Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 8. ΟΣΙΟΣ ΑΡΣΕΝΙΟΣ ΒΑΡΝΑΚΟΒΙΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΥ 8!!
ΑΡΣΕΝΙΟΥ ΟΣΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ Χ. Μ. Μπούσια)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Ταπεινώσεως ἄγαλμα, εὐσεβείας ὑπόδειγμα, πύργος ἀκτησίας ἀδιατάρακτος, καὶ ἐγκρατείας κειμήλιον, Ἀρσένιε Ὅσιε, τῇ σεμνῇ σου βιοτῇ, ἐχρημάτισας ἅπαντας, πρὸς λυτρώσεως, τὰς ὁδοὺς κατευθύνων τοὺς τιμῶντας, τὴν πανίερόν σου μνήμην, καὶ μιμουμένους τοὺς τρόπους σου.

Καρυῶν τὸ ἐκβλάστημα, Βαρνακόβης τὸν κτίτορα, κρίνον τῆς Δωρίδος τὸ εὐωδέστατον, τὸν θεοφόρον Ἀρσένιον, ὑμνήσωμεν ᾄσμασι, καὶ ᾠδαῖς πνευματικαῖς, φιλεόρτων οἱ σύλλογοι, ὡς διδάσκαλον, ἱερὸν μονοτρόπον καὶ πυξίδα, εὐσεβῶν πρὸς σωτηρίαν, καὶ βιοτὴν ἀτελεύτητον.

Ἐν σπηλαίοις τε ὄρεσιν, ἐρημίαις καὶ ἄλσεσιν, Ὅσιε Ἀρσένιε κακουχούμενος, τὸ χοϊκόν σου κατέτηξας, σαρκίον παθήματα, κατευνάσας χαλεπά, καὶ τὸν νοῦν σου ἀνύψωσας, πρὸς τὸν Κύριον, καὶ Θεὸν ὑπὲρ οὗ καὶ γηθοσύνως, τῆς μονήρους πολιτείας, καλῶς διέπλευσας πέλαγος.

Ἱερεῖον ὡς ἄμωμον, καὶ σεπτὸν ὁλοκάρπωμα, Ὅσιε Ἀρσένιε τοῦ Παντάνακτος, Χριστῷ δακρύων σου χεύματα, καὶ πόνους προσήγαγες, πολιτείας εὐσεβοῦς· ὅθεν σοι ὁ Φιλεύσπλαχνος, ἀντιμίσθιον, ἀφθαρτότητος ἔδωκεν ἐν πόλῳ, ἔνθα νῦν Αὐτῷ συγχαίρει, Βερνικοβῖτα θεσπέσιε.

Δόξα. Ἦχος β΄.
Ἐγκρατείας ἀπαύστοις πόνοις, ἑαυτὸν ὡραΐσας Ἀρσένιε, τὴν θείαν ἔλλαμψιν ἐδέξω ἐν τῇ καρδίᾳ σου· φυγὼν γὰρ τὴν τοῦ μισοκάλου σκοτείαν, φῶς ἐγένου ἀσκητῶν τηλαυγέστατον, καὶ φαιδρὰ λαμπηδὼν εὐσεβούντων· φώτισον οὖν καὶ ἡμᾶς, τοὺς ἐν ἀγνωσίᾳ κειμένους, ἵνα σὺν σοὶ τῷ φωτοδότην Κύριον δοξάζωμεν.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...


Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίρει τῶν εὐσεβῶν, Ἀρσένιε ὁ δῆμος, ἀνύστακτον προστάτην, σὲ καὶ θερμὸν μεσίτην, κατέχων πρὸς τὸν Κύριον.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἄνθος ἀειθαλές, Ἀρσένιε Δωρίδος, ἀγῶσιν ἐξανθῆσαν, σεπτοῖς εὐωδιάζεις, πιστοὺς τοῖς σοῖς χαρίσμασι.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Ὕψωσας πρὸς Θεόν, Ἀρσένιε τὸν νοῦν σου, ὑπέρτερος τοῦ κόσμου, παντὸς ὀφθεὶς βιώσει, τῇ ὄντως ἰσαγγέλῳ σου.

Δόξα. Τριαδικόν.
Σῶσον ἐν πειρασμοῖς, τοὺς εὐλαβῶς τιμῶντας, τὴν Ἀρσενίου μνήμην, Τριὰς ὐπεραγία, Θεότης ἀδιάῤῤηκτε.

Καὶ νῦν. Θεοτοκίον.
Ἤγειρέ σοι μονήν, Ἀρσένιος ὀ θεῖος, τῆς Βαρνακόβης Μῆτερ, ἀπαύστως μεγαλύνων, Παρθένε τὸ σὸν ὄνομα.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐραστὴν ἡσυχίας Βαρνακόβης τὸν κτίτορα, τὸν λαμπρὸν φανὸν εὐσεβείας, καὶ ἀζύγων κοσμήτορα, Ἀρσένιον τιμήσωμεν πιστοί, μιμούμενοι αὐτοῦ τὴν ἀκραιφνῆ, πρὸς τὸν Κύριον ἀγάπην, καὶ μελιχροῖς τοῖς ὕμνοις ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ ἀκέστορα θερμόν, πιστοῖς δωρήσαντι.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε.

Ἀπόλυσις.











ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ μακάριος ἀνήρ. Εἰς δὲ τὸ κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Βαρνακόβης ἡ μάνδρα κλεινὸν δομήτορα, Ἀρσένιε τρισμάκαρ, σὲ καὶ πρόεδρον ἔσχεν, ἐποίμανας γὰρ ταύτην θεοφιλῶς, ἐντολαῖς τοῦ Παντάνακτος, ἀμέμπτῳ βίῳ νηστείᾳ καὶ προσευχῇ, διαπρέπων καὶ παλαίσμασι.

Τὸν ἀσκητὴν τοῦ Κυρίου σοφὸν Ἀρσένιον, ὑπομονῆς ταμεῖον, καὶ συνέσεως γέρας, ἱδρώτων τὸν ἀρδεύσαντα ὀχετοῖς, ἀειῤῥόοις τὸ ἔδαφος, τοῦ ἐν Φωκίδι σπηλαίου αὐτοῦ ᾠδαῖς, ἐπαινέσωμεν εὐσχήμοσι.

Πρὸς τὸν Θεὸν ἀνυψώσας τὸν νοῦν Ἀρσένιε, παντὸς τοῦ κόσμου ὤφθης, Καρυῶν θεῖε γόνε, ὑπέρτερος ἁγίᾳ σῇ βιοτῇ, καὶ πολίτης γενόμενος, τῆς οὐρανίου πατρίδος ὑπὲρ ἡμῶν, δυσωπεῖς ἀεὶ τὸν Κύριον.

Εἰς τὸ ὁμώνυμον ὄρος περιπλανώμενος, τῆς ὁσιότητός σου, καὶ ἐν μέσῳ συστάδων, ἱστάμενος τῶν δένδρων καὶ πρὸς Θεόν, ἀνατείνων τὰς χεῖράς σου, διαπετάνυς σὰς πτέρυγας τῆς ψυχῆς, πρὸς τὸν Κτίστην προσευχόμενος.

Τῇ τοῦ Θεοῦ συνεργίᾳ ναὸν ὑπέρλαμπρον, καὶ μονοτρόπων μάνδραν, ἀνεδόμησας Πάτερ, τῇ μόνῃ Θεοτόκῳ ἐν ᾧ τὸ αὐτῆς, ὑπεράγιον ὄνομα, εἰς τοὺς αἰῶνας ὑμνεῖται διηνεκῶς, ἀσκητὰ Χριστοῦ Ἀρσένιε.

Ἐν ταῖς ὀπαῖς καὶ σπηλαίοις τῆς γῆς Ἀρσένιε, οἰκῶν καὶ ὕμνοις μέλπων, τοῦ Θεοῦ τὴν μητέραν, καὶ κόσμου προστασία χάριν αὐτῇ, ἀνεγεῖραι ἀπείληφας, ναὸν καὶ μάνδραν ἀζύγων πανευλαβῶς, τὸ αὐτῆς ὑμνούντων Βλάστημα.

Δόξα. Ἦχος πλ. Β΄.
Ἔρωτι τρωθεὶς τοῦ Παντάνακτος, Αὐτῷ ἀμέμπτως ἠκολούθησας, ἀσκητικῇ πολιτείᾳ, Ἀρσένιε Ὁσίων ὑποτύπωσις· ἀποστὰς γὰρ ἐμφρόνως τῶν γηΐνων, καὶ σαρκὸς καὶ κόσμου ἔξω γενόμενος, οἷάπερ Ἄγγελος ἐν τῆς Δωρίδος δρυμοῖς ἐβίωσας· εἰκὼν οὖν ὀφθεὶς ἐναρέτων πράξεων, καὶ μονὴν τῇ Θεοτόκῳ δομήσας, μετέστης πρὸς Κύριον, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον .
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε;...

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον. Καὶ τὰ ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄, 13-26)
Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν, οὐκ ἀντιτάξεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ, πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς ἐν τῇ δεξιᾷ αὐτῆς, ἐν δὲ τῇ ἀριστερᾷ αὐτῆς πλοῦτος καὶ δόξα. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Αἱ ὁδοὶ αὐτῆς ὀδοὶ καλαί, καὶ πᾶσαι αἱ τρίβοι αὐτῆς ἐν εἰρήνῃ. Ξύλον ζωῆς ἐστι πᾶσι τοῖς ἀντεχομένοις αὐτῆς καὶ τοῖς ἐπερειδομένοις ἐπ’ αὐτὴν ὡς ἐπὶ Κύριον ἀσφαλής. Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς φρονήσει, ἐν αἰσθήσει ἄβυσσοι ἐῤῥάγησαν, νέφη δὲ ἐῤῥύησαν δρόσους. Υἱέ, μὴ παραῤῥυῇς, τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζήσῃ ἡ ψυχή σου καὶ χάρις ᾗ περὶ σῷ τραχήλῳ. Ἔσται δὲ ἴασις ταῖς σαρξί σου καὶ ἐπιμέλεια τοῖς σοῖς ὀστέοις, ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρήνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὐ μὴ προσκόψῃ, ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ, ἐὰν δὲ καθεύδης, ἡδέως ὑπνώσεις. Καὶ οὐ φοβηθήση πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας, ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν τῶν ὁδῶν σου καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ σαλευθῇς.

Ἐκκλησιαστοῦ τὸ Ἀνάγνωσμα. (Κεφ. α΄, 2-11).
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Τίς περίσσεια τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; Γενεὰ πορεύεται καὶ γενεὰ ἔρχεται καὶ ἡ γῆ εἰς τὸν αἰῶνα ἔστηκε. Καὶ ἀνατέλλει ὁ ἥλιος καὶ δύει ὁ ἥλιος καὶ εἰς τὸν τόπον αὐτοῦ ἕλκει. Αὐτὸς ἀνατέλλων ἐκεῖ πορεύεται πρὸς νότον καὶ κυκλοῖ πρὸς βοῤῥᾶν, κυκλοῖ κυκλῶν, πορεύεται τὸ πνεῦμα καὶ ἐπὶ κύκλους αὐτοῦ ἐπιστρέφει τὸ πνεῦμα. Πάντες οἱ χείμαῤῥοι πορεύονται εἰς τὴν θάλασσαν, καὶ ἡ θάλασσα οὐκ ἔστιν ἐμπιπλαμένη. Εἰς τὸν τόπον, οὗ οἱ χείμαῤῥοι πορεύονται, ἐκεῖ αὐτοὶ ἐπιστρέφουσι τοῦ πορευθῆναι. Πάντες οἱ λόγοι ἔγκοποι. Οὐ δυνήσεται ἀνὴρ τοῦ λαλεῖν καὶ οὐ πλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾶν καὶ οὐ πληρωθήσεται οὗς ἀπὸ ἀκροάσεως. Τί τὸ γεγονός; Αὐτὸ τὸ γενησόμενον, καὶ τί τὸ πεποιημένον; Αὐτὸ τὸ ποιηθησόμενον, καὶ οὐκ ἔστι πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. Ὅς λαλήσει καὶ ἐρεῖ, ἰδὲ τοῦτο κανών ἐστιν, ἤδη γέγονεν ἐν τοῖς αἰῶσι τοῖς γενομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν. Οὐκ ἔστι μνήμη τοῖς πρώτοις καί γε τοῖς ἐσχάτοις γενομένοις οὐκ ἔσται αὐτῶν ἡ μνήμη μετὰ τῶν γενησομένων εἰς τὴν ἐσχάτην.




Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-στ´ 5).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ Καρυῶν ἡ κώμη ἡ ἐξάκουστος, ἐν σπαργάνοις βαστάσασα, τὸν θεῖον ἀσκητὴν τοῦ Κυρίου Ἀρσένιον, οὗτος γὰρ ἐκόσμησε τὴν Ἐκκλησίαν, ἀπαθείας σκεῦος διαυγέστατον, καὶ προσευχῆς ἀόκνου ταμεῖον ἄσυλον γενόμενος. Διὸ καὶ δοξασθεὶς παρὰ τοῦ μισθαποδότου Κυρίου, πρεσβεύει διηνεκῶς ὑπὲρ τῶν τιμώντων, αὐτοῦ τὴν πανήγυριν.

Ἦχος β΄.
Σωφροσύνη κοσμήσας τὸν βίον σου, περικλειτὴν μάνδραν τῇ Θεοτόκῳ ἀνήγειρας, Ἀρσένιε θεόφιλε. Αὕτη γὰρ φροντιστήριον μονοτρόπων δειχθεῖσα, ἐλαμπρύνθη εἶτα τῇ τοῦ Δαβὶδ τοῦ θεοφόρου προεδρίᾳ. Σὺν αὐτῷ οὖν ἐνθεώτατε, Χριστῷ ἀσιγήτως πρέσβευε, καταπέμψαι ἡμῖν ὑγείαν κατ’ ἄμφω καὶ δύναμιν.

Ἦχος γ΄.
Νεκρώσας τὴν σάρκα σου συντόνως ἀγρυπνίαις, τὴν ψυχὴν ἐζώωσας καὶ ναὸν αὐτὴν ἐποίησας, τοῦ Ἁγίου Πνεύματος Ὅσιε, ἐν τῷ σῷ γὰρ κρημνώδει σπηλαίῳ ἀσκούμενος, τοὺς δερματίνους χιτῶνας νουνεχῶς ἀπεξεδύσω, ἐνδυθεὶς τὴν χλαῖναν τῆς χάριτος. Διὸ τὴν ἁγίαν σου μνήμην ἑορτάζοντες, λιτάς σου τὰς ἀδιαλείπτους, πρὸς τὸν Κύριον ἡμῶν Ἀρσένιε ἀπεκδεχόμεθα.


Δόξα. Ἦχος δ΄.
Τῆς σαρκὸς πρόνοιαν μηδόλως ποιούμενος, καὶ τῶν ὑπερκοσμίων ἀγαθῶν, τὴν εἰκόνα προορώμενος, καύσωνα καὶ ψῦχος δριμύτατον ἑκουσίως ὑπέμεινας, Ἀρσένιε τρισόλβιε. Διὸ νῦν ἀπολαύων τοῦ Ξύλου τῆς ζωῆς, καὶ συγχορεύων Ἀγγέλοις καὶ Δικαίοις, ἐν θείοις δώμασι, μὴ παύσῃ ὑπὲρ τῶν στεφόντων ᾠδαῖς ἐπινικίοις, τὴν πανσέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου...

Εἰς τὸν στίχον. Ἦχος πλ. Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ τῆς Δωρίδος πυρσός, βλαστὸς τῆς κώμης Καρυῶν τῆς καλλίπαιδος, Ἑλλάδος ἁπάσης κλέος, καὶ Βαρνακόβης Μονῆς, ἔνθεος δομήτωρ χαριτόβρυτε, Ἀρσένιε Ὅσιε, ἀρετῶν ὑποτύπωσις, τῆς ἀπαθείας, παναρμόνιον ὄργανον, λύρα εὔσημος, ἱερῶν ἀναβάσεων, σάλπιγξ ἡ διαδίδουσα, τὸν λόγον τῆς γνώσεως, τῆς ἐν Χριστῷ σωτηρίας, καὶ τὴν αἰώνιον λύτρωσιν, ἐν πόλει τῇ ἄνω, ἐκδυσώπει ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στ.: Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, τῶν ἀσκητῶν τοῦ Χριστοῦ, ὁ θησαυρὸς ὁ τιμαλφὴς καὶ ἀδάπανος, Ἀρσένιε θεοφόρε, ὁ δαπανήσας καλῶς, ἑαυτὸν ἐνθέοις κατορθώμασι. Στρουθίον φιλέρημον, δυσπροσίτοις ἐν ὄρεσι, καὶ ἐν σπηλαίῳ, καλιάν σου τὴν πάντιμον, ἥν ἡγίασας, τοῖς ἱδρῶσί σου ἔπηξας. Τείνων πρὸς τὰ οὐράνια, τὰς χεῖράς σου Ὅσιε, νυχθημερὸν προσωμίλεις, μόνος Χριστῷ τῷ Παντάνακτι, ὅν νῦν εὗρες χάριν, ἱκετεύεις ὑπὲρ πάντων, τῶν δοξαζόντων σε.

Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Τρίβον, στενὴν ἁγιοπρεπῶς, καὶ τεθλιμμένην διοδεύσας Ἀρσένιε, ἀσκήσεως τῆς ἐννόμου, τὸν τοῖς Ὁσίοις Χριστοῦ, ὕπνον ἐκοιμήθης τὸν ἐμπρέποντα. Διὸ καὶ δεδόξασαι, εἰσελθὼν εἰς τὰ ἄφθαρτα, τοῦ Ζωοδότου, ἐν τῷ πόλῳ σκηνώματα, ἔνθα τάγματα, τῶν Ὁσίων ἀγάλλονται, σὺν τῇ Παρθενομήτορι, ἥν πόθῳ ἠγάπησας, καὶ ἧς πρὸς δόξαν σεμνεῖον, περικαλλὲς ἀνεδόμησας, ἀστὴρ μονοτρόπων, τηλαυγέστατε καὶ λύχνε, πιστῶν φανότατε.






Δόξα. Ἦχος πλ. Α΄.
Τὸν ὡς Ὅσιον ζῶντα εἰς τὸν αἰῶνα, καθὼς ἔφη ὁ προφητάναξ Δαβίδ, Ἀρσένιον τὸν θεῖον, εὐσεβῶν τὰ συστήματα ἀξιοχρέως τιμήσωμεν, ἀπαρνηθεὶς γὰρ τὰ πρόσκαιρα ὠὡ ῥέοντα, Δωρίδος τὴν ἄγονον χθόνα ἡγίασεν, ἀσκητικῶν αὐτοῦ ἱδρώτων, καὶ δακρύων τοῖς ἀειῤῥίοις χεύμασι. Διδάσκων οὐ πιστοὺς φρονεῖν τὰ ἄνω, ἀπῆλθε πρὸς τὸν Κύριον, ἱκετεύειν ὑπὲρ τῶν τιμώντων, τὴν αὐτοῦ ὁσιότητα.

Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε...

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Ἐραστὴν ἡσυχίας Βαρνακόβης τὸν κτίτορα, τὸν λαμπρὸν φανὸν εὐσεβείας, καὶ ἀζύγων κοσμήτορα, Ἀρσένιον τιμήσωμεν πιστοί, μιμούμενοι αὐτοῦ τὴν ἀκραιφνῆ, πρὸς τὸν Κύριον ἀγάπην, καὶ μελιχροῖς τοῖς ὕμνοις ἐκβοήσωμεν· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ ἀκέστορα θερμόν, πιστοῖς δωρήσαντι.
Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου Σοι Παρθένε τὸ χαῖρε.

Ἀπόλυσις.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Ὡς ἄστρον ἀπλανές, τῇ Χριστοῦ Ἐκκλησίᾳ, ἐνθέοις ἀρεταῖς, καὶ ἀσκήσεως πόνοις, ἀόκνοις Ἀρσένιε, ἱερὲ ἀνατέταλκας, τοὺς τιμῶντάς σε, ταῖς νοηταῖς φωταυγείαις, φαίνων πάντοτε. Διὸ τὴν σὴν φωτοφόρον, πανήγυριν ἄγομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Περίλαμπρον μονήν, ἐν Δωρίδι Παρθένε, ἀνήγειρε πολλοῖς, μακροχρόνοις καμάτοις, ὁ θεῖος Ἀρσένιος, τῇ ἁγίᾳ σου χάριτι, ἥνπερ ἔδειξε, ψυχῶν ἀκύμαντον ὅρμον, καὶ παλάτιον, θεοτερποῦς ὑμνῳδίας, τῆς σῆς ἀγαθότητος.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίων τοῖς ἴχνεσιν, ἀκολουθήσας θερμῶς, τοῦ κόσμου ἐμάκρυνας, τῶν μεριμνῶν σεαυτόν, τρισμάκαρ Ἀρσένιε, ἔλαμψας γὰρ ἀσκήσει, ἀρετῶν λαμπηδόσι, καὶ ταπεινοφροσύνη, ὅθεν σε ἀνυμνοῦσιν, οἱ δῆμοι εὐσεβοφρόνων, οὕς σκέπε πάντοτε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Θεὸν τὸν παντέλειον, καὶ Ποιητὴν τοῦ παντός, ἀφράστως ἐκύησας, ἐν τῇ νηδύϊ τῇ σῇ, καὶ τέλειον ἄνθρωπον, ἔτεκες Θεοτόκε, Παναγία ἀτρέπτως, ὅθεν σε ἀνυμνοῦμεν, ἐν ᾠδαῖς ἀσιγήτοις, αἰτούμενοι πρὸς τὸν Κτίστην, ταῖς ἱκεσίαις σου.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Εἰς τόπον δύσβατον, τραχὺν καὶ ἄξενον, ταχὺ προσέδραμες, καθοδηγούμενος, Βερνικοβῖτα ἱερέ, προνοίᾳ τῆς Θεοτόκου, καὶ βροτοὺς κατέπληξας, τῇ σεμνῇ πολιτείᾳ σου, ᾔσχυνας δὲ πάραυτα, τὸν σατὰν τῇ ἐνστάσει σου. Διό σοι ἐκβοῶμεν ἀσμένως· Χαῖρε Ἀρσένιε τρισμάκαρ.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ ἀναβαθμοί. Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχος: ᾌσατε τῷ Κυρίῳ ᾄσμα καινόν, ἡ αἴνεσις αὐτοῦ ἐν Ἐκκλησίᾳ Ὁσίων.
Εὐαγγέλιον Ὁσιακόν. (Ζήτει αὐτὸ τῇ ε΄ Δεκεμβρίου).
Δόξα: Ταῖς τοῦ σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον φιλεόρτων οἱ δῆμοι, ἐν καθαρᾷ καρδίᾳ καὶ ἔργοις θεαρέστοις, προσδράμωμεν τῷ θειοτάτῳ ἀσκητῇ τοῦ Παντάνακτος, Ἀρσενίῳ τῷ μάκαρι, ἰδοὺ γὰρ οὗτος ἡμῖν ἐπέστη ὡς ἀστὴρ σελασφόρος, θεοφιλῶν πόνων ἐκπυρσεύων τὰς χάριτας, καὶ ζόφον ἐκμειῶν ὁλοσχερῶς, ῥαστώνης καὶ δυσθυμίας. Αὐτῷ οὖν βοήσωμεν· ἀσκητὰ ἐνθεώτατε, πρέσβευε Χριστῷ τῷ Θεῷ, διῶξαι ἡμῶν τῆς ἀγνωσίας ὁμίχλην, καὶ φωτίσαι τὰς ψυχὰς τῶν ὁμοφρόνως, σὲ ὑμνούντων ἐν ᾄσμασι.

Ὁ Κανὼν τῆς ἑορτῆς· καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: ΑΡΣΕΝΙΟΥ ΒΕΡΝΙΚΟΒΙΤΟΥ ΥΜΝΩ ΚΑΜΑΤΟΥΣ. Χ.
ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.
ξίωσον Κύριε, τὸν στεφανίτην Ἀρσένιον, ὑμνῆσαί με ᾄσμασι, καὶ συμφωνίαις ᾠδῶν, καταυγάζων μου, καρδίας τὴν σκοτείαν, τῆς σῆς ἀγαθότητος, θείαις ἐλλάμψεσι.
οαῖς τῶν δακρύων σου, καὶ τῶν τιμίων ἱδρώτων σου, Δωρίδα ἡγίασας, και Ναυπακτίαν ὁμοῦ, τὰς τιμώσας σε, Ἀρσένιε θεόφρον, και πίστει τελούσας σου, μνήμην τὴν πάντιμον.
Σαρκὸς κατεμάρανας, ἐπαναστάσεις Ἀρσένιε, συντόνοις ἀσκήσεσιν, ἀδιαλείπτῳ εὐχῇ, ἀγρυπνίαις τε, καὶ πόνοις ἐγκρατείας, ἰσάγγελε ἄνθρωπε, θεοφορούμενε.
πλήσθης χρηστότητος, καὶ ἀληθῶς θείας γνώσεως, σχολάζων Ἀρσένιε, τῇ τοῦ Κυρίου εὐχῇ, καὶ καμάτων σου, τῇ θείᾳ φωταυγείᾳ, πιστοὺς κατεπύρσευσας, τοὺς μελῳδοῦντάς σε.
Θεοτοκίον.
Νηδύν σου τὴν ἄχραντον, Ἁγνὴ μὴ φλέξας ὁ Κύριος, ὁ πῦρ πνέων ἔλαβεν, ἐκ σοῦ μορφὴν χοϊκήν, καὶ τὸ φύραμα, ἡμῶν Θεογεννῆτορ, ὡς μόνος δυνάμενος, Πλάστης ἐθέωσε.














ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
δοὺ ἐπεδήμησε ἡμέρα, εὐφρόσυνος καὶ χαροποιός, τῆς παναγίας μνήμης σου, Ἀρσένιε θεσπέσιε, ἐν ᾗ πανηγυρίζοντες, σὲ εἰς αἰῶνα γεραίρομεν.
δὸν τὴν στενὴν καὶ τεθλιμμένην, ἀνύσας θεόφρον ἀκλινῶς, τὰ τοῦ ἐχθροῦ βουλεύματα, εἰς τέλος ἀπεστένωσας, καὶ πρὸς σκηνὰς Ἀρσένιε, τὰς οὐρανίους μετῴκησας.
μνῶν τὴν Μητέρα τοῦ Ὑψίστου, φαιδρῶς δασυσκίοις ἐν δρυοῖς, ὀπαῖς τῆς γῆς καὶ ὄρεσιν, ἐπόθησας Ἀρσένιε, ναὸν δομῆσαι πάγκαλον, αὐτῇ καὶ μάνδραν περίδοξον.
Θεοτοκίον.
Βαδίσαι ὁδὸν τῆς σωτηρίας, καὶ πάσας ἐχθροῦ τὰς προσβολάς, τροπῶσαι καταξίωσον, τοὺς σὲ ὑμνοῦντας δούλους σου, Παρθένε Ὁδηγήτρια, εὐλογημένη Βαρνάκοβα.

Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Βαρνακόβης δομήτορα τῆς μονῆς, ἐπαινέσωμεν πάντες οἱ γηγενεῖς, ὡς ἔνθεον πρόσωπον, καὶ πολίτην ἐπουράνιον, τῆς ἀσκητῶν χορείας, τὸν θεῖον κοσμήτορα, ναὸν χρηστοήθειας, καὶ τέμενος νήψεως, πόθῳ ἐκβοῶντες· ἐκδυσώπει ἀπαύστως, Χριστὸν τὸν Παντάνακτα, θεοφόρε Ἀρσένιε, ὑπὲρ τῶν προσφευγόντων σοι, πάντοτε ἐν βίου δεινοῖς, ἀῤῥωστίαις καὶ ποικίλαις θλίψεσιν, ὡς εἰς κρήνην κιρνῶσαν, τῆς χάριτος νάματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Βαρνακόβης προστάτις ὑπερκαλλής, παναμώμητε Μῆτερ τοῦ Λυτρωτοῦ, νεφέλη ὁλόφωτε, καὶ πηγὴ ἁγιάσματος, ἡ βλύζουσα ἐν κόσμῳ, ἐλέους τὰ ῥεύματα, καὶ καύματα πταισμάτων, ἀνόμων σβεννύουσα, πλῦνον ῥυπτικαῖς σου, ἱκεσίαις Παρθένε, πρὸς ὅν κόσμῳ ἔτεκες, ἀνηρότως Θεάνθρωπον, ῥῦπον ἀκαθάρτων παθῶν, τῶν ὑμνούντων σε ᾠδαῖς ἐυσχήμοσιν, ὡς ἄν μετανοίας, τὰς τρίβους ἀνύσωμεν.












ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
νδυθεὶς τῶν μονοτρόπων, εὐτελὲς τὸ τριβώνιον, ἐπεδείξω βίον, Ὅσιε Ἀρσένιε ἄμεμπτον, καὶ ἀγρυπνῶν ἀσκητεύων καὶ δακρύων σου, τοῦτο χεύμασιν, ὑπὲρ χιόνα ἐλεύκανας.
ιζοτόμος ἀνεδείχθης, τῶν ἀνόμων Ἀρσένιε, σκέψεων καὶ λόγων, τὴν στεῤῥὰν σκαπάνην τῆς πίστεως, ἐν τῆς ψυχῆς σου λειμῶνι ἐργαζόμενος, καὶ τὸ ἄνικμον, αὐτῆς ποιήσας πανεύφορον.
Νόμῳ θείῳ ὡς ἐργάτης, ἀρετῆς ἀκατάβλητος, ἅπαντα σὸν βίον, Ὅσιε ῥυθμίζων Ἀρσένιε, ἐγένου πλήρης φωτὸς βολαῖς χρηστότητος, καὶ σεμνότητος, φωτίζων κόσμου τὰ πέρατα.
Θεοτοκίον.
λαστήριον τοῦ γένους, τῶν ἀνθρώπων Θεόνυμφε, ἔτεκες ἀῤῥεύστως, τὸν Χριστὸν καὶ ῥύστην τοῦ σύμπαντος, τὸν διασώσαντα κόσμον ἀπολλύμενον, καὶ θεώσαντα, Αὐτὸν διό σε γεραίρομεν.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Καρποὺς προσενήνοχας, Χριστῷ εὐχύμους Ὅσιε, κτῖτορ θεοφόρε Βαρνακόβης, σοφίας δένδρον, ἀειθαλὲς καὶ τερπνή, μηλέα συνέσεως ἐξ ἧς, ἅπαντες ἐσθίοντες, εἰς αἰῶνα εὐφραίνονται.
σίων τοῖς ἴχνεσιν, Ἀρσένιε φιλόθεε, πίστει ἀκλινεῖ ἀκολουθήσας, ἀσκητικῶν σου, ἀγωνισμάτων βολαῖς, διέλαμψας ὅθεν τοῦ Χριστοῦ, χαίρει καὶ ἀγάλλεται, Ἐκκλησία ἠ ἄμωμος.
Βιώσας ὡς ἄϋλος, ἐν ἄντρῳ δυσπροσίτῳ σου, πρῶτον καὶ μονῇ τῆς Βαρνακόβης, εἶτα ἐδείχθης, ἀκτημοσύνης κανών, ἀζύγων διδάσκαλος σοφός, καὶ πιστῶν αἰδέσιμος, ποδηγέτης Ἀρσένιε.
Θεοτοκίον.
λύος ὑπέρτερον, τῆς τῶν παθῶν τοῦ σώματος, δεῖξόν με πανάμωμε Παρθένε, καὶ πρὸς τὰ ὕψη, ἐνατενίσαι καλῶς, οἰκέτην ἀξίωσον τὸν σόν, ἔνθα μεγαλύνουσι, σὲ Ἀγγέλων τὰ τάγματα.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Τρωθείς, Κυρίου τῷ ἔρωτι, κατέλιπες οἰκείους Ἀρσένιε, καὶ τάχος ἔδραμες, κατασκηνῶσαι εἰς σπήλαιον, καὶ μόνος τῷ Δεσπότῃ, συνδιαλέγεσθαι.
σίων, πρόβολε ἤνυσας, τὸν βίον εὐσεβῶς δαπανώμενος, στεῤῥαῖς ἀσκήσεσι, καὶ τοῦ λειμῶνος τὰ λάχανα, ἐσθίων καθ’ ἑκάστην, ἅπερ συνέλεγες.
Ὑπέρ, τὴν φύσιν ἠγώνισαι, πολλοῖς ὑποποπιάζων τὸ σῶμά σου, καμάτοις Ὅσιε, δι’ ὧν σαρκὸς τὰ κινήματα, ἐνέκρωσας τὰ φαῦλα, σοφὲ Ἀρσένιε.
Θεοτοκίον.
μνεῖν σε, Μῆτερ Πανάχραντε, εἰς πάντας τοὺς αἰῶνας ἀξίωσον, φαιδρῶς τὸν δοῦλόν σου, ὡς τοῦ Παντάνακτος τέμενος, και χάριτος δοχεῖον, τὸ διαυγέστατον.

Κοντάκιον. Ἦχος πλ. Δ΄ Τῇ Ὑπερμάχῳ.
Ὡραιωθείς, ταῖς καλλοναῖς τῆς σῆς ἀσκήσεως, καὶ καθαρθείς, σεπτῶν δακρύων σου τοῖς χεύμασι, λύχνος ὤφθης μονοτρόπων καὶ κοσμιότης, καταυγάζων ἀρετῶν σου τοῖς πυρσεύμασιν, ἀσκητὰ τῆς Βαρνακόβης ἱερώτατε, τοὺς κραυγάζοντας· Χαίροις μάκαρ Ἀρσένιε.
Ὁ Οἶκος.
Ἄνθος τὸ ἐκβλαστῆσαν, παρ’ ὑδάτων ἐξόδους, Ἀρσένιε ἐπώμφθης ἐν κόσμῳ, ἀρετῶν σου γὰρ πάντας ὀσμαῖς, καὶ καρποῖς νηστείας ἀσκητῶν πρόβολε, ἡδύνεις τοὺς τιμῶντάς σε, καὶ γλώττῃ καθαρᾷ βοῶντας·
Χαῖρε, τερπνὸν τῆς Δωρίδος δένδρον·
χαῖρε, σεπτὸν Βαρνακόβης εὖχος.
Χαῖρε, ἀκτησίας κανὼν καὶ ὑπόδειγμα·
χαῖρε, ἀσιτείας λαμπρὸν στηλογράφημα.
Χαῖρε, φίλος γνησιώτατος, τῆς Μητρὸς τοῦ Λυτρωτοῦ·
χαῖρε, ξῖφος τὰ φρυάγματα, διακόψαν τοῦ ἐχθροῦ.
Χαῖρε, ὅτι ἐδείχθης ὁσιότητος κέρας·
χαῖρε, ὅτι ἐδέχθης ἀφθαρτότητος γέρας.
Χαῖρε, μονὴν τῇ Παρθένῳ ὁ κτίσας·
χαῖρε, ἀχλὺν τῶν παθῶν ὁ σκορπίσας.
Χαῖρε, πιστῶν ἀῤῥαγὴς προστασία·
χαῖρε, πολλῶν μοναστῶν εὐθυμία.
Χαίροις, μάκαρ Ἀρσένιε.






Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα.
Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει,
Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου.
Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο.
Ὁ πανάγαθος Θεός, καὶ φιλάνθρωπος Κύριος ἡμῶν, τοὺς ὑπὲρ Αὐτοῦ προθύμως ἀγωνισαμένους Ἁγίους Αὐτοῦ μαθητὰς καὶ Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, καὶ πάντας τοὺς εὐαρεστήσαντας Αὐτῷ, οὐ μόνον βασιλείας οὐρανῶν καὶ τῶν αἰωνίων ἠξίωσεν ἀγαθῶν, ἀλλὰ καὶ τοὺς τόπους, ἐν οἷς διέπρεψαν καὶ ἐτάφησαν, πλήρεις χαρίτων ὑποδείξας, πολλοῖς ἐλάμπρυνε θαύμασι. Καὶ ὁ τάφος, ἐν ᾧ ὁ Μέγας Ἀπόστολος καὶ Εὐαγγελιστὴς Ἰωάννης ὁ Θεολόγος, μέλλων μετατεθῆναι, ἐτάφη, κόνιν ἁγίαν, ἥν οἱ ἐγχώριοι Μάννα μετονομάζουσιν, ἐπιπνεύσει Πνεύματος Ἁγίου κατὰ τὴν ὀγδόην τοῦ Μαΐου μηνός, ἐτησίως ἐξαίφνης ἀναβρύει καὶ ἀναδίδωσιν, ἥν οἱ προσερχόμενοι λαμβάνοντες, χρῶνται εἰς παντοίων παθῶν ἀπολύτρωσιν, εἰς θεραπείαν ψυχῶν, εις ῤῶσιν σώματος, Θεὸν δοξολογοῦντες καὶ τὸν Αὐτοῦ θεράποντα Ἰωάννη γεραίροντες.
Ἰστέον, ὅτι πατὴρ τοῦ Θεολόγου, ὀ Ζεβεδαῖος ἦν, ἡ δὲ μήτηρ Σαλώμη, θυγάτηρ Ἰωσὴφ τοῦ μνηστευσαμένου τὴν Θεοτόκον. Ἐντεῦθεν, ὀ Σωτήρ, θεῖος ἦν Ἰωάννου, ὡς ἀδελφὸς Σαλώμης τῆς θυγατρὸς Ἰωσήφ.
Δεῖ δὲ εἰδέναι, ὅτι ἐπὶ τοῦ πάθους τοῦ Σωτῆρος, τῶν μαθητῶν Αὐτοῦ πάντων φυγόντων, μόνος Ἰωάννης ὡς ἀγαπητός, ἐν τῇ παραδόσει, καὶ ἐν τῷ Σταυρῷ παρών, καὶ εἰς τὸν τάφον μετὰ τοῦ Πέτρου ἦλθεν, ἔλαβε δὲ καὶ τὴν Θεοτόκον εἰς τὰ ἴδια. Μητέρας δὲ ἔσχε τρεῖς ἐπὶ τῆς γῆς· πρώτην τὴν Σαλώμην, ἐξ ἧς ἐγεννήθη· δευτέραν τὴν Βροντήν, ὅτι βροντῆς υἱὸς ἐχρημάτισε· τρίτην δὲ τὴν Παναγίαν Θεοτόκον, κατὰ τὸ ῥηθὲν αὐτῷ ὑπὸ τοῦ Κυρίου: Ἰδοὺ ἡ Μήτηρ σου. Συνῆν δὲ τῇ Θεοτόκῳ ὁ Ἰωάννης μέχρι τῆς κοιμήσεως αὐτῆς, καὶ μετὰ ταῦτα ἦλθεν εἰς Ἔφεσον, καὶ κατέβαλε διὰ προσευχῆς τὸν ναὸν τῆς Ἀρτέμιδος καὶ τεσσαράκοντα μυριάδας ἀνδρῶν τε καὶ γυναικῶν, λατρευόντων τῇ Ἀρτέμιδι, τῆς πλάνης ἀπήλλαξε, καὶ πρὸς τὸ φῶς μετήγαγε. Καλεῖται δὲ Ἠλίβατον τὸ ὄρος ἐν ᾧ ἵσταται ὁ ναὸς τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Μεγάλου.
Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα,
Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει.
Ὅς ἧν τῆς μεγαλοπόλεως Ῥώμης γέννημα καὶ θρέμμα, ἐξ ἁπαλῶν τῶν ὀνύχων καθαρὸν ἀρετῆς καὶ σοφίας θείας τε καὶ ἀνθρωπίνης πλήρης ὐπάρχων, ὅθεν καὶ τὴν τοῦ διακόνου χειροτονίαν ἐδέξατο, τοῦ Μεγάλου Θεοδοσίου τὴν τῶν Ῥωμαίων βασιλείαν τότε ἰθύνοντος. Πολλὴν δὲ ποιουμένου σπουδήν, καὶ ἐπιζητοῦντος ἄνδρα πνευματικόν, καὶ λόγιον, ἱκανοποιῆσαι καὶ διδάξαι τὰ τέκνα αὐτοῦ ἐν τοῖς μαθήμασι, καὶ μάλιστα οἷς θεραπεύεται Θεός, μαθὼν περὶ τούτου, γράφει τῷ βασιλεῖ Γρατιανῷ καὶ τῷ Πάπᾳ Ἰννοκεντίῳ καὶ μόλις ἴσχυσε τοῦ ποθουμένου τυχεῖν. Ἐπεὶ δὲ ἀπάρας τῆς Ῥωμαίων Ἀρσένιος τὴν Κωνσταντίνου πόλιν κατέλαβεν ἔστη κατὰ πρόσωπον Θεοδοσίου. Εἶδε δὲ αὐτὸν σεμνὸν μὲν ἔχοντα πρόσωπον καὶ τὸ χρῶμα, εὔτακτον δὲ τὸ βλέμμα, ταπεινὸν τὸ φρόνημα, καὶ πάσῃ ἀρετῇ κεκοσμημένον, καὶ πολλῆς χαρᾶς καὶ θυμηδίας ἐμπλησθείς, ἔκτοτε ὡς πατέρα ὑπερετίμα, καὶ ὠς διδάσκαλον ἐσέβετο. Οἱ δὲ τῆς Συγκλήτου ὡς μέγα τι κειμήλιον βλέποντες ἐθαύμαζον.
Αὐτὸς δὲ μισόδοξος ὤν καὶ φιλόθεος, καὶ τὴν δόξαν ὡς σκύβαλα ἡγούμενος, καὶ ἐπιποθῶν τὸν μονήρη βίον, καθ’ ἑκάστην κατελιπάρει τὸν Θεόν, πληρῶσαι αὐτοῦ τὴν αἴτησιν, καὶ παραυτίκα φωνῆς ἐνωτίσθη θείας: Ἀρσένιε, λεγούσης, φεῦγε τοὺς ἀνθρώπους καὶ σώζου. Ὁ δὲ μηδὲν μελήσας ἀλλὰ τὴν ἐσθῆτα μεταλλάξας, τὴν Ἀλεξάνδρειαν καταλαμβάνει. Καὶ τὴν κόμην κειράμενος ἐν τῇ σκήτῃ γέγονε, πάσῃ σκληραγωγίᾳ καὶ ταλαιπωρίᾳ ἑαυτὸν ὑποβάλλων, καὶ τοῦ Θεοῦ δεόμενος. Καὶ πάλιν θεία φωνή, πρὸς αὐτόν: Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε, καὶ σώζου.
Τοῦτον τὸν Μέγαν ἠρώτησέ ποτε Θεόφιλος ὁ πάπας Ἀλεξανδρείας, ἀνελθὼν σὺν ἑτέροις: Εἰπὲ ἡμῖν Πάτερ λόγον ὠφελείας. Καὶ εἶπεν: Ὅπου ἐὰν ἀκούσητε Ἀρσένιον, μὴ πλησιάσητε.
Περὶ τούτου λέγεται, ὅτι παρ’ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ ἐργαζόμενος, ῥάκος εἶχεν ἐν τῷ κόλπῳ αὐτοῦ ἐν ᾧ ὑπεδέχετο τὰ δάκρυ. Ἧν δὲ ἀστεῖος τῷ σώματι, ὁλοπόλιος, ξηρός, καὶ μακρός, εἰ καὶ μερικῶς ὑπὸ τοῦ γήρους κεκύρτωτο, τὴν ὑπήνην ἔχων μέχρι τῆς κοιλίας τὸ εἶδος ἀγγελικόν, ὡς Ἰακώβ. Διὸ οὐδὲ φαίνεσθαί τινι ἤθελε κατὰ πρόσωπον, ἡγρύπνει τε πολλά, ὄρθιος ἱστάμενος καὶ εὐχόμενος καὶ μηδόλως κλίνων τὰ γόνατα μέχρις ἄν ὁ ἥλιος τὴν ὁλόνυχτον αὐτοῦ ἔλυσε στάσιν, ὁθεν τὴν ψυχόλεθρον πύρωσιν τοῖς τῶν δακρύων χεύμασι κατέσβεσε. Μέλλοντος δὲ αὐτοῦ ἐκδημεῖν ἐκ τοῦ σώματος, πρὸς βαθὺ γῆρας ἐληλακότος, (ἦν γὰρ ἐγγύς που τῶν ἑκατῶν ἐτῶν) ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, τὸ ποῦ, καὶ ὅπως δεῖ καταθέσθαι αὐτόν. Ὁ δέ: Οὐκ οἴδατε βαλεῖν σχοινίον ἐν τοῖς ποσί μου, καὶ ἆραι πρὸς τὸ ὄρος; Καὶ αὖθις λέγει πρὸς αὐτούς: Ἴδετε πόσος φόβος ἐστὶν ἐν ἐμοί, μέλλοντι ἐκδημεῖν ἀπὸ τοῦ σώματος; Οἱ δέ: Ἴδομεν. Ὁ δέ: Ἀφ’ οὗ ἐγενόμην μοναχός, οὗτος ὁ φόβος οὐδόλως ἀπέστη ἀπ’ ἐμοῦ. Καὶ αὐτίκα τὸ πνεῦμα αὐτοῦ τῷ Θεῷ ἐν εἰρήνῃ παρέδωκε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Βερνικοβίτου, κτίτορος τῆς ἱερᾶς Μονῆς τῆς Θεοτόκου, τῆς ἐπιλεγομένης Βαρνακόβης.
Ζηλωτὰ Ἀγγέλων, Ἀρσένιε μάνδραν,
ἀτρύτοις πόνοις ἤγειρας τῇ Παρθένῳ.
Οὗτος, ἐγεννήθη εἰς τὴν κώμην τῶν Καρυῶν τῆς ὀρεινῆς Δωρίδος τῆς Φωκίδος, τὸ πρῶτον ἥμισυ τοῦ 11ου αἰῶνος, καθ’ ἅ συνάγεται ἐκ τῆς σῳζομένης κτιτορικῆς ἐπιγραφῆς τῆς Ἱερᾶς Μονῆς τῆς Βαρνακόβης (1077 μ. Χ.). Τρωθεὶς ἐνωρὶς ὑπὸ θείου ἔρωτος ἐγκατέλιπε τὰς μερίμνας τοῦ βίου καὶ ἀναχωρήσας ἐκεῖθεν ἐσκήνωσεν ἔν τινι σπηλαίῳ οὐχὶ μακρὰν τῆς οἰκείας αὐτοῦ πατρίδος. Ἀργότερον θείᾳ χάριτι οὗτος ἤγειρεν ἐκ τοῦ μὴ ὄντος τὴν ἱερὰν καὶ σεβασμίαν μονὴν τῆς Θεοτόκου, ἥν Βαρνάκοβαν ἐπονομάζομεν. Ταύτην θεοφιλῶς ποιμάνας καὶ συγκεντρώσας πλῆθος μοναστῶν, αἰνούντων ἀπαύστως τὸν Κύριον καὶ τὴν ἄχραντον Αὐτοῦ Μητέρα, ἀπῆλθε πρὸς πόλον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μήλη, τοῦ ὑμνῳδοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Στρατιῶται, διὰ ξίφους τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη ἐπιτελοῦμεν τοῦ ὑπερφυοῦς θαύματος γεγονότος διὰ τῆς ἁγίας καὶ σεβασμίου Εἰκόνος τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τῆς Κασσιοπίας, ἐπὶ τῷ ἀδίκῳς τυφλωθέντι Στεφάνῳ, καὶ παραδόξως ὀμματωθέντι.
Γόνου γυνή τις σήμερον φάη βλέπει,
Ἅ οὐ βλέπουσα αὐτὸν πρὶν βλέπειν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἀυγουστίνης τῆς Μάρτυρος, τῆς ἐν Βυζαντίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀρσενίου τοῦ Νόβγκοροντ τοῦ Ῥώσσου, τοῦ διὰ Χριστὸν σαλλοῦ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ματαιότητα τὴν χοϊκὴν παρέδραμες, ἔχων τὸ φρόνημα, ἄνω σοφῶς τῆς ψυχῆς, Ἀρσένιε ὄλβιε καὶ τὸ πολίτευμα, τρισμακάριστε, ἐν οὐρανίοις δώμασι, σὺν Ἀγγέλοις καὶ Ὁσίοις.
Νήφων Ὅσιε ἀόκνως ἐργαζόμενος, καὶ προσευχόμενος, μοναδικῆς βιοτῆς, ἀκρότης Ἀρσένιε, ἀδιατάρακτος, στῦλος πίστεως, καὶ ὁδηγὸς σαφέστατος, ἀνεδείχθης μονοτρόπων.
ς ἀείφωτος ἀστὴρ ἡμῖν ἀνέτειλας, σοφὲ Ἀρσένιε, σῇ καθαρᾷ βιοτῇ. Ὁσίων γὰρ ἔκτυπον, ἐρήμου πέφηνας, καὶ τὰ σκάμματα, αὐτῶν ἀνεζωγράφησας, ἐν μονῇ τῆς Βαρνακόβης.
Θεοτοκίον.
Κατοικτίρησον τὸν σοὶ ἀεὶ προσπίπτοντα, Θεομακάριστε, ὡς ποταμὸς οἰκτιρμῶν, πολύῤῥυτος Δέσποινα, καὶ τὴν τυφλώττουσαν, φωταγώγησον, ψυχήν μου τῆς σῆς χάριτος, φωτοφόροις ταῖς ἀκτῖσι.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
γρυπνον τὸ ὄμμα τῆς καρδίας, φυλάττων πνευματοφόρητε Ἀρσένιε, προσευχαῖς ἀόκνοις σου, καὶ παννύχοις στάσεσι, σαρκίου κατεμάρανας ὁρμὰς καὶ εὔχρηστον, Κυρίῳ τῷ Θεῷ καὶ Σωτῆρι, τὴν ψυχήν σου σκεῦος, ἐτέλεσας θεόφρον.
Μνήμην σου τὴν θείαν ἐκτελοῦντες, Ἀρσένιε οἱ βροτοὶ πανηγυρίζομεν, θείοις μελῳδήμασιν, καὶ τοῦ βίου σκάμματα, συμφώνως μακαρίζοντες ἀναβοῶμέν σοι· σεμνὲ Βερνικοβῖτα μὴ παύσῃ, προστατεύειν πάντας, τοὺς σπεύδοντας σῇ σκέπῃ.
μεμπτε ἀζύγων ὑφηγῆτορ, ἐκόσμησας ἐναρέτοις ἔργοις ἅπαντα, βίον σου τὸν τίμιον, χρηματίσας καύχημα, καὶ κόσμος τῆς τιμώσης σε, Δωρίδος Ὅσιε, Ἀρσένιε ἧς ἔκθρεμμα πέλεις, πάνσεπτον καὶ ῥύστης, ἐκ πόνων δυσφορήτων.
Θεοτοκίον.
Τεῖχος ἀκλινὲς τῶν ὀρθοδόξων, καὶ σκέπη τῶν εὐσεβῶν θεομακάριστε, ἐν τῇ τῶν πτερύγων σου, σκέπασόν με Δέσποινα, σκιᾷ καὶ βέλη ἔκτρεψον, τοῦ πολεμήτορος, ἰοῦ θανατηφόρου τὰ πλήρη, κατ’ ἐμοῦ δολίως, κινούμενα Παρθένε.









ᾨδὴ θ΄. Ἅπας γηγενής.
λος φωτισμοῦ, ἀδύτου ἀνάπλεως, λαμπρὲ Ἀρσένιε, πέλων τὴν σκοτόμαιναν, τοῦ τρισανάγνου νοός μου αὔγασον, πρεσβείαις σου πρὸς Κύριον, καὶ ὡς εὐπρόσδεκτον, δῶρον τόνδε, ὕμνον μου προσάγαγε, τῷ Χριστῷ Βαρνακόβης ὡράϊσμα.
δωρ ζωτικόν, ἐπίσταξον Ὅσιε, τῷ ἀνυμνοῦντί σε, ὡς πηγὴ ἀείῤῥοος, φιλευσπλαγχνίας σεπτὲ Ἀρσένιε, καὶ συμπαθείας ἄσπετον, παθῶν σβεννύον μου, παθημάτων, φλόγα ἵνα ὕμνοις σε, καὶ ᾠδαῖς μελιχραῖς καταστέφω σε.
Στῦλε ἀρετῶν, Ἀρσένιε Ὅσιε, εἰς τὸν ὁλόφωτον, δόμον τῆς Θεότητος, περιχορεύων καὶ τὸ ἀμήχανον, Σωτῆρος κάλλος ὄμμασιν, ὁρῶν ἰδίοις σου, μὴ ἐλλίπῃς, δυσωπεῖν ἑκάστοτε, ὑπὲρ πάντων τελούντων τὴν μνήμην σου.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, καθέδρα πολύτιμε, καὶ χρυσοστόλιστε, θρόνε τοῦ Παντάνακτος, ἀναβοῶντές σε ἱκετεύομεν· πταισμάτων πᾶσιν ἄφεσιν, ταῖς ἱκεσίαις σου, πρὸς τὸν μόνον, Λυτρωτήν τε Κύριον, καὶ Σωτήρα παράσχου τοῦ σύμπαντος.

Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἡσυχαστῶν τὸν πρώτιστον, Ἀρσένιον τὸν πάνσοφον, τὸν ὑπερόχους ἀγῶνας, τετελεκότα τὸ πάλαι, ἐν τοῖς Δωρίδος ἅλσεσι, καὶ τοῖς βουνοῖς τιμήσωμεν, ὡς τὴν ὀφρὺν τοῦ δράκοντος, κατατροπώσαντα νήψει, καὶ προσευχῇ ἀσιγήτῳ.
Θεοτοκίον.
Ὡς κηδεμὼν τῆς μάνδρας σου, καὶ ἔφορος καὶ πρόμαχος, φρούρει αὐτὴν καὶ συντήρει, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, Θεοκυῆτορ ἄτρωτον, καὶ πρὸς ὁδοὺς κατεύθυνον, τῆς σωτηρίας ἅπαντας, τοὺς εἰς αὐτὴν μετὰ πόθου, θεοφιλῶς ἀσκουμένους.














Εἰς τοὺς αἴνους. Ἦχος πλ. Δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Πάτερ, ἱερὲ Ἀρσένιε, ἀγωνισμάτων τῶν σῶν, τὰ λαμπρὰ κατορθώματα, καὶ τῆς ἐγκρατείας σου, τὸ ὑπέρμετρον ηὔγασε, τὰς διανοίας, τῶν εὐφημούντων σε, καὶ σοῦ μιμεῖσθαι, τοὺς πόνους ὤτρυνεν, ὤ τῶν καμάτων σου! Πῶς ἐν γῇ ὡς ἄϋλος σὴν βιοτήν, ἤνυσας στερούμενος, καὶ κακουχούμενος.

Πάτερ, ἱερὲ Ἀρσένιε, τῇ Θεοτόκῳ ἁγνῇ, περιλάλητον τέμενος, καὶ μονὴν ἐδόμησας, ἔνθα ὕμνον θεσπέσιον, καὶ μελῳδίας, αὐτῇ προσάγουσι, τῶν μονοτρόπων, χορεῖαι πάντιμοι, καὶ πλῆθος ἄμετρον, τῶν πιστῶν ἑκάστοτε, οἱ εὐλαβῶς, τὴν Παρθένον ᾄδοντες, σὲ μακαρίζουσι.

Πάτερ, ἱερὲ Ἀρσένιε, ἐπαναστάσεις σαρκός, καταστείλας συγχύσεως, τῆς τοῦ κόσμου γέγονας, μετανάστης καὶ ᾤκησας, ἐν γῆς σπηλαίῳ, πρὸς τὰ οὐράνια, ψυχὴν πτερώσας, τὴν σὴν ἀμώμητον, ἔνθα σαφέστατα, ἀσκητὰ ἐκέκτησο, τὸ ἐν Χριστῷ, τίμιον πολίτευμα, καὶ πόλιν μένουσαν.

Πάτερ, ἱερὲ Ἀρσένιε, ἐν ἐρημίαις οἰκῶν, τῆς ἡμέρας τὸν καύσωνα, καὶ νυκτὸς ὑπέμεινας, παγετὸν καρτερώτατα. Σὺ γὰρ νεκρώσας, παννύχοις στάσεσι, σαρκὸς τὰ μέλη, τὸν νοῦν ἐζώωσας, καὶ τὸ ὑπέρλαμπρον, καθορᾶν τοῦ Κτίστου σου, περιχαρῶς, κάλλος κατηξίωσαι, ἐν θείοις δώμασι.

Δόξα. Ἦχος πλ. Δ΄.
Κακουχούμενος καὶ διαιτώμενος ἐν ἐρημίαις καὶ ὄρεσιν, ἀπεξεδύθης τὸν χοϊκὸν χιτῶνα, καὶ τὸν Χριστὸν ἐνεδύθης Ἀρσένιε Ὅσιε. Διὸ καὶ εἰσελθὼν εἰς τὸν οὐράνιον νυμφῶνα λαμπροχίτων, Αὐτῷ πρεσβεύεις λαμπρῦναι ἡμῶν ψυχῆς τὸ ἱμάτιον, καὶ σῶσαι τὰς ψυχὰς τῶν τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ νηστείαις καὶ προσευχαῖς, ὕψος προσεγγίσας, δυσαντίβλεπτον ἀρετῶν, χαίροις Βαρνακόβης, τῆς περιδόξου μάνδρας, θειότατος δομήτωρ, μάκαρ Ἀρσένιε.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου