Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 10. ΑΓΙΟΣ ΑΠΟΣΤΟΛΟΣ ΣΙΜΩΝ ΖΗΛΩΤΗΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ Ι΄!!
ΣΙΜΩΝ ΖΗΛΩΤΗΣ ΑΠΟΣΤΟΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Συμπληρωθεῖσα ὑπὸ Καθηγουμένης Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Πανηγυρίσωμεν δεῦτε ἀγαλλιώμενοι, οἱ εὐσεβεῖς ἐν ὕμνοις, καὶ ᾠδαῖς εὐφημοῦντες, Σίμωνος τὴν μνήμην τοῦ ζηλωτοῦ, καὶ αὐτοῦ ἐπαινέσωμεν, τὸν ἀξιέπαινον ζῆλον καὶ τὴν σπουδήν.

Ἐν τῷ ἀγρῷ τοῦ Κυρίου Σίμων Ἀπόστολε, μετὰ σπουδῆς καὶ ζήλου, φιλοπόνως ἠργάσθης, σπείρας ἐν καρδίαις τὰ ἀγαθά, τοῦ Κυρίου σου λόγια· ὅθεν ἐθέρισας στάχυας τῆς ζωῆς, ἐν πλουσίαις ἀποδόσεσιν.

Τῶν σῶν ἀγώνων θαυμάζω τὰ κατορθώματα, καὶ τοῦ σοῦ ζήλου ᾄδω, τὰς καλὰς ἐπιδόσεις, Σίμων θεηγόρε, σὺ γὰρ σπουδῇ, εἰς τὰ ἔθνη διέδραμες, καὶ μετὰ θάῤῥους ἐκήρυξας πανταχοῦ, τοῦ Κυρίου σου τὸ ὄνομα.

Τῶν χαρισμάτων ἐδέξω τοῦ θείου Πνεύματος, τὰς δωρεὰς πλουσίως, ὦ Ἀπόστολε Σίμων, ὅτε ἐν ἡμέρᾳ Πεντηκοστῆς, τῆς ἁγίας παρέστηκας, ἐν ὑπερώῳ τῷ τόπῳ ἐπεγνωκώς, προσδοκίας τὴν ἐκπλήρωσιν.

Δόξα. Ἦχος α΄.
Ἐν φωνῇ ἀγαλλιάσεως, δεῦτε πιστοὶ ὑμνήσωμεν, τὸν ἀξιΰμνητον Ἀπόστολον, Σίμωνα τὸν Κανανίτην. Καὶ τούτου συμφώνως ἐπαινέσωμεν, τὸν ζῆλον τὸν καλὸν καὶ ἀξιέπαινον, ὃν ἔσχεν ἐν τῇ πίστει μακάριος. Χριστῷ γὰρ ἠκολούθησεν, ἀνενδοιάστῳ καρδίᾳ, τούτου κηρύξας τοῖς λαοῖς τὸ μέγα ὄνομα, καὶ ἄχρι θανάτου σταυρικοῦ, δείξας τὴν πρὸς Αὐτόν, τελείαν ἀφοσίωσιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Αἶνοι. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Σίμωνος ζηλωτοῦ, τοῦ θείου Ἀποστόλου, τὴν ἑορτὴν τελοῦντες, βοήσωμεν τὸ χαῖρε, αὐτῷ ἀγαλλιώμενοι.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ζῆλον ἐπαινετόν, ὦ Σίμων θεηγόρε, μετὰ σπουδῆς ἀρίστης, ἐπέδειξας ζηλώσας, τὰ ἔργα τὰ σωτήρια.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Σέβω ἐν θαυμασμῶ, τοὺς θείους σου ἀγῶνας, καὶ ἐκθειάζω Σίμων, Ἀπόστολε Κυρίου, σταυρὸν τοῦ μαρτυρίου σου.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Μονὰς ἡ ἐν Τριάδι, ἐλέησον τοὺς πίστει, Θεὸν ὁμολογοῦντάς Σε.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε τῆς χαρμονῆς, τῆς αἰωνίου πύλη, Παρθένε Παναγία, πηγὴ παρηγορίας, τοῦ κόσμου χαροπάροχε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ'
Ἀπόστολε Ἅγιε Σίμων, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ ἐνθέου σου ζήλου τὴν ἰσχὺν ἐκθειάζομεν, Σίμων ζηλωτὰ θεηγόρε, τοῦ Κυρίου Ἀπόστολε· τοῦ Πνεύματος τὴν χάρι γὰρ λαβών, διέδραμες τὰ πέρατα τῆς γῆς, καὶ ἐκήρυξας τοῖς ἔθνεσι πανταχοῦ, τὸν λόγον τὸν σωτήριον· χαίροις Εὐαγγελίου ἡ φωνή· χαίροις υἱὲ τῆς χάριτος· χαίροις ὁ σταυρωθεὶς καὶ τὴν ζωήν, κερδίσας τὴν αἰώνιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ Ἀποστόλου γ'. Ἦχος δ'. Ἔδωκας σημείωσιν
Σίμων ὁ θαυμάσιος, τῶν Ἀποστόλων τὸ καύχημα, ὡς βολὶς ἐξαστράπτουσα, διῆλθε τὰ πέρατα, ἐκδιώκων ζόφον, τῆς πολυθεΐας, σωτηριώδεσιν αὐτοῦ, καὶ φωτοβόλοις θείοις διδάγμασι, καὶ πάντας κατεφώτισε, μίαν δοξάζειν Θεότητα, ἐν τρισὶν ὑποστάσεσιν, ἀδιαίρετον ἄτμητον.

Σίμων ὁ θεόπνευστος, ὁ παμφαὴς καὶ ὑπέρτιμος, τῶν ἐθνῶν ὁ διδάσκαλος, σαγήνη ἡ ἔνθεος, ἐκ τῆς ἀπωλείας, τοῦ βυθοῦ ζωγροῦσα, θεολογίας ὑψηλῆς, ὁ ἀληθέστατος κήρυξ ἅπαντας, Χριστοῦ πρὸς τὴν ἐπίγνωσιν, νῦν δεξιῶς εἱστιάσατο, τὰ αὐτοῦ κατορθώματα, προτιθεὶς πανδαισίαν τερπνήν.

Σίμων ὁ μακάριος, διαδραμὼν εἰς τὰ πέρατα, ὡς τροχὸς κυλιόμενος, πᾶσαν γῆν κατέφλεξεν, εἰδωλομανοῦσαν, καὶ τῇ εὐσεβείᾳ, καταπυρσεύσας τηλαυγεῖς, πυρσούς ἀνῆψε πιστοῖς ἐν χάριτι· πάντας γὰρ κατεφώτισε, μίαν δοξάζειν Θεότητα, ἐν τρισὶν ὑποστάσεσιν, ἀδιαίρετον ἄτμητον.

Δόξα. Ἦχος β'
Ζήλου ἐπώνυμος κληθείς, Σίμων ἀξιάγαστε, ζηλῶν ἐζήλωσας Θεῷ τῷ παντοκράτορι, καὶ θείων σε θαυμάτων ἔμπλεων ἀνέδειξε· ξένον γὰρ τὸν ζῆλον ἔχων, φερωνύμως Ζηλωτὴς μακάριε ἐκλήθης, καὶ τῷ τρόπῳ τὴν κλῆσιν σύμφωνον ἐκτήσω. Διὸ ὑψηλὸς ὑπάρχων, ἐν μεταρσίοις χοροῖς σκηνούμενος, πρέσβευε θεόπτα τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ ἡμῶν, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἐορτῆς.










Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. α’ 1-β’ 6)
Πέτρος, ἀπόστολος Ἰησοῦ Χριστοῦ, ἐκλεκτοῖς παρεπιδήμοις διασπορᾶς Πόντου, Γαλατίας, Καππαδοκίας, Ἀσίας καὶ Βιθυνίας, κατὰ πρόγνωσιν Θεοῦ πατρός, ἐν ἁγιασμῷ Πνεύματος, εἰς ὑπακοὴν καὶ ῥαντισμὸν αἵματος Ἰησοῦ Χριστοῦ· χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη. Εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς, τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου διὰ πυρὸς δὲ δοκιμαζομένου εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν. περὶ ἧς σωτηρίας ἐξεζήτησαν καὶ ἐξηρεύνησαν προφῆται οἱ περὶ τῆς εἰς ὑμᾶς χάριτος προφητεύσαντες, ἐρευνῶντες εἰς τίνα ἢ ποῖον καιρὸν ἐδήλου τὸ ἐν αὐτοῖς Πνεῦμα Χριστοῦ προμαρτυρόμενον τὰ εἰς Χριστὸν παθήματα καὶ τὰς μετὰ ταῦτα δόξας· οἷς ἀπεκαλύφθη ὅτι οὐχ ἑαυτοῖς, ὑμῖν δὲ διηκόνουν αὐτά, ἃ νῦν ἀνηγγέλη ὑμῖν διὰ τῶν εὐαγγελισαμένων ὑμᾶς ἐν Πνεύματι ἁγίῳ ἀποσταλέντι ἀπ' οὐρανοῦ, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ, προεγνωσμένου μὲν πρὸ καταβολῆς κόσμου, φανερωθέντος δὲ ἐπ' ἐσχάτων τῶν χρόνων δι' ὑμᾶς τοὺς δι' αὐτοῦ πιστεύοντας εἰς Θεὸν τὸν ἐγείραντα αὐτὸν ἐκ νεκρῶν καὶ δόξαν αὐτῷ δόντα, ὥστε τὴν πίστιν ὑμῶν καὶ ἐλπίδα εἶναι εἰς Θεόν. Τὰς ψυχὰς ὑμῶν ἡγνικότες ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας διὰ Πνεύματος εἰς φιλαδελφίαν ἀνυπόκριτον, ἐκ καθαρᾶς καρδίας ἀλλήλους ἀγαπήσατε ἐκτενῶς, ἀναγεγεννημένοι οὐκ ἐκ σπορᾶς φθαρτῆς, ἀλλὰ ἀφθάρτου, διὰ λόγου ζῶντος Θεοῦ καὶ μένοντος εἰς τὸν αἰῶνα· διότι πᾶσα σὰρξ ὡς χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου· ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσε· τὸ δὲ ῥῆμα Κυρίου μένει εἰς τὸν αἰῶνα. τοῦτο δέ ἐστι τὸ ῥῆμα τὸ εὐαγγελισθὲν εἰς ὑμᾶς. Ἀποθέμενοι οὖν πᾶσαν κακίαν καὶ πάντα δόλον καὶ ὑποκρίσεις καὶ φθόνους καὶ πάσας καταλαλιάς, ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν ἄδολον γάλα ἐπιποθήσατε, ἵνα ἐν αὐτῷ αὐξηθῆτε εἰς σωτηρίαν, εἴπερ ἐγεύσασθε ὅτι χρηστὸς ὁ Κύριος. Πρὸς ὃν προσερχόμενοι, λίθον ζῶντα, ὑπὸ ἀνθρώπων μὲν ἀποδεδοκιμασμένον, παρὰ δὲ Θεῷ ἐκλεκτὸν, ἔντιμον, καὶ αὐτοὶ ὡς λίθοι ζῶντες οἰκοδομεῖσθε, οἶκος πνευματικὸς, ἱεράτευμα ἅγιον, ἀνενέγκαι πνευματικὰς θυσίας εὐπροσδέκτους τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ. διότι περιέχει ἐν τῇ γραφῇ· ἰδοὺ τίθημι ἐν Σιὼν λίθον ἀκρογωνιαῖον, ἐκλεκτὸν, ἔντιμον, καὶ ὁ πιστεύων ἐπ' αὐτῷ οὐ μὴ καταισχυνθῇ.

Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. β’ 21 –γ’ 9)
Ἀγαπητοί, Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν· οὗ τῷ μώλωπι αὐτοῦ ἰάθητε. ἦτε γὰρ ὡς πρόβατα πλανώμενα, ἀλλ' ἐπεστράφητε νῦν ἐπὶ τὸν ποιμένα καὶ ἐπίσκοπον τῶν ψυχῶν ὑμῶν. Ὁμοίως αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα καὶ εἴ τινες ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται, ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν. ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ Θεοῦ πολυτελές. οὕτω γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ἐπὶ τὸν Θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάρρα ὑπήκουσε τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα· - ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν. Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ συγκληρονόμοι χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν. Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, φιλόφρονες, μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας, τοὐναντίον δὲ εὐλογοῦντες, εἰδότες ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίαν κληρονομήσητε.






Καθολικῆς Α’ Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα (Κεφ. δ’ 1 –11)
Ἀγαπητοί, Χριστοῦ οὖν παθόντος ὑπὲρ ἡμῶν σαρκὶ καὶ ὑμεῖς τὴν αὐτὴν ἔννοιαν ὁπλίσασθε, ὅτι ὁ παθὼν ἐν σαρκὶ πέπαυται ἁμαρτίας, εἰς τὸ μηκέτι ἀνθρώπων ἐπιθυμίαις, ἀλλὰ θελήματι Θεοῦ τὸν ἐπίλοιπον ἐν σαρκὶ βιῶσαι χρόνον. ἀρκετὸς γὰρ ὑμῖν ὁ παρεληλυθὼς χρόνος τοῦ βίου τὸ θέλημα τῶν ἐθνῶν κατεργάσασθαι, πεπορευμένους ἐν ἀσελγείαις, ἐπιθυμίαις, οἰνοφλυγίαις, κώμοις, πότοις καὶ ἀθεμίτοις εἰδωλολατρίαις. ἐν ᾧ ξενίζονται μὴ συντρεχόντων ὑμῶν εἰς τὴν αὐτὴν τῆς ἀσωτίας ἀνάχυσιν, βλασφημοῦντες· οἳ ἀποδώσουσιν λόγον τῷ ἑτοίμως ἔχοντι κρῖναι ζῶντας καὶ νεκρούς. εἰς τοῦτο γὰρ καὶ νεκροῖς εὐηγγελίσθη, ἵνα κριθῶσι μὲν κατὰ ἀνθρώπους σαρκὶ, ζῶσι δὲ κατὰ Θεὸν πνεύματι. Πάντων δὲ τὸ τέλος ἤγγικε· σωφρονήσατε οὖν καὶ νήψατε εἰς τὰς προσευχάς· πρὸ πάντων δὲ τὴν εἰς ἑαυτοὺς ἀγάπην ἐκτενῆ ἔχοντες, ὅτι ἡ ἀγάπη καλύψει πλῆθος ἁμαρτιῶν· φιλόξενοι εἰς ἀλλήλους ἄνευ γογγυσμῶν· ἕκαστος καθὼς ἔλαβε χάρισμα, εἰς ἑαυτοὺς αὐτὸ διακονοῦντες ὡς καλοὶ οἰκονόμοι ποικίλης χάριτος Θεοῦ· εἴ τις λαλεῖ, ὡς λόγια Θεοῦ· εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος, ὡς χορηγεῖ ὁ Θεός· ἵνα ἐν πᾶσι δοξάζηται ὁ Θεὸς διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἐστιν ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Λιτή. Ἦχος α΄.
Εὐφρανθῶμεν δεῦτε οἱ πιστοί, καὶ σκιρτήσωμεν τῷ πνεύματι, τῇ ἑορτίῳ πανηγύρει τοῦ πανευφήμου Ἀποστόλου, Σίμωνος τοῦ μακαρίου καὶ ζηλτοῦ. Καὶ τὰς χεῖρας κροτοῦντες, ἐπαινέσωμεν αὐτοῦ ἐγκωμίοις ἐνθέοις, τὸν ζῆλον τὸν καλὸν καὶ ἅγιον, ὃν ἔσχε πρὸς Θεόν, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον· ἅμα δὲ ζηλώσωμεν αὐτοῦ, τὴν πρὸς τὸν Θεὸν γνησίαν ἀγάπην, ἥτις ἐστὶ τοῦ νόμου τὸ πλήρωμα.

Ἦχος β΄.
Τὸ τῆς ἀμπέλου τῆς ζωῆς κατάκαρπον κλῆμα, Σίμωνα τὸν θεοβράβευτον Ἀπόστολον δεῦτε μεγαλύνωμεν. Τὴν χορείαν γὰρ τὴν δωδεκάριθμον, τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐξαιρέτως ἐμεγάλυνε, ζηλώσας ἱερῷ τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν· ὑπὲρ ταύτης οὖν ἀναλωθείς, ἔβλυσε τὸν οἶνον τὸν γλυκύν, τῆς χρηστῆς καταξιώσεως.

Ἦχος γ΄.
Τὸ σκεῦος τῆς τιμίας ἐκλογῆς, τῶν δωρεῶν τοῦ Πνεύματος τὸ ἐκλεκτὸν δοχεῖον, Σίμωνα θαυμάσωμεν τὸν ζηλωτήν, τὸν θεηγόρον τοῦ Χριστοῦ Ἀπόστολον. Οὗτος γὰρ δεξάμενος, τὰς δωρεὰς τῆς χάριτος, τῆς Ἐκκλησίας κατεκάλλυνε τὸ πρόσωπον, καὶ ἐλαμπρύνθη τῇ δόξῃ τῆς καλῆς διακονίας. Αὐτῷ οὖν ἀσμένως ᾄσματα προσάξωμεν, χαίροις βοῶντες ἐκτενῶς, φίλε τοῦ Κυρίου γνησιώτατε.

Ἦχος δ΄.
Μακάριος εἶ Σίμων ζηλωτά, παμμακάριστε Ἀπόστολε, ὅτι ἀντὶ τῶν ἐπιγείων καὶ φθαρτῶν, προείλου τὰ ἄφθαρτα καὶ αἰώνια. Μακάριοι οἱ ὀφθαλμοί σου, οἱ ἰδόντες τὸν Χριστόν, ἐπὶ γῆς περιπατοῦντα ὡς ἄνθρωπον. Μακάριοι ὡσαύτως αἱ χεῖρές σου, ὅτι εἰργάσαντο τὰ ἀγαθά. Οἱ δὲ πόδες σου ὡσαύτως τρισμακάριοι, ὅτι εἰς τὰ πέρατα τῆς γῆς δραμόντες, τοῖς πεπλανημένοις εἰς τὴν ὁδὸν τῆς ἀληθείας ὑπέδειξαν· ἔφθασαν διὸ εἰς τοῦ παραδείσου τὰς αὐλάς, ἔνθα ἐστὶ τῶν ἐκλεκτῶν ἡ χαρά, καὶ ὁ πλατυσμὸς τῆς αἰωνίου καταπαύσεως.

Ἦχος πλ. α΄.
Ἐν τῷ ἀμπελῶνι τοῦ Χριστοῦ, φιλοπόνως εἰργάσθης, Σίμων Κανανίτα παναοίδιμε Ἀπόστολε· ἔσπειρας γὰρ τὸν σπόρον τῆς πίστεως, ταῖς τῶν ἀνθρώπων καρδίαις, καὶ ἐγεώργησας καλῶς τὸν ἀγρὸν τῆς Ἐκκλησίας. Στάχυν οὖν ἀπέδωκας μεστόν, καὶ ἐθέρισας πολυπλασίως ἐξ αὐτοῦ, τὸν καρπὸν τῆς δικαιοσύνης· ὃν ἐσύναξας εἰς τὰς ἀποθήκας τοῦ οὐρανοῦ, θησαυρίσας σεαυτῷ τὸν πλοῦτον τὸν αἰῶνιον.

Δόξα. Ἦχος πλ. β΄.
Ποῖον τῶν προτερημάτων σου, διηγήσομαι πρῶτον, Σίμων Κανανίτα ἔνδοξε Ἀπόστολε! Τὸν πόθον σου πρὸς τὸν Χριστόν, τὸν ἀληθῆ καὶ γνήσιον, ὃν ἄσβεστον ἐτήρησας ἐν τῇ καρδίᾳ σου. Τὸν ζῆλον τῆς ἐπωνυμίας σου τὸν καλὸν καὶ ἅγιον, δι’ οὗ εἰργάσα τὰ τῷ Θεῷ εὐάρεστα. Τοὺς κόπους τοὺς τιμίους σου ἐν τῷ κηρύγματι, τὰς ὑπερμέτρους καὶ πολλὰς θυσίας σου, τὴν ἄχρι τέλους σταθηράν σου ὑπομονὴν ἐν θλίψεσι. Πάντων δὲ τούτων ἀριθμήσω, ἐν ὑπεροχῇ σφραγίδος ἱερᾶς, τὸ τέλος σου ἐν τῷ σταυρῷ· δι’ οὗ οἰκεῖος ἐγένου τῷ Σταυρωθέντι δι’ ἡμᾶς, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι ζωῆς αἰωνίου τὴν ἀπόλαυσιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.













Εἰς τὸν Στίχον. Ἦχος α'. Πανεύφημοι Μάρτυρες
Σίμων παναοίδιμε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, καὶ θεοφρόνως ἐπότισας, Θεοῦ ἐπίγνωσιν, τοὺς θερμῶς ποθοῦντας, τὸν Χριστὸν μιμούμενος, ᾧ νῦν χαρμονικῶς προσεχώρησας, δόξαν θεώμενος, τῆς Τριάδος τὴν ὑπέρφωτον, καὶ εἰρήνην, τὴν ἀπειροδύναμον.

Στ.: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Σίμων ὑπερθαύμαστε Θεόν, καθορῶν τερπνότατα, ὡς ἐφικτὸν καὶ ὁρώμενος, ἑνώσει κρείττονι, ἀπολαύων τούτου, καὶ θετῶς θεούμενος, τὸ μόνον ὀρεκτὸν καὶ μακάριον, χαίρων ἀπέλαβες, χριστοκήρυξ παναοίδιμε, τοῖς Ἀγγέλοις, νῦν συναυλιζόμενος.

Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Σίμων παμμακάριστε Θεοῦ, καὶ ἀνθρώπων δέδειξαι, πιστὸς μεσίτης γενόμενος, καὶ νῦν εὐΐλατον, εὐπαρρησιάστοις προσευχαῖς τιθεὶς ἡμῖν, Χριστὸν μὴ διαλίπῃς τὸν Κύριον, πρεσβεύων πάντοτε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β'
Τὴν κτίσιν ὡς ἀετὸς ὑψιπέτης διῆλθες, Σίμων ἱερώτατε, μαθητὰ τοῦ Σωτῆρος καὶ Ἀπόστολε, καὶ τὴν πλάνην τῶν εἰδώλων, τοῖς πυριφθόγγοις σου δόγμασιν, ὡς ὕλην πᾶσαν καταφλέξας, τὰ ἔθνη ἐξ ἀγνωσίας βυθοῦ, πρὸς τὴν θείαν γνῶσιν μετήγαγες, καὶ νῦν πρέσβευε Χριστῷ, ὅπως ἵλεως γενήσεται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ'
Ἀπόστολε Ἅγιε Σίμων, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ ἐνθέου σου ζήλου τὴν ἰσχὺν ἐκθειάζομεν, Σίμων ζηλωτὰ θεηγόρε, τοῦ Κυρίου Ἀπόστολε· τοῦ Πνεύματος τὴν χάρι γὰρ λαβών, διέδραμες τὰ πέρατα τῆς γῆς, καὶ ἐκήρυξας τοῖς ἔθνεσι πανταχοῦ, τὸν λόγον τὸν σωτήριον· χαίροις Εὐαγγελίου ἡ φωνή· χαίροις υἱὲ τῆς χάριτος· χαίροις ὁ σταυρωθεὶς καὶ τὴν ζωήν, κερδίσας τὴν αἰώνιον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.
ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἐπέστη ἡ αὐγή, ἑορτίου ἡμέρας, ἡ μνήμη ἡ σεπτή, ζηλωτοῦ Ἀποστόλου, τοῦ Σίμωνος σκιρτήσωμεν, οἱ πιστοὶ καὶ βοήσωμεν· χαίροις τίμιε, τοῦ ἀμπελῶνος ἐργάτα, ὁ τοὺς κόπους σου, ἀνατεθεὶς τῷ Κυρίῳ, παρ’ Οὗ ἐστεφάνωσαι.
Δόξα.
Τοῦ ζήλου τιμῶ, τὴν ἰσχὺν τὴν μεγάλην, ὦ Σίμων ζηλωτά, Μαθητὰ τοῦ Κυρίου, τὸ τάλαντον γὰρ ηὔξησας, τὸ δοθέν σοι ὡς τίμιος· καὶ φιλόπονος, τοῦ ἐμπελῶνος ἐργάτης· ὅθεν ἤκουσας, παρὰ Χριστοῦ ἐπαξίως, τὸν δίκαιον ἔπαινον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον.
Διελθὼν μετὰ ζήλου εἰς γῆς τὰ πέρατα, ἀπὸ τοῦ σκότους τῆς πλάνης Εὐαγγελίου εἰς φῶς, καθοδήγησας λαοὺς μετὰ συνέσεως, Σιμὼν εἰς εὔθετον ὁδόν, ὡς Ἀπόστλος σοφός, καὶ κήρυξ τῆς ἀληθείας· ἐγκωμίοις διὸ τιμώμεν, μεγαλοφώνως τοὺς ἀγῶνάς σου.
Δόξα.
Οὐρανίου σοφίας τὸ θεῖον ὄργανον, τῆς οἰκουμένης φωστῆρα χρυσοφαῆ καὶ λαμπρόν, τὴν τοῦ Πνεύματος τρανὴν εὔηχον σάλπιγγα, ὕμνοις τιμήσωμεν πιστοί, θεηγόρον ζηλωτήν, τὸν Σίμωνα ἐκβοῶντες· εὐσεβείας ζηλοῦν τὰ ἔργα, ἡμᾶς ἀξίωσον πρεσβείαις ταῖς σαῖς.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Εἰς τὰ πέρατα τῆς γῆς, μετὰ σπουδῆς διαδραμών, διετράνωσας τρανῶς, τὸ Εὐαγγέλιον Χριστοῦ, τοῦ θείου νόμου διδάξας τὰς διατάξεις· Σίμων ζηλωτά, καὶ ὡδήγησας, ἔθνη εἰς τὸ φῶς, τὸ τῆς γνώσεως, καὶ δᾳδουχεῖς καρδίας τῶν ὑμνούντων, τὴν θαυμαστὴν πολιτείαν σου, καὶ σοὶ τὸ χαῖρε, ἀναβοῶσι, μετὰ πόθου καρδίας.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.










Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στ.: Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον: Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. δ΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μαθητὰ τοῦ Σωτῆρος καὶ Ἀπόστολε, Σίμων Ζηλωτὰ πανένδοξε, ἡμῶν δὲ πολιοῦχε, καὶ τῆς οἰκουμένης κήρυξ διαπρύσιε, πρέσβευε ἐκτενῶς ῥυσθῆναι ἡμᾶς ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἀποστόλου οὗ ἡ Ἀκροστιχίς: Ἀποστόλου Σίμωνος ἐξᾴδω κλέος. Ποίημα Θεοφάνους.
ᾨδὴ α'. Ἦχος πλ. δ'. ᾎσμα ἀναπέμψωμεν
νω τῷ Δεσπότῃ παρεστώς, Ἀπόστολε θεσπέσιε, τῷ σὲ δοξάσαντι, καὶ μαθητὴν οἰκεῖον, λαμπρῶς ἀναδείξαντι, φώτισον τὴν ψυχήν μου, ἵνα σου μέλψω τὴν ἔνθεον μνήμην.
Πᾶσαν ἀφθονίαν ἀγαθῶν, σοὶ ὁ Χριστὸς δεδώρηται, καὶ τὰς ἀκρότητας, τῶν θείων χαρισμάτων, Ἀπόστολον δείξας σε, κρίσει δικαιοτάτῃ, θεοφάντορ, ὁ δίκαιος μόνος.
λην τὴν τοῦ Πνευματος αὐγήν, δεξάμενος Ἀπόστολε, καταφοιτήσασαν, ἐπὶ σὲ οὐρανόθεν, πυρίπνοος γέγονας, ἅπασαν καταφλέγων, τὴν ἀπάτην τῆς πολυθεΐας.
Θεοτοκίον
Σύ μου τὸ θνητόν τε καὶ φθαρτόν, ἀθάνατον καὶ ἄφθαρτον, Σωτὴρ ἀνέδειξας, Παρθένου Παναγίας, οἰκήσας πανάχραντον, μήτραν ἀπειρογάμως, μορφωθείς τε τὴν βρότιον φύσιν.

ᾨδὴ γ'. Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Κύριος.
Τὸ θεῖον μυστήριον της σαρκώσεως, ἐμυήθης Ἀπόστολε, Σίμων θεόληπτε, παρ᾽ αὐτοῦ τοῦ Σωτῆρος, τὴν αἴγλην δεξάμενος τὴν ὑπερκόσμιον.
Λόγος ὁ ἄναρχος καὶ ἀΐδιος, τὸν αὐτοῦ ὑπηρέτην σε, Σίμων θεσπέσιε, ἀστραπαῖς φανοτάταις, πλουσίως ἐλάμπρυνε, ταῖς τῆς θείας χάριτος.
Θεοτοκίον
Λυχνία ἡ πάγχρυσος, σὲ προέγραψε, Θεοτόκε βαστάζουσαν φῶς τὸ ἀνέσπερον, τὸ φωτίζον τὸν κόσμον, ἀκτῖσι Θεότητος, Χριστὸν τὸν Θεὸν ἡμῶν.
Κάθισμα. Ἦχος γ'. Θείας πίστεως.
Θείου Πνεύματος τῇ φωταυγίᾳ, σκότος ἔλυσας, πολυθεΐας, καὶ τῶν πιστῶν τὰς καρδίας ἐφώτισας, ἀναβοήσας, σωτήρια δόγματα, καὶ καταργήσας Ἑλλήνων μυθεύματα, Σίμων ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς

ᾨδὴ δ'. Ἐξ ὄρους κατασκίου.
λος θησαυρὸς ὑπάρχεις χαρισμάτων, εὐαγγελικῶν χαρίτων πεπλησμένος, καὶ φῶς τοῦ κόσμου, καὶ ἅλας τῆς οἰκουμένης, Σίμων παμμάκαρ ἐχρημάτισας.
λης ἀηδοῦς ἐμφάσεις ἀπεστράφης, ἄϋλον δὲ φῶς ἰδεῖν κατηξιώθης, τὸ τῆς Θεότητος εἶδος ἐπειλημμένον, ὕλης βροτείας Ἀξιάγαστε
Σίμων Ζηλωτὰ ζωῆς τῆς ἀκηράτου, νέκρωσον ἡμῶν τὴν ζῶσαν ἁμαρτίαν, τῇ ζωηφόρῳ δυνάμει τοῦ Ζωοδότου, ἧς ὑπεδέξω τὴν ἐνέργειαν.
Θεοτοκίον
σος πεφυκὼς Πατρί σου κατ' οὐσίαν, ἴσος τοῖς βροτοῖς ἐγένου κατὰ φύσιν, ἐκ τῆς ἀχράντου Παρθένου τὴν ἡμετέραν, Δέσποτα σάρκα προσλαβόμενος.

ᾨδὴ ε'. Ὁ ἐκ νυκτὸς ἀγνοίας.
Μετὰ πυρὸς Παμμάκαρ, σὺ ὁρωμένην τὴν γλῶσσαν τοῦ Πνεύματος, ὑπεδέξω προθύμως, ἐν τῷ ὑπερῴῳ καθήμενος.
ς ὑψηλὸς ὑπάρχων, ἐν μεταρσίοις χωρίοις σκηνούμενος, ὑψηλὰ καὶ μεγάλα, δόγματα ἡμῖν προσενήνοχας.
Θεοτοκίον
Νόμος ὁ πρὶν Παρθένε, παρεισελθών, ἐν τῷ τόκῳ σου πέπαυται, ἤνθησε δὲ ἡ χάρις, καὶ δικαιοσύνη ἀνέτειλεν.

ᾨδὴ ς'. Χιτῶνά μοι παράσχου
ζήλου ἐπώνυμος κληθείς, Σίμων ἀξιάγαστε, ζηλῶν ἐζήλωσας, τῷ Κυρίῳ καὶ Θεῷ Παντοκράτορι.
Σὲ θείων θαυμάτων αὐτουργόν, ὁ Σωτὴρ ἀνέδειξε, δοὺς ἐξουσίαν σοι, ἐνεργείᾳ τῆς αὐτοῦ ἀγαθότητος.
Θεοτοκίον
μφράττεται τὸ στόμα δυσσεβῶν, τῶν μὴ Θεοτόκον σε, φρονούντων Πάναγνε, καὶ ἡ ὄψις ἐντροπὴν ἐνδιδύσκεται.





Κοντάκιον τοῦ Ἀποστόλου. Ἦχος β'. Τοὺς ἀσφαλεῖς.
Τὸν ἀσφαλῶς τὰ τῆς σοφίας δόγματα, ἐν ταῖς ψυχαῖς τῶν εὐσεβούντων θέμενον, ἐν αἰνέσει μακαρίσωμεν, τὸν θεηγόρον πάντες Σίμωνα· τῷ θρόνῳ γὰρ τῆς δόξης νῦν παρίσταται, καὶ σὺν τοῖς ἀσωμάτοις ἐπαγάλλεται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τοῦ Ἀποστόλου τὴν μνήμην πάντες ὡς σωτηρίας ἡμέραν, εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν· αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ, ὥσπερ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην γεραίροντας. Διὸ προθύμως συνδράμωμεν ἀνυμνοῦντες, αὐτὸν ὡς χρέος· αὐτὸς γὰρ Χριστῷ παρίσταται, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ
Ἔοικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν.
ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος.
Ἐν ξύλῳ ἀμφετάθη Σίμων δεκάτῃ μεγάθυμος.
Οὗτός ἐστι Σίμων, ὁ καὶ Ναθαναὴλ ὀνομαζόμενος, καὶ χρηματίσας νυμφίος ἐν τῷ γάμῳ, ἐν ᾧ ὁ Χριστὸς ἐκλήθη σῦν τοῖς αὐτοῦ μαθηταῖς ἐν Κανᾷ, καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν. Ὅθεν ὁ νυμφίος, τὸν γάμον καὶ τὸν οἶνον καταλιπών, τῷ φίλῳ καὶ θαυματοποιῷ καὶ νυμφαγωγῷ ἠκολούθησε, καὶ τοῖς Ἀποστόλοις ἐν τῷ ὑπερῴῳ συνῆν, ὅτε πυρίνων εἴδει γλωσσῶ τὸ Πνεῦμα ἐπεφοίτησε. Καὶ τούτου πλησθείς, καὶ τὴν γῆν ἅπασαν σχεδὸν εἰπεῖν διαδραμών, πᾶσαν κατέφλεξε τὴν τῆς πολυθεΐας ἀπάτην. Μαυριτανίαν δὲ πᾶσαν καὶ τὴν τῶν Ἄφρων χώραν διελθών, ἐκήρυξε τὸν Χριστόν. Ὕστερον δὲ ἐν Βρετανίᾳ γενόμενος καὶ πολλοὺς τῷ λόγῳ τοῦ Εὐαγγελίου φωτίσας, ὑπὸ τῶν ἀπίστων σταυρωθείς, καὶ τεθεὶς θάπτεται ἐκεῖ. Ὡς δὲ ζῆλον διάπυρον ζηλῶν Θεῷ παντοκράτορι, κλῆσιν τὸν τρόπον ἐκτήσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ἀνακομιδῆς καὶ μετακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Νικολάου ἐπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ
Φάνας ὁ νεκρὸς σοῦ θεόφρον τὴν ἕω,
ἔφανεν αὖθις καὶ δύσιν τεραστίοις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων· Ἀλφειοῦ, Κυπρίνου καὶ Φιλαδέλφου, καὶ τῶν σὺν αὐτῶν μαρτυρησάντων· Ἐράσμου, Ὀνησίμου καὶ ἑτέρων Δεκατεσσάρων
Ἀλφειὸς εἰ καὶ γλῶτταν ἐξαφηρέθη,
τῇ ψυχικῇ γλώττῇ σε δοξάζει Λόγε.
Ὁ Φιλάδελφος ἢ φιλόχριστος φᾶναι,
Xριστοῦ φιλῶν ἤθλησεν εἰς πῦρ ἐσχάρας.
Ὁπτοῦ φαγὼν πρὶν Σῶτερ, ἰχθύος μέρος,
ἐκ τηγάνου Kυπρῖνον ἡδέως δέχου
Οὗτοι ὑπῆρχον τῆς τῶν Βασκάνων χώρας, πόλεως Πρεφακτῶν εὐγενεῖς καὶ τῇ περιουσίᾳ λαμπροί, υἱοὶ γεγονότες Βιταλίου ἄρχοντος τῆς αὐτῆς χώρας Πρεφακτῶν, τραφέντες ἐπ’ εὐσεβείᾳ καὶ τῶν θείων Γραφῶν ἀναγνώσει, διὰ Διονυσίμου τινὸς Ἁγίου ἀνδρός, κηρύττοντος τὸν Χριστόν. Ἐρωτῶνται οὖν πρῶτον παρὰ Λιγγελίωνος τινός, ἐκ Ῥώμης μετὰ γραμμάτων βασιλικῶν ἐκπεμφθέντος καὶ παρ’ αὐτοῦ ἀποστέλλονται εἰς Ῥώμην πρὸς Λικίνιον. Ὁ δὲ τούτους Βαλεριανῷ εἰς ἐξέτασιν δίδωσι, παρ’ οὗ ἐν Ποτιόλοις πρὸς τὸν ἡγεμόνα Διομήδην ἐκπέμπονται. Καὶ οὗτος αὐτοὺς πρὸς Τέρτυλλον ἀποστέλλει, τὴν τῆς Σικελίας ἀρχὴν διέποντα. Καὶ παρ’ ἑκάστω τούτων διαφόροις βασάνων ἰδέαις δοκιμασθέντες ἀφ’ ὧν οὐκ ἄν τις μιᾶς περιγένοιτο, ἀλλὰ θᾶττον ἀπαγορεύσας, τῷ θανάτῳ παραπεμφθείη, δυσυποίστων ὄντων οὕτω καὶ λίαν σφοδρῶν, τέλος ἐπὶ Τερτύλλου τὸ μακάριον ἐδέξαντο τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ Ὀμολογητοῦ
Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως,
ἐν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει
Οὗτος, ὥρμηττο ἐκ τῆς Ἀδραπηνῶν πόλεως, ἦν δὲ ἀνὴρ ἀγαθὸς καὶ πρᾶος, καὶ φρονίμως ἔχων τὸν τρόπον τῇ κλήσει κατάλληλον. Δεηθεὶς οὖν τοῦ Θεοῦ ὑποδεῖξαι αὐτῷ τόπον ἐν ᾧ κατὰ μόνας γενόμενος δουλεύσῃ καὶ εὐαρεστήσῃ αὐτῷ, ἀπεκαλύφθη αὐτῷ εἰσελθεῖν ἐπὶ τὰ πρὸς θάλασσαν μέρη, εἰς τὸ ὄρος τὸ λεγόμενον Μαΐωνος. Ἔνθα γενόμενος καὶ ἐπὶ πλεῖστον διαγαγών, εἶτα ἐκεῖθεν ἐπὶ τὸ ὕδωρ κατελθών, καὶ πλησίον εὐκτήριον τοῦ Ἁγίου Ἀνδρέου κατασκευάσας, καὶ τὸ λειπόμενον τῆς ζωῆς ἐν ἀσκήσει καὶ καρτερίᾳ διανύσας, καὶ πολλὰς θαυμάτων ἐνεργείας πεποιηκώς, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πασσαρίωνος τοῦ Πρεσβυτέρου, καὶ τῶν μαθητῶν αὐτοῦ· Ἀγαπίου καὶ Φιλήμονος

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ δωδεκαρίθμου χοροῦ τῶν συνάθλων τοῦ Ἁγίου Νικολάου τοῦ ἐν Βουνένοις· Ἁρμοδίου, Ἀκινδύνου, Γρηγορίου, Δημητρίου, Εὐωδίου, Θεοδώρου, Ἰωάννου, Μιχαήλ, Παγκρατίου, Παντολέοντος, καὶ Χριστοφόρου, τῶν κατὰ τὴν ἐπὶ τῆς Θετταλίας ἐπιδρομὴν τῶν Ἀράβων ἐν Τυρνάβῳ μαρτυρικῶς τελειωθέντων.
Νικολάου συντρόφους δωδεκαρίθμους,
Ἀράβων οὐ πτοεῖ ξίφος τεθειγμένον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰσιδώρου τοῦ μωροῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κομγαλλίου (Comgall), τοῦ Ἰρλανδοῦ

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Λαυρεντίου τοῦ ἐν Πηλίῳ
Συναλλαγή τις πρὸς Θεὸν Λαυρεντίῳ,
πόνοις Ἐδὲμ λαβόντι τὴν πόῤῥω πόνων.
Οὗτος, ἐγένετο μοναχὸς κατὰ τὸν ΙΔ’ αἰῶνα, ἐν τῇ τοῦ Ἁγίου Ὄρους Λαύρᾳ, ἀλλ’ ἕνεκα τῆς ἐπικρατούσης τότε ἐν Ἁγίῳ Ὄρει καὶ κυρίως ἐν τῇ Λαύρᾳ αἱρέσεως τοῦ Βαρλαὰμ καὶ Ἀκινδύνου ἀνεχώρησεν ἐκεῖθεν· ἐλθὼν δὲ εἰς ταύτην τὴν ἐπαρχίαν Βόλου καὶ τῆς ἐπισκοπῆς Δημητριάδος ἀνήγειρεν ἐκ βάθρων κατὰ τὴν σημερινὴν θέσιν τῆς ὁμωνύμου κωμοπόλεως Ἁγίου Λαυρεντίου, τὴν βασιλικὴν καὶ σταυροπηγιακὴν Μονήν, ἐπ’ ὀνόματι τοῦ Ἀρχιδιακόνου Λαυρεντίου, ἐπὶ τῆς βασιλείας Ἀλεξίου τοῦ Κομνηνοῦ, ὅστις ἔστειλεν εἰς τὸν ὅσιον, χρυσίον καὶ χρυσόβουλλον καὶ ἱερὰ σκεύη, πρὸς οἰκοδομὴν τοῦ ναοῦ. Ὁ ἴδιος Ὅσιος Λαυρέντιος, ἀνήγειρε καὶ σκήτην, ἥτις ἀπέχει ἀπὸ τῆς Μονῆς ἡμισείαν ὥραν, ἐπ’ ὀνόματι τῆς Μεταμορφώσεως τοῦ Χριστοῦ καὶ τοῦ Προφήτου Ἠλιού.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Σίμωνος, ἐπισκόπου Βλαδιμίρ και Σουζδαλίας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Συνεσίου τοῦ Ἰκούτσκ, τῆς Ῥωσσίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τῆς ἐπονομαζομένης τῶν ἀδελφῶν τοῦ Κιέβου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Παῖδες Ἑβραίων
Ξένον τὸν ζῆλον Σίμων ἔχων, φερωνύμως Ζηλωτὴς μάκαρ ἐκλήθης, καὶ τὸν τρόπον τῇ κλήσει σύμφωνον ἐδείξω· Εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.
μα τῷ Λόγῳ συνοδεύων, καὶ συνόμιλος αὐτῷ γεγενημένος, βασιλείας ἐκεῖ μετέσχηκας κραυγάζων· Εὐλογητὸς εἶ κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Δόλῳ τῆς πάλαι εὐκληρίας, τοὺς προπάτορας ἐξώρισεν ὁ ὄφις, σὺ δὲ τούτους Θεοῦ, Μῆτερ ἀνεκαλέσω· Εὐλογημένος πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ᾨδὴ η'. Μουσικῶν ὀργάνων
ς ὡραῖοι Σίμων οἱ σοὶ πόδες, εὐπρεπὴς ὑπάρχει καὶ ἡ γλῶσσα, λαλοῦσα δόξα τοῦ Θεοῦ, καὶ πείθουσα κραυγάζειν· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καλλοναῖς ἐμπρέπων φωτοβόλοις, καὶ θαυμάτων πέμπων λαμπηδόνας, ἐγνώσθης Σίμων τοῖς λαοῖς, σπέρμα εὐλογημένον· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τους αἰῶνας.
Θεοτοκίον
Λογισμὸς οὐ δύναται τὸν τόκον, σοῦ Θεογεννῆτορ ἑρμηνεῦσαι, καὶ φράσαι λόγος ἀτονεῖ· Θεὸν γὰρ συλλαβοῦσα, τέτοκας Παρθένε, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.






ᾨδὴ θ'. Τὴν ἁγνὴν ἐνδόξως
μφανὴς ἐγένου τοῖς πέρασι, φωτὶ καταλάμπων, καὶ τὸ πῦρ τὸ τοῦ Πνεύματος δεδεγμένος, φωτοειδὴς ἐδείχθης· διὸ σε μακαρίζομεν.
λικῶς Θεῷ ἀνακείμενος, αὐτῷ συνεκράθης, ὃν νῦν καθικέτευε, θεοφάντορ ὑπὲρ ἡμῶν, τῶν πίστει καὶ πόθῳ εὐφημούντων σε.
Θεοτοκίον
Σωτηρίας πᾶσι τὴν πρόξενον, φανεῖσαν ἀνθρώποις, καὶ τὸν κόσμον φωτίσασαν λαμπηδόσι, θεοειδοῦς ἁγνείας, ἐν ὕμνοις μεγαλύνωμεν.

Ἐξαποστειλάριον τοῦ Ἀποστόλου. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.
Αὐτόπτα καὶ Ἀπόστολε, Χριστοῦ τοῦ πανοικτίρμονος, εἰρήνην αἴτησαι πάσῃ, τῇ οἰκουμένῃ, καὶ νίκας, τῷ φιλοχρίστῳ Ἄνακτι, ἡμῖν πταισμάτων ἄφεσιν, καὶ σωτηρίαν ἅπασι, τοῖς εὐφημοῦσί σε Σίμων, ὡς μαθητὴν θεηγόρον.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Σοῦ Κανανίτα Σίμων, ᾄδω τὸν ζῆλον πρὸς Χριστόν, Οὗ μαθητὴς ἐγένου, εὐσυνειδήτῳ σου σπουδῇ, διὰ τὴν πίστιν δὲ τούτου, σταυροῦ τὸ τέλος ἐδέξω.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῷ καλάμῳ τῆς χάριτος, ἐκ βυθοῦ ματαιότητος, τοὺς βροτοὺς ἀνείλκυσας, Σίμων ἔνδοξε, τοῦ Διδασκάλου τοῖς νεύμασιν, ὑπείκων μακάριε, τοῦ φωτίσαντος τὴν σήν, κατὰ πάντα διάνοιαν, καὶ Ἀπόστολον, καὶ σεπτὸν θεηγόρον καὶ φωσφόρον, ἀναδείξαντα τῆς τούτου, ἀκαταλήπτου Θεότητος.

Ἡ τοῦ Πνεύματος ἔλλαμψις, ἐπὶ σὲ καταβέβηκε, τοῦ πυρὸς ἐν εἴδει, καὶ σὲ μακάριε, θεῖον δοχεῖον εἰργάσατο, συντόνως ἐλαύνοντα, ἀθεΐας τὴν ἀχλύν, καὶ τόν κόσμον φωτίζοντα τῇ λαμπρότητι, τῶν πανσόφων σου λόγων, μυστολέκτα, Ἀποστόλων ἡ ἀκρότης, Σίμων θεόφρον πανόλβιε.

Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει καθεύδοντας, ἀγνωσίας Ἔνδοξε, κατεφώτισας, ἀναγεννήσας θεσπέσιε, υἱοὺς διὰ πίστεως, τοῦ Δεσπότου καὶ Θεοῦ, οὗ ζηλώσας τὸ πάθος τε, καὶ τὸν θάνατον, καὶ τῆς δόξης ἐγένου κληρονόμος, ὡς σοφὸς καὶ θεηγόρος, καὶ μαθητὴς ἀληθέστατος.

Τὸν Ἀπόστολον Σίμωνα, δεῦτε πάντες ζηλώσωμεν, καὶ αὐτοῦ τὰ ἔσχατα μακαρίσωμεν· οὗτος Χριστοῦ γὰρ ἐγένετο, πιστὸς συνακόλουθος, ὑπομείνας δι’ Αὐτόν, τοὺς καμάτους τὰς θλίψεις τε, τοὺς κινδύνους δέ, τὸν σταυρόν τε ὡσαύτως δι’ ὧν εὗρεν, τῆς ζωῆς τῆς αἰωνίου, τὴν ἀληθῆ ἀγαλλίασιν.
Δόξα. Ἦχος πλ. α'
Τῆς τοῦ Χριστοῦ Ἐκκλησίας τὸν εὔσημον νυμφαγωγόν, Σίμωνα τὸν ζηλωτὴν ὑμνοπρεπῶς νυμφοστολίσωμεν. Οὗτος γὰρ ἀφῆκε πάντα καὶ ἠκολούθησε Χριστῷ. Καὶ ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, ὡς ἔλαφος διψῶσα προσελθών, ἔπιε τῆς ζωῆς τὰ νάματα, μετταλαβὼν τῆς ἀφθονοπαρόχου χάριτος. Καὶ ὡς Ἀπόστολος σοφός, πολλοὺς ὡδήγησεν εἰς τῆς σωτηρίας τὴν ὁδόν, διδάξας τοῦ Εὐαγγελίου τὴν ἀλήθειαν. Αὐτῷ βοήσωμεν δεόμενοι, ταῖς θείαις σου δεήσεσιν, ἀξίωσον ἡμας συνεισελθεῖν, εἰς τὸν νυμφῶνα τοῦ φωτός, ἔνθα ἐστὶ τῶν ἐκλεκτῶν ἡ χαρμόσυνος πανήγυρις.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μεγάλη Δοξολογία καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Σέβου σου τὸν ζῆλον ὦ Ζηλωτά, Σίμων Ἀποστόλοις, ἐν τοῖς δώδεκα θαυμαστέ, ἕνεκεν γὰρ τούτου, διῆλθες εἰς τὰ ἔθνη, κηρύττων τοῦ Κυρίου, τὸ Εὐαγγέλιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου