ΑΠΡΙΛΙΟΣ Λ΄!!
ΙΑΚΩΒΟΣ ΖΕΒΕΔΑΙΟΥ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Συμπληρωθεῖσα ὑπὸ Καθηγουμένης Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἐκκλησίας τὸν λύχνον τὸν ἱλαρώτατον, τοῦ Ζεβεδαίου γόνον, Ἰωάννου τὲ ἅμα, θείου Θεολόγου τὸν ἀδελφόν, κατὰ σάρκα καὶ πνεῦμά τε, τὸν θεηγόρον Ἰάκωβον οἱ πιστοί, μελῳδίαις εὐφημήσωμεν.
Ἐν Ἀποστόλοις προχέεις μάκαρ Ἰάκωβε, ὅτι Θεοῦ κατεῖδες, ὀφθαλμοῖς σου ἰδίοις, θαύματα μεγάλα καὶ θαυμαστά, καὶ αὐτὰ ἐν τοῖς ἔθνεσιν, ἐδιηγήσω τῶν λόγων σου τῇ πειθῷ, καὶ σοφίᾳ τοῦ κηρύγματα.
Ἐπὶ τοῦ ὄρους ἀνέβη Θαβὼρ Ἰάκωβε, καὶ εἰς Χριστοῦ παρέστης, Μεταμόρφωσιν θείαν, μέσῳ Μωϋσέως καὶ Ἠλιού, Προφητῶν οὓς συνήγαγε, καὶ Ἰωάννου καὶ Πέτρου τῶν Μαθητῶν, κατιδόντων τὰ ἀπόῤῥητα.
Ὡς ὁ Χριστὸς προελάλει πικρὸν ποτήριον, μαρτυρικοῦ θανάτου, ὦ Ἰάκωβε μάκαρ, ἔπιες προθύμως τὸν εὐκλεῆ, πρωτομάρτυρα Στέφανον, ὥσπερ ὑπόδειγμα ἔχων ἐν τῇ ὁδῷ, τῆς τιμίας σου ἀθλήσεως.
Δόξα. Ἦχος α’.
Τὸν ἐν Ἀποστόλοις εὔσημον, καὶ ἐν Μαθηταῖς Χριστοῦ τετιμημένον, Ἰάκωβον τὸν ἔνδοξον, ἐνδόξως τιμήσωμεν. Οὗτος γὰρ τῆς φωνῆς τοῦ Κυρίου ἀκούσας, ὀπίσω Αὐτοῦ εὐθὺς ἠκολούθησε καὶ ἔμεινε πιστὸς ἄχρι θανάτου, θανάτου δὲ μαρτυρικοῦ· διὸ καὶ ἐπαξίως ἔλαβε τοὺς στεφάνους τῆς ζωῆς, τῆς χαρᾶς τῆς αἰωνίου μετασχών, σὺν τοῖς δικαίοις εἰς αἰῶνας τῶν αἰώνων ἀγαλλόμενος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις ὦ Μαθητά, Χριστοῦ ἠγλαϊσμένε, τοῦ Ζεβεδαίου γόνε, Ἰάκωβε χορείας, τῶν δώδεκα ὑπέρτιμε.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Ὄρει ἐν τῷ Θαβώρ, Ἰάκωβε παρέστης, ἔνθα Δεσπότου εἶδες, ἐν δόξῃ ἀπροσίτῳ, τὴν θείαν Μεταμόρφωσιν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα
Σέβω τὴν τελευτήν, μαρτυρικῆς σου δόξης, ἣν ὁ Χριστὸς προεῖπε, Σαλώμη τῇ μητρί σου, Ἀπόστολε Ἰάκωβε.
Δόξα. Τριαδικόν.
Μίαν τρισσολαμπῆ, θεότητα δοξάζω, ἐφ’ ἧς τὸ φῶς παρήχθη, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεῦμα τὸ πανάγιον.
Καὶ νῦν. Θεοτοκίον.
Χαίροις μητροπρεπῶς, Παρθένε Παναγία, Χριστὸς γὰρ ὁ Υἱός Σου, τριήμερος ἀνέστη, καὶ ἔθραυσε τὸν θάνατον.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Ἀπόστολε Ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸ ἐξαίρετον κλέος Ἀποστόλων τῶν δώδεκα, πρῶτον ἐξ αὐτῶν τὸν πιόντα, μαρτυρίου ποτήριον· Ἰάκωβον θαυμάσωμεν πιστοί, υἱοὶ τοῦ Ζεβεδαίου ἐκλεκτόν, Ἰωάννου Θεολόγου τὸν ἀδελφόν, τὴν σάλπιγγα τῆς πίστεως· χαίροις θεοκηρύκων ἡ φωνή· χαίροις Χριστοῦ ἀκόλουθε· χαίροις ὁ ἐπιγνοὺς ἐν τῷ Θαβώρ, Θεοῦ τὴν Μεταμόρφωσιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς, καὶ γ’ τοῦ Ἀποστόλου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Μάκαρ θεόπτα Ἰάκωβε, σὺ τὴν τοῦ Λόγου φωνήν, παραυτίκα δεξάμενος, πατρικῆς ἠλόγησας, θεραπείας καὶ σχέσεως· καταλιπὼν γάρ, βίου τὸν τάραχον, εἰς νοητήν δέ, μεταβὰς θάλασσαν, ταύτην ἐτάραξας, εὐσεβείας δόγμασι, καὶ ταῖς βρονταῖς, ταῖς ὑπερκοσμίοις σου, θεομακάριστε.
Λόγον παμμάκαρ Ἰάκωβε, τὸν ἀρχηγὸν τῆς ζωῆς, καὶ αἰῶνος τοῦ μέλλοντος, θεραπεύων πράξεσιν, Ἰσραὴλ τὸν παμβέβηλον, πρωτοτοκίων ὄντως ἐστέρησας, ὡς τὴν κοιλίαν Θεὸν ἡγούμενον, ὃν καὶ ἐπτέρνισας, καὶ γυμνὸν ἀπέδειξας, τῆς πατρικῆς, σκέπης εὐλογίας τε, καὶ κλήρου ἄμοιρον.
Ἄρχων κατεστάθης ἔνδοξε, νῦν ἐπὶ πᾶσαν τὴν γῆν, περὶ σοῦ ὥσπερ γέγραπται, μαθητὴς γενόμενος, τοῦ τὰ πάντα ποιήσαντος, καὶ διὰ ζῆλον, σοῦ τὸν θερμότατον, ὑπὸ ἀνόμων, μαχαίρᾳ πάνσοφε, φόνον ὑπέμεινας, τῆς σεπτῆς τῶν δώδεκα, συμμαθητῶν, μάκαρ ὁμηγύρεως, προαναιρούμενος.
Δόξα. Ὁ αὐτός.
Πρῶτος πανεύφημε τῆς θεολέκτου δωδεκάδος, θάνατον ἐν μαχαίρᾳ ὑπὸ Ἡρῴδου, διὰ τὸν Διδάσκαλον ὑπέμεινας, πρῶτος τὸ ποτήριον αὐτοῦ ὡς ὑπέσχου ἔπιες· ὅθεν τῆς βασιλείας σε συγκληρονόμον προσήκατο ὁ φιλάνθρωπος, σὺν τῷ συγγόνῳ πρεσβεύοντας, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α’ 1-β’ 6)
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ.
Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. β’ 21-γ’ 9)
Ἀγαπητοί, Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· - ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.
Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. δ’ 1-11)
Ἀγαπητοί, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ὡς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Λιτή. Ἦχος α΄.
Ἀποστολικῆς τιμῆς ἡ πανέορτος χαρὰ ἐφέστηκε, δεῦτε πιστοὶ εὐφρανθῶμεν τῷ πνεύματι, καὶ ἐνθέως ἀγαλλόμενοι, ὑμνήσωμεν τὸν εὔσημον κήρυξα τῆς πίστεως, Ἰάκωβον τὸν υἱὸν τοῦ Ζεβεδαίου. Οὗτος γὰρ ἐγένετο, τοῦ Εὐαγγελίου σάλπιγξ μεγαλόφωνος, καὶ τῆς Ἐκκλησίας τοῦ Θεοῦ, στῦλος ἀδιάσειστος. Τοῖς διδάγμασιν αὐτοῦ καλῶς οὖν στηριζόμενοι, μεγαλοφώνως τὰς ᾠδὰς βοήσωμεν· χαίροις, λέγοντες, Υἱὲ τοῦ φωτός, καὶ τῆς καλῆς ἐπαγγελίας κληρονόμε περιώνυμε.
Ἦχος β΄.
Τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ σου ἤκουσας, εἰπούσης σοι· δεῦρο, ἀκολούθει μοι, καὶ ποιήσω σε τῶν ἀνθρώπων ἁλιέα, ἱκανὸν καὶ ἐπιδέξιον· ὅθεν ἀφῆκας εὐθέως Ζεβεδαῖον τὸν πατέρα σου, καὶ ὀπίσω τοῦ Κυρίου ἔδραμες, Ἰάκωβε Ἀπόστολε, μετὰ τοῦ ἀδελφοῦ σου Ἰωάννου τοῦ Θεολόγου· ἡ γὰρ ἀγάπη σου πρὸς τὸν Δεσπότην καὶ Θεόν, ἐν ἔργοις τῆς διακονίας σου ἐβεβαιώθη. Οὐ γὰρ ἐπαύσω τοῦ κηρύττειν τοῖς λαοῖς, τὰ τῆς θείας οἰκονομίας μεγάλα καὶ ἀνεξιχνίαστα μυστήρια· δι’ ὧν ἡ σωτηρία ἡμῶν, ἐν ἐλέει ἀγαθότητος ἐπετελέσθη, εἰς τὸ δοξάζειν τὸν Θεὸν τὸν ἐλεήμονα.
Ἦχος γ΄.
Ἡ χάρις τῆς σοφίας τοῦ Θεοῦ, πλουσίως σου τοῖς χείλεσιν ἐξεχύθη, ὦ Ἰάκωβε θεόσοφε Ἀπόστολε· ἐν τῇ καρδίᾳ σου καὶ γὰρ τῇ καθαρᾷ, τοῦ Πνεύματος ὁ πλοῦτος ὑπεραφθόνως ἐδόθη, καὶ αἱ δωρεαὶ τῆς οὐρανίου γνώσεως, ἐθησαυρίσθησαν ἐν σοί, ὑπέρσοφε Κυρίου Μαθητά, καὶ μύστα τῶν ἀῤῥήτων μυστηρίων· διὸ διδάσκαλος ἐγένου τῶν πιστῶν, ἐν λόγοις ἀληθείας νουθετῶν, καὶ στηρίζων τοὺς λαούς, εἰς τὴν πίστιν τοῦ Χριστοῦ, τὴν ἁγίαν καὶ ἀμώμητον.
Ἦχος δ΄.
Ἐν θαυμασμῷ καρδίας οἱ πιστοί, ἐξάρωμεν τὰ μεγαλεῖα τὰ ἐξαίρετα, τοῦ προκρίτου Ἀποστόλου, Ἰακώβου τοῦ Ζεβεδαίου. Οὗτος γὰρ μετὰ Πέτρου τοῦ πρωτοκορυφαίου, καὶ Ἰωάννου τοῦ Θεολόγου, ἀδελφοῦ ἀυτοῦ, παρέστη ἐν τῷ Ὄρει τῷ Θαβώρ, θεασάμενος τὴν τοῦ Χριστοῦ ἁγίαν μεταμόρφωσιν. Καὶ τὰ ἐκεῖσε γενόμενα ἰδών, τῆς τοῦ φωτὸς λαμπρότητος μετέσχεν ἐν χαρᾷ, τῷ Φωτοδότῃ καὶ Θεῷ, ὕμνον προσάδων τῆς δοξολογίας τὸν προσήκοντα.
Ἦχος πλ. α΄.
Τὸν σπορέα τῆς πίστεως Χριστοῦ, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, δεῦτε πάντες μακαρίσωμεν. Οὗτος γὰρ ἐδέξατο, ἐν τῇ γῇ τῆς καρδίας αὐτοῦ, τῇ καλῇ καὶ ἀγαθῇ, τὸν σπόρον τῆς ἀληθείας. Καὶ αὖθις ὡς Ἀπόστολος σοφός, ἐξῆλθε τοῦ σπεῖραι τοῖς λαοῖς, τοῦ Εὐαγγελίου τὴν ὠφέλιμον σποράν, ἐξ ἧς καρπὸς πλουσίας χάριτος ἐξήνθησεν, εἰς περιποίησιν πιστῶν καὶ ἀγαλλίασιν.
Δόξα. Ἦχος πλ. δ΄.
Ὢ πῶς ἠγάπησέ σε ὁ Χριστός, Ἰάκωβε Ἀπόστολε κλεινέ, σὺν Ἰωάννῃ τῷ τετιμημένῳ ἀδελφῷ σου· ἐκεῖνος μὲν ἐπὶ τοῦ στήθους τοῦ Δεσποτικοῦ ἀναπεσών, ἐπληροφορήθη τὸν παραδιδόντα τοῖς ἀνόμοις τὸν Κύριον· σὺ δὲ τὸ ποτήριον ἔπιες, τοῦ τέλους τοῦ μαρτυρικοῦ, οὐχὶ πικρία ςπλῆρες καὶ στυγνότητος δεινῆς, ἀλλὰ πρόξενον ζωῆς ἀληθινῆς, καὶ πάροχον τῆς εὐφροσύνης, καὶ τῆς χαρμονῆς τῆς ἀτελευτήτου, εἰς ἀγαλλίασιν αἰώνιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Μαθητὴς τοῦ Χριστοῦ, τῆς δωδεκάδος Ἀποστόλων ὁ ἔξοχος, ὁ λίθος τῆς Ἐκκλησίας, ὁ χρυσαυγὴς καὶ λαμπρός, τοῦ Εὐαγγελίου ὁ διδάσκαλος, θεόφρον Ἰάκωβε, ἡ πυξὶς ἡ τοῦ πνεύματος, τοῦ Ζεβεδαίου, ὁ υἱὸς ὁ ἐπάξιος, Ἰωάννου τε, Θεολόγου αὐτάδελφος· ἅμα γὰρ ἠξιώθητε, ἀξίας τῆς κρείττονος, οὐ τοῦ παρόντος αἰῶνος, οὐδὲ φθαρτῆς διακρίσεως, ἀλλὰ τῆς ἀφθάρτου, Βασιλείας ἐν αἰῶνι, ζωῆς τῷ μέλλοντι.
Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Τέχνην τοῦ ἁλιέως εὐθύς, καὶ Ζεβεδαῖον τὸν πατέρα σου ἔλιπες, Ἰάκωβε θεηγόρε, σὺν Ἰωάννῃ ὁμοῦ, τῷ ἠγαπημένῳ αὐταδέλφῳ σου· Χριστοῦ γὰρ ἀκήκοας, τῆς φωνῆς προσκαλούσης σε, δεῦρο λεγούσης, ἀκολούθως μοι πρόσελθε, τῶν ἀνθρώπων τε, ἁλιέα ποιήσω σε· ὅθεν καὶ ἐν τοῖς ἔθνεσι, διέδραμες ὕστερον, ἐν παῤῥησίᾳ κηρύξας, Αὐτοῦ τὸ ἅγιον ὄνομα, ἡμᾶς δὲ ὡσαύτως, καταξίωσον τοῦ γνῶναι, τὸ θεῖον θέλημα.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Ὄρει, ἐν τῷ Θαβὼρ ἀναβάς, σὺν Ἰωάννῃ καὶ τῷ Πέτρῳ Ἰάκωβε, Κυρίου τοῦ Θεανθρώπου, ἐν ἀπροσίτῳ φωτί, εἶδες τὴν ἁγίαν Μεταμόρφωσιν· ἐν μέσῳ γὰρ ἕστηκε, Προφητῶν οὓς ἐκάλεσε, τοῦ Μωϋσέως, Ἠλιού τε καὶ ἔδειξε, τῆς Θεότητος, τὴν ἀπρόσιτον ἔλλαμψιν. Ταῦτα οὖν λογιζόμενοι, σὲ νῦν μακαρίζομεν, καὶ ἐκβοῶμέν σοι πόθῳ, ἡμᾶς ἐκ σκότους ἐξάγαγε, παθῶν τῶν θλιβόντων, καὶ φωτὸς εἰς εὐθυτάτην, ὁδὸν ὁδήγησον.
Δόξα. Ἦχος πλ. α΄.
Ὡς ὡραῖοί σου οἱ πόδες ἀξιομακάριστε Ἀπόστολε Χριστοῦ, Ἰάκωβε θεσπέσιε, τοῦ Ζεβεδαίου εὔσημε υἱέ. Εἰς τὰ πέρατα καὶ γὰρ τῆς οἰκουμένης διέδραμες, τοῦ κηρύξαι τοῦ ἁγίου Εὐαγγελίου τὸν νόμον τὸν σωτήριον. Καὶ λαοὺς τοὺς καθημένους, ἐν σκότει καὶ ἐν σκιᾷ θανάτου, ὁδηγῆσαι εἰς ἐπίγνωσιν τῆς ἀληθείας, καὶ εἰς τὸ φῶς τῆς σωτηρίου γνώσεως· ὅθεν καὶ ἡμεῖς, τῷ φωτὶ περιπατοῦντες τῆς χάριτος, προσφέρομέν σοι ὕμνον τὸν ἁρμόδιον, βοῶντές σοι καὶ λέγοντες· γενοῦ τοῖς εὐφημοῦσί σε, ἐν τῇ ὁδῷ τοῦ βίου ἀσφαλὴς χειραγωγός, καὶ ὠφέλιμος διδάσκαλος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Ἀπόστολε Ἅγιε Ἰάκωβε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸ ἐξαίρετον κλέος Ἀποστόλων τῶν δώδεκα, πρῶτον ἐξ αὐτῶν τὸν πιόντα, μαρτυρίου ποτήριον· Ἰάκωβον θαυμάσωμεν πιστοί, υἱοὶ τοῦ Ζεβεδαίου ἐκλεκτόν, Ἰωάννου Θεολόγου τὸν ἀδελφόν, τὴν σάλπιγγα τῆς πίστεως· χαίροις θεοκηρύκων ἡ φωνή· χαίροις Χριστοῦ ἀκόλουθε· χαίροις ὁ ἐπιγνοὺς ἐν τῷ Θαβώρ, Θεοῦ τὴν Μεταμόρφωσιν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἡ μνήμη τοῦ σεπτοῦ, Ἰακώβου ἐπέστη, σκιρτήσωμεν πιστοί, καὶ ἐν ὕμνοις τὰ τούτου, τιμήσωμεν πανένδοξα, καὶ λαμπρὰ κατορθώματα· οὗτος ἔδραμεν, εἰς οἰκουμένης τὰ πλάτη, καὶ ἐτέλεσε, τοῦ Ἀποστόλου τὸ ἔργον, δοξάσας τὸν Κύριον.
Δόξα.
Ὡς φοῖνιξ ἐν αὐλαῖς, τοῦ Κυρίου ὑψώθης, Ἰάκωβε σοφέ, καὶ πολλὴν παγκαρπίαν, τῆς πίστεως ἔδωκας, κοπιάσας Ἀπόστολε, σὺ γὰρ ἔσπειρας, ταῖς τῶν ἀνθρώπων καρδίαις, τὰ διδάγματα, τῆς τοῦ Θεοῦ ἀληθείας, θερίσας τὰ κρείττονα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχ. πλ. δ΄. Τὸ προσταχθέν.
Τοῦ Ἰησοῦ τῆς φωνῆς σε προσκαλούσης, εἰς τὴν ὁδὸν τῆς ἐκλεκτῆς διακονίας, ὦ Ἰάκωβε αὖθις γνώμης προθυμίᾳ, πατέρα τὸν Ζεβεδαίον καταλιπών, καὶ τέχνην τοῦ ἁλιέως παραδραμών, τῷ Χριστῷ ἠκολούθησας, καὶ εἰς τὰ ἔθνη σταλείς, ἐκήρυξας τὸ ὄνομα, Τούτου θεῖε Ἀπόστολε.
Δόξα.
Ἐν τῷ Θαβὼρ ἀναβὰς σὺν Ἰωάννῃ, ἀγαπητῷ σου ἀδελφῷ ὁμοῦ καὶ Πέτρῳ, ὦ Ἰάκωβε εἶδες μεταμορφωθέντα· ἐν δόξῃ τῇ λαμπροτάτῃ τὸν Ἰησοῦν, ἐν μέσῳ, τοῦ Μωϋσέως καὶ Ἠλιού, Προφητῶν οὓς ἐκάλεσε, καὶ ἐν φωτὶ οὖν παρεστώς, ἐβόας ἐκ καρδίας σου· δόξα Σῶτερ τῷ κράτει Σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Τὸν Ἰάκωβον πιστοί, τοῦ Ζεβεδαίου τὸν υἱόν, εὐφημήσωμεν ᾠδαῖς, καὶ μεγαλύνωμεν αὐτοῦ, τὰς ἀριστείας τῆς θείας διακονίας· οὗτος γὰρ Χριστοῦ ὡς Ἀπόστολος, ἔδραμε τῆς γῆς εἰς τὰ πέρατα, τοῦ ἀναγγεῖλαι γνώσεως σοφίᾳ, Εὐαγγελίου τὸ κήρυγμα, καὶ φῶς παρέχειν, τῆς ἀληθείας, τοῖς ἐν σκότει κειμένοις.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν Αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ περιπατῶν ὁ Ἰησοῦς...
Ἀνάστασιν Χριστοῦ θεασάμενοι...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος α': Ἐλέησόν με ὁ Θεός...
Ἀπόστολε καὶ Μάρτυς, Ἰάκωβε, τοῦ καλοῦ ποιμένος τὸ θεόλεκτον πρόβατον, τῷ ὁμαίμονι ἐν ὑψίστοις συναγαλλόμενος, αἴτησαι τοῖς ἑορτάζουσι τὸ σεπτόν σου μνημόσυνον, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἀποστόλου δύπ.
Ὁ α΄ Κανών, οὗ ἡ Ἀκροστιχίς: Τὸν Βροντῆς Ἰάκωβον, ἔμφρονα παῖδα γεραίρω. Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ.
Τῷ σῷ δικτύῳ ἁλιεὺς ὡς ἔμπειρος, τοῦ τῶν πταισμάτων βυθοῦ, ἀναγαγὼν μάκαρ, τὴν ψυχήν μου φώτισον, ταῖς φωτοβόλοις λάμψεσι, καὶ ὑμνεῖν σου ἀξίως, ὦ θεοφάντορ Ἰάκωβε, μνήμην τὴν ἁγίαν εὐόδωσον.
Ὁ πρὸ αἰώνων τῷ Πατρὶ συνάναρχος, ὑπερτελής τε Θεός, σωματωθεὶς ὤφθη, ἐπὶ γῆς ὡς ἄνθρωπος, καὶ συνεργὸν τῆς χάριτος, ἀναδείκνυσι Μάκαρ, καὶ ὑπηρέτην σε πάνσοφον, ῥώμῃ τῇ αὐτοῦ δυναμούμενον.
Νενοηκώς σου τὴν ψυχῆς εὐγένειαν, σὲ ὁ προγνώστης Θεός, καὶ τὸ στεῤῥὸν Μύστα, καὶ ἀκαταμάχητον, τῆς διανοίας ἔνδοξε, τοῖς αὐτοῦ ὑπηρέταις, προκεκριμένως ἐνέταξεν, ἔθνεσιν αὐτὸν καταγγελλόντα.
Βουλῆς μεγάλης τοῦ Πατρός, ὁ Ἄγγελος, ἐξ ἀπειράνδρου Μητρός, ἐπιφανεὶς κόσμῳ, σάρκα προσελάβετο, ὃς ἀρεταῖς κοσμούμενον, μαθητὴν σε δεικνύει, καὶ θεηγόρον Ἰάκωβε, λόγους τοὺς αὐτοῦ ῥητορεύοντα.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Ὁ β΄ Κανών, οὗ ἡ ἀκροστιχίς: Κάρας ἔκοψας Ἰάκωβε τῶν πλάνων.
ᾨδὴ α΄. Ἦχος δ΄. Τριστάτας κραταιούς.
Καθεῖλεν δυνατούς, πολεμίους ἐκ θρόνων, τυραννίδος ὁ Χριστός, ἐκ τάφου ἀναστάς, καὶ τεταπεινουμένους ἡμᾶς, ὕψωσεν καὶ θείας δόξης, καὶ ζωῆς κατηξίωσεν, ἐπινίκιον ὕμνον προσάδοντας.
Ἀκτῖσι φαειναῖς, τοῦ ἡλίου τῆς δόξης, λαμπρυνθεὶς θεοπρεπῶς, Ἰάκωβε σοφέ, φωστὴρ ὤφθης τοῖς πέρασιν, χάρισιν ταῖς φωτοφόροις, τοῦ κηρύγματος ἅπαντας, τοὺς ἀνθρώπους φωτίζων ἐν πνεύματι.
Ῥητόρων τὰς πλοκάς, τῇ βροντῇ τῶν σῶν λόγων, διακόψας ἀστραπαῖς, ἐφώτισας βροτούς, τοῦ ἐνθέου κηρύγματος· ὅθεν σε ὡς κορυφαῖον, Ἀποστόλων Ἰάκωβε, ἀληθείας γεράιρομεν κήρυκα.
Ἀπέτεμες σοφέ, τῇ μαχαίρᾳ τῶν λόγων, τὰς τοῦ ψεύδους κεφαλάς, καὶ ἔῤῥιψας εἰς γῆν, τυραννοῦντων ἀπόνοιαν· ὅθεν σε τροπαιοφόρον, ὁ Δεσπότης δεξάμενος, χαρισμάτων βραβείοις ἐδόξασεν.
Θεοτοκίον
Γυμνώσας τὸν
ἐχθρόν, ὁ Υἱός Σου Παρθένε, καὶ θανάτου καθελών, τὸ κράτος ὡς Θεός, τοὺς
ἀνθρώπους ἐῤῥύσατο, ἅπαντας ἐκ τυραννίδος, καὶ τοῦ τάφου ἀνέτειλεν, νικηφόροις
στεφάνοις κοσμούμενος.
ᾨδὴ γ'. Ὁ στερεώσας κατ' ἀρχάς
Ἡ ἐκ τοῦ ὕψους σε πνοή, βιαία τοῦ Παρακλήτου, ἐκπυρώσασα σοφὸν θεηγόρον, ῥητορεύοντα σαφῶς, τὰ μεγαλεῖα δείκνυσι, τοῦ σαρκωθέντος Λόγου, οὗ καὶ αὐτόπτης γεγένησαι.
Σὲ ὥσπερ βέλος ἐκλεκτόν, ὁ Λόγος ἠκονημένον, ἐν καρδίαις τῶν ἐχθρῶν ἐμπηγνύει, διαῤῥήσσοντα ψυχάς, τῶν ἐναντίων πάνσοφε, καὶ προνομεύοντά σε, τούτων τὰ σκῦλα, Ἰάκωβε.
Ἱερωμένος σου Σοφέ, ὁ τόκος καὶ φωτοφόρος, τοῦ Θεοῦ τῇ συγγενείᾳ παμμάκαρ, φαιδρυνόμενος τρανῶς, ἐν συναφείᾳ δείκνυται· ἐξ ἁπαλῶν γὰρ ὤφθης, τῷ Λόγῳ συνδιαιτώμενος.
Ἀκηλιδώτου σου ψυχῆς, τὸ ἱλαρὸν τῷ Δεσπότῃ, ὁραθὲν καὶ πρὸ τῆς κλήσεως μάκαρ, ἀξιόληπτος αὐτῷ, ἐφάνης ὦ Ἰάκωβε, καὶ τῆς οἰκονομίας, μύστης τῆς τούτου γεγένησαι.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες, ὕμνοις ἀεὶ μακαρίζομεν.
Ἕτερος. Ὅτι στεῖρα ἔτεκεν.
Συνεσχέθη θάνατος, καὶ ἐνεκρώθη θανάτου, ἐπιθυμῶν ἀδίκου, καὶ ἀνευθύνου τοῦ Χριστοῦ, καὶ παρ΄ Αὐτοῦ ἐδέξατο, τὴν ἔνδικον, δίκην ὡς κατάδικος.
Ἐκ βυθοῦ ἀνείλκυσας, τῆς ἀθεΐας ἀνθρώπους, τῷ τοῦ σταυροῦ ἀγκίστρῳ, καὶ ἐπιγνώσει τοῦ Χριστοῦ, καὶ εἰς ὕψος οὐράνιον, Ἰάκωβε, τούτους ἐπανήγαγες.
Καθεῖλες Ἰάκωβε, ὑπερηφάνων τὰ θράση, τῇ τοῦ Χριστοῦ μιμήσει, καὶ ἐντολῇ ταπεινωθείς, καὶ εὐκλεεῖ θανάτῳ σου, ἀνέδραμες, ὕψος πρὸς οὐράνιον.
Θεοτοκίον
Ἐξ ἀδύτου εἵλκυσε, καὶ κατωτάτων τοῦ ᾍδου, τὴν τῶν ἀνθρώπων φύσιν, συγκαταβὰς ὁ Σὸς Υἱός, ταύτην θεοχαρίτωτε, δοξάζουσαν, Σὲ Θεοκυήτορα.
Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Χριστῷ μαθητευθείς, καὶ πιὼν τὸ ἐκείνου, ποτήριον σοφέ, ὥσπερ ἔφη σοι μάκαρ, μαχαίρᾳ Ἰάκωβε, ἀπεκτάνθης Ἀπόστολε· ὅθεν ἅπασα, ἡ Ἐκκλησία χορεύει, ἑορτάζουσα, τὴν παναγίαν σου μνήμην, ἐν ᾗ εὐφημοῦμέν σε.
Δόξα. Καὶ νῦν. Τῆς
Ἑορτῆς
ᾨδὴ δ'. Σύ μου ἰσχύς, Κύριε.
Κήρυξ Χριστοῦ, γέγονας θεῖος Ἰάκωβε· σὺ κληθεὶς γάρ, θᾶττον ἠκολούθησας, τὴν πατρικήν, σχέσιν παριδών, καὶ τῶν ἐπιγείων, τὰ μένοντα ἀμειψάμενος· διὸ καὶ τῆς ἀφράστου, οὐρανῶν κληρουχίας, κατηξίωσαι μάκαρ ἀοίδιμε.
Ὢ τοῦ θερμοῦ, πόθου σου πρὸς τὸν Δεσπότην Χριστόν! σὺ γὰρ τοῦτον, σφόδρα ἐπεπόθησας, τῷ φωτισμῷ, τούτου λαμπρυνθείς, καὶ μορφωθεὶς τούτῳ, ἐφάνης πᾶσι φῶς δεύτερον, τοῦ πρώτου ταῖς ἀκτῖσι, λαμπρυνθεὶς καὶ τῇ δόξῃ, Πανσεβάσμιε μάκαρ Ἰάκωβε.
Βίον σεπτόν, ἔσχηκας καὶ ὑπερθαύμαστον· τῷ γὰρ πόθῳ πόθον ἀκατάσχετον, προσειληφώς, τὴν τῶν ὀρεκτῶν, τῆς ἀγαθαρχίας, ἐσχάτην μακαριότητα, κατέλαβες θεόφρον, Ἀσωμάτοις συμψάλλων, τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Ὅλον σαυτόν, νεύμασιν ἐμπαρεχόμενος, τοῦ Δεσπότου, Μύστα θεοδίδακτε, τῶν ἀρετῶν, ἤρθης ἐμφανῶς, πρὸς ὑψηλοτάτην, καὶ θείαν ὄντως ἀκρώρειαν, κἀκεῖθεν ἰαμάτων, ποταμοὺς ἀναβλύζεις, τοῖς τὴν μνήμην σου μάκαρ δοξάζουσιν.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφυγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.
Ἕτερος. Ὀ καθήμενος ἐν δόξῃ.
Ὁ καυχώμενος ἐν ὕψει, ὑπ’ ἀνοίας βουλεύμασιν, ἐν τοῖς κατωτάτοις, τύραννος ἐχθρὸς καταπέπτωκεν, τοῦ Ποιητοῦ τῇ ἐγέρσει, κατασπώμενος, καὶ ἐῤῥύσθημεν οἱ ὑπ’ αὐτοῦ τυραννούμενοι.
Ψυχολέθρου ἀθεΐας, ἀπελάσας Ἀπόστολε, ἐξ ἀνθρώπων λύμην, τῆς θεογνωσίας ἰάτρευσας, τούτους ἐνθέοις μεθόδοις, καὶ παρέστησας, εὐεκτοῦντας Χριστῷ τῷ Θεῷ διὰ πίστεως.
Ἀπεξήρανας τῆς πλάνης, τοὺς χειμάῤῥους Ἀπόστολε, ὡς πυρὶ ἀστέκτῳ, λόγοις σου ἐνθέοις κηρύγματος, καὶ φωτισμὸν ἐφήπλωσας, τὸν τῆς πίστεως, ἐν τοῖς πέρασι καὶ τοὺς ἀνθρώπους κατηύγασας.
Σὺ αὐτάδελφον τὸν τρόπον, καὶ τὴν γνώμην ὁλόψυχον, τῷ ἠγαπημένῳ, ἔχων μαθητῇ συνεξέλαμψας, ἐν τῷ κηρύγματι τούτῳ, τῷ τῆς πίστεως· διὰ τοῦτο βροντῆς σε υἱὸν πίστει σέβομεν.
Θεοτοκίον
Βυθισθεῖσαν τοῖς τοῦ ᾍδου, κατωτάτοις ἀνείλκυσεν, τὴν ἀνθρώπων φύσιν, ὁ ἐκ Σοῦ τεχθεῖς Θεονύμφευτε, καὶ τὸν ὠθήσανταν ταύτην, εἰς ἀθέατον, ἐγκατέδυσε γνόφον καὶ σκότος αἰώνιον.
ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω
Νέος ὥσπερ Ἠλίας, ζήλῳ πυρακτούμενος, τοὺς ἀπειθήσαντας, τῷ κηρύγματί σου, καταφλέξαι ἠθέλησας ἔνδοξε, ἀλλ' ἐκώλυσέ σε, ὁ θελητὴς τῆς εὐσπλαγχνίας, ἐκδιδάσκων τὸ πρᾶον τῆς χάριτος.
Ἐπιβὰς ἀκροτάτης, ἀρετῆς πτερούμενος, δι' ἀγαπήσεως, τῶν ἐγκρίτων θρόνων, τοῦ Δεσπότου ἐπόθησας ἔνδοξε, τὰ πρωτεῖα φέρειν, οὐχ ὡς ἐρῶν δόξης ματαίως, ἀλλὰ βλέπειν ἀμέσως ὃν ἔστερξας.
Ὑπερέβη τοὺς ὅρους, Σῶτερ ὁ Ἰάκωβος, τῆς ἀνθρωπότητος· τὴν γὰρ δύναμίν σου, ὡς ἱμάτιον περιζωσάμενος, ἰαμάτων βρύει, τοὺς ποταμοὺς καὶ τῶν θαυμάτων, καὶ φωτίζει τῇ πίστει τὰ πέρατα.
Φωτεινὴ σε νεφέλη, Λόγον ἀπαστράπτοντα, δόξῃ θεώμενον, ἐν Θαβὼρ τῷ ὄρει, ἐπεσκίασε μάκαρ Ἰάκωβε, καὶ φωνῆς ἀκοῦσαι, τῆς πατρικῆς κατηξιώθης, βεβαιούσης αὐτοῦ τὴν υἱότητα.
Θεοτοκίον
Μητρικὴν παῤῥησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Ἕτερος. Νῦν ἀναστήσομαι.
Ἴδεν παράδοξα, ὁ αἰσθητὸς ἥλιος ἐν γῇ, ἄδυτον ἥλιον, ἐξανατείλαντα, ἐκ τοῦ τάφου τὸν Χριστόν, καὶ ταῖς ἀκτῖσι, ταῖς αὐτοῦ ὡραϊσθείς, τηλαυγέστερον ὐπερέλαμψεν.
Ἄρας τὸ κάλυμμα, τοῦ νομικοῦ γράμματος σοφέ, εἰς τὴν τοῦ Πνεύματος, χάριν διέκυψας, ἣν ἐκήρυξας λαοῖς· καὶ διὰ τοῦτο, σὺν τῷ φίλῳ μαθητῇ, υἱὸν βροντῆς σε μακαρίζομεν.
Κῆρυξ Ἰάκωβε, τῆς ἐν Θαβὼρ δόξης τοῦ Χριστοῦ, ὤφθης δειχθείσης σοι, Υἱὸν συνάναρχον, τοῦ Πατρὸς μονογενῆ, τοῦτον διδάσκων, τῆς θεότητος φύσει, ὁμοούσιον ὁμοδύναμον.
Θεοτοκίον
Ῥώμην
ἐνέδυσε, τὴν τῶν βροτῶν φύσιν ὁ ἐκ Σοῦ, σάρκα θεόνυμφε, λαβὼν ὡς εὔσπλαγχνος, ὁ
Υἱὸς ὁ τοῦ Θεοῦ, καὶ ἀφθαρσίᾳ, κατεκόσμησεν αὐτήν, Θεοτόκον ὑμνολογοῦσάν Σε.
ᾨδὴ ς'. Ἄβυσσος ἁμαρτιῶν
Ῥεύματα ὡς ἐκ πηγῆς, ἰαμάτων ἀενάως παρέχων, καὶ φωτισμὸν δογμάτων, εὐσεβῶν βλύζων ἔνδοξε, τὰς ψυχὰς τῶν εὐσεβεῖ, πόθῳ Ἰάκωβε, προσιόντων, καταλαμπρύνεις παμμακάριστε.
Ὄργανον χωρητικόν, ὁ Δεσπότης εὑρηκώς σε παμμάκαρ, τῆς ἑαυτοῦ πλουσίας, καὶ σεπτῆς διαδόσεως, ἐμφορεῖ τῶν δωρεῶν, τῶν ὑπὲρ ἔννοιαν, μυστηρίων, Ἱερουργὲ τῆς ἀϊδίου ζωῆς.
Δόξαν τὴν ἐπὶ τῆς γῆς, ἐκζητήσας τῷ Χριστῷ παρασχεῖν σοι, ὡς Βασιλεῖ γηίνῳ, βασιλείας ἐπέτυχες, οὐ τῆς κάτω καὶ φθαρτῆς, μάκαρ Ἰάκωβε, ἀλλ' ἀφθάρτου, ἥν δι' ἀθλήσεως ἀπέλαβες.
Νέκρωσιν ὑπὲρ ἡμῶν, ὁ Δεσπότης ὑπελθεῖν εὐδοκήσας, τὴν τοῖς νεκροῖς αἰτίαν, ἀληθοῦς ἀναστάσεως, ὡς αὐτοῦ Μυσταγωγόν, μάκαρ σε εἵλετο, συνεργάτην, ἐν τῇ νυκτὶ ᾗ παρεδίδοτο.
Θεοτοκίον
Ἄβυσσον τῶν οἰκτιρμῶν, ἡ τεκοῦσα Θεοτόκε Παρθένε, τῶν λυπηρῶν τοῦ βίου, τὴν ψυχήν μου διάσωσον, καὶ χαρᾶς πνευματικῆς, θύραν μοι ἄνοιξον· σοὶ γὰρ Κόρη, τὰ τῆς ἐλπίδος ἀνατίθημι.
Ἕτερος. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης.
Ὥσπερ ἐκ παστάδος ἐκ τοῦ τάφου, ὁ νοητὸς νυμφίος, προελθὼν Χριστὸς τῷ θείῳ κάλλει, καὶ τῇ Αὐτοῦ, παμφαεῖ λαμπρότητι, κατηγλάϊσεν τὰ σύμπαντα.
Βέλη τοῦ κηρύγματος τοῦ θείου, κατὰ τῆς πλάνης βάλλων, ταύτης ἔτρεψας τὰς παρατάξεις, καὶ τοῖς βροτοῖς, κραταιὰ Ἰάκωβε, νικητήρια ἐβράβευσας.
Ἔλυσας ἐκ βρόχων ἀθεΐας, λαοὺς πεπεδημένους, τοῦ κηρύγματος τῇ ἐνισχύσει, καὶ τῇ Θεοῦ, ἀσφαλεῖ συνέδησας, ἀγαπήσει τούτου ἔνδοξε.
Θεοτοκίον
Γῆς ἐκ κατωτάτων τοὺς ἀνθρώπους, συγκαταβὰς Παρθένε, ὁ ἐκ Σοῦ τεχθεὶς ἀνερμηνεύτως, πρὸς οὐρανόν, καὶ ζωὴν ἀθάνατον, ἐπανήγαγεν ὡς εὔσπλαγχνος.
Κοντάκιον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.
Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, τῷ Χριστῷ Ἰάκωβε, μετὰ καὶ τοῦ συγγόνου σου ἔνδοξε, μεθ' οὗ καὶ ἠξιώθης ἰδεῖν, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.
Ὁ Οἶκος
Ὡς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ' ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ' ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἰακώβου τοῦ Ἀποστόλου, ἀδελφοῦ Ἰωάννου τοῦ Θεολόγου
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν
Ποτήριον ἔπιες καθὼς ὑπέσχου, τὸ τοῦ Δεσπότου Χριστοῦ, καὶ τὸ βάπτισμα τούτου, σὺ ἐβαπτίσω θεομακάριστε, ᾧ νῦν προθύμως κραυγάζεις γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἀκτῖσι λαμπόμενος, τῆς θεοπτίας ὤφθης Ἰάκωβε· διὰ τοῦτό σε στέφει, τῆς βασιλείας Χριστὸς ὁ Κύριος, καταγλαΐζει Ἀγγέλοις συμψάλλοντα· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἰδού σοι πεπλήρωκε, τὰς ὑποσχέσεις ὁ μεγαλόδωρος, πρὸς αὐτὸν ἀνυψώσας, τῇ ἐκμιμήσει τῶν παθημάτων αὐτοῦ, ᾧ παρεστὼς νῦν κραυγάζεις γηθόμενος· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τὸ φῶς τὸ ἀνέσπερον, Θαβὼρ ἐν ὄρει σὺ θεασάμενος, ἐπὶ γῆς καταπίπτεις, μὴ φέρων τοῦτο ὁρᾶν τοῖς ὄμμασι, τῆς πατρικῆς δὲ φωνῆς ὡς ἀκήκοας· Εὐλογητὸς ὁ Θεός, προσανεβόας τρανῶς.
Θεοτοκίον
Δυάδα τῶν φύσεων, ἀλλ' οὐ προσώπων Κόρη κηρύττομεν, τὸν ἐκ σοῦ σαρκωθέντα, ὃν κατὰ σάρκα ἐξεικονίζομεν, καὶ προσκυνοῦμεν μορφῆς τὸ ὁμοίωμα, οἱ διὰ σοῦ τῷ Θεῷ καταλλαγέντες ἁγνή.
Ἕτερος. Ἀβραμιαῖοι ποτέ.
Τὴν τυραννίδα Χριστός, τὴν τοῦ θανάτου δήσας, πεπεδημένους λύσας ἤγειρεν, νεκροὺς καὶ ἀνήγαγεν, πρὸς ἀφθαρσίαν ὕψος, Αὐτὸν δοξολογοῦντας.
Ὡς κοινωνὸς τῆς Χριστοῦ, οἰκονομίας θείας, μεγαλοφώνως ἀνεκραύγαζες, ταύτην ἐν τοῖς πέρασιν· διὸ βροντῆς σε υἱόν, Ἰάκωβε τιμῶμεν.
Νόμους Χριστοῦ ἀληθεῖς, ὡς ἐν πλαξὶ χαράττων, ψυχαῖς ἀνθρώπων ψεύδους ἔνδοξε, ἐξήλειψας γράμματα, καὶ διὰ τοῦτο γραφεύς, ἐδείχθης εὐσεβείας
Θεοτοκίον
Ἰσχὺς ἐπαύθη
ἐχθροῦ, καὶ κατελύθη κράτος, τὸ τοῦ θανάτου Θεονύμφευτε, τῷ τόκῳ σου· ὅθεν σε,
οἱ σεσωσμένοι ἀεί, πιστῶς δοξολογοῦμεν.
ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.
Ἀβραμιαίαν πρόθεσιν, σὺ θεόπτα κτησάμενος, τῷ προσκαλουμένῳ, σὲ Χριστῷ ἑπόμενος, ἐγένου θεόσοφος, καὶ λειτουργὸς ὑπῆρξας αὐτῷ, ὡς Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνακράζων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Γεγωνοτέρα δέδεικται, τῆς βροντῆς σου ἡ πρόοδος, τῆς τῶν νομικῶν, τυπωτικῆς ἠχήσεως· Χριστὸν γὰρ ἑβρόντησας, τῇ οἰκουμένῃ πάσῃ Θεόν, ὡς Δημιουργὸν καὶ Λυτρωτήν ἀναμέλπων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἐθαυμαστώθης ἔνδοξε, μαρτυρίας φαιδρότητι, καὶ θεοσεβείας ἀληθοῦς λαμπρότητι, καὶ ἄρχων Ἀπόστολε, κατασταθεὶς ἀπάσης τῆς γῆς, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πᾶσαν εἰς γῆν διέδραμεν, ὁ σὸς λόγος Ἰάκωβε, πλήξας ὡς βροντή, τὴν τῶν ἀπίστων ἔννοιαν, φωτίσας δὲ ἅπαντας, θείῳ φωτὶ τῆς πίστεως, ὥσπερ ἀστραπή, τοὺς εὐπειθῶς ἐκβοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥητορευόντων γλῶσσαί σε, ἀνυμνῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Χριστὸν γὰρ ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη, Θεόν, τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ᾧ βοῶμεν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ἕτερος. Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε.
Πεπτωκότας ἡμᾶς ἐξανέστησας, καὶ ζωῆς ἀθανάτου ἠξίωσας, καὶ τὸν ἐχθρὸν κατέῤῥαξας, καὶ ἐνέκρωσας Λόγε, τῇ σῇ ἐγέρσει, ἣν ἀπαύστως αἰνοῦντες δοξάζομεν.
Λόγχη ὤφθη ἐχθροῦ ὁ σὸς θάνατος, πηγνυμένη αὐτῷ καὶ τιτρώσκουσα, καὶ θανατοῦσα ἅπασαν, τὴν αὐτοῦ κακουργίαν· διό σε πάντες, ἀριστέα τιμῶμεν Ἀπόστολε.
Ἀναπτὰς εἰς τὸ ὕψος Ἰάκωβε, τῶν Χριστοῦ μυστηρίων μεμύησαι, τὴν ὑπὲρ νοῦν καὶ ἄφατον, συγκατάβασιν τούτου, ἣν τοῖς ἀνθρώποις, καταγγέλλων γενναίως ἐνήθλησας.
Ὁ καρπὸς τῆς
κοιλίας Σου ἄχραντε, ἀφθαρσίαν ἀνθρώποις ἐπλήθυνεν, καὶ τοῦ θανάτου ἔφραξεν, τὰ
ταμεῖα· διό σε, οἱ ζωωθέντες, Θεοτόκον κυρίως δοξάζομεν.
ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ
Ἁγίως σου τὸν δρόμον διηνυκώς, ἐν Ἁγίων σκηνώμασιν ἔνδοξε, νῦν γεγηθώς, αἴγλην κατοπτεύεις τὴν τριφεγγῆ, ἧς ἀπολαύων πάνσοφε, πλήρεις εὐφροσύνης τοὺς ὑμνητάς, τοὺς σοὺς καὶ χαρμοσύνης, ἀνάδειξον παμμάκαρ ταῖς ἱκεσίαις σου Ἰάκωβε.
Ἰδεῖν σε οἱ κακοῦργοι καὶ φονευταί, ὡς τὸν σὸν πρὶν Δεσπότην μὴ φέροντες· τὰς γὰρ αὐτῶν, πράξεις ἐκφαυλίζων σῆς ἀγωγῆς, τῇ παραθέσει ἤλεγξας, κτείνουσι μαχαίρᾳ τὸν μιμητήν, Χριστοῦ τοῦ σταυρωθέντος, σαρκὶ ὑπὲρ ἀνθρώπων, ὦ θεοῤῥῆμον παμμακάριστε.
Ῥομφαίᾳ οὐρανίῳ τιμωρηθείς, ταῖς πληγαῖς ὁ Ἡρῴδης ἀπώλετο, ὅτι τοὺς σούς, Λόγε διακόνους καὶ μαθητάς, οὓς Ἀποστόλους ἔφησας, κτείνων οὐκ ἐνάρκησεν ὁ δεινός· διό σου τὴν δικαίαν, πρόνοιαν εὐεργέτα, καταπλαγέντες μεγαλύνομεν.
Τιμῶντές σου τὴν μνήμην χαρμονικῶς, εὐφημοῦμέν σε μάκαρ, Ἰάκωβε, μύστα Χριστοῦ, ᾄδοντες δὲ ζῆλόν σου τὸν θερμόν, καὶ τὴν μακρὰν περίοδον, καὶ τοὺς σούς ἀγῶνας καὶ τὴν σφαγήν, βροντῆς υἱὸν καὶ φῶς σε, κριτὴν καὶ μυστολέκτην, πιστῶς σε πάντες ὀνομάζομεν.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.
Ἕτερος. Ὁ τόκος Σου ἄφθορος ἐδείχθη
Νεκρὸς ἀναιρεῖ τὸν βροτοκτόνον, ἐχθρὸν καὶ ζωοῖ τοὺς ἀπ’ αἰῶνος, νεκρωθέντας ἀνθρώπους· ποιητὴς γὰρ καὶ ζωή ἐστι τῶν ὅλων, ὃν ἀναστάντα, ἐκ τοῦ τάφου μεγαλύνομεν.
Ὡς θῦμα εὐσπρόδεκτον μαχαίρᾳ, τυθεὶς προσηνέχθης τῷ Κυρίῳ, καὶ ὀσμὴν εὐωδίας, ἐν τῇ τούτου ζωηφόρῳ ἀναστάσει, πᾶσι διέπνευσας, Ἰάκωβε τῆς χάριτος.
Νῦν σὺν τοῖς προκρίτοις κορυφαίοις, τῷ τοῦ Χριστοῦ ἠγαπημένῳ, μαθητῇ ἐν ὑψίστοις, συγχορεύων ἐκτενῶς ὑπὲρ τῶν πόθῳ, σὲ εὐφημούντων, καθικέτευε Ἰάκωβε.
Θεοτοκίον
Ὑπέθηκε θάνατον ἀνθρώπων, θνητῶν ὑπὸ πόδας ὁ Υἱός Σου, Θεοτόκε Παρθένε· λυτρωτὴς γὰρ καὶ ζωὴ καὶ φῶς ὑπάρχει, τῶν Θεομήτορα, ἀεὶ μεγαλυνόντων Σε.
Ἐξαποστειλάριον. Ἦχος β'. Τῶν Μαθητῶν ὁρώντων σε
Τῷ σαρκωθέντι Λόγῳ δι' εὐσπλαγχνίαν, μαθητευθεὶς Ἰάκωβε τῆς χορείας, ὤφθης Κορυφαίων συναρίθμιος, μεθ' ὧν Χριστῷ δυσώπησον, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τήν παναγίαν σου μνήμην.
Ἕτερον. Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἐν τῷ Θαβὼρ σὺν Πέτρῳ, καὶ Ἰωάννῃ ἀναβάς, ὡς ἐφικτόν σοι εἶδες, Μεταμορφούμενον Χριστόν, λάμποντα πλέον ἡλίου, Ἰάκωβε Ζεβεδαίου.
Καὶ τὸ τῆς Ἑορτῆς.
Αἶνοι. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι
Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας, ἀξιάγαστε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων Ἰάκωβε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον σε Παμμάκαρ, ἀναδείξαντος τῆς τούτου, ἀκαταλήπτου Θεότητος.
Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα, τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων, μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Χριστοῦ αὐτόπτα Ἰάκωβε.
Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας ἔνδοξε, ὦ Ἰάκωβε, καταφωτίσας ἀνέδειξας, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ τὸ πάθος ἐζήλωσας, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφός, ὡς θεηγόρος, ὡς μαθητὴς ἀληθέστατος.
Ζεβεδαίου Ἰάκωβε, θεηγόρε Ἀπόστολε, ἐγκωμίων ᾄσμασι μεγαλύνω σε· ὅτι Χριστὸς σὺν τῷ Πέτρῳ σε, ὁμοῦ Ἰωάννῃ τε, ἐν τῷ ὄρει Ἐλαιῶν, πρὸ τοῦ Πάθους ἐκάλεσε, τοῦ προσεύξασθαι, σὲ προκρίνας ὡς πρώην ὅτε εἶδες, ἐν φωτὶ λελαμπρυσμένῳ, τὴν ἐν Θαβὼρ Μεταμόρφωσιν.
Δόξα. Ἦχος πλ. δ'
Δεῦτε τῆς οὐρανίου μυσταγωγίας τὸν κήρυκα, καὶ ὑποφήτην τοῦ Εὐαγγελίου, ψαλμικαῖς ὑμνῳδίαις, Ἰάκωβον εὐφημήσωμεν· οὗτος γὰρ ποταμὸς ἀνεδείχθη τοῦ νοητοῦ Παραδείσου, τὰς ψυχικὰς ἀρούρας, τοῖς οὐρανίοις ὄμβροις ἐπάρδων, καὶ καρποφόρους δεικνύων Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι πᾶσι ταῖς πρεσβείαις αὐτοῦ, ἱλασμόν καὶ φωτισμὸν καὶ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Ἐν τοῖς Ἀποστόλοις διακριθείς, πρῶτος μαρτυρίου τὸ ποτήριον τὸ πικρόν, ἔπιες προθύμως υἱὲ τοῦ Ζεβεδαίου· Ἰάκωβε τοῦ ξίφους τέλος δεξάμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου