Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 23. ΟΣΙΑ ΚΑΛΗ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΣ ΚΒ΄!!
ΚΑΛΗ ΟΣΙΑ
ΑΚΟΛΟΥΘΙΑ

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῶν ἐπαξίως νῦν μνήμην σεπτὴν καὶ ἔντιμον, τὴν ἱερὰν καὶ θείαν, φωτοφόρον, ἁγίαν, τὴν εὔσημον καὶ ἔνδοξόν σου, Καλή, δοξαζόντων ἐκ πίστεως ἀεὶ μνημόνευε πάντων, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις σου ἐντεύξεσι.

Ἀδιαλείπτως τῷ θρόνῳ Χριστοῦ παρίστασαι, Παρθένων σὺν χορείαις καὶ Ὁσίων ἁπάντων, ἐκεῖ σου ἀντιδόσεις ἔργων καλῶν ἀπολαύουσα ἄριστα καὶ θεωροῦσα τὸ κάλλος τοῦ Ἐραστοῦ τῶν ψυχῶν, Καλὴ θεόνυμφε.

Τὸ πολυτίμητον μύρον σὺ κατεσκεύασας καλλοποιῶν παντοίων ἀρετῶν, ὁσιόφρον· διὸ τὴν Βασιλείαν τῶν Οὐρανῶν εὐποιΐᾳ κεκλήρωσαι· πλουτεῖς, Καλή, δὲ τὴν χάριν ἀπὸ Θεοῦ τῶν θαυμάτων καὶ ἰάσεων.

Δεινῶν κρημνῷ ἐμπεσόντα καὶ πιεζόμενον ταῖς συμφοραῖς καὶ νόσοις, ὦ Καλή, ταῖς λιταῖς σου, ἀνάστησον καὶ ἴασαί με ταχὺ ἤ ἀντέχειν μὲ κράτυνον, ὡς ἂν καθάρσιον εἴη μου τῶν κακῶν, ἐν ἡμέρᾳ τῆς ἐτάσεως.

Δόξα...Ἦχος α´.
Ὡς φωστὴρ ἀριπρεπέστατος καὶ ὡς ἥλιος πυρφόρος, ἐκ τῆς Ἑῴας ἀνέτειλας τῆς φωτοδότιδος, Ὁσία Καλὴ χαριτώνυμε καὶ πολυειδῶν καλῶν ταῖς ἰδέαις, ὥσπερ ἶρις καλλίχροος, ἐν τῷ τῆς Ἐκκλησίας στερεώματι φαεινὼς διέλαμψας. Ὅθεν ἀξίως κατέπαυσας πρὸς φεγγοβόλους ἐπαύλεις τῆς ὄντως ἐξ ὕψους Ἀνατολῆς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Αὐτῷ οὖν συμβασιλεύουσα εἰς τὸ διηνεκές, φωταγώγησον, δεόμεθα, τὰς ψυχὰς τῶν ἐν πίστει ἐκτελούντων τὴν φωτοφόρον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.




Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Μῶμος ἁμαρτιῶν οὐδόλως ἐνυπάρχει ἐν σοί, Καλὴ παρθένε· διὸ καὶ τοῦ Νυμφίου πλησίον εἶ, πανάμωμε.

Στίχ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν.
Θεῖος, Καλή, ναὸς Θεοῦ ἐγένου, κόρη, διὰ τῆς εὐποιΐας, τιθεῖσα τὴν ἀγάπην ὡς στέγην καὶ ἀκρόπολιν.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν Κύριος.
Λύεις τῶν χαλεπῶν ρευμάτων ἐπιχύσεις· σωμάτων καχεξίας, Καλή, ἐπικουφίζεις· ὢ ξένων θαυμασίων σου!

Δόξα. Τριαδικόν.
Ἔνθα τὸ πρῶτον φῶς Τριάδος τῆς Ἁγίας, Μονάδος ἀμέριστου ὑπάρχει, φωτοφόρος, Καλή, νῦν προσεχώρησας.

Καὶ νῦν. Θεοτοκίον.
Ἵλεων τὸν Κριτὴν ἱλέωσαι γενέσθαι, Παρθένε, ἐν τῇ κρίσει, πληθὺν πολλῶν κακῶν μου εὐσπλάγχνως παροψόμενον.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον.

Τὸ Ἀπολυτίκιον Ἦχος δ´. Ὡς τῶν αἰχμαλώτων.
Ὡς τῆς παρθενίας κάλλος θαυμαστὸν καὶ τῶν πεινώντων διατροφή, θεραπεία ἀσθενῶν, τῶν Ὁσίων ἀγλάϊσμα, τῆς εὐποιΐας κανὼν, Καλὴ θαυματόβρυτε, πρέσβευε Χριστῷ τὰ καλὰ δοθῆναι ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς, καὶ Ἀπόλυσις.
















ΕΝ ΤΩ ΜΕΓΑΛΟ ΕΣΠΕΡΙΝΩ.

Μετὰ τὸν Προοιμιακον, τό Μακάριος ἀνήρ. Εἰς δέ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια. Ἦχος δ´. Ἔδωκας σημείωσιν.
Πέλαγος θαυμάτων σου καὶ ποταμοὺς τῶν ἰάσεων ἀσφαλῶς τίς δυνήσεται, Καλή, διαπλεύσεσθαι, τῶν ἐπαίνων λόγοις; Ἀλλ᾿ ἡμεῖς ἐμφρόνως τὴν σὴν βαθεῖαν ἀρωγὴν καὶ τὴν βοήθειαν ἐξαιτούμεθα, ὡς ἂν τῶν ἐγκωμίων σου τῇ βραχυτάτῇ σχεδίᾳ νῦν πρὸς λιμένας ὁρμήσωμεν τοὺς ἀκλύστους πλησίστιοι.

Μύρον πολυτίμητον ἐξ ἀρετῶν τὸ πανάριστον σύ, Καλή, κατεσκεύασας, ἀνδρείας, φρονήσεως, τῆς δικαιοσύνης καὶ τῆς σωφροσύνης, καὶ τοῦτο προῖκα δαψιλῶς, ὡς λίτραν νάρδου, στακτήν, κιννάμωμον, κασσίας τε ἀλάβαστρον, ἀλόην, σμύρναν καὶ βάλσαμον, τῷ εὐόσμῳ Νυμφίῳ σου Ἰησοῦ προσενήνοχας.

Ἔδωκας, ἐσκόρπισας τοῖς πενομένοις τὸν πλοῦτόν σου· δι᾿ ἀγάπης ἐτρέφου γάρ, Χριστοῦ τὰ προστάγματα, ὦ Καλή, πληροῦσα· ὅθεν καὶ τὴν ζύμην φυρᾷς καὶ δίδως τοῖς πτωχοῖς, ἧς τὸ λειπόμενον ἐπλεόνασας· τὸν ἵππον τοῦ ῥυτῆρος δὲ ἑκὀντα ξένως ἑλκύσασα, στρατιώτῃ ἀπέδωκας δυστυχοῦντι συμπάσχουσα.

Προσόμοια ἕτερα. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς Παρθένων καλλώπισμα, ὦ Καλή καλλιπάρθενε, συνελθόντες σήμερον εὐφημοῦμεν σέ· ὅτι ἁγνείας ἐτήρησας λαμπάδα σου ἄσβεστον καὶ ἐγένου τοῦ Χριστοῦ νύμφη ἄσπιλος, πάνσεμνε· Ὦ παρίστασαι,
ἐν νυμφῶσι τοῖς ἄνω, ἔνθα βλέπεις, βασιλεύουσα σὺν Τούτῳ, κάλλος, ἁγνή, τὸ ἀπρόσιτον.

Φερωνύμως ἐκέκλησο σὺ Καλή, καλλιώνυμε, καὶ τὸν τρόπον κλήσει ἐδείξω σύμφωνον· ὀρφανομήτωρ ἰώβειος, πενήτων προμήθεια καὶ τοῖς πᾶσιν ἀδελφοῖς πᾶν καλὸν γὰρ γεγένησαι· ὅθεν ἔλαβες τῶν θαυμάτων τὴν χάριν καὶ κλιβάνου προσεχώρησας τῷ μέσῳ,
πῦρ δὲ σου ὅλως οὐχ ἥψατο.

Τῶν γηΐνων τὸ πρόσκαιρον, τῶν ῥεόντων τὸ ἄστατον, τοῦ φθαρτοῦ δὲ πλούτου ἀπάτην ἔγνωκας· διὸ τὰ πάντα ἀνέθηκας Χριστῷ τῷ Νυμφίῳ σου, ὦ θεόσοφε Καλή, ὡς ποθούσα τὰ μένοντα, ἃ ἐκέρδησας, διοδεύσασα τρίβον τεθλιμμένην καὶ στενήν, πρὸς Παραδείσου πλάτος εὐρύχωρον φέρουσαν.


Δόξα. Ἦχος πλ. β´.
Τὴν τῶν Παρθένων καλλονὴν καὶ τῶν Ὁσίων ἄνθος, τὴν βρύσιν τῶν θαυμάτων, τὴν ἀειρόως προχέουσαν πιστοῖς ἀκεσώδυνα φάρμακα, συνελθόντες, θεόφρονες, μελῳδικοῖς ἐγκωμίων στεφάνοις, ἀναδήσωμεν· ῥευματώδεις γὰρ νόσοι, ἁρμονιῶν παραλύσεις, λῶβαι μελῶν εὐχερῶς ἐνθάπτονται, χάριτι τοῦ παναγίου Πνεύματος τῇ ἀφειδῶς αὐτῇ δωρηθείσῃ. Καὶ πάντες πρὸς αὐτὴν ἐκ καρδίας ἀνακράξωμεν· ὦ Καλή χριστομίμητε, δυσώπει τὸν Χριστόν, ὃς διῆλθεν εὐεργετῶν καὶ ἰώμενος, παρέχειν καὶ ἡμῖν γλυκασμὸν πλουσίων ἰάσεων, ἵνα εὐχαρίστως ἑορτάζωμεν τὴν κοσμοχαρμόσυνον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα, (λα΄ 10-25).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη. Εὑραμένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον· καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Παροιμιῶν τὸ Ἀνάγνωσμα, (γ΄ 21-34).
Υἱέ, μὴ παραῤῥυής· τήρησον δὲ ἐμὴν βουλὴν καὶ ἔννοιαν, ἵνα ζῇ σὴ ψυχή, καὶ χάρις ᾖ ἐπὶ σῷ τραχήλῳ· ἔσται δὲ ἴασις ταῖς σαρξί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου· ἵνα πορεύῃ πεποιθὼς ἐν εἰρὴνῃ πάσας τὰς ὁδούς σου, ὁ δὲ πούς σου οὑ μὴ προσκόψῃ· ἐὰν γὰρ κάθῃ, ἄφοβος ἔσῃ· ἐὰν δὲ καθεύδης, ἡδέως ὑπνώσεις· καὶ οὑ φοβηθήσῃ πτόησιν ἐπελθοῦσαν, οὐδὲ ὁρμὰς ἀσεβῶν ἐπερχομένας· ὁ γὰρ Κύριος ἔσται ἐπὶ πασῶν ὁδῶν σου, καὶ ἐρείσει σὸν πόδα, ἵνα μὴ ἀγρευθῆς. Μὴ ἀπόσχου εὐποιεῖν ἐνδεῆ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπης· Ἐπανελθὼν ἐπανῆκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν οὑ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Κατάρα Κυρίου ἐν οἰκοῖς ἀσεβῶν· ἐπαύλεις δὲ δικαίων εὐλογοῦνται. Κύριος ὑπερηφάνοις ἀντιτάσσεται· ταπεινοῖς δὲ δίδωσι χάριν.
Παροιμιῶν τὸ Ἀνάγνωσμα, (γ΄. 1-10).
Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ῥήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου, καὶ ἔτη ζωῆς, καὶ εἰρήνην προσθήσουσί σοι. Ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε· ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλω· γράψον αὐτὰς ἐπὶ πλακὸς καρδίας σου, καὶ εὑρήσεις χάριν. Προνοοῦ καλὰ ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Ἴσθι πεποιθὼς ἐπὶ Κύριον ἐν ὅλῃ καρδίᾳ· ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου. Ἐν πάσαις ταῖς ὁδοῖς σου γνωρίζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου· ὁ δὲ πούς σου μὴ προσκόψῃ. Μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ· φοβοῦ δὲ τὸν Κύριον, καὶ ἔκκλινον ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου, καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης· ἵνα πιμπλῶνται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνῳ δὲ οἱ ληνοί σου ἐκβλύζωσιν.

Εἰς τὴν Λ ι τ ή ν, Ἰδιόμελα. Ἦχος α´.
Ὁ μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος Θεὸς Λόγος τοῦ Πατρός, κατοικτειρήσας φύσιν τὴν βρότειον τοῦ γένους ἡμῶν, παρθενικῆς μήτρας τῆς ἀπειρογάμου Μαριὰμ σάρκα προσελάβετο καὶ τοὺς ἀνθρώπους ἔπεισε μετελθεῖν παρθενίαν· ἢν καὶ ἡ σεμνοπάρθενος Καλὴ ᾑρετίσατο. Διὰ τοῦτο, φιλοπαρθένοι πάντες καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ταύτην ὑμνησωμεν, ὡς τῶν Παρθένων ἀκροθίνιον.

Ἦχος β´.
Θαυμαζέτωσαν πάντες, πῶς ἡ εὐσυμπάθητος Καλὴ ἵππον ἀποσκιρτήσαντα τοῦ ῥυτῆρος ἑλκύσασα, τῷ στρατιώτῃ ἕκοντα ἀπέδωκεν ὁ γὰρ δοξάζων τοὺς αὐτὸν φοβουμένους Κύριος καὶ ζῷα ἄλογα αὐτοῖς ὑπείκειν παρασκευάζει, διατηροῦσιν ἄσπιλον τὸ κατ’ εἰκόνα. Ὅθεν, ἀνενδότοις αὐτῆς ἱκεσίαις, Χριστέ, ὁ λύσας ἡμᾶς τῆς ἀλογίας, τῶν δυσηνίων παθῶν ἡμῶν ἐπαναστάσεις χαλίνωσον καὶ ἀγάπης τῷ συνδέσμῳ προσδεδεμένους τῷ χρηστῷ σοῦ ἅρματι, εὐόδωσον ἡμᾶς καταντῆσαι ἀκλινῶς εἰς νύσσαν οὐράνιον.

Ἦχος γ´.
Ποῦ σου, Καλή, τὰ ἱμάτια; Τὸν Χριστόν μου ἐνέδυσα. Ἀληθῶς σύ, χαριτόβρυτε, τὸν Χριστὸν ἐνδεδυμένη, γυμνητευόντων ὤφθης περιβολαῖον· νουνεχὼς γὰρ ἐπεπόθησας ἑξαστράπτουσαν θείαν περιβολὴν καὶ στίλβουσαν καταστολὴν ἀδιάφθορον. Διό, Κύριε, ὁ ἀναβαλλόμενος φῶς, ὡς ἱμάτιον, ἐμὲ τὸν ἀμαυρώσαντα χιονοφεγγόφωτον στολὴν τοῦ Βαπτίσματος, τῶν πταισμάτων ἀπαμφίασον καὶ χιτῶνα φωτεινὸν ἐπένδυσον, θερμοτάταις παρακλήσεΣΙ τῆς θεοφωτίστου Καλῆς.


Ἦχος δ´.
Γυναῖκα θαυμασίαν τίς οὐκ ἂν θαυμάσειε; Δεῦτε οὖν, πιστοί, θαυμάσατε τὴν φερώνυμον Καλὴν ἐν γυναιξί, τοῦ Θεοῦ τὴν πλησίον, τὴν ὡραίαν καὶ ἄμωμον. Ταύτην γάρ, ὡς κρίνον εὐῶδες τοῦ ἀγροῦ, ὡς κοιλάδων ῥόδον λευκότατον καὶ τοῦ δρυμοῦ ἐρυθρὸν ὡς γλυκύμηλον, ὁ Ποιμαίνων ἐν τοῖς κρίνοις ἐράσμιος Νυμφίος Ἰησοῦς εὐρὼν χρυσαυγίζουσαν κάλλει παρθενικῷ, νύμφην ἑαυτῷ ἡρμόσατο συναφεῖς ἀκηράτῳ. Οὗ καὶ τῶν πρωτομύρων πλησθεῖσα, σὺν αὐτῷ εἰσῆλθεν εἰς Παστάδα ἀμίαντον. Αὐτῆς ἡμᾶς ἀξίωσον, Σωτήρ, διὰ τὸ μέγα σοῦ ἔλεος.

Ἦχος βαρύς.
Ἰδοὺ νῦν συνήθροισται φιλαγίων ἡ πληθὺς καὶ ἔνθεον χορείαν συστησάμενοι, ἐνθουσιαστικῶς σοι, Καλή, κραυγάζουσι: Χαῖρε, σωφροσύνης ταμεῖον ἄσυλον καὶ νύμφη τοῦ Δεσπότου γνησία· Χαῖρε, ἀρετῶν ἐνδιαίτημα, τῆς ἀγάπης πέλαγος· Χαῖρε, τῶν ἐλεημόνων ἡ ἀρχέτυπος στήλη, τῶν γυναικῶν τὸ καύχημα. Σὲ δὴ λιτανεύομεν, ἡμᾶς ἐνίσχυσον, σοῦ κατ’ ἴχνος βαδίζειν, τοῦ Κυρίου συνεργοῦντος, οὗ ἀκούσαιμεν εὐκταίας φωνῆς·Εἴσελθε, δοῦλε, εἷς τὴν χαρὰν τοῦ Κυρίου σου.

Δόξα. Ἦχος πλ. α´.
Ἡ προσηγορία σου σαφῶς τῇ πολιτείᾳ κεκόσμηται, θεόφρον ἰσάγγελε. Ὅθεν ἁρμοδίως καλωνυμεῖς, ὡς γενομένη παντὸς καλοῦ δοχεῖον ἔμψυχον. Αἱ μὲν ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον Θεοῦ· πλοῦτον γὰρ τὸν πρόσκαιρον τῷ Χριστῷ διεσκόρπισας καὶ ὄλβον ἀσύλητον ἐν οὐρανοῖς ἐθησαύρισας. Νηστείαις δέ, ἀγρυπνίαις καὶ προσευχαῖς, ἔλαβες οὐράνια χαρίσματα, δι᾿ ὧν τοὺς νοσοῦντας θεραπεύεις. Καὶ νῦν ἡμεῖς τὴν ἐτήσιον μνήμην σου πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν σου ἐκμιμήσει, χαρμονικῶς Θεῷ ἐκβοῶμεν: Δόξα σοι, Τρισάγιε, τῷ πᾶσιν ἐνεργοῦντι ἰάματα, διὰ τῆς Καλῆς τῆς τρισμάκαρος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.










Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις, περιστερὰ εὐειδής, παρθενικαῖς ἠγλαϊσμένη λαμπρότησιν, Ὁσία Καλὴ παμμάκαρ, γεγενημένη σαφῶς τῶν Παρθένων κλέος ὑπερθαυμαστὸν· ἀρίστως τῷ Κτίστῃ σου πέλεις κάλλος ἀπόθετον, διαυγέστατη κρήνη, κῆπος πολύκαρπος καὶ παράδεισος πολυποίκιλος ἄνθεσιν. Ὅθεν σὲ ὑπεδέξατο Χριστὸς ὁ Νυμφίος σου, πρὸς τοὺς ὡραίους νυμφῶνας, σὺν ταῖς Παρθένοις ἀγάλλεσθαι, ὡς νύμφην ὡραίαν, ὡς λαμπρῶς πεποικιλμένην, ἁγνείας κάλλεσι.

Στίχ. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν.
Χαίροις, συμπαθέστατη τρύγων, μιμησαμένη τοῦ Κυρίου χρηστότητα, ὃς ἔλεον θεῖον στάξας ἐν σῇ καρδίᾳ πυκνῶς, πρὸς τὴν εὐποιΐαν σὲ ἐπήγειρε· τροφὴ ἀνεφάνης γὰρ τῶν πεινώντων ἀνέκλειπτος, προσεπαρκοῦσα τούτοις πᾶσι τὰ δέοντα, περιέβαλες τοὺς γυμνοὺς ἱλαρότητι, ξένους, ἀστέγους ἔνδοθεν τοῦ οἴκου σου ἤγαγες καὶ τῶν τυφλῶν ποδηγέτης, τῶν δυστυχούντων παράκλησις, Καλή, φιλαδέλφως ἐχρημάτισας, Ἁγία, δι’ οἶκτον ἄμετρον.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, ἐαρινὴ χελιδών, ἡ ἐξ Ἑῴας καταπτᾶσα φαιδρότατα, καὶ πᾶσαν τὴν οἰκουμένην φωταγωγούσα τερπνῶς, τῶν θαυμάτων φέγγει καὶ ἰάσεων. Χριστὸς γὰρ δωρεῖταί σοι τοῦ ἰᾶσθαι τὴν δύναμιν μελῶν τὴν λώβην, τῶν ἁρμῶν τε παραλύσιν καὶ ἐπώδυνον τῶν ῥευμάτων ἐπίχυσιν. Ὅθεν οἱ ἐνοχλούμενοι ποικίλοις νοσήμασι, πρὸς τὸν ναὸν συνελθόντες τῆς θαυμαστῆς καὶ σεμνῆς Καλῇς, ψυχῶν καὶ σωμάτων ἀρυσώμεθα ἀφθόνως παθῶν τὴν ἴασιν.

Δόξα.Ἦχος πλ. δ´.
Εἴτις εὐσεβὴς καὶ φιλόθεος, ἀπολαυέτω ταύτης τῆς λαμπρᾶς καὶ καλῆς πανηγύρεως. Πάλιν γὰρ ἡμᾶς συνεκαλέσατο, ἐν τῇ μνήμη αὐτῆς, πρὸς ἐστίασιν πνευματικήν, ἡ τῶν καλῶν ἐπώνυμος Ὁσία. Ἥδε καί τὴν ζύμην φυράσασα, διέδωκε πτωχοῖς· ἀλλ’ ὁ πάλαι πλεονάσας τῆς χήρας τὸ ἄλευρον, ἐντεύξει Ἠλίου, καὶ νῦν πλεονάζει τὸ λειπόμενον τῆς ζύμης, ταῖς εὐχαῖς τῆς θαυματοβρύτου. Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ Ποιητὴς τῶν αἰώνων καὶ ἀναλλοίωτος, ὁ ἐκ πέντε ἄρτων χορτάσας πεντακισχιλίους ἄνδρας, θαῦμα καινίζων ἐν ἐρήμῳ πραχθὲν καὶ πάλαι. Αὐτὸν ἐνδελεχῶς καθικέτευε, Καλὴ ἀξιύμνητε, τοὺς τιμῶντας σὲ τυχεῖν Παραδεισίου τρυφῆς καὶ ἀϊδίου ἀπολαύσεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς.


Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον. Ἦχος δ´. Ὡς τῶν αἰχμαλώτων.
Ὡς τῆς παρθενίας κάλλος θαυμαστὸν καὶ τῶν πεινώντων διατροφή, θεραπεία ἀσθενῶν, τῶν Ὁσίων ἀγλάισμα, τῆς εὐποιΐας κανών, Καλὴ θαυματόβρυτε, πρέσβευε Χριστῷ τὰ καλὰ δοθῆναι ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. καὶ νῦν. Τῆς Ἑορτῆς, καὶ Ἀπόλυσις.




































ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, κάθισμα. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Πενήτων προμήθεια ἀβραμιαίως, Καλή, καὶ μήτηρ γεγένησαι, ὡς ὁ Ἰώβ, ὀρφανῶν, γυμνῶν περιβολαῖον, ξένων, ἀστέγων σκέπη, ὀφθαλμὸς ἀόμματων, ποὺς δὲ καὶ βακτηρία παρειμένων, κυλλῶν τε· διὸ καὶ ἡμῖν θεόθεν αἴτει τὸ ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Θείας χάριτος ἡγιασμένον σκεῦος πέφυκας ἐκ τῆς κοιλίας, ὦ Καλή, ἁγνείας κάλλος τὸ ἄχραντον· καλωνυμεὶς ἁρμοδίως δὲ πάντιμε, καλῶν ἁπάντων δοχεῖον ὡς ἔμψυχον·ὥσπερ ἥλιος, ἀνέτειλας ἐξ Ἑῴας τε,
φωτίζουσα τὴν γῆν, αὐγαῖς θαυμάτων σου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ὡς Παρθένος φρονίμη ἐν γυναιξὶ καὶ Ποιμένος καλοῦ ὡς ἀμνὰς λευκή, ὀπίσω προσέδραμες τοῦ Νυμφίου σου, πάνσεπτε, ἀρεταῖς τὴν ψυχήν σου σοφῶς ὡραΐσασα, εὐποιΐας ἐλαίῳ λαμπάδα φαιδρύνασα· ὅθεν καὶ εἰσῆλθες σὺν αὐτῷ εἰς τοὺς γάμους, ἐκεῖ ἀπολαύουσα τῆς αὐτοῦ ὡραιότητος καὶ ἀπαύστως πρεσβεύουσα δωρήσασθαι ἡμῖν ταχινῶς ἐπωδύνων νόσων τὰ ἰάματα καὶ τῶν πταισμάτων τὴν λύσιν, ὦ Καλή θεοδόξαστε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ Ἤχου.
Προκείμενον.Ἦχος δ´. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῆ αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ.: Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν.
Εὐαγγέλιον Ματθ. ιε΄ 29-31, ὅ ζήτει τῇ Παρασκευῇ τῆς ζ᾿ Ἑβδομάδος Ματθαίου.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... (μέχρι τῆς Ἀποδόσεως τοῦ Πάσχα).
Ὁ Ν´.
Δόξα. Ταῖς τῆς σῆς Ὁσίας.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον .Ἦχος πλ. β´. Στίχ. Ἐλέησόν με, ὁ Θεός, ...
Σήμερον ἐξέλαμψεν, ὡς ὄρθρος κροκοβαφὴς καὶ πορφυρόχροος, μνήμη ἡ πάμφωτος Καλῆς τῆς θαυματοβρύτου. Νεφέλαι ἐξ οὐρανίων ἁψίδων σταλάξατε δρόσον ἑωθινὴν καὶ βουνοὶ σκιρτήσατε, ἐζωγραφημένοι ποικιλοχρώμοις ἄνθεσι τοῦ ἔαρος. Καὶ γὰρ ἡ καλώνυμος ἀδιαλείπτως πρεσβεύει Χριστῷ τῷ Θεῷ, τῷ τῶν καλῶν αἰτίῳ, ὑπὲρ ἡμῶν, τῶν αὐτὴν καλλυνόντων ἐν ὕμνοις, ὅπως συνδοξασθῶμεν αὐτῇ, ὅπου τῶν ἀθεάτων τὰ κάλλη, εἰς ἐπουράνιον Παράδεισον.
Σῶσον, ὁ Θεός, τὸν λαόν σου... Κύριε ἐλέησον, ιβ᾿.

Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχίς: Καλῆς τὸ κάλλος ἀρετῶν ὑμνεῖν θέμις. Τοῦ Κρήτης.
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἁρματηλάτην Φαραώ.
Κατοικτειρήσας ὁ Θεὸς τὴν βρότειον φύσιν τοῦ γένους ἡμῶν, παρθενικῆς μήτρας σάρκα προσελάβετο καὶ παρθενίαν ἔπεισε μετελθεῖν τοὺς ἀνθρώπους, ἥν ἡ Καλὴ ᾑρετίσατο· διὰ τοῦτο ταύτην ὑμνησωμεν.
Ἀπὸ γαστρὸς ἡγιασμένον πέφυκας σκεῦος Χριστοῦ θαυμαστόν· καλωνυμεῖς ὅθεν ἁρμοδίως, πάνσεμνε, καλοῦ παντὸς ὡς ἔμψυχον γενομένη δοχεῖον, Καλή, Παρθένων ἀγλάϊσμα· ὅθεν κατὰ χρέος ὑμνοῦμέν σε.
Λελογισμένῃ διανοίᾳ, πάνσοφε, τὸ τῶν γηΐνω ῥευστὸν καὶ τοῦ φθαρτοῦ ποῦτου τὴν ἀπάτην ἔγνωκας· διὸ πάντα μετέθηκας πρὸς Χριστόν, θεοφόρε, ἵνα κερδήσης τὰ μένοντα, ὦ Καλή, Παρθένων τὸ καύχημα.
Θεοτοκίον.
Ἡ τοῦ Μωσέως σὲ σκηνὴ προέγραψεν ἐν τῇ ἐρήμῳ Σινᾶ καὶ Ἀαρὼν ῥάβδος, κιβωτὸς καὶ τράπεζα, Παρθενομῆτορ Δέσποινα ὧν ἡμεῖς τὰς ἐκβάσεις ἐν σοὶ τρανῶς θεωρήσαντες, Θεοτόκον μόνην κηρύσσομεν.

ᾨδὴ γ´. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Σὺ πειθαρχοῦσα τοῦ Χριστοῦ τῇ ἐντολῇ, θεοφόρε, διεσκόρπισας πεινῶσι τὸν πλοῦτον Βασιλείαν Οὐρανῶν διὸ ἐκληρονόμπσας, διὰ τῆς εὐποιΐας, Καλή, πιστῶν τὸ κραταίωμα.
Τὸ πολυτίμητον, Καλή, σὺ κατεσκεύασας μῦρον ἐκ τεσσάρων ἀρετῶν, θεοφόρε, σωφροσύνης τῆς καλῆς, ἀνδρείας καὶ φρονήσεως
καὶ τῆς δικαιοσύνης καὶ κεφαλὴν Χριστοῦ ἤλειψας.
Ὅλον τὸν πόθον πρὸς Χριστὸν ἀναθεμένη, θεόφρον, τὰς τοῦ βίου ἡδονὰς ἀπεκρούσω καὶ τρυφὴν διηνεκῆ τὰς ἐντολὰς ἐκέκτησο, νηστείαις, ἀγρυπνίαις καὶ εὐποιΐαις σχολάζουσα.
Θεοτοκίον.
Κρίνον εὐῶδες τοῦ ἀγροῦ Σὲ ὁ ποιμαίνων τοῖς κρίνοις καθαρώτατον εὑρών, Θεομῆτορ, κατεσκήνωσεν ἐν Σοὶ καὶ εὐωδίας ἔπλησε τὴν οἰκουμἐνην ὅλην, τῆς παρθενίας τοῖς κάλλεσιν.





Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου, Σωτήρ.
Ὡς ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σαφῶς, τὰς ἡμῶν διανοίας φωτίζουσα, πανεύφημε, τῶν θαυμάτων ταῖς λάμψεσι, τῶν τιμώντων σοῦ ἀξιόχρεῳς, παρθένε, τὸ μνημόσυνον τὸ ἱερὸν θείοις ὕμνοις, Καλὴ παμμακάριστε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾨδὴ δ´. Σύ μου ἰσχύς, Κύριε.
Ἀπὸ Θεοῦ χάριν ἐδέξω ἰάσεων καὶ θαυμάτων ὅθεν καὶ φυράσασα
ζύμην, διέδωκας τοῖς πτωχοῖς, ἀλλ᾿ ὁ πλεονάσας τῆς χήρας πάλαι τὸ ἄλευρον, ἐντεύξει τοῦ Ἠλία, καὶ τῆς ζύμης τὸ λεῖπον πλεονάζει. Καλὴ θαυματόβρυτε.
Λόγοις τῶν σῶν, Καλή θαυμάτων τὸ πέλαγος, τίς ἰσχύσει ἀκινδύνως πλεύσασθαι; Ὅμως ἡμεῖς τὴν σὴν ἀρωγὴν ἐπικεκλημένοι, βοήθειαν ἐξαιτούμεθα ὡς ἂν τῶν σῶν ἐπαίνων βραχυτάτη σχεδίᾳ πρὸς λιμένας ἀκλύστους ὁρμήσωμεν.
Λώβην μελῶν, ἁρμονιῶν τε παραλύσιν καὶ ῥευμάτων χύσιν τὴν ἐπώδυνον παρὰ Θεοῦ εἴληφας ἰσχύν, κόρη, ἐξιᾶσθαι· διὸ ἀκίνητον κείμενον, κλινήρη, παρειμένον τῇ ἀρθρίτιδι νόσῳ, ταῖς εὐχαῖς σου Καλή μὲ θεράπευσον.
Θεοτοκίον.
Οὑσιωθεὶς τὸ καθ᾿ ἡμᾶς ὁ φιλάνθρωπος, ἐκ Παρθένου
ταύτης προελήλυθεν εἷς ἐξ ἀμφοῖν καὶ τερατουργῶν διὰ ἀμφοτέρων,
ἡμῶν τὰς νόσους ἰάσατο· Θεοτόκον εἰδότες, καὶ ψυχῇ καὶ τῇ γλώττῃ κηρύττομεν.

ᾨδὴ ε΄. Ἵνα τὶ με ἀπώσω.
Σιαγόνες ὡραῖαι, σοῦ ἐκαλλιώθησαν, Καλὴ πανθαύμαστε, Σολομὼν ὡς γράφει, μελετῶσαι Κυρίου τὰ λόγια, καὶ ὀσμὴ τῶν μῦρων, τῶν προσευχῶν τῶν σῶν ἡνέχθη εἰς ὀσμὴν εὐωδίας τῷ Κτίστῃ σου.
Ἀκουσάτωσαν πάντες, πρᾶξιν ἀξιέπαινον καὶ θαυμαζέτωσαν, πῶς Καλὴ τὸν ἵππον τοῦ ῥυτῆρος ἐλκύσασα, δέδωκεν ἐκουσίᾳ γνὠμῃ τῷ δυστυχούντι στρατιώτῃ, ἐκπληροῦσα Χριστοῦ τὰ προστάγματα.
Ῥευματώδεις τὰς νόσους, καὶ τὰς καχεξίας Χριστός σοι δεδώρηται, ὦ Καλή, τὴν χάριν τῶν πασχόντων ἰᾶσθαι τὰ σώματα· μὴ οὖν ἀποκάμης, ἱλεουμένη τὸν Δεσπότην, παρασχεῖν σωτηρίαν τοῖς κάμνουσιν.
Θεοτοκίον.
Ἐπὶ κλίνης ὀδύνης καὶ τῆς ἀῤῥωστίας μου νῦν κατακείμενος, ἐκβοῶ σοι Κόρη, τῇ τεκούσῃ τὸν πάσας ἰώμενον, τῶν ἀνθρώπων νόσους, καὶ τῶν ψυχῶν τὰς ἁμαρτίας, ἐξανάστησον, ἴασαι, σῶσόν με.



ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτῆρ.
Τὴν εὐσπλαγχνίαν Θεοῦ καὶ τὸ ἀμέτρητον ἔλεος ἐκμιμουμένη, Καλή, πεινῶντας ἐξέθρεψας, γυμνοὺς περιέβαλες, ξένους τε ἀστέγους, εἰσηγάγου εἰς τὸν οἶκον σου.
Ὡς ὁ Ἰώβ, ὀρφανῶν Καλή, σύ μήτηρ γεγένησαι, καὶ τῶν τυφλῶν ὀφθαλμός, πενήτων προμήθεια, κυλλῶν, παρειμένων τε ποὺς καὶ βακτηρία· ὤ τῶν ξένων θαυμασίων σου.
Ναὸς ἐγένου Θεοῦ δι’ εὐποιΐας, πανόλβιε, ὡς λίθους τὰς ἀρετὰς ἐποικοδομήσασα, καὶ ὄροφον πήξασα Καλή, τὴν ἀγάπην, ἧς οὐδὲν σεβασμιώτερον.
Θεοτοκίον.
Υἱὸς ἐκ μόνου Πατρὸς ἀμήτωρ ἄνω γεγέννηται· Υἱὸς ἀπάτωρ ἐν γῇ ὁ αὐτὸς γεγέννηται, Θεός τε καὶ ἄνθρωπος· ὤ τῆς παραδόξου ἀντιδόσεως τῶν φύσεων!

Κοντάκιον. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἐπὶ γῆς ἐβίωσας, νηστείαις καὶ ἀγρυπνίαις, προσευχαῖς σχολάζουσα, μελέταις θείων λογίων, πράξεσι καὶ εὐποιΐαις ἀκοπιάστως· νυν δὲ ζῇς ἐν οὐρανίοις, ἔνθα σχολάζεις θεωρίαις καὶ πρεσβείαις πρὸς τὸν Σωτῆρα ὑπὲρ ἡμῶν, ὦ Καλή.
Ὁ Οἶκος.
Θυγάτηρ μὲν ὤφθης τοῦ πρώτου Ἀδάμ. Τῷ Δευτέρῳ δὲ συνήφθης ἐκ πράξεως, τὰς ἀρετάς, ὥσπερ προῖκα, τούτῳ φέρουσα δαψιλῶς, ἀξιέραστε. Σὺ γὰρ πέφυκας τρανῶς τῶν Παρθένων καύχημα, τῶν ἐλεημόνων τε ἡ ἀρχέτυπος στήλη, ἐν ἐλέει τὸν ἐλεήμονα Νυμφίον σου θεραπεύσασα. Διὰ τοῦτο μεγάλως σὲ ἐδόξασε, διαυγεστάτην πηγὴν ἀναδείξας σε, κρουνοὺς θαυμάτων βρύουσαν καὶ χειμάῤῥους ἰαμάτων ἀενάως ἐκβλύζουσαν. Ἀλλὰ πρέσβευε νῦν πρὸς τὸν Σωτῆρα ὑπὲρ ἡμῶν, ὦ Καλή.














Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Παρθένου Καλῆς, τῆς ἐλεήμονος καὶ θαυματουργοῦ.
Καλῆς τὶ καλῶν πρωτίστως ἐπαινέσω;
Καλὰ γὰρ ἐν αὐτὴ πολλὰ συνέδραμον.
Κάλλος εἰκάδι δεύτερη καλῶν Καλῆς θέμις ὑμνέειν.
Αὕτη ἡ ἀοίδιμος Ὁσία πόθεν ἦν καὶ ἐκ τίνων ἔφυ γονέων ἤ καθ᾿ οὓς ἐγένετο χρόνους, οὐκ ἔχομεν εἰπεῖν, τῶν ὑπομνημάτων αὐτῆς συνδιαφθαρέντων τῷ χρόνῳ. Ἀπὸ τῆς Παλαιᾶς ὅμως Ἀκολουθίας αὐτῆς, ἀνεκδότου ἀποκειμένης ἐν τοῖς χειρογράφοις, ἐγνώσθη τὰ κατ’ αὐτήν. Ἐκ τῆς Ἑῴας οὖν ὥρμητο, ἁγιασθεῖσα ἐξ αὐτῆς τῆς μήτρας, καὶ τὸν τρόπον τῇ καλωνύμῳ κλήσει σύμφωνον ἐπεδείξατο. Παρθενίας καὶ ἀσκήσεως γὰρ τὸν βίον ᾑρετίσατο, νηστείαις τε ἀγρυπνίαις, προσευχαῖς καὶ μελέτῃ τῶν ἱερῶν λογίων σχολάζουσα. Τρυφὴν δὲ διηνεκῆ τὰς ἐντολὰς Χριστοῦ κεκτημένη, τὴν ἀγάπην πρὸς πάντας ἐξέχεε, πένησι τὸν πλοῦτον σκορπίζουσα ἀμφοτέραις χερσί. Πεινῶντας γὰρ ἐξέθρεψε, γυμνοὺς περιέβαλε, ξένους τε ἀστέγους εἰσηγάγετο εἰς οἶκον, γενομένη ὀρφανῶν μήτηρ, τυφλῶν ὀφθαλμός, κυλλῶν τε παρειμένων ποὺς καὶ βακτηρία. Ὅθεν, ὡς δοξάσασα τὸν Θεόν, ὑπ᾿ αὐτοῦ ἐνδόξως δοξάζεται διὰ θαυματουργικῆς χάριτος. Διὸ κλιβάνῳ προσχωρησάσης αὐτῆς οὐδαμῶς ἥψατο τὸ πῦρ· φυρασάσης ποτὲ ζύμην ἕνεκα διανομῆς πρὸς τοὺς πτωχούς, ἐπληθυνθη τῆς ζύμης τὸ λεῖπον· ἵππον δὲ στρατιώτου τινὸς ἀποσκιρτήσαντα, ἑλκύσασα τοῦ ῥυτῆρος, ἀπέδωκεν ἕκοντα αὐτῷ. Ἀλλὰ καὶ ἰσχὺν πλουσίαν παρὰ Θεοῦ ἐδέξατο ἰατρεύειν παντοία νοσήματα καὶ καχεξίας, λώβην μελῶν, ἁρμονιῶν παραλύσιν, ῥευμάτων τε ἐπιχύσιν, τῶν πίστει αὐτὴν ἐπικαλουμένων καὶ πόθιυ προσιόντων τῷ ἁγίῳ αὐτῆς ναῷ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου, ἀνεψιοὺ τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος.
Ὁ Βασιλίσκος ἐκτομὴ δοὺς τὴν κάραν,
Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν.
Ὅς ἦν κατὰ τοὺς χρόνους Μαξιμιανοῦ, χωρίου Χουμαλιῶν, ἐνορείας Ἀμασείας, ἀνεψιὸς τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος· καὶ προαθλήσας μετὰ τοῦ Ἁγίου Εὐτροπίου καὶ Κλεονίκου, οἵτινες ἦσαν συ στρατιῶται τοὖ Ἁγίου Θεοδώρου, κατελείφθη ἐν τῇ φυλακῇ, ἐκείνων τὸ ὑπὲρ Χριστοῦ τελειωσάντων μαρτύριον. Ἐπιθυμίαν δὲ ἔχων τὸν τῆς ἀθλήσεως δρόμον τελέσαι, καὶ ὑπὲρ τούτου δεόμενος τοῦ Θεοῦ, καταξιοῦται τῆς τοῦ Κυρίου ἐπιφανείας, παρεγγυῶντος αύτὸν συντάξασθαι τοῖς οἰκείοις, καὶ ἐν Κομάνοις γενόμενον μαρτυρῆσαι.
Καὶ δὴ μετὰ τῶν στρατιωτῶν ἀπελθὼν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ τὴν μητέρα καὶ τοὺς ἀδελφοὺς ἀσπασάμενος, καὶ τῇ εἰς Χριστὸν πίστει παραινέσας αὺτοὺς ἐμμένειν, ὅσον ἤδη καὶ συνελήφθη παρά τῶν ἀποσταλέντων στρατιωτῶν παρὰ Ἀγρίππα τοῦ Ἡγεμόνος. Δεσμήσαντες οὖν αὐτὸν, καὶ κρηπῖδας σιδηρᾶς, ἔνδοθεν ἥλοις πεπυκνωμένας, ὑποδήσαντες, ἤλαυνον τὴν εὐθὺ Κομάνων ὁδὸν. Καταλαβόντες δὲ τὸ χωρίον Δακνῶν, ἠυλίσθησαν παρὰ γυναικὶ καλουμένῃ Τραϊανῇ· ἔνθα προσεδέθη ὁ Ἅγιος πλατάνῳ ξηρᾷ, εἰς τοὐπίσω τᾶς χεῖρας περιηγκωνισμένος· καὶ εὐξάμενος, νεοθαλῆ καὶ κομῶσαν τὴν πλάτανον ἔδειξε· καὶ πηγὴ ὕδατος ἐκ τῶν τῆς γῆς ἀνεδόθη λαγόνων, ἔνθα ὁ Ἅγιος ἵστατο. Ἰδόντες δὲ τοῦτο οἱ στρατιῶται, ἅμα τῇ γυναικὶ, πιστεῦσαι φασι τῷ Χριστῷ, καὶ λῦσαι τὸν Ἅγιον τῶν δεσμῶν.
Καταλαβόντων δὲ αὐτῶν τὴν πόλιν Κομάνων, παρέστη τω Ἡγεμόνι ὁ Ἅγιος· μὴ πεισθέντος δὲ θῦσαι τοῖς εἰδώλοις, πῦρ ἐξ οὐρανοῦ διὰ προσευχῆς αὐτοῦ κατηνέχθη, καὶ κατεφλέχθη ὅ,τε τῶν εἰδώλων ναὸς, καὶ ὁ ἀνδριὰς τοῦ Ἀπόλλωνος. Καὶ ἐπὶ τούτοις ἀσχέτῳ θυμῷ βληθεὶς ὁ Ἡγεμὼν, ξίφει προσέταξεν ἀποτμηθῆναι τὴν κεφαλὴν αὐτοῦ, καὶ τὸ σῶμα ῥιφῆναι ἐν ποταμῷ. Καὶ οὕτω τὸν τοῦ μαρτυρίου στέφανον εἴληφεν, εἰς δόξαν καὶ αἶνον τοῦ Θεοῦ ἡμῶν.

Τῇ αὐτὴ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας καὶ Οἰκουμενικῆς Δευτέρας Συνόδου, τῆς συγκροτηθείσης ἐν ἔτει τπα΄ (381) καὶ καθελούσης τὸν Μακεδόνιον, μὴ εἶναι Θεὸν τὸ Ἅγιον Πνεῦμα λέγοντα.
Τολμῶ τὸ θεῖον Πνεῦμα Θεὸν μὴ λέγει,
Τὸ παμπόνηρον πνεῦμα Μακεδονίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον ποτισθεὶς κοχλάζοντα, τελειοῦται.
Μολύβδινον Μάρκελλος ἔμπυρον πόμα
Οὕτω πίνων ἦν, ὡς εἴ τις ὕδωρ πίνει.

Ὁ Ἅγιος Μάρτυς Κόδρος, ὑπὸ ἵππων συρόμενος, τελειοῦται.
Ἱππηλατήσας καὶ πόλου νύσσαν φθάσας,
Τὰς χεῖρας αἴρεις καὶ στέφος δέχῃ, Κόδρε.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Σοφία ἡ ἰάτραινα ξίφει τελειοῦται.
Ἰατρὸς ἦν πρὶν σωμάτων ἡ Σοφία·
Τμηθεῖσα γοῦν νῦν δείκνυται καὶ πνευμάτων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σάββα, φωτιστοῦ τῶν Σλάβων καὶ μαθητοῦ Μεθοδίου τοῦ Ἰσαποστόλου.
Ὁμώνυμος τῷ Ἠγιασμένῳ Σάββας,
Ἀλλ’ ἴσος τοῖς Ἀποστόλοις καὶ φῶς Σλάβοις.

Τῇ ἀυτῇ ἡμέρᾳ, Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται.
Χεὶρ συγγενοῦς τέμνει σὲ ἡ μιαιφόνος·
Χεὶρ Κυρίου νέμει σοι ἀξίως στέφος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις ἐνδόξου καὶ καλλινίκου νέου Ὁσιομάρτυρος Παύλου τοῦ Πελοποννησίου, ἀθλήσαντος κατὰ τὸ ἔτος 1818.
Ἐχθροὺς βεβήλους τροπώσας Χριστῷ Μάρτυς,
Μετέστης γῆθεν πρὸς οὐράνιον δόμον.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἐν Σοφιανοῖς.
Ἐν Σοφιανοῖς νομίζοντες ἐστάναι,
Μητέρα τῆς Θεοῦ Σοφίας τιμῶμεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Αἰμιλίου καὶ Κάστου τῶν Ἀφρικανῶν, τῶν ἐν Καρχηδόνι ἐπὶ Σεπτιμίου Σεβήρου τελειωθέντων (+251).
Κάστον σέβω Αἰμίλιον Ἀφρικανούς,
Μάρτυρας Χριστοῦ μιλτολευχειμονοῦντας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις. Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Μόνα τᾶ μένοντα ποθοῦσα, τῶν ῥεόντων τὴν ἀπάτην ἐβδελύξω, καὶ τὴν τρίβον, Καλή, τὴν φέρουσαν εἰς πλάτος, τοῦ Παραδείσου ὥδεύσας, τὴν στενὴν καὶ τεθλιμμένην.
Νύμφη καλή, ὡραϊσμένη, τῷ Νυμφίῳ σου Χριστῷ παρισταμένη, ἐν ἐλαίῳ λαμπρῶς, ἅπτουσα τὴν λαμπάδα, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν γνησίως σε τιμώντων.
Ἔστης ἐν μέσῳ τοῦ κλιβάνου, ἀκατάφλεκτος, ὡς πρὶν ἐν Βαβυλῶνι, ἐν καμίνῳ οἱ Τρεῖς, Καλή, ἀναβοῶσα: Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Ἵλεων, Κόρη, τὸν Κριτήν μου, ἐξιλέωσαι γενέσθαι ἐν τῇ κρίσει, τὴν πληθὺν τῶν πολλῶν, κακῶν μου παραβλέψαι, καὶ τῆς γεέννης ῥύσασθαι τῆς ἑμοὶ ἀποκειμένης.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.
Νοῦ καθαραῖς κινήσεσι, πρὶν λιποῦσα τὴν αἴσθησιν, νῦν διαλυθέντων, τῶν ἐσόπτρων, ἔνδοξε Καλή, προσεχώρησας, ἔνθα τὸ πρῶτον πέφυκε φῶς τῆς ἀμερίστου καὶ Ἁγίας Τριάδος, καὶ βλέπεις τοῦ Νυμφίου, τὸ ἀπρόσιτον κάλλος, αὐτῷ συνεσομένη ἀπείρους εἰς αἰῶνας.
Θαυματουργεῖς ἐκάστοτε, θεραπεύεις νοσήματα, λύεις τῶν ῥευμάτων, χαλεπὴν ἐπίχυσιν, Καλή παμμακάριστε, ὡς θαυμαστὸς ὁ Κύριος ὄντως, ὁ δοξάζων τοὺς αὐτὸν φοβουμένους· διὸ μὴ διαλίπῃς ἐκτενῶς δυσωποῦσα, σωθῆναι τοὺς τιμῶντας τὴν σὴν ἁγίαν μνήμην.
Ἐκ τῆς Ἑῴας ἤστραψας, ὥσπερ ἥλιος, ἔνδοξε, καὶ τὴν οἰκουμένην δᾳδουχεῖς τοῖς θαύμασι, Καλὴ πανσεβάσμιε, τὸ τῶν Παρθένων καύχημα, τῶν ἐλεημόνων, ἡ ἀρχέτυπος στήλη, ἁγνείας, σωφροσύνης ἐναπόθετον κάλλος· διὸ Χριστὸν δυσώπει ὑπὲρ ἡμῶν, θεόφρον.


Θεοτοκίον.
Μόνη Παρθένος ἔτεκες, καὶ Παρθένος διέμεινας, ὦ Θεοκυῆτορ Μαριάμ· ἄσπόρως γὰρ τὸν Λόγον συνέλαβες, τὸν Ποιητὴν τῆς κτίσεως· ὅς καὶ παραδόξως μετατρέπει τὰς φύσεις· διὸ αὐτὸν δυσώπει οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς σὲ Θεοῦ Μητέρα, πιστῶς ὁμολογοῦντας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τοῦτῳ.
Ἰδού, Καλή, πλησίον εἶ τοῦ Θεοῦ, ὡς καλή, ὡς ὡραία, ὡς ἄμωμος· μῶμος ἐν σοὶ ὅλως γὰρ οὐκ ἔστιν ἁμαρτιῶν, τῶν ἀρετῶν δὲ μάλιστα φέρεις τὰ πρωτόμυρα ἐναργῶς, κιννάμωμον, κασσίαν, καὶ νάρδον καὶ στάκτήν τε, ὡς Σολομών φησιν ἐν ᾌσμασιν.
Τοῦ πρώτου μὲν θυγάτηρ ὤφθης Ἀδάμ· τῷ Δευτέρῳ συνήφθης ἐκ πράξεως, τὰς ἀρετὰς προῖκα τούτῳ φέρουσα δαψιλῶς, Καλή, παρθένων καύχημα, καὶ τῆς εὐποιΐας τρανῶς εἰκών· διὸ συμβασιλεύεις, νυμφῶσιν ἐν τοῖς ἄνω, νῦν εἰς αἰῶνας τῷ Νυμφίῳ σου.
Κρημνῷ περιπεσόντα με τῶν δεινῶν, καὶ πολλαῖς συμφοραῖς πιεζόμενον, σαῖς προσευχαῖς, θᾶττον ἐξανάστησον, ὦ Καλή, καὶ τῆς συντρόφου λύτρωσαι, νόσου ἤ παράσχου ὑπομονήν, ὡς ἄν πολλῶν πταισμάτων, καθάρσιόν μοι εἴη, ἐν τῇ ἡμέρᾳ τῆς ἐτάσεως.
Θεοτοκίον.
Τῆς Εὔας Σὺ ἀπέτισας ὀφειλήν, τὸν Δεσπότην τεκοῦσα τῆς κτίσεως, ἄνευ σπορᾶς. ἄνευθεν ὠδίνων τῶν μητρικῶν· ὅν ἐκδυσώπει πάντοτε, σῴζεσθαι τὰ σκῆπτρα τῶν εὐσεβῶν, ἀνάκτων καὶ τῆς Ἄγαρ, ὑπόταξον τοὺς γόνους, ἐν τοῖς ποςὶν αὐτῶν, Πανύμνητε.

Ἐξαποστειλάριον. Ἦχος β´. Γυναῖκες ἀκουτίσθητε.
Καλή, Ὁσίων σύσκηνε, Παρθένων ἐγκαλλώπισμα, κάλλος ἀπόθετον θεῖον, θαυματουργέ, ἐλεῆμον, πηγὴ ἀόκνως ῥέουσα τοῖς πάσχουσιν ἰάματα, δόξης δυσώπει Κύριον, τόν σε δοξάσαντα πάντως, ὑπὲρ ἡμῶν σὲ τιμώντων.
Καὶ τῆς Ἑορτῆς.












Εἰς τοὺς Αἰνούς. Ἱστῶμεν Στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια. Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.
Παρθενικαῖς ἀγλαΐαις λαμπομένη, Καλὴ παμμακάριστε, σαφῶς γεγένησαι Παρθένων κλέος πανθαύμαστον, ὡς παρθενίας
καὶ σωφροσύνης ταμεῖον ἄσυλον· ἐντεῦθεν τῷ Κτίστῃ σου κάλλος ἀπόθετον ἐφάνης, κόρη, καὶ ἄσπιλον, διαυγέστατη πηγὴ καὶ κῆπος ὄντως πολύκαρπος, νύμφη γνησία καὶ παράδεισος πεποικιλμένος· διὸ καὶ πρὸς θάλαμον νοητὸν ὁ Χριστός σὲ καὶ Νυμφίος ὑπεδέξατο.

Ἡ τοῦ ἐλέους πηγὴ καὶ πάντων Κτίστης, χρηστότητος ἄβυσσος, ὁ μόνος Κύριος, τῇ σῇ καρδίᾳ ἐνέσταξεν ἔλεον θεῖον,
διεπεγείρων πρὸς εὐποιΐαν σέ, Καλὴ ἀξιάγαστε· διὸ καὶ γέγονας τροφὴ πεινώντων ἀνέκλειπτος, προσεπαρκοῦσα καὶ χορηγοῦσα τούτοις τὰ δέοντα· ὅθεν κλιβάνῳ προσεχώρησας, ἀλλ’ οὐδαμῶς σου τὸ ἔνυλον ἥψατο πῦρ, σαφῶς θαλπομένης θείᾳ δρόσῳ τῇ τοῦ Πνεύματος.

Σὺ ἐπαξίως τὴν χάριν τῶν θαυμάτων, Ὁσία, ἀπείληφας
παρὰ τοῦ μόνου Θεοῦ· καὶ γὰρ τὴν ζύμην φυράσασα, πτωχοῖς ἐδίδους, ἀλλὰ τὸ λεῖπον αὐτῆς ἐπλήθυνας· τὸν ἵππον ἑκόντα δέ, ἀποσκιρτήσαντα, ῥυτῆρος ξένως ἑλκύσασα, τῷ στρατιώτῃ, ἐν ἀθυμίᾳ ὄντι, ἀπέδωκας·
καὶ ἀσθενοῦσι τὴν ἀνάῤῥωσιν εὐχερῶς πᾶσι δίδως τοῖς κράζουσιν:
Ὦ Καλὴ θαυμασία, σαῖς λιταῖς ἡμᾶς ὑγίανον.

Ἀδιαλείπτως τῷ θρόνῳ τοῦ Δεσπότου, Παρθένων σὺν τάγμασι, σεμνή, παρίστασαι, τὰς ἀντιδόσεις ὡς ἄριστα, πλουσιωτάτως ἐπαπολαύουσα, παμμακάριστε· μεθ᾿ ὧν καὶ τῶν πίστει σου τὴν ἱερὰν καὶ σεπτὴν καὶ φωτοφόρον καὶ εὔσημον καὶ θείαν μνήμην μνημονευόντων, κόρη, μνημόνευε, παντοίας βλάβης διασῴζουσα, ταῖς ἱεραῖς σου καὶ θείαις ἐντεύξεσιν, ὦ Καλὴ θεοφόρε, τοῦ δολίου πολεμήτορος.

Δόξα.Ἦχος πλ. α´.
Τοὺς Προπάτορας ἐζήλωσας, τοῖς ἐκείνων ἴχνεσι πιστῶς, Ὁσία, ἀκολουθήσασα. Οὐ γὰρ ἐπελανθάνου τῆς φιλοξενίας, δι᾿ ἧς τινες ἔλαθον Ἀγγέλους ξενίσαντες, ὡς Ἀβραὰμ ὁ φιλόθεος. Ὡς ὁ Ἰὼβ δέ, ὀρφανομήτωρ ἐγένου, τυφλῶν ὀφθαλμός, παρειμένων, κυλλῶν τε ποὺς καὶ βακτηρία. Πλεονάζεις αὖθις τὸ λεῖπον τῆς ζύμης, ἥν φυράσασα διέδωκας πτωχοῖς, ὥσπερ πάλαι ἐντεύξει Ἠλιοὺ οὐκ ἠλαττονήθη
τῆς χήρας τὸ ἄλευρον. Καὶ ὡς Τρεῖς Παῖδες Ἀβραμιαῖοι ἐν Βαβυλωνὶᾳ καμίνῳ, ἔστης ἐν μέσῳ κλιβάνου ἀκαταφλεκτος. Ὅθεν πρέσβευε
τῷ Θεῷ τῶν Πατέρων ἡμῶν, Καλὴ ἀλεξίκακε, ἵνα καὶ ἡμεῖς ἐνθαλπόμενοι κόλποις Ἀβραάμ, ἀτελευτήτως εὐφραινώμεθα σὺν Λαζάρῳ πένητι.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου