στάσεσιν, ἀτρύτοις πόνοις, δακρύων χεύμασι, καὶ προσευχαῖς ἀπαύστοις σου, εὐαρεστήσαντα, τῷ Σωτῆρι, Ὃν δυσώπει δοῦναί μοι, σὴν εἰρήνην θεόφρον Γερβάσιε.
μνον εὐμενῶς, προσδέχου Γερβάσιε, τὸν προσφερόμενον, σοὶ ὅνπερ ἐξύφηνα, σὰ κατορθώματα, καὶ δώρησαί μοι ἄφεσιν, πταισμάτων δέομαι, ταῖς λιταῖς σου, πρὸς Χριστὸν ἑκάστοτε, καὶ Σωτῆρα ἡμῶν μόνον Κύριον.
Θεοτοκίον.
Χεῖράς Σου σεπτάς, ἁγνὴ ἀειπάρθενε, τὰς τὸν Φιλάνθρωπον, βαστασάσας Κύριον, εἰς ἱκεσίαν ὑπὲρ τῶν δούλων Σου, ἀνάτεινον καὶ λύτρωσαι, δεινῶν κολάσεως, τοὺς πρεσβείαν, αἰτουμένους πάντοτε, τὴν σεπτήν Σου πανύμνητε Δέσποινα.


Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε. Ὁσίου Γεωργίου.
Ταῖς ἀρεταῖς διέλαμψας, ἐν τοῖς ἐσχάτοις ἔτεσι, καὶ πλουτισμὸς τῶν πενήτων, σημειοφόρε ἐδείχθης· διὸ καὶ χάριν εἴληφας, τῶν ὤτων τὰ νοσήματα, πανευλαβὲς Γεώργιε, ἰδιαζόντων ἰᾶσαθι, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.
Ἕτερον. Τοῦ Ὁσίου Γερβασίου. Ὅμοιον.
Ἀσκητικῶς ἐν Ἄθωνι, Γερβάσιε διέπρεψας, ἐπ’ ἀρετῇ καὶ σοφίᾳ, Σαλοῦ Ἀνδρέου τοὺς τρόπους, μιμούμενος καὶ γνήσιος, Χριστοῦ τοῦ Παντοκράτορος, ἐπώφθης φίλος· ὅθεν σου, τὴν ἀεισέβαστον μνήμην, χαρμονικῶς νῦν τιμῶμεν.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ ἱερὲ Γεώργιε, τὸ πῦρ Χριστοῦ τοῦ Θεοῦ, ἐν καρδίᾳ δεξάμενος, νουνεχῶς κατώκησας, ἐν σπηλαίῳ δεόμενος, Χριστοῦ πλουτίσαι, πτωχοὺς καὶ κάμνοντας, ὧν ἀντιλήπτωρ, ἐπώφθης τάχιστος· ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν ἄγοντες νῦν ἐν ᾠδαῖς, στέφομεν δοξάζοντες, τὸν σὲ δοξάσαντα.

Πάτερ ἱερὲ Γερβάσιε, ἐν ταπεινώσει πολλῇ, τὸν σὸν βίον διήνυσας, καὶ ἐδείχθης πρότυπον, ἀπαθείας ἐν Ἄθωνι· σὺ γὰρ τὴν μάνδραν, τῆς μετανοίας σου, τοῦ Καρακάλλου, ῥοαῖς ἱδρῶτων σου, θείων κατήρδευσας, καὶ σαλῶν μιμούμενος τὴν βιοτήν, χλεύην καθυπέμεινας, καρτερικώτατα.

Πάτερ ἱερὲ Γεώργιε, ἀναλαβὼν τὸν Σταυρόν, τοῦ Κυρίου ἐπ’ ὤμων σου, τούτῳ ἠκολούθησας, καὶ κατοίκους κατηύφρανας, τοῦ Γοματίου, τοὺς πάππον Ὅσιον, ἀποκαλοῦντας, σὲ πανσεβάσμιε· ὅθεν πεπλήρωσαι, καὶ ἀΰλου λάμψεως ἧς καὶ ἡμᾶς, τοὺς σὲ ὕμνοις μέλποντας, αὐτόπτας ποίησον.

Πάτερ ἱερὲ Γερβάσιε, τὴν σὴν σεπτὴν βιοτήν, μετὰ πότμον ἐγνώρισε, τοῖς ἀζύγων τάγμασι, ὁ τιμήσας σε Κύριος· τὸ γὰρ σὸν σκῆνος, ὀσμὴν πανάῤῥητον, τοῖς ρποσιοῦσιν, αὐτῷ ἐξέχεε, καὶ κατεμύρισε, τοὺς ἐγγὺς μονάζοντας καὶ τοὺς μακράν, χείμαῤῥε χρηστότητος, καὶ ταπεινώσεως.








Δόξα. Ἦχος πλ. α΄.
Τῶν Ὁσίων Πατέρων ἡ ξυνωρίς, ἡ κοινὴν ἕλκουσα τὴν καταγωγήν, ἄρτι τῶν πάλαι Ἁγφίων, ἰχνηλάτησε τὸν βίον. Αὕτη γὰρ ἐν ἐγκρατείᾳ, οἰκτιρμοῖς πενήτων, φιλαλληλίας πράξεσι, καὶ πολλῇ ταπεινώσει, προσείλκυσε τὸ ἔλεος τοῦ Κυρίου· διὸ καὶ αὐτὴν προφρόνως μακαρίζοντες, ἀνευφημοῦμεν κράζοντες· ὦ Γεώργιε καὶ Γερβάσιε, Γοματίου γόνοι πάντιμοι, Χριστῷ πρεσβεύσατε, σώζεσθαι τοὺς τιμῶντας, ὑμῶν τὸ μνημόσυνον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάρια.
Χαίροις εὐσεβείας ὁ θησαυρός· χαίροις εὐποιΐας, ἔργων ἔρνος μυρεψικόν· χαίροις τὴν πτωχείαν, Χριστοῦ ὁ ἀγαπήσας, καὶ τοὺς πτωχοὺς πλουτίσας, μάκαρ Γεώργιε.
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός· χαίροις τῆς ἐνθέου, ταπεινώσεως ὁ κανών· χαίροις Καρακάλλου, ἀγλάϊσμα τὸ νέον, καὶ Γοματίου κλέος, Πάτερ Γερβάσιε.























ΓΕΩΡΓΙΟΣ ΟΣΙΟΣ ΓΟΜΑΤΙΟΥ
ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Φιλαλληλίας εὐθαλέστατον ἔρνος, καὶ ἀγαπήσεως Χριστοῦ ἐκμαγεῖον, θαυματουργὲ Γεώργιε δικαίων κρηπίς, πάσης ἀπολύτρωσαι τῆς ἐχθροῦ ἐπηρείας, καὶ δεινῆς κολάσεως τοὺς ἀεί σε τιμῶντας, καὶ ἐκζητοῦντας πίστει ἀκλινεῖ, τὰς σὰς ἀόκνους πρεσβείας πρὸς Κύριον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.





Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Γοματίου Γεώργιε, πρέσβευε ὑπὲρ ἡμῶν. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Γεώργιε Ὅσιε τοῦ Χριστοῦ, ἀφάτῳ ἀγάπῃ, ὁ ἐκλάμψας καὶ οἰκτιρμοῖς, πρὸς πάντας τοὺς στένοντας μὴ παύσῃ, ὑπὲρ ἡμῶν τοῦ Σωτῆρος δεόμενος.
φθεὶς στυλοβάτης καὶ ἀρωγός, πενήτων καμνόντων, καὶ ἁπάντων τῶν ἐν δειναῖς, στερήσεσι βίου θλιβομένων, τρυφῆς ἡμᾶς τῆς ἀλήκτου ἀξίωσον.
Μισθὸν τῶν καμάτων σου εἰληφώς, ἐν χώρᾳ τῶν ζώντων, σὺν Ἀγγέλων χοροῖς οἰκεῖς, πρεσβεύων Γεώργιε ἀπαύστως, Χριστῷ πυρὸς κολασμοῦ ἀπαλλάξαι με.
Θεοτοκίον.
πέλασον σκότος τὸ ζοφερόν, νοός μου Παρθένε, ταῖς λαμπραῖς Σου μαρμαρυγαῖς, φωτί με αὐγάζουσα σοφίας, φιλαδελφίας καὶ γνώσεως κρείττονος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Τῶν βασάνων ὁδεύσας καὶ συμφορῶν Ὅσιε, τρίβους Γοματίου ἀκέστωρ, καρτερικώτατα, παρὰ Χριστοῦ τοῦ Θεοῦ, εὗρες Γεώργιε χάριν, ἀπελαύνειν θλίψεων, τάχος σκοτόμαιναν.
λασμὸν τῶν πταισμάτων ἁμαρτιῶν κάθαρσιν, καὶ παραπτωμάτων παντοίων, αἴτει συγχώρησιν, τοῖς σὲ τιμῶσι πιστῶς, παρὰ τοῦ πάντων Σωτῆρος, εὐποιΐας στέλεχος, Πάτερ Γεώργιε.
λοτρόπως ποθήσας νεολαμπὲς ἥλιε, τῆς φιλαλληλίας ἀρέσκειν, τῷ πανοικτίρμονι, Χριστῷ δοχεῖον κἀμέ, τῆς πρὸς Αὐτὸν καὶ τὸ πέλας, δεῖξον ἀγαπήσεως, καὶ βίου σώφρονος.
Θεοτοκίον.
περύμνητε Κόρη τὴν τῶν παθῶν θύελλαν, τὴν περιδονοῦσαν ἀθλίως, τὸν καταφεύγοντα, ταῖς ῥυπτικαῖς Σου εὐχαῖς, πρὸς τὸν Υἱόν Σου καὶ Κτίστην, κόπασον καὶ σῶσόν με, τάχος κραυγάζω Σοι.
Διάσωσον, τοὺς σὲ τιμῶντας ἐν ᾄσμασι μελιῤῥύτοις, ἐξ ἀνάγκης δυσχερειῶν δεινῶν περιστάσεων, καὶ βλάβης Γεώργιε θεοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πενήτων τροφὸς πασχόντων ἀνακούφισις, ἐλέους κρουνὸς ἀείῤῥοος Γεώργιε, καὶ διώκτης θλίψεων, ἀνεδείχθης· ὅθεν προστρέχοντες, ταῖς σαῖς πρεσβείαις πάντες χαρμονῆς, οἱ σὲ τιμῶντες ἀπαύστως πληρούμεθα.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Γεωργήσας Γεώργιε, ἐν ἐσχάτοις χρόνοις, ἀγάπην ἔμπρακτον, πρὸς τὸ πέλας τὴν καρδίαν μου, συμπαθείας ποίησον γεώργιον.
ν τοῖς θείοις λειψάνοις σου, οἱ τῶν εὐσεβούντων χοροὶ σεμνύνονται, οὓς διάσωζε Γεώργιε, ἐκ δυσχερειῶν καὶ περιστάσεων.
ς ἀσκήσεως πάμφωτον, σέλας καὶ προνοίας φωστῆρα ἔγνωμεν, σὲ Γεώργιε οἱ σπεύδοντες, τῇ ἀκαταισχύντῳ μεσιτείᾳ σου.
Θεοτοκίον.
είθροις πάναγνε Δέσποινα, τῶν ἐντεύξεών Σου πρὸς τὸν παντάνακτα, τῶν παθῶν καμίνους σβέσον μου, ἀπαθείας δρόσον ἐπομβρίζουσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Γνώσει θεϊκῇ, ἐλλαμπόμενος Γεώργιε, ὥσπερ φίλος γνησιώτατος Αὐτοῦ, διαδόσεις θείας νέμεις τοῖς τιμῶσί σε.
ασιν ψυχῶν, καὶ σωμάτων ἀρυόμεθα, προσκυνοῦντές σου θαυμάτων ποταμέ, ἀνεξάντλητε τὰ λείψανα Γεώργιε.
πιδε ἡμῖν, οὐρανόθεν καὶ τὸ φρόνημα, τῆς σαρκός μου ἀποκοίμησον εὐχαῖς, ἀσιγήτοις σου Γεώργιε πρὸς Κύριον.
Θεοτοκίον.
Πλήρου συμπαθῶς, τὰς αἰτήσεις Μητροπάρθενε, τῶν ἑκάστοτε ὑμνούντων ἐν χορῷ, Σὲ τοῦ Κτίσαντος Μητέρα τὴν ὑπέρτιμον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
ανίσι σου, τῶν ἱδρώτων Ὅσιε, καὶ δακρύων σου ἐκοίληνας πέτραν, τοῦ σοῦ σπηλαίου καὶ τὸ τοῦ Σωτῆρος, εἵλκυσας ἔλεος Πάτερ Γεώργιε, Ὃν ἐκδυσώπει καὶ ἡμῖν, δαψιλῶς τὸ Αὐτοῦ πέμψαι ἔλεος.
βάδισας, ἀκλινῶς Γεώργιε, τὴν πρὸς πέλας ἀγαπήσεως τρίβον, καὶ εὐποιΐας φαιδρύνας σὸν βίον, πρὸς ἀρετῆς ὕψος ἤρθης δυσπρόσιτον, πρὸς ὃ ἀνάγαγε κἀμέ, τὸν τιμῶντα τοὺς θείους καμάτους σου.
Σκοτίαν μου, τῶν παθῶν διάλυσον, καὶ λαμπρὰν τῆς ἀπαθείας ἡμέρα, ἀνάτειλόν μοι φωσφόροις λιταῖς σου, πρὸς τὸν Σωτῆρα θεόφρον Γεώργιε, τοῦ Γοματίου φρυκτωρέ, ὡς φωτὸς τοὺ ἀκτίστου ἀνάπλεως.
Θεοτοκίον.
Βασκαίνων μοι, ὁ ἀλάστωρ Ἄνασσα, εἰς βυθὸν ὠθεῖ πικρᾶς ἀπωλείας, ἀλλ’ ἀνατείνων τὰς χεῖρας βοῶ Σοι· ἀνάγαγέ με καὶ σῶσον τὸν ᾄσμασι, ὑμνοῦντά Σε πανευλαβῶς, σωτηρίας ἐμῆς θεία πρόξενε.
Διάσωσον, τοὺς σὲ τιμῶντας ἐν ᾄσμασι μελιῤῥύτοις, ἐξ ἀνάγκης δυσχερειῶν δεινῶν περιστάσεων, καὶ βλάβης Γεώργιε θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.


Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων Σου.
Ὡς ποταμὸν ἰαμάτων ἀείῤῥοον, καὶ θησαυρὸν θαυμασίων ἀσύλητον, Γεώργιε μάκαρ τιμῶμέν σε· τοῖς γὰρ λειψάνοις σου πάντοτε σπεύδοντες, κατ’ ἄμφω τὴν ῥῶσιν λαμβάνομεν.

Προκείμενον: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ᾄσατε τὸν Κυρίον πᾶσα ἡ γῆ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κᾀγὼ ἀναπαύσω ἡμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷος εἰμί, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρὸν ἐστί.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Μέγαν ἀντιλήπτορα, τοῦ Γοματίου ἡ κώμη, καὶ προστάτην ἔχουσα, σπεύδει τῇ σῇ χάριτι, θεοφόρητε, πνεύματος ὄργανον, μάκαρ Γεώργιε, καὶ ἀγάπης σκεῦος πάντιμον· σὺ γὰρ παντάπασι, τὰ τῆς σωτηρίας γνωρίσματα, ῥάβδῳ τῶν σῶν ἐντεύξεων, πρὸς Χριστὸν παρέχεις ἀκαταπαύστως, καὶ ταχὺ ἐκρύῃ, τοὺς σπεύδοντας τῇ σῇ ἐπισκοπῇ, περικαλὲς σεμνολόγημα, πολιτείας κρείττονος.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
χει Γομάτιόν σε γέρας, ἀντιλήπτορα ταχὺ καὶ παραστάτην, ἐν δειναῖς συμφοραῖς· διό σοι καταφεύγει, ἑκάστοτε Γεώργιε, ἀνυμνοῦν σε γηθοσύνως.
ψωσον χεῖράς σου δικαίας, πρὸς τὸν Ὕψιστον Γεώργιε τρισμάκαρ, καὶ μὴ παύσῃ Αὐτῷ, πρεσβεύειν ἀσιγήτως, ὑπὲρ τῶν εὐφημούντων σου, πολιτείαν τὴν ὁσίαν.
ργοις ἀφάτου καλωσύνης, διαπρέψας εὐσεβῶν ἁπάντων ὤφθης, συμπαθείας κρατήρ, κρινῶν ἀγάπης πόμα, Γεώργιε τοῖς σπεύδουσι, τῇ θερμῇ σου μεσιτείᾳ.
Θεοτοκίον.
περθεν ἴδε Θεοτόκε, τὴν ταπείνωσιν τοῦ δούλου Σου κραυγάζω, καὶ δακρύων κρουνούς, γνησίας μετανοίας, ὑπάνοιξόν μοι Δέσποινα, τῷ ψαλμοῖς Σε ἀνυμνοῦντι.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Πατῆσαι πάσας, τὰς μηχανὰς τοῦ βελίαρ, καταξίωσον Γεώργιε τοὺς πίστει, σοὶ προσερχομένους, πυξίον ἀκακίας.
ν ἐγκρατείᾳ, ἀσκητικῶς βιοτεύσας, ἰατρεύειν νόσους ὤτων χάριν εὗρες, κλέος Γοματίου, Γεώργιε παμμάκαρ.
ῶσιν παράσχου, ψυχῆς καὶ σώματος ἅμα, τοῖς προστρέχουσι τοῖς θείοις σου λειψάνοις, καὶ τὴν σὴν πρεσβείαν, πανευλαβῶς αἰτοῦσιν.
Θεοτοκίον.
γλαϊσμένε, τοῦ Παντοκράτορος θρόνε, ἐμπαθοῦς μου ἁμαρτίας κάθαρόν με, ἵνα Σὲ δοξάζω, τὴν κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μετόχους δεῖξον πάντας, τοῦ τροπαιοφόρου, λαμπρὲ συνώνυμε θεῖε Γεώργιε, μετὰ τὸ τέλος τῆς ἄνω, ἡμᾶς λαμπρότητος.
ς ῥόδον Γοματίου, σὲ ὑμνολογοῦντες, νεοθαλὲς ταῖς σαῖς θείαις Γεώργιε, λιταῖς ἐν δίναις τοῦ βίου, ἀεὶ προσφεύγομεν.
Ναὲ φιλαλληλίας, εὐποιΐας κέρας, καὶ συμπαθείας λειμὼν εὐωδέστατε, διάλυσόν μου κακίας, ἀχλὺν κραυγάζω σοι.
Θεοτοκίον.
Χρηστότητος ταμεῖον, κεχαριτωμένη, τοῦ Βασιλέως παλάτιον ἔμψυχον, χρηστοηθείας με δεῖξον, δοχεῖον εὔχρηστον.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις τῶν δικαίων ἡ καλλονή· χαίροις Γοματίου, ὦ Γεώργιε χαρμονή· χαίροις ὁ τοὺς πόνους, τῶν ὤτων θεραπεύων, τῇ δαψιλῶς δοθείσῃ, σῇ θείᾳ χάριτι.
Χαίροις Γοματίου νεοθαλές, ἄνθος καὶ ἀγάπης, τοῦ πλησίον μυρεψικόν, ῥόδον τὸ ἐν χρόνοις, ἀνθῆσαν τοῖς ὑστέροις, Γεώργιε δικαίων, ἔμψυχον ἄγαλμα.
Τὸν ἐν πολιτείᾳ θεοφιλεῖ, ἄρτι ἐποφθέντα, ὡς ἀστέρα νεολαμπῆ, ἐν τῷ κόσμῳ πάντες, Γεώργιον τὸν νέον, ψαλμῶν τοῖς ἡδυπνόοις, ἄνθεσι στέψωμεν.
Ἐν ἐσχάτοις χρόνοις ὡς βοηθόν, ἔγνωμέν σε πάντες, ἐν κινδύνοις καὶ ἀρωγόν, ταχινὸν ἐν βίου, τοῖς κλύδωσι θεόφρον, Γεώργιε Ὁσίων, ἔμπνουν θησαύρισμα.
Κλήρου τὰ αἰτήματα συμπαθῶς, τῶν προσερχομένων, τοῖς λειψάνοις σου θαυμαστέ, Γοματίου Πάτερ, Γεώργιε τοὺς πόνους, ἰώμενος ἁπάντων, καὶ τὰ νοσήματα.
Χαίροις εὐσεβείας ὁ θησαυρός· χαίροις εὐποιΐας, ἔργων ἔρνος μυρεψικόν· χαίροις τὴν πτωχείαν, Χριστοῦ ὁ ἀγαπήσας, καὶ τοὺς πτωχοὺς πλουτίσας, μάκαρ Γεώργιε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, σωτηρίαν ἀσθενῶν, ὀρφανῶν χηρῶν καὶ καμνόντων, τὸν ἀνεξάντλητον, τροφοδότην μέλψωμεν, ᾠδαῖς εὐσχημόσι, Γοματίου τὸν ἔφορον, Γεώργιον πίστει, πρὸς αὐτὸν κραυγάζοντες· φωτοειδέστατε, ῥῦσαι συμφορῶν κατωδύνων, μάστιγος κακώσεων νόσων, καὶ πειρατηρίων τοὺς ἱκέτας σου.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου