Κυριακή 2 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 25. ΑΓΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΠΡΟΚΟΠΙΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ ΚΕ΄!!
ΠΡΟΚΟΠΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ
ΑΚΟΛΟΥΘΙΑ
(Συμπληρωθεῖσα κατὰ τὰ ἐλλείποντα, ὑπὸ Καθηγουμένης Ἰσιδώρας μοναχῆς Ἁγιοεροθεϊτίσσης)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ Προκοπίου τοῦ νέου Ὁσιομάρτυρος, τοὺς εὐκλεεῖς ἀγῶνας, κατεπλάγησαν θάμβρι, τάξεις τῶν Ἀγγέλων ἐν οὐρανοῖς, καὶ ἐθαύμασαν ἄνθρωποι, ἐπὶ τῆς γῆς ἐν αἰνέσει θεοπρεπεῖ, τοῦτον αὖθις μακαρίζοντες.

Ἡ πολυδόξαστος Σμύρνη νῦν μεγαλύνθητι, μαρτυρικοὺς ἀγῶνας, Προκοπίου τοῦ νέου, ἔχουσα ὡς πλοῦτον πολυτελῆ, καὶ ὡς δόξης κεφάλαιον, ἐκεῖσε δρόμον τελέσας ἀθλητικόν, νίκης στέφει κατεκόσμηται.

Τὴν ἀδιάσειτον πίστιν ἀριδηλότατα, ἣν ἐξηρνήσω πρώην, ὡμολόγησας σθένει, ἔμπροσθεν ἀθέων Ἀγαρηνῶν, Ἀθλοφόρε Προκόπιε, τὴν προκοπὴν τῆς ἐνθέου προαγωγῆς, ἐκδιδάξας κατ’ ἀκρίβειαν.

Τὴν κεφαλήν σου Κυρίῳ τῷ Ἀθλοθέτῃ σου, πολυτελὲς ὡς δῶρον, προσεκόμισας πόθῳ, ξίφει ἐκτμηθεῖσαν μαρτυρικῷ, γενναιόφρον Προκόπιε, καὶ τῶν αἱμάτων σου ὕφανας ταῖς ῥοαῖς, ἁλουργίδα χρυσοπόρφυρον.

Δόξα. Ἦχος α΄.
Τῶν ἐγκωμίων τοῖς ᾄσμασι πιστοί, δεῦτε ὑπαντήσωμεν ὁμοῦ, Προκόπιον τὸν νέον Ὁσιομάρτυρα Χριστοῦ. Καὶ τούτου μεγαλύνοντες, τὴν ἐν ἄθλοις προκοπήν, Χριστὸν δοξολογήσωμεν, τὸν ἐν Ἁγίοις θαυμαστόν, καὶ δι’ αὐτῶν ἀεὶ ἐνδοξαζόμενον.

Καὶ νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις περιχαρῶς, Κυρίου στρατιῶτα, σεπτὲ Ὁσιομάρτυε, Προκόπιε γενναῖε, τῆς πίστεως ὑπέρμαχε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ξίφει τὴν κεφαλήν, ἐν Σμύρνῃ ἀπετμήθης, ὁλοτελὴς θυσία, Προκόπιε τελεία, καὶ ἄμωμος γενόμενος.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Πίστιν τὴν πρὸς Θεόν, ἀφρόνως ἣν ἀφῆκας, Ἀγαρηνῶν ἐν μέσῳ, ἐτράνωσας ἀξίως, πανένδοξε Προκόπιε.

Δόξα. Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, ἡ τριλαμπὴς Θεότης, ἐλέησον καὶ σῶσον, τοὺς πίστει Σοι λατρεύοντας.

Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε σὺν Γαβριήλ, τῷ θείῳ Ἀρχαγγέλῳ, χαρμονικῶς βοῶμεν, Παρθένε Θεοτόκε, τῆς λύπης ἡ ἀναίρεσις.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν Ὀρθόδοξον πίστιν ἣν ἀφρόνως ἠθέτησας, πόνοις δριμυτάτων βάσανων, ἀπεδέχθης Προκόπιε· μισήσας καὶ ἐλέγξας εὐθαρσῶς, τὴν πλάνην τῶν δεινῶν Ἀγαρηνῶν, διὰ ξίφους τελειώσας τε εὐκλεῶς, τὸν δρόμον τῆς ἀθλήσεως· χαίροις Ὁσιομάρτυς τοῦ Χριστοῦ· χαίροις χρυσοῦ ὑπέρτιμε· χαίροις τοῦ Ὄρους Ἄθωνος τιμή, τῆς Σμύρνης περιήχημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.







ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Εὐφραινέσθω οὐράνια, καὶ σκιρτάτω ἐπίγεια, καὶ χοροὶ Δυνάμεων συντρεχέτωσαν, πρὸς ὑπαντὴν Νεομάρτυρος, ἐκ γὰρ τοῦ σκηνώματος, νῦν τὸ πνεῦμα γεγηθός, Προκοπίου ἀνέθορε, πρὸς σκηνώματα, τὰ οὐράνια ὡς ὑπὲρ Κυρίου, ἐναθλήσας ἵνα στέφος, χειρὸς Παντάνακτος δέξηται.

Γῆς σαλπίσατε θέμεθλα, καὶ τὰ ὄρη βοήσατε, εὐφροσύνην σήμερον Νεομάρτυρος, ἐπὶ τῇ μνήμῃ στεῤῥόφρονος, τῇ θείᾳ παντέρπνῳ τε, Προκοπίου τῆς Χριστοῦ, Ἐκκλησίας σεμνώματος, ὡραΐσματος, ἀστραπὴ γὰρ καθάπερ Ὀρθοδόξους, καταυγάζει καταπλήττει, βροντὴ ἀπίστους τε οἷάπερ.

Ὡς νηπίων ἐκ στόματος, κατηρτίσω φιλάνθρωπε, αἶνον πάλαι Δέσποτα νῦν κατ’ ἄμφω τε, ἐκ Προκοπίου τοῦ Μάρτυρος, καὶ ἕτερον ὕμνον τε, κατηρτίσω εἰς υἱῶν, τῶν τῆς Ἄγαρ κατάπτωσιν, τὴν τῆς πίστεως, Ὀρθοδόου στεῤῥὰν ὁμολογίαν, οὗ λιταῖς μετόχους δεῖξον, τῆς οὐρανῶν Βασιλείας Σου.

Ἕτερα. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦρο πρὸς ἡμᾶς Προκόπιε, Ὁσιομάρτυς στεῤῥέ, τοὺς πιστῶς ἀνυμνοῦντάς σε, καὶ εἰρήνην βράβευσον, ὡς Χριστοῦ φίλος γνήσιος, τὸν γὰρ βελίαρ θνητῷ ἐν σώματι, κατετροπώσω, τὸν σὲ πτερνίσαντα, πρὶν τῷ τῆς πίστεως, θυρεῷ καὶ ἅπασαν τὴν βδελυράν, δὴ αὐτοῦ παράταξιν, εἰς τέλος ὤλεσας.

Χαίροις Ἀθλητὰ Προκόπιε, τῶν ἀσκητῶν καλλονή, τῶν Μαρτύρων ὡράϊσμα, Ἐκκλησίας καύχημα, καὶ τῆς πίστεως ἔρεισμα, τῆς μετανοίας σαφὲς ὑπόδειγμα, τὰ ἀρχεκάκου, μάκαρ γὰρ θήρατρα, ἀράχνης οἷάπερ, τὸν ἱστὸν διέῤῥηξας ὑπὲρ Χριστοῦ, τὸν τοῦ ξίφους θάνατον, ὑποίσας ἔνδοξε.

Ὡς ἐπιποθοῦσα ἔλαφος, ἐπὶ ὑδάτων πηγάς, ἡ ψυχή σου ἐδίψησε, τὸν Χριστὸν Προκόπιε· ὅθεν χαίρων ἐχώρησας, ἐν ἀνενδότῳ στεῤῥῷ φρονήματι, εἰς Μαρτυρίου, ἡδέα σκάμματα, οὐδὲν γὰρ ἕτερον, ὡς θανεῖν τις ἥδιστον ὑπὲρ Χριστοῦ, νῦν ὑπὲρ οὗ ἤθλησας, ὦ παμμακάριστε.



Δόξα. Ἦχος β΄.
Δεῦρο φιλομαρτύρων ὁ σύλλογος, ᾆσμα καινόν, τῷ ἠγαπημένῳ ἡμῶν ἄσωμεν Προκοπίῳ, Ὁσιοάθλῳ τῷ στεῤῥόφρονι. Δεῦρο τοῖς ἐγκωμίοις καταστέψωμεν, αὐτὸν ταῦτα λέγοντες· Χαίροις, Ὀρθοδοξίας τὸ ἔρεισμα, καὶ ἀσεβείας τὸ σύντριμμα· χαίροις, ὁ διαυγέστατος ἑωσφόρος, τοῦ νοητοῦ στερεώματος· χαίροις, ὁ ἐν ἀσκήσει διαπρέψας πρότερον, ὡς στολὴν σεαυτῷ, τοῖς μαρτυρίου εἶτα, ἐπιχρώσας αἵμασιν. Ἀλλ’ ὦ τοῦ ἀρχιποίμενος Χριστοῦ πρόβατον ἄκακον, πρέσβευε ὑπὲρ τῶν σὲ τιμώντων, καὶ τὴν ἐτήσιον ἐπιτελούντων μνήμην σου, τῆς οὐρανίου τυχεῖν μακαριότητος.

Καὶ νῦν. Θεοτοκίον
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας, ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.





















Λιτή. Ἦχος α’.
Ἐν ἡμέρᾳ πανηγύρεως λαμπροπρεποῦς, δεῦτε αἰνέσωμεν πιστοί, Προκόπιον τὸν νέον Ὁσιομάρτυρα Χριστοῦ. Καὶ τούτου ἐνθεαστικῶς κατίδωμεν, τοὺς ἄθλους τοὺς μεγάλους τε καὶ θαυμαστούς, ὅτι ἠρίστευσεν καλῶς ἐν τῷ ἀγῶνι τῆς πίστεως. Αὐτοῦ οὖν μιμησώμεθα καὶ ἡμεῖς, τὸν ζῆλον τῆς εὐσεβείας καὶ τὴν καρτερίαν τὴν ψυχικήν, ἵνα γνῶμεν τίς ἐστὶν ὁ μισθός, τῆς παρὰ Θεοῦ ἀνταποδόσεως.

Ἦχος β΄.
Τὸν στρατιώτην τοῦ Χριστοῦ τὸν γενναῖον, καὶ πύκτην τῆς ἀληθείας τὸν ἀλύγιστον, Προκόπιον δεῦτε μεγαλύνωμεν ἐνθέως. Καὶ γὰρ οὗτος ὁ μακάριος, τὴν σάρκα αὐτοῦ ἐδαπάνησεν, ἐν ταῖς βασάνοις ταῖς τιμίαις, ἵνα τρανώσῃ τοῦ Θεοῦ ἡμῶν τὴν δύναμιν, τοῦ θαυμαστὰ ποιοῦντος, ἐν τοῖς Ἁγίοις Αὐτοῦ ἑκάστοτε.

Ἦχος γ’.
Τῆς πίστεως τῆς ἀληθινῆς, ἐφάνης λίθος πολύτιμος, Προκόπιε νέε Ἀθλητὰ τοῦ Χριστοῦ, τὴν Ἐκκλησίαν ὡραΐζων τῷ κάλλει τῶν εὐκλεῶν ἀγώνων σου. Σοὶ γὰρ ὁ λόγος τοῦ Ἀποστόλου ἔργον ἐγένετο, ὅτι εἶπας ὡς ὁ Παῦλος, πάντα ἡγοῦμαι σκύβαλα, ἵνα Χριστὸν κερδίσω. Καὶ τῇ πράξει σου ἔδειξας, ὅτι Χριστὸν ἠγάπησας, καὶ ὑπὲρ Χριστοῦ μαρτυρικῶς ἐτελειώθης. Αὐτὸν ἱκέτευε δεόμεθα, τοῦ δοῦναι καὶ ἡμῖν τὴν ἰσχὺν τῆς πίστεως, ἵνα φανῶμεν ἀγωνισταὶ τῆς ἀληθείας, καὶ τῆς θείας δόξης μέτοχοι, ἐν χαρᾷ ἀγαλλιάσεως.

Ἦχος δ΄.
Τῆς προκοπῆς σου τῆς κατὰ Θεόν, Προκόπιε νέε Ὁσιομάρτυς, πῶς ἐξείπω τὰ ἐξαίρετα; ὅτι τὸν Κύριον ἠγάπησας, ἐν γνησιότητι καρδίας, καὶ στοργῇ ἀμεταθέτῳ· διὸ καὶ ἐφάνης φίλος Τούτου ὁλοπρόθυμος, δείξας τῆς ἀγάπης σου τὰ ἀπροσποίητα γνωρίσματα· ὅτι αἵματα ἔδωκας σαρκός, καὶ χάριν ἔλαβες, ἀντὶ χάριτος πνευματικῆς περίσσειαν. Αὐτῆς μετόχους δεῖξον καὶ ἡμᾶς, τοὺς ὑμνολογοῦντάς σου τοὺς ἄθλους, καὶ τὰ γενναῖα τοῦ μαρτυρίου σου τρόπαια.

Ἦχος πλ. α΄.
Τὴν ἄρνησίν σου τὴν τῆς πίστεως, Προκόπιε Ὁσιομάρτυς τοῦ Χριστοῦ, ἀφῆκας εὐθὺς ὡς ἔγνως τῆς πλάνης τῶν Ἀγαρηνῶν τὸ σκότος, τὸ σαθρόν τε καὶ ἄστατον· διὸ καὶ τούτων ἔμπροσθεν, ἐβόας στεντορείᾳ τῇ φωνῇ καὶ εὐψύχῳ σου δυνάμει. Εἷς ἐστιν ὁ Θεὸς ὁ ἀληθὴς καὶ αἰώνιος, ὁ τοῦ παντὸς Δημιουργὸς καὶ Βασιλεὺς καὶ Κύριος. Αὐτῷ λατρεύω, Αὐτῷ πιστεύω, Αὐτὸν προσκυνῶ τε καὶ δοξάζω, τὸν εἰς τοὺς αἰῶνας ὑπ’ Ἀγγέλων ἀνυμνούμενον, καὶ ὑπὸ πάντων Ἁγίων δοξαζόμενον.

Δόξα. Ἦχος πλ. δ΄.
Ὁσιοπρεπῶς τῷ Κυρίῳ ἐδούλευσας, ἐν τῷ Ἁγιωνύμῳ Ὄρει τοῦ Ἄθωνος, Προκόπιε θεόφρον μοναστά. Καὶ πάλιν μαρτυρικῶς ἐν τῇ Σμύρνῃ ἐτελειώθης, καὶ τῷ Θεῷ συνθήκην ὑπέγραψας, κοινωνίας μετ’ Αὐτοῦ ἐν τελειότητι. Τὴν κάραν σου, τὴν ξίφει τῶν Ἀγαρηνῶν ἀποτμηθεῖσαν, ὡς δῶρον προσήγαγες, καὶ ἔλαβες ἀντιμισθίαν, τῆς κληρονομίας τῆς ἀληθινῆς τὸ ὄφελος. Καὶ αὖθις σὺν Ἀγγέλοις παριστάμενος, τῷ Θρόνῳ τῆς Θεότητος, ὑπὲρ ἡμῶν εὐχὰς ἱκετηρίους προσάγαγε, ὅπως μὴ ἐκπέσωμεν μακρὰν τῆς ἐλπίδος, ἀλλὰ λάβωμεν ἐγγύς, τῆς προσδοκίας τῆς χρηστῆς τὴν ἔκβασιν.

Καὶ νῦν. Θεοτοκίον
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Φρένας, καταύγασόν μου μονάς, ἡ τρισυπόστατος Πατὴρ ὁ ἀγέννητος, Συνάναρχος γεννητός τε, Υἱὸς καὶ Πνεῦμα εὐθές, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύόμενον· ἀχράντοις σαῖς λάμψεσιν, ὡς εἰκὸς ἵνα ᾄσω νῦν, Νεομαρτύρων, Ὁσιοάθλον μέγιστον, τὸν Προκόπιον, τῆς ἀνδρείας τὴν ἔμψυχον, στήλην πύργον τὸν ἄσειστον, τὴν εὔηχον σάλπιγγα, τῆς ἀκραιφνοῦς παρθενίας, ὅρον τὸ πίστεως ἔρεισμα· οὗ λιταῖς Ἁγία, ὦ Τριὰς τὴν σωτηρίαν, ἡμῖν πρυτάνευσον.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ἀσκητικῶς ἀληθῶς, προυμνασθεὶς ὁ ἐν τῷ Ὄρει Προκόπιε, τρισόλβιε τῷ Ἁγίῳ, καὶ Μαρτυρίου στεῤῥῶς, ὁ αὐτομολήσας, ἐν τοῖς σκάμμασι· κρουνοῖς τε τοῖς αἵματος, καταπνίξας δυσσέβειαν, υἱῶν τῆς Ἄγαρ, καὶ δαιμόνων τὰς φάλαγγας, τροπωσάμενος, φληναφώδεις πολύαθλε· χαίροις ὁ δι’ ἀμφοῖν στεφθείς, Χριστοῦ ἐκ Παντάνακτος· χαίροις Ἱεροσλύμων, τῶν ἐν τοῖς ἄνω ἐντρύφημα· χαίροις τῶν νοσούντων, ἡ πανάκεια καὶ εὖχος, τῶν εὐφημούντων σε.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Ὥσπερ, Ἡλίου δίσκος σαφῶς, χειμῶνος ὥρα ἀνατέταλκας ἔνδοξε, Προκόπιε τροπαιοῦχε, διασκεδάσας ἀχλύν, τὴν τῆς ἀσεβείας παναοίδιμε, πιστοὺς καταυγάσας τε, ταῖς θαυμάτων σου λάμψεσι, πηγὴ γὰρ οἵα, ἐσαεί τις ἀκένωτος, τοῖς προστρέχουσιν, ἡ σορὸς τῶν λειψάνων σου, βλύζουσα καθαρτήρια, ψυχῶν καὶ σωμάτων τε, τῶν ἰαμάτων τὰ ῥεῖθρα· διὸ τὴν μνήμην τελοῦμέν σου, σοφὲ ἐτησίως, ἐν ᾠδαῖς ᾀσμάτων πίστει, σὲ μακαρίζοντες.


Δόξα. Ἦχος πλ. δ΄.
Ἀνέτειλεν ἡ πανευκλεὴς Ὁσιοάθλε μνήμη σου, Προκόπιε ἔνδοξε, καὶ τὸ νοητὸν τῆς Ἐκκλησίας στερέωμα, καθάπερ τις ἑωσφόρος, ταῖς φωτιστικαῖς ἀκτῖσι κατηύγασεν· διὸ ταῖς πρὸς τὸν ἀρχίφωτον Πατέρα καὶ Υἱὸν Συνάναρχον, καὶ Πνεῦμα τὸ Ἅγιον, τὴν μίαν τρισσοφέγγοφωτον, Οὐσίαν πρεσβείαις σου, ψυχὰς τῶν σὲ τιμώντων, καὶ τὴν πανένδοξον ἐπιτελούντων μνήμην σου, ῥύπων καὶ κηλίδων κάθαρον.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τὴν Ὀρθόδοξον πίστιν ἣν ἀφρόνως ἠθέτησας, πόνοις δριμυτάτων βάσανων, ἀπεδέχθης Προκόπιε· μισήσας καὶ ἐλέγξας εὐθαρσῶς, τὴν πλάνην τῶν δεινῶν Ἀγαρηνῶν, διὰ ξίφους τελειώσας τε εὐκλεῶς, τὸν δρόμον τῆς ἀθλήσεως· χαίροις Ὁσιομάρτυς τοῦ Χριστοῦ· χαίροις χρυσοῦ ὑπέρτιμε· χαίροις τοῦ Ὄρους Ἄθωνος τιμή, τῆς Σμύρνης περιήχημα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.













ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὡς λέων πεποιθώς, πρὸς ἀγῶνας παμμάκαρ, Προκόπιε στεῤῥέ, ηὐτομόλησας ὄντως, τὴν δύσθεον καὶ φλήναφον, καθελὼν πλάνην ἔνδοξε· Χριστοῦ ἄνακτος, τῇ ἀπροσμάχῳ δυνάμει· ὅθεν ἅπαντες, ᾠδαῖς καὶ ὕμνοις σε θείοις, προφρόνως δοξάζομεν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἀνάπλεως πίστεως τῆς πρὸς Χριστὸν Ἀθλητά, ὡς ῥάβδον ἐκράτησας ταῖς νοεραῖς τῆς ψυχῆς, χερσὶ Σταυρὸν τίμιον· ὤλεσας τοίνυν θράσος, καὶ ἀπήνειαν μάκαρ, τάξεων τῶν ἀΰλων, Φαραὼ νοουμένου· διὸ καὶ πρὸς ἀνάπαυλιν, ἀγήρω μεταβέβηκας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πολλαῖς περιστάσεσι καὶ συμφοραῖς τῶν δεινῶν, Παρθένε κυκλούμενοι καὶ πρὸς ἀπόγνωσιν, ἀεὶ περιπίπτοντες, μόνην σε σωτηρίαν, καὶ ἐλπίδα καὶ τεῖχος, ἔχομεν Θεοτόκε, καὶ πρὸς σὲ κατὰ χρέος, ἐν πίστει καὶ νῦν αἰτοῦμεν· Σῶσον τοὺς δούλους σου.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Κατεπλάγη Ἰωσήφ.
Μετὰ γνώμης τολμηρᾶς, καὶ καρτερίας ψυχικῆς, κατενώπιον ἐχθρῶν, πολυπληθῶν Ἀγαρηνῶν, Ὁσιομάρτυς Προκόπιε ὡς εἰσῆλθες· ἤλεγξας αὐτῶν, τὴν σκοτόμαιναν, πίστιν τε Χριστοῦ, ὡμολόγησας· καὶ ἐκτμηθεὶς τῷ ξίφει τὸν αὐχένα, τοῦ διαβόλου συνέκοψας· τὴν πλάνην πᾶσαν, κληρονομήσας, ἀληθείας τὸ στέφος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παραβάσεως καρπόν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ ἀπογνώσεως βρόχοις συνεδεσμεῖτο· Σὺ δὲ Μαριάμ, ἀειπάρθενε, λόγοις Γαβριήλ, ὑπακούσασα· τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας· Χριστὸς ὃς πάλιν, ἐν παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.







Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Σμύρνη ἡ περιάκουστος πόλις, τῆς μεγαλωνύμου καὶ ἐνδόξου Μικρασίας, βοᾷ καυχωμένη ἐν Θεῷ καὶ λέγουσα· προσετέθη μοι πλοῦτος αὖθις ἱερὸς καὶ τίμιος, ἡ ἄθλησις τοῦ νέου Ὁσιομάρτυρος Προκοπίου· τὰ τούτου αἵματα κατέχω, ὡς στολὴν θεότευκτον καὶ ἄσυλον· καὶ πάλιν πρὸς Θεόν, τὰς τούτου ἱκεσίας, κέρδος ἔχω ἀξιέραστον· δεῦτε οὖν πάντες οἱ πιστοί, τῷ Μάρτυρι ἐγκώμια εἴπωμεν, Χριστῷ τε τῷ Ἀθλοθέτῃ καὶ Θεῷ, εὐχαριστίαν δῶμεν, καὶ δοξολογίαν πρέπουσαν.

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων: Προκοπίῳ νέῳ, τόδ’ ὑφαίνω μέλος.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Πεποικιλμένος ὁ στεῤῥὸς Προκόπιος, Νεομαρτύρων κρηπίς, τοῖς τοῦ μαρτυρίου, διαυγέσι στίγμασι, τῷ Βασιλεῖ παρίσταται, Τρισηλίῳ πρεσβείας, ὑπὲρ τοῦ κόσμου ποιούμενος· ὅνπερ οἱ πιστοὶ εὐφημήσωμεν.
ωμαλαιότητι Βελίαρ ἔῤῥηξας, θήρατρα Μάρτυς σαφῶς, τοῦ Χριστοῦ θεράπον, ὑπὲρ Οὗ καὶ ἤθλησας, χειρὸς ἐξ Οὗ καὶ εἴληφας, Ἀθλητὰ τριττὸν στέφος, παρθενίας καὶ ἀσκήσεως, καὶ τῆς ἐν τῷ τέλει ἀθλήσεως.
Οἰακιζόμενος χειρὶ πανεύφημε, τῇ δεξιᾷ Δυνατοῦ, ἀντιπαρετάξω, τοῖς τῆς πλάνης κύμασι· διὸ καὶ πρὸς σωτήριον, γαληνιαῖον λιμένα, σὲ ὁ Σωτὴρ διεσώσατο, ὕμνον ἐπινίκιον ᾄδοντα.
Κεκεπφωμένην πανσθενῶς κατέῤῥαξας, δυσσεβεστάτην ὀφρύν, πλάνης υἱῶν Ἄγαρ, Ἀθλητὰ Προκόπιε, τὸ τῶν Ὁσίων καύχημα, καὶ Μαρτύρων τὸ κλέος· διὸ ὑφαίνω μελώδημα, ὡς εἰκός σοι μάκαρ γηθόμενος.
Θεοτοκίον.
Χαίροις παρθένων καλλονὴ Θεόνυμφε, καὶ τῶν μητέρων σαφῶς· χαίροις εὖχος Κόρη· χαίροις τῶν τιμώντων Σε, προστάτις ἀκαταίσχυντος, ἡ μεσίτρια χαίροις, πρὸς τὸν Υἱόν Σου καὶ Κύριον, τῶν ὀρθοδοξούντων πανάμωμε.




ᾨδὴ γ’. Ὁ στερεώσας κατ’ ἀρχάς.
λβιοδότην Ἰησοῦν, πρὸ τῶν ἀνόμων βημάτων, ἀνεκήρυξας ὡς σύμπαντος Κτίστην, καὶ Θεοῦ δὲ ὡς Υἱόν, μονογενῆ Συνάναρχον, καὶ ἐκ Παρθένου Κόρης, τεχθέντα Μάρτυς Προκόπιε.
Παρεμβολὴν τὴν ὁρατῶν, ἐχθρῶν τε καὶ ἀοράτων, κατετρόπωσας Προκόπιε εὐθῦφρον, τῇ ἰσχύϊ ἀληθῶς, Ἐσταυρωμένου ἔνδοξε, τοίνυν Μαρτύρων θείᾳ, παρεμβολῇ νῦν συντέταξαι.
θύνας σκάφος Ἀθλητά, τὸ τῆς ψυχῆς ἐν συνέσει, πρὸς γαλήνιον λιμένα παμμάκαρ, ἔνθα κῦμα οὐδαμῶς, σοὶ προσπελάζει ἔνδοξε, ὑπὲρ τῶν σὲ τιμώντων, ἀεὶ Προκόπιε πρέσβευε.
ρίων οἷα διαυγής, τῷ νοητῷ Ἐκκλησίας, στερεώματι ἐξήστραψας ὄντως, καὶ κατηύγασας πιστούς, Χριστοῦ ὡς Μάρτυς ἔνδοξος, τοίνυν σοι ὕμνον μάκαρ, ὑφαίνω ὅλως γηθόμενος.
Θεοτοκίον.
Τῶν Ἀσωμάτων ἡ πληθύς, ὅ τε χορὸς τῶν Ἁγίων, καὶ βροτῶν Σε ἐπαξίως οἱ δῆμοι, μακαρίζουσιν ἁγνή, Τριάδος γὰρ ἐκύησας, ξένως τὸν ἕνα Κόρη, Υἱὸν Θεοῦ τὸν συνάναρχον.

Κάθισμα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὸν λαμπρὸν ἀριστέα Χριστοῦ Προκόπιον, ἀνευφημήσωμεν πάντες Θεοῦ Υἱὸν γὰρ Χριστόν, καταγγείλας γεγηθὼς υἱῶν δυσσέβειαν, Ἄγαρ κατήσχυν’ εὐθαρσῶς, τά τε ἄρκυα σατάν, διέῤῥηξε τμηθεὶς κάραν, ὑπὲρ πάντων ἡμῶν πρεσβείας, ἀεὶ Κυρίῳ σαφῶς ποιούμενος.
Δόξα... Kαὶ νῦν ... Θεοτοκίον
Παναγία Παρθένε ἡμᾶς ἐλέησον, τοὺς προσφεύγοντας πίστει εἰς σὲ τὴν εὔσπλαγχνον, καὶ αἰτουμένους, τὴν θερμήν σου νῦν ἀντίληψιν· δύνασαι γὰρ ὡς ἀγαθή, τούς πάντας σῴζειν, ὡς οὖσα, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, ταῖς μητρικαῖς σου πρεσβείαις, ἀεὶ χρωμένη θεοχαρίτωτε.

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Νεμομένην Προκόπιε, ἐν σοὶ ἀσέβειαν, τῇ ἰσχύϊ Σταυροῦ, ἔνδοξε διώλεσας, σῶν τιμίων τε αἱμάτων ταῖς ἐκχύσεσιν.
στηλίτευσας δράκοντα, ἐν Παραδείσῳ τὴν Εὔαν πάλαι, πικρῶς μάκαρ πτερνίσαντα, καὶ ὀφρὺν δυσθέων, Ἄγαρ κατέβαλες.
λοφύρετο κάκιστος, σατὰν ὁ δόλιος καθορῶν σε, τῶν θηράτρων αὐτοῦ ὤκιστα, δι’ ἀθλήσεως ἐκφεύγοντα ἔνδοξε.
Θεοτοκίον.
κετεύειν πανάμωμε, τὸν εἰληφότα ἐκ Σοῦ μὴ παύσῃ, σάρκα δέομαι Θεόνυμφε, τῦ ῥυσθῆναι τῆς κολάσεως ἅπαντας.




ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Τίμιος ὁ σός, ἔναντι Κυρίου ἔνδοξε, πέλει Προκόπιε θάνατος σαφῶς, τμηθεὶς γὰρ κάραν τὸν κόσμον, νάμασιν ἤρδευσας.
λβιος εἶ σύ, ὡς δι’ αἵματος οὐράνιον, σαφῶς ἀκήρατόν τε ὦ Ἀθλητά, Βασιλείαν κληρωσάμενος Ὁσιοάθλε.
Δήμοις Ἀθλητῶν, Ὁσίων Ἀγγέλων τ’ ἔνδοξε, συγχορεύῃ παμμάκαρ ἐν οὐρανοῖς, ἀεὶ τρισάγιον ᾄδων, Θεῷ μελώδημα.
Θεοτοκίον.
ῦσαί με ὁδῶν, ψυχαλώτων Μητροπάρθενε, καὶ νυκτὸς ἀγνωσίας ὡς φωτεινή, νεφέλη πέλουσα ὄντως, ἁγνὴ πανάχραντε.

ᾨδὴ στ’. Τὴν δέησιν.
φαίνω σοι, γεγηθὼς μελώδημα, Ὁσιοάθλε Προκόπιε μάκαρ, τὴν γὰρ δυσσέβειαν Ἄγαρ πατάξας, Υἱὸν Θεοῦ Ἰησοῦν ἀνεκήρυξας· δι’ ὃν καὶ ἤθλησας στεῤῥῶς, τμηθεὶς κάραν τὴν σὴν παναοίδιμε.
Φαιδρότατος, ὡς φωσφόρος ἔνδοξε, ἐν τῷ στερεώματι Ἐκκλησίας, σὺ ἀνέτειλας πανόλβιε ὄντως, τὴν οἰκουμένην φαιδρύνων τοῖς ἄθλοις σου, ἱκέτευε οὖν Ἀθλητά, ὑπὲρ τῶν σὲ τιμώντων τὸν Κύριον.
μφίβληστρον, νοητοῦ διέῤῥηξας, παλαμναίου τε βελίαρ εὐθῦφρον, ὀξυδερκὴς ὡς δορκὰς καὶ εἰς ὄρος, τὸ ὑψηλὸν διεσώθης ἀθλήσεως, τὸν Κύριον ὑπὲρ ἡμῶν, ἱκετεύων ἀεὶ παμμακάριστε.
Θεοτοκίον.
υσθείημεν, τῶν δεινῶν Θεόνυμφε, ἱκεσίαις Σου πταισμάτων Παρθένε, καὶ οὐρανῶν τύχοιμεν Βασιλείας, ὅτι πιστῶν Σὺ ὑπάρχεις διάσωσμα, Μαρία Μήτηρ τοῦ Θεοῦ, Ἀσωμάτων φαιδρὸν ἀγαλλίαμα.

Κοντάκιον. Ἦχος γ΄. Θείας πίστεως.
Λίαν εὔφρανας, τοὺς ὀρθοδόξους, καὶ κατήσχυνας, δυσσεβεστάτους, υἱοὺς Ἄγαρ Ἀθλοφόρε Προκόπιε, Υἱὸν Θεοῦ γὰρ Χριστὸν παμμακάριστε, ἀνακηρύξας ἐτμήθης τὴν κάραν σου, Μάρτυς ἔνδοξε, Αὐτὸν ἐσαεὶ ἱκέτευε,, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ Οἶκος.
Μοναζόντων δεῦρο, ὁ θίασος τὸ Ὁσίων κλέος ὑμνήσωμεν, Νεομαρτύρων τε τὸ ὡράϊσμα, καὶ ἀπεγνωσμένων τὸ ἄριστον ὑπόδειγμα, βελίαρ διαῤῥήξας γὰρ ἄρκυα, τὴν ἀνίσχυρον αὐτοῦ ἐθριάμβευσέ τε δύναμιν, καὶ τμηθεὶς κάραν Χριστὸν ἱκετεύει, δωρήσασθαι ἡμῖν ἔλεος.







Συναξάριον.
Τῇ ΚΕ΄ τοῦ αὐτοῦ Μηνός, ὁ Ἅγιος Νέος Ὁσιομάρτυς Προκόπιος, ὁ ἐκ Βάρνας καὶ ἐν Σμύρνῃ, ἐν ἔτει 1810, ξίφει τελειοῦται.
Κλίνας γεγηθώς, αὐχένα μάκαρ ξίφει,
θρόνῳ Ὑψίστου, συμπαρέστης Ἀγγέλοις.
Οὗτος, ἦτον ἀπὸ τὰ μέρη τὰ πλησιόχωρα τῆς Βάρνας, ἀπὸ γονεῖς εὐσεβεῖς· ὅστις ἀφ’ οὖ ἔφθασεν εἰς ἡλικίαν χρόνων εἴκοσι, ἐπεθύμησε τὴν μοναδικὴν πολιτείαν, καὶ ἐπῆγεν εὀς τὸ Ἅγιον Ὅρος, καὶ μετέρχεται τὴν ἀσκητικὴν ζωὴν, ὑποταγεὶς εἰς ἕνα γέροντα ὀνόματι Διονύσιον, εἰς τὴν σκήτην τοῦ Τιμίου Προδρόμου, ἔλαβε δὲ καὶ τὸ Ἅγιον σχήμα τῶν μοναχῶν. Ὅμως, ὁ διάβολος, τοῦ ἔσπειρεν συνεχόμενους λογισμοὺς νὰ εὔγῃ εἰς τὰ ἐγκόσμια· ὅθεν ἀναχώρησε διὰ τὴν Σμύρνην. Ἐκεὶ, τοῦ ἔρχεται ἄλλος λογισμὸς χειρότερος, ὅτι ἐπειδὴ καὶ ἄφησε τὴν μετάνοιάν του, ἔχει ἐξάπαντος νὰ κολασθῇ.
Ὅθεν ὁ τῆς ἀπογνώσεως λογισμὸς κατακυριεύσας αὐτὸν, τὸν κατέστησε νὰ ἀφήσῃ τὴν ἄγκυραν τῆς Ὀρθοδοξίας, πηγαίνοντας εἰς τον Κριτὴν τῆς πόλεως, κρύβοντάς του ὅτι ἦτον καλόγηρος, καὶ ἔπειτα ἀπὸ δεκαπέντε ἡμέρες, τὸν ἐσουνέτισαν. Ἀλλὰ, εὐθὺς ὁποῦ ἔλαβε τὴν βδελυρὰν σφραγίδα, ἄλλαξεν ὁ λογισμός του, ἤρξατο νὰ τὸν κατακεντᾷ ἡ συνείδησις, καὶ ὁ πρὶν ἀπεγνωσμένος, ἦλθεν εἰς τὴν αἴσθησιν τοῦ ἀπεῖρου ἐλέους τοῦ Θεοῦ. Ὅθεν, πήγε σε ἕναν φίλο του πνευματικόν, ἐκ τῆς σκήτεως, ἔκλαψε, μετενόησε, καὶ ἐζήτησε την ἄδειαν ὅπως μαρτυρήσει. Ὁ δε πνευματικός, προσπάθησε νὰ τὸν ἀποτρέψει, ἀλλὰ μάταια. Ὅθεν προσευχήθηκε, ἐκοινώνησε τῶν Ἄχράντων Μυστηρίων, καὶ ὕστερα ἀπὸ δεκαπέντε ἡμέρες, ἐπαρουσιάστει εἰς τὸν Κριτὴν καὶ ὁμολόγησε τὴν Ὀρθόδοξον πίστιν. Ὕστερα ἀπὸ κολακείας καὶ βασανιστήρια ὑπὸ του Κριτοῦ, καὶ βλέποντας αὐτὸς, τὸ ἀμετάθετον τῆς γνώμης τοῦ Ἁγίου, ἀπεφάσισε καὶ ὁ Ὁσιομάρτυς Προκόπιος, λαβὼν τὸν διὰ ξίφους θάνατον, ἐτελειώθη ἡμέρᾳ Σαββάτῳ· σαββατίσας καὶ καταπαύσας τὴν πρόσκαιρον ταύτῃν ζωὴν, χάριν τῆς αἰωνίου καὶ ὑπερφροσύνου, λαβὼν τὸ τοῦ Μαρτυρίου στέφανον, καὶ ἀναλλαξάμενος τῶν φθαρτῶν τὰ ἀκήρατα.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Φεβρωνίας
Προὶξ τῇ γυναικῶν καλλονῇ Φεβρωνία.
τομὴ κεφαλῆς· ὡς καλὴ σοι προὶξ γύναι!
Αὕτῃ ἡ ἀοίδιμος καὶ Ὁσία, ἐκ νεαρᾶς ἡλικίας τὸν χρηστὸν τοῦ Κυρίου ζυγὸν ἀραμένη, καὶ ὁσίως βιοῦσα ὑπὸ τὸν κανόνα τῆς κατ’ αὑτὴν Μονῆς, ἐν τοῖς μεθορίοις Περσῶν καὶ Ῥωμαίων διακειμένης, ἐν πόλει λεγομένῃ Νισίβει, ἥτις λέγεται Ἀντιοχεία τῆς Μυγδονίας, πάσας τὰς σὺν αὐτῇ, μεθ’ ὧν ἦν, ὑπερήλασεν ἐν τῇ ἀσκήσει καὶ συνέσει, καὶ τῇ τῶν γραφῶν ἀναγνώσει. Ἐξῆρχε δὲ καὶ καθηγεῖτο πασῶν, ἡ οὕτω καλουμένη Βρυαίνη.
Κατὰ δὲ τοὺς καιροὺς Διοκλητιανοῦ, Σελήνου τοῦ Ἡγεμόνος διώκοντος τοὺς χριστιανούς, αἱ μὲν λοιπαὶ τῶν μοναζουσῶν τοῦ Μοναστηρίου ἐξῆλθον, ἐκφυγεῖν τὸν ἐπικείμενον θάνατον σπεύδουσαι. Ἡ δὲ μακαρία Φεβρωνία, νόσου τότε κατασχούσης αὐτὴν, μὴ δυναμένη τῷ σώματι χρήσασθαι, ἐπί τινος κατέκειτο βάθρου, παρακαθεζομένων αὐτῇ τῆς τε Βρυαίνης, καὶ τῆς οὕτω καλουμένης συγκλητικῆς Ἱερείας. Ἐπεί δὲ παρῆσαν οἱ Σελήνου στρατιῶται, καὶ πελέκεσι τὰς θύρας καταῤῥάξαντες εἰσῆλθον, εὐθὺς μὲν σπασάμενοι τάς μαχαίρας, κατακόψαι ἐβούλοντο τὴν Βρυαίνην. Ἀλλὰ ταῦτα μὲν τὰ ἀνήκεστα παθεῖν αὐτὴν παρῃτήσατο Πρῖμος ὁ τοῦ Λυσιμάχου ἀνεψιὸς, τοῖς Χριστιανοῖς ἀεὶ ἐπιεικῶς καὶ συμπαθῶς προσφερόμενος.
Τὴν οὖν Φεβρωνίαν ἁρπάσαντες, πρὸς τὸν ἡγεμόνα Σελῆνον ἦγον, ᾗ παρηκολούθουν Βρυαίνη καὶ Ἱέρεια καὶ Θωμαΐς, ἐπιστηρίζουσαι αὐτὴν τῇ πίστει, καὶ νουθετοῦσαι μὴ καταπλαγῆναι τὰς βασάνους, μηδὲ τὴν εἰς Χριστὸν προδοῦναι εὐσέβειαν, μνησθεῖσαν Λιβύης καὶ Λεωνίδος τῶν ἀδελφῶν, καὶ τῆς Εὐτροπίας. Ὧν Λιβύη μὲν διὰ Χριστὸν ἐτμήθη τὴν κεφαλήν, ἡ Λεωνὶς δὲ παρεδέδοτο πυρί, τὸ δὲ παιδίον Εὐτροπία, ἀκούσασα παρὰ τῆς μητρός: Μὴ φύγῃς τέκνον, τὰς χεῖρας αὐτῆς οπίσω ποιήσασα, τοῖς δημίοις τὸν αὐχένα ὑπέθηκε. Καὶ ἡ μὲν Βρυαίνη, μετὰ τὸ ἱκανῶς νουθετῆσαι αὐτὴν, ἐν τῷ Μοναστηρίω ὑπέστρεψεν, ὀλολύζουσα, καὶ θρηνοῦσα, καὶ τοῦ τέλους τὸ ἅδηλον φοβούμενη, καὶ νίκην αὐτῇ κατὰ τοῦ Διαβόλου παρὰ Θεοῦ ἐξαιτοῦσα. Ἡ δὲ Θωμαΐς καὶ Ἱέρεια, ἀνδρικὸν σχῆμα περιθέμεναι, συνηκολούθουν τῇ Ἁγίᾳ, μετὰ τῶν οἰκετῶν ἑαυτὰς ἐγκαταμίξασαι.
Ἐπεὶ δὲ ἤχθη, πρῶτον μὲν ἐπὶ Λυσιμάχου τοῦ ἀνεψιοῦ Σελήνου κατέστη· ὅς αὐτὴν θωπείαις καὶ κολακείαις μεταθεῖναι ἀπὸ τῆς εἰς Χριστὸν πίστεως ἐπιχειρήσας, καὶ μὴ δυνηθείς, ταθῆναι ἐκ τεσσάρων ἐκέλευσε, καὶ κάτωθεν μὲν πυρὶ ὑποκαίεσθαι, ἄνωθεν δὲ ὐπὸ στρατιωτῶν τύπτεσθαι. Ὑπὸ δὲ τῶν πληγῶν καὶ τοῦ πυρὸς ἐλαίῳ ἐρεθιζομένου καὶ ἀναφλεγομένου, διελύοντο καὶ κατέῤῥεον αἱ σάρκες αὐτῆς. Εἶτα κρεμασθῆναι ταύτην, καὶ σιδηροῖς ξέεσθαι πλήκτροις, καὶ πυρὶ καταφλεχθῆναι προστάττει, καὶ μετὰ ταῦτα τὴν γλῶτταν τμηθῆναι, ἥν προὔτεινεν εὐθαρσῶς· καὶ τοῦς ὀδόντας ἐκριζωθῆναι. Εἶτα ξίφει τοὺς δύο ἀφαιρεθῆναι μασθούς, καὶ κατὰ τῆς τομῆς πῦρ ἐπιχεθῆναι, καὶ ἐπὶ τούτοις τὰς χεῖρας καὶ τοὺς πόδας ἐκκοπῆναι, καὶ ἐπὶ πᾶσι τούτοις ἀποτμηθῆναι τὴν κεφαλήν.
Συγκομισθὲν δὲ τὸ τῆς Ἁγίας λείψανον παρὰ τῶν πιστῶν, τοῦ Λυσιμάχου προστάξαντος, διὰ Φίρμου τοῦ Κόμητος ἀπήχθη ἐν τῇ Μονῇ στρατιωτῶν βαστασάντων αὐτὸ, ἅμα τῷ Φίρμῳ. Καὶ συνετέθη ἕκαστον ἐν τάξει τῶν μελῶν, τῶν ὀδόντων αὐτῆς ἐν τῷ ἑαυτῆς στήθει τεθέντων. Καὶ οὕτω, μετὰ ψαλμῶν καὶ ὕμνων, συνδραμόντων Ἐπισκόπων καὶ Κληρικῶν ἅμα καὶ Μοναχῶν, καὶ πλήθους πολλοῦ τῶν Χριστιανῶν, παννύχοις ᾠδαῖς ἔτυχε τῆς ὀφειλομένης κηδείας.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων· Ὀρεντίου, Φαρνακίου, Ἔρωτος, Φίρμου, Φιρμίνου, Κυριακοῦ καὶ Λογγίνου
Ἐκδὺς θαλάσσης ζῶν Ὀρέντιος βάθους,
ἐν γῆ τελευτᾷ, καὶ πρὸς οὐρανὸν τρέχει.
Ἄρας ὁ Φαρνάκιος ἐκ γῆς πηλίνης,
ἀνῆλθεν εἰς ἔδαφος οἴκου Κυρίου.
Ἐρῶν ὑπῆρχεν οὐρανῶν κάλλους Ἔρως,
πρὸς οὓς μεταστάς, ὥσπερ ἦρα χαιρέτω.
Θρόνοι νοητοὶ Φιρμῖνός τε καὶ Φῖρμος,
οἷς ἐγκάθηται Βασιλεὺς τῶν Ἀγγέλων.
Κυριακόν, Λογγῖνον ὡς ἰσαγγέλους,
Θεὸς τίθησιν ἰσοτίμους Ἀγγέλοις.
Οὗτοι οἱ Ἅγιοι ἑπτὰ Μάρτυρες ἀδελφοὶ ὑπῆρχον ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ τῶν βασιλέων, ὁρμώμενοι τῶν ἀφ’ ἡλίου ἀνατολῶν, στρατευόμενοί τε μετὰ χιλίων διακοσίων Τυρώνων [νεοσύλλεκτων στρατιωτῶν] ὑπὸ Ῥόδωνα Κουβικουλάριον [κατακοιμιστήν] ἐν τῇ Ἀντιοχέων πόλει· οἵ καὶ ἦλθον ἐν τοῖς Θρακῴοις μέρεσι, ταχθέντες εἰς λεγεῶνα, καλούμενον Λεγέανδρον. Ἐπαναστάσεως δὲ κατὰ τοὺς τότε χρόνους γεγενημένης, τῶν Σκυθῶν διαβάντων τὸν Ἴστρον, καὶ τὴν Θρᾴκην ληϊζομένων, ἄρτι μετὰ τὴν τελευτὴν Διοκλητιανοῦ, Μαξιμιανὸς τὴν βασιλείαν κατασχών, ἐν φροντίδι πολλῇ καὶ ἀμηχανίᾳ γέγονε, μάλιστα διὰ τὸ τὸν Μαραθὼμ τὸν ἐξάρχοντα τῶν Σκυθῶν, μεγέθει σώματος καὶ ῥώμῃ τῶν πολλῶν διαφέροντα, προσκαλεῖσθαι αὐτὸν, ἤ τινὰ τῶν μετ’ αὐτοῦ διαγωνίσασθαι, τούτοις παραχωρῆσαι τοὺς ἑτέρους τῆς νίκης.
Διὰ ταῦτα τοίνυν τοῦ βασιλέως ἐν πολλῇ ἀπορίᾳ καθεστηκότος, ὡς μηδενὸς θαῤῥοῦντος ἀντεπεξιέναι καὶ συμπλακῆναι τῷ βαρβάρῳ, προετράπη ὁ Ἅγιος Ὀρέντιος ἐξελθεῖν. Πάσαις γὰρ ψήφοις ἐκρίθη, ὡς εἴη ῥωμαλέος, καὶ πολέμων ἔμπειρος, καὶ δι’ εὐστροφίαν σώματος καὶ συντομίαν, δεινὸς ἐπιθέσθαι, καὶ τὸν ἐπεξιόντα καταβαλεῖν. Ὅς τὴν εἰς Χριστὸν πίστιν προβαλλόμενος, καὶ πρὸς τὸν πόλεμον ἐξελθὼν, καὶ τῷ Σκύθῃ παραταξάμενος, ἀκοντίῳ τοῦτον διήλασε· καὶ ξίφει αὐτοῦ τὴν κεφαλὴν ἐκτεμὼν, τῷ βασιλεῖ προσεκόμισε, καὶ τὸ τρόπαιον ἔστησεν. Ἐφ’ οἷς τοῦ βασιλέως ὐπερθαυμάσαντος καὶ ἀγασθέντος, καὶ διὰ τοῦτο ἐπινικίους σπονδὰς τοῖς εἰδώλοις προσάγοντος, αὐτὸς τῇ τοῦ Χριστοῦ συμμαχίᾳ καὶ δυνάμει περιγενέσθαι τοῦ ἀλαζόνος, οὐ τῇ τῶν ψευδωνύμων θεῶν βοηθείᾳ, παῤῥησίᾳ καθομολογεῖ.
Ἀλλὰ τότε μὲν καρποῦσθαι τὰς βασιλικὰς συνεχωρήθη τιμάς, αἰδεσθέντος οἶμαι, τοῦ βασιλέως τὸ τοῦ κατορθώματος μέγιστον, καὶ τὴν ζώνην αὐτῷ προπαρασχομένου τοῦ καταβληθέντος βαρβάρου, πολυτελῆ καὶ πολυτάλαντον οὖσαν. Ὕστερον δὲ, ἐπεὶ παραινῶν ἀποστῆναι τοῦ Χριστοῦ οὐκ ἔπειθεν, ἐκπέμπει αὐτὸν μετὰ τῶν ἕξ ἀδελφῶν αὐτοῦ ἐν τῇ κατὰ Ἁρμενίαν πόλει τῶν Σατάλων, ἐπιστείλας τῷ ἐκεῖ Δουκί, εἰ μὲν ἐξεταζόμενοι πεισθῶσι θῦσαι τοῖς θεοῖς, ἀναπέμψαι τούτους πρὸς αὐτὸν· εἰδὲ οὐ πείθονται, ὑπερορίους ἐν ταῖς κατὰ Ἀβασγίαν καὶ Ζηκχίαν χώραις ποιῆσαι.
Κατὰ οὐν τὸ τοῦ Βασιλέως πρόσταγμα, ἀπαγομένων αὐτῶν, καὶ τὴν οὕτω λεγομένην Παρεμβολὴν φθασάντων, Ἔρως, ὁ τῶν ἀδελφῶν πρῶτος, πρὸς Κύριον ἐξεδήσε, μηνὶ Ἰουνίῳ εἰκοστῇ δευτέρᾳ. Ὁ δὲ Ἅγιος Ὀρέντιος, Ῥίζιον καταλαβών, λίθῳ τῷ τραχήλῳ περιτεθείς, ἐῤῥίφῃ ἐν τῇ θαλάσσῃ· περὶ αὐτοῦ γὰρ καὶ τοῦτο ἐδέδοκτο. Ἐκεῖθεν δὲ, δι’ ἐπιστασίας Ἀγγέλου, ἀβλαβὴς ἐξῆλθε, κομίσαντος αὐτὸν, καὶ κατὰ τὴν ξηρὰν ἐπί τινος πέτρας στήσαντος· καὶ εὐξάμενος, ἀφῆκε τὸ πνεῦμα, καὶ ἐκεῖ ἐτάφη, μηνὶ τῷ αὐτῷ εἰκοστῇ τετάρτῃ. Ὁ δὲ Ἅγιος Φαρνάκιος, γενόμενος ἐν Κορδύλῃ, πρὸς Κύριον μετετέθη, τῇ τρίτῃ τοῦ Ἰουλίου μηνός. Τῇ δὲ ἑβδόμῃ, Φῖρμος καὶ Φιρμῖνος καταλαβόντες τὴν Ἄψαρον, τέλος εὕραντο τῆς προσκαίρου ζωῆς. Ὁ δὲ Ἅγιος Κυριακός, ἀπαχθεὶς εἰς τὴν τῶν Λαζῶν χώραν, ἐν τόπῳ λεγομένῳ Ζυγανέως ἀνεπαύσατο ἐν Κυρίῳ, τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνός. Ὁ δὲ μακάριος Λογγῖνος ὕστερος πάντων· ὅς, ἐν τῷ παραπλέειν ἀπὸ τῆς Ζυγανέως ἐπὶ τὴν Λιβυκήν, τρικυμίας ἐν τῇ θαλάσσῃ γενομένης, καὶ μεγάλου κλύδωνος, εὐξάμενος τῷ Θεῷ τὸ πνεῦμα παρέθετο, καὶ κατετέθη εἰς Πιτυοῦντα, μεθ’ ἡμέρας τέσσαρας ἐκεῖσε τοῦ πλοίου ὁρμήσαντος.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς ὑπὲρ λόγον καὶ πᾶσαν ἐλπίδα δοθείσης ἡμῖν βοηθείας παρὰ τοῦ μεγάλου Θεοῦ διὰ τῶν πρεσβειῶν τῆς Θεοτόκου Μαρίας, κατὰ τῶν διὰ γῆς τε καὶ θαλάσσης κυκλωσάντων τὴν Κωνσταντινούπολιν ἀθέων Σαρακηνῶν, καὶ πανωλεθρία παραδοθέντων, τελείῳ ἀφανισμῷ

Πηδᾷ Λεωνὶς εἰς τὸ πῦρ τῆς καμίνου,
ὡς εἰς τροφὴν λέαινα πεινῶσα σφόδρα.
Kομμωτικόν τι βάμμα νύμφη Kυρίου,
βάπτῃ Λιβύη δοῦσα τὴν δέριν ξίφει.
Ὁ κόσμον αὐχῶν νοσσιὰς συσχεῖν δίκην,
ὑπ’ Eὐτροπίας παίζεται τετμημένης.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Σίμωνος
Σορὸς Σίμωνι σαρκός ἐστιν ἑστία,
πόλος δὲ τούτῳ πνεύματος κατοικία.
Ὁ Ὅσιος οὕτος Σίμων, δὲν ἠγάπα νὰ ἀποκτήση φιλίας τῶν μεγάλων ἀνθρώπων, ἀλλὰ ἐποῖει κάθε τρόπον διὰ νὰ ἐξουθενωθῆ ἀπὸ αὐτοῦς. Ὅθεν γράφει περὶ αὐτοῦ ὁ Εὐεργετινὸς ἐν σελ. 703, ὅτι μῖαν φορὰν ἐπήγεν εἰς αὐτὸν ὁ ἄρχων τοῦ τόπου, θέλοντας διὰ νὰ τὸν ἰδή. Ὁ δὲ Σίμων, μαθῶν πῶς ὁ ἄρχων ἔρχεται, ἐπήρε τὴν ζώνην του, καὶ ἐπήγε διὰ νὰ καθαρίση ἕνα φοίνικα. Οἱ δὲ ἄνθρωποι τοῦ ἄρχοντος, βλέποντες αὐτὸν καθαρίζοντα τὸν φοίνικα, εἴπον αὐτῷ: Γέρων, ποῦ εἶναι ὁ ἀναχωρητής; Ὁ Ὅσιος ἀπεκρίθη: Δέν εἶναι ἐδῶ ἀναχωρητὴς. Οἱ δὲ ἀκούσαντες ἀνεχώρησαν.
Ἄλλοτε πάλιν, ἦλθεν ἄλλος ἄρχων διὰ νὰ τὸ ἰδῆ. Ἐπρόφθασαν δὲ οἱ κληρικοῖ καὶ εἶπον αὐτῷ: Ἀββὰ ἑτοίμασον, ὅτο ὁ ἄρχων ἀκούωντας περί σου, ἔρχεται διὰ νὰ εὐλογηθῆ ἀπὸ λόγου σου. Ὁ δὲ Ὅσιος ἀπεκρίθη: Ναὶ, ἐγὼ ἑτοιμάζω τὸν ἑαυτόν μου. Φορέσας λοιπὸν τὸ κεντώνιόν του, ἦτοι τὸ παλαιὸν φόρεμά του, τὸ μὲ πολλὰ κεντήματα καὶ μπαλώματα ἑρραμμένον, καὶ παίρνοντας εἰς τὸ χέρι του ψωμὶ καὶ τυρί, ἐπήγε καὶ ἐκάθισεν εἰς τὴν πόρταν τοῦ κελλίου του καὶ ἔτρωγεν. Ὁ δὲ ἄρχων μὲ τοὺς ἀνθρώπους του, βλέποντες αὐτὸν τρώγοντα, τὸν ἐξευτέλισαν λέγοντες: Ἑτούτος εἶναι ὁ περίφημος ἀναχωρητὴς ὁποῦ ἠκούομεν; Καὶ εύθὺς ἀνεχώρησαν.

Kτίτωρ Mονῆς σὺ τοῦ μεγίστου Προδρόμου,
δειχθεὶς ἐνοικεῖς νῦν Mοναῖς ταῖς τοῦ πόλου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δομετίου τοῦ συνασκητοῦ τοῦ Ὁσίου Διονυσίου, καὶ ἡγουμένου τῆς Μονῆς Διονυσίου
Δόμους παρελθὼν τοὺς κάτω Δομέτιος,
ἀνακτόροις νῦν ἐγχορεύει τοῖς ἄνω.
Οὗτος, ἀνὴρ διορατικώτατος καὶ πνευματοφόρος, παντὶ δὲ χαρίσματι θείῳ κεκοσμημένος καὶ τῆς ἱερωσύνης διαπρέπων, τῷ ἀξιώματι κονίστρᾳ ἀσκήσεως ἐχρῆτο τῷ ἱερῷ τῆς Πανάγνου οἶκῳ ἐν τῷ τοῦ Ἀντιάθωνος τόπῳ. Οὗτος φιλίᾳ συνδεδεμένος τῷ σοφῷ Διονυσίῳ, μετ’ αὐτοῦ ήξιώθη ἰδεῖν ἰδίοις ὄμμασι τὸ θεῖον ἐκεῖνο φῶς, τὸ δίκην λαμπάδος καιομένης, καταυγάζον ἐν τρισὶ νυξὶ τὴν ἡλίβατον πέτραν, ἐν ᾗ ἔμελλε δομηθῆναι ἡ τοῦ Προδρόμου Μάνδρα. Ταύτης τὴν ἔγερσιν ἐμπνευσθεὶς Πνεύματι Ἁγίῳ καὶ ὥσπερ ὑπ’ αὐτοῦ κινηθείς, προφητικῶς τῷ Διονυσίῳ προεῖπε. Αὐτοῦ μάλιστα εἶτα συλλήπτωρ ἐγένετο εἰς τὸ θεάρεστον τῆς δομήσεως ἔργον. Εἰς περίοδον οἰκονομικῶν δυσκολιῶν προέτρεψε τὸν Διονύσιον ὑπάγειν εἰς Τραπεζοῦντα καὶ αἰτήσασθαι οἰκονομικὴν ἀρωγὴν παρὰ τῶν Κομνηνῶν. Πρὸ τῆς δευτέρας ἐπισκέψεως τοῦ Διονυσίου εἰς Τραπεζοῦντα, οἱ δύο ἄνδρες ἠσπάσθησαν ἀλληλους προαισθανόμενοι τὸ ἐγγὺς τέλος τοῦ Διονυσίου. Κατὰ προτοπὴν τοῦ Διονυσίου ὁ Δομέτιος ἀνελάμβανε τὴν πνευματικὴν ἐποπτείαν τῶν ἀδελφῶν καὶ την ἡγουμενείαν τῆς Μονῆς τοῦ Προδρόμου. Μετὰ τὴν εἰς Τραπεζοῦντα κοίμησιν τοῦ Ὁσίου Διονυσίου, ὁ Δομέτιος ἐβούλετο ἀναχωρῆσαι τῆς μάνδρας εἰς τὴν προτέραν ἡσυχίαν, πλην ὅμως ἐκάμφθη ταῖς δεήσεσι τῶν μοναχῶν, κραυγαζόντων μὴ ἐγκαταλεῖψαι αὐτοὺς ὀρφανοὺς καὶ ἀπήμαντους. Παραμείνας ὅθεν εἰς τὴν ἡγουμενείαν τῆς Μονῆς καὶ θεαρέστως βιώσας καὶ πλήρης ἡμερῶν γενόμενος, ἀπῆλθε πρὸς Κύριον.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Θεολήπτου, μητροπολίτου Φιλαδελφείας

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μεθοδίου ἐν Νιβρύτου Κρήτης.
ᾜσχυνας πάσας ἐχθροῦ τὰς μεθοδείας,
Πάτερ μεθόδοις ἀσκήσεως τελείας.
Οὗτος, ὥρμητο ἐκ τῆς ἐπαρχίας Ῥεθύμνης, τῆς περιωνύμου τῶν Κρητῶν νήσου. Παιδιόθεν τὴν πρὸς τὴν ἀρετὴν ἔφεσιν ἔχων, καταλιπὼν τὰς κοσμικὰς διατριβάς, τὸν τῆς ἀληθοῦς φιλοσοφίας ἐνεδύσατο τρίβωνα. Ἐλθὼν δὲ εἰς τὴν ὕπερθεν τῆς Γορτύνης κειμένην κώμην τῆς Νηβρύτου, ἐν ταῖς ὑπωρείαις τοῦ ὄρους Ἴδη, κατώκησεν εἰς τὸ μέχρι σήμερον δεικνύμενον σπήλαιον, ἀγωνιζόμενος ἐν νηστείαις, προσευχῇ καὶ ἄκρᾳ σκληραγωγίᾳ. Εἰς τὸ ἀκρότατον δὲ τῶν ἀρετῶν ἐληλακώς, ὡράθη Ἄγγελος μετὰ σώματος. Πλήρης δὲ ἡμερῶν γενόμενος καὶ τοῖς θαύμασι πάντας καταπλήξας, ἐξεδήμησε πρὸς Κύριον, ὃν παιδιόθεν ἐπόθησε.





Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος, ἐξ Ἀτταλείας καὶ ἐν Κρήνῃ, ἐν ἔτει 1823, ἀγχόνῃ τελειοῦται.
Χριστῷ γεωργῷ Γεώργιε τῶν ὅλων,
ἀθλητικὴν ἤνεγκας νῦν γεωργίαν.
Οὗτος ἤθλησεν ἐν ἔτει ᾳωκγ΄ (1823), ἐν Κρήνῃ τῆς Μικρᾶς Ἀσίας, ἐξ Ἀτταλείας καταγόμενος. Γονεῖς ἔσχεν εὐσεβεῖς, καὶ ἦν παῖς μάλα ὡραῖος καὶ εὐειδής, καὶ ἡρπάγη ὑπὸ τῶν ἀσεβῶν Ἀγαρηνῶν, καὶ ἀνετράφη ὑπ’ αὐτῶν ἐν πάσῃ ἀσεβείᾳ, ἀρνηθεὶς τὸ ὄνομα τοῦ Σωτῆρος, μὴ εἰδὼς τὶ πράττει, λόγῳ τοῦ ἀώρου τῆς ἡλικίας. Ἐν τῇ οἰκίᾳ τοῦ κυρίου αὐτοῦ, ἦν τις ὑπηρετοῦσα εὐσεβὴς γυνή, ὀνόματι Μαρία, ἥτις ἡμέραν τινα, ἀνδρωθέντος αὐτοῦ, ἀπεκάλυψεν αὐτῷ ἐν πάσῃ ἐχεμυθείᾳ, τὶς ἦν καὶ εἰς ποίαν κατάστασιν ἧκεν, ἀρνηθεὶς τὸν Κύριον καὶ Σωτῆρα ἡμῶν.
Τότε ὁ μακάριος, μετανοήσας εἰλικρινῶς, ἀνεχώρησε μετ’ αὐτῆς κρυφά, και ἀφίκοντο ἐν Ἰερουσαλήμ. Ὧδε ὁ Γεώργιος ἐξομολογησάμενος ἐν κατανύξει και συντριβῇ, καὶ δεχθεὶς τὸν κανόνα τῆς Ἐκκλησίας, μετέσχε τῶν Ἀχράντων Μυστηρίων, καὶ ἀνεχώρησεν ἐκεῖθεν διὰ Κρήνην τῆς Μικρᾶς Ἀσίας, μετὰ τῆς φιλοθέου Μαρίας, ἥτις ἠκολούθει αὐτῷ καὶ διηκόνει ὡς θετὴ μήτηρ. Ἐν τῇ Κρήνῃ συνεζεύχθη μετ’ εὐσεβοῦς γυναικός, καὶ ἔζη βίον ἡσύχιον και χριστιανικόν, ἐν πάσῃ εὐσεβεία. Ἀλλὰ τὴν πόλιν ταύτην ἐπεσκέψατο ὁ πρώην Ἀγαρηνὸς αὐτοῦ κύριος, ὅστις ἀναγνωρίσας τὶς ἦν ὁ Γεώργιος, συνέλαβεν αὐτὸν και ἐξεβίαζε, προσελθεῖν τῇ ἀσεβεῖ αὐτῶν πίστει. Ὁ δὲ Γεώργιος ἀτρόμως ὡμολόγησε τὴν ἁγίαν καὶ ἀμώμητον τοῦ Χριστοῦ πίστιν, καὶ μὴ πτοηθεὶς ἀπειλὰς καὶ τιμωρίας καὶ ποινάς, ὑπέστη τὸν δι’ ἀγχόνην θάνατον. Θεῖον δὲ φῶς κατελθὸν οὐρανόθεν, ἐκάλυψε τὸ ἱερὸν αὐτου λείψανον, ὅπερ, ἐντολῇ τῶν κρατούντων, ῥιφὲν ἐν τῇ θαλάσσῃ ἀνευρέθη καὶ ἀνεσύρθη ὑπὸ τοῦ παρατυχόντος εὐσεβοῦς πλοιάρχου Ἠλία Σκλαβούνου λεγομένου, καὶ μετεφέρθη ἐν τῇ εὐσεβεῖ Ῥωσσίᾳ καὶ ἔτυχεν ἀξίας καὶ ἱεροπρεποῦς κηδείας παρὰ τῶν ἐκεῖσε πιστῶν.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων καὶ θαυματουργῶν δουκῶν Μουρόμης Πέτρου καὶ Φεβρωνίας, τῶν διὰ τοῦ Ἀγγελικοῦ σχήματος μετονομασθέντων Δαβίδ, καὶ Εὐφροσύνης, τῶν Ῥώσσων.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Μαρτυρίου τοῦ επισκόπου

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θεοδόσιος, ἐν ἔτει 1419 τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.













ᾨδὴ ζ’. Παῖδες Ἑβραίων.
χνεσι θείων Ἀθλοφόρων, ἐφεπόμενος τῶν πάλαι θαρσαλέως, γηθοσύνως τε μάκαρ ἤθλησας κραυγάζων· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νάματα ἔνδοξε πηγάζει, τοῖς προστρέχουσι τρισμάκαρ σῷ τεμένει, σήν τε θείαν ἐπιτελοῦσιν ἀεὶ μνήμην, τῷ τε Κυρίῳ κράζουσιν· ὀ Θεὸς εὐλογητὸς εἶ.
Σῶν Χριστὲ σοφῶν κριμάτων, παραδόξως πῶς Προκόπιον θηράτρων, τῶν ἐχθροῦ ἐξήρπασας, πόθῳ σοι βοῶντα· εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
ῦσαί με Δέσποινα βαράθρων, ταρβαλέων τῶν κολάσεως, βρυγμοῦ τε, τοῦ ὀδόντων καὶ σκώληκός τε ἀκοιμήτου, ὡς σωτηρία πέλουσα, τῶν βροτῶν Θεοκυῆτορ.

ᾨδὴ η’. Τὸν Βασιλέα τῶν οὐρανῶν.
Μέγας ἀκέστωρ, Προκόπιε μάκαρ πέλεις, τοῖς προστρέχουσι τοῖς σοῖς λειψάνοις, καὶ ἐξαιτουμένοις, ἀντίληψιν τὴν θείαν.
ν εὐφροσύνῃ, τὸν Ὁσιοάθλον ὕμνοις, νῦν τιμήσωμεν πιστοὶ ἐνθέως, χαίροις ἐκβοῶντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Τὴν Πλατυτέρα, τῶν οὐρανῶν Θεοτόκον, οἱ πιστοὶ ὁμοφρόνως ἐν ὕμνοις, πάντες μεγαλύνωμεν, ἀεὶ εἰς αἰῶνας.

ᾨδὴ θ’. Ἀλλότριον τῶν μητέρων
Λαβρότατον, δυσσεβείας φλογμὸν παμμάκαρ, κατέσβεσας αἱμάτων σοῖς Ἀθλητὰ ῥείθροις, Προκόπιε Μαρτύρων, τὸ καύχημα καὶ τῶν Ὁσίων· διό σε πάντες οἱ πιστοὶ ᾠδαῖς, ἀπαύστως μακαρίζομεν.
Οἰκτίρμονα, Θεὸν Λόγον Ὁσιομάρτυς, Προκόπιε ἱκέτευε πταισμάτων λύσιν, δοῦναι ἐπιτελοῦσιν, ἁγίαν σου μάκαρ μνήμην, ἵνα σε πόθῳ οἱ πιστοὶ τῆς γῆς, ἐν ὕμνοις μακαρίζομεν.
Σκοτόμαιναν, Ὁσιοάθλε ἀσεβείας, ἐσκέδασα ὁ ἀθρόων ἀπογόνων, Ἄγαρ ὀφρὺν δὲ ἐπηρμένην, βελίαρ τὴν κεκεπφωμένου, καθεῖλες κάρας σῆς τομῇ σαφῶς· διό σε μακαρίζομεν.
Θεοτοκίον.
Παρθένον Σε, πρὸ τοῦ τόκου καὶ ἐν τῷ τόκῳ, ἁγνὴ καὶ μετὰ τόκον Σὲ ὁμολογοῦμεν· οἱ διὰ Σου τυχόντες Μαρία παλιγγενεσίας, καὶ ὕμνοις Σε πᾶσαι αἱ φυλαὶ τῆς γῆς, ἀπαύστως μεγαλύνομεν.





Ἐξαποστειλάριον. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Οὔς σοι ὀδόντας μάκαρ, ὁ σκολιώτατος σατάν, ἐνέσπειρεν ὀλεθρίους, συνέθλασας ὦ Ἀθλητά, ὑπὲρ Χριστοῦ τὸν αὐχένα, τμηθεὶς Προκόπι’ εὐθῦφρον.
Θεοτοκίον.
Χαῖρε πηγὴ χαρίτων· χαῖρε ὁ ἔμψυχος ναός· χαῖρε ἡ κούφη νεφέλη, ἐλήλυθε παναληθῶς, ἐν Σοὶ γὰρ ἵνα σώσῃ, ἁγνὴ Χριστός, βροτῶν ἅπαν γένος.

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τὸν νυσταγμὸν ἀσεβείας ἀποσεισάμενος, Σταυρὸν ἐπ’ ᾖρας, ὡς φησὶν ὁ Δεσπότης, ποδὶ δ’ ἀγαλλομένῳ τε φοβεροῖς, μαρτυρίου τοῖς σκάμμασιν, ἐχώρησας πυκτεύσας ὡς ἀληθῶς, τὸν ἀγῶνα τὸν σωτήριον.

Ὢ τὸν καλόν σου ἀγῶνα Μάρτυς Προκόπιε, ὥσπερ δυσσεβείας, τὴν σκοτόμαιναν μάκαρ, ἐσκέδασας γενναῖος, ὑπὲρ Χριστοῦ ἐναθλήσας στεῤῥόαθλε· διόπερ ἐπινίκιον νῦν ᾠδήν, σοὶ προσάγω τὴν χαρμόσυνον.

Ὢ τῶν σοφῶν σου κριμάτων Χριστὲ Θεάνθρωπε, ὡς πάλαι γὰρ τὸν Παῦλον, Ἐκκλησίας διώκτην, καὶ νῦν τε παραδόξως τὸ πλανηθέν, ὀρειάλωτον πρόβατον, θηρεύσας μετανοίᾳ ἀναλαβών, ὤμοις τῷ Πατρὶ προσήγαγες.

Νεομαρτύρων τὸ κλέος ἀνευφημήσωμεν, Προκόπιον τὸν θεῖον, μονοτρόπων τὰ πλήθη, τὸν νέον ἑωσφόρον τὸν νοητόν, οὐρανὸν καταυγάζοντα, βοῶντες γηθοσύνως τῶν σῶν οἰκετῶν, Ἀθλητὰ ἀεὶ μνημόνευε.

Δόξα. Ἦχος πλ. δ΄.
Τῷ σκάμματι μολῶν, τὸ τῶν Νεομαρτύρων εὖχος, μυστικῶς ἐβόα σοι Κύριε· οἴμοι, ὅτι δεινῷ ἀσεβείας, περιπέπτωκα κλύδωνι, ἔρως τε, κατέσχε με τῆς ἁμαρτίας, δέξαι μου πηγὰς τὰς τῶν δακρύων, ὁ τὴν γῆν κρεμάσας ἐν ὕδασι, μή με βδελύξῃ τὸν τάλαν, ἡ χαρὰ τῶν Ἀγγέλων, μή με τοῦ προσώπου σου ἀποῤῥίψῃς, ψυχοσῶστα Χριστέ μου· ἀλλ’ ἀπόδος μοι τὴν τοῦ σωτηρίου Σου ἀγαλλίασιν, καὶ τῷ Σῷ ζωοποιῷ με Πνεύματι, ἐν τῷ προκειμένῳ ἀγῶνι, τῆς ἀθλήσεως στήριξον· ὁ μέγα ἔχων καὶ πλούσιον τὸ ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Ὁσίων ἡ ἐκλογή, τῶν Νεομαρτύρων ἡ περίδοξος καλλονή, χαίροις ἀληθείας, Χριστοῦ ἡ θεία σάλπιγξ, Προκόπιε θεόφρον, Σμύρνης τὸ καύχημα.







































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἀθλητὴν τῆς εὐσεβείας τὸν μέγαν, τῆς ἀληθείας τὸν στεῤῥότατον πύργον, ὁμολογίας σάλπιγγα καὶ λύχνον φωτός· ᾄσμασιν αἰνέσωμεν, τὸν Προκόπιον δεῦτε, τούτου μακαρίζοντες, τοὺς γενναίους ἀγῶνας· Ὁσιομάρτυς λέγοντες Χριστοῦ, ἡμᾶς τῇ πίστει, τῇ θείᾳ στερέωσον.
Δόξα.
Τοῦ Προκοπίου τῇ εὐσήμῳ ἡμέρᾳ, τῆς ἑορτῆς συνεπιχαίρουσιν ἅμα, τὰ τῶν Μαρτύρων τάγματα, Ὁσίων χοροί· Βάρνας τὰ περίχωρα, μητρικῶς τε σκιρτῶσι, χαίρει τοῦ Προδρόμου τε, ἐν τῷ Ἄθῳ ἠ Σκήτη, καὶ ἐξαιρέτως Σμύρνη εὐδοκεῖ, τούτου τὸ αἷμα, ὡς πλοῦτον κατέχουσα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Προκόπιον Ὁσιομάρτυρα, σέβω. Ἰσιδώρας
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Προκόπιον ἔνδοξον Ἀθλητήν, τῆς πίστεως βάσιν, τῆς ἀνδρείας ὐπογραμμόν, Χριστοῦ τὸν γενναῖον στρατιώτην· Ὁσιομάρτυρα νέον τιμήσωμεν.
ημάτων ἐνθέων σου ταῖς βολαῖς, ἐκρήμνισας ψεύδους, τὰ πυργώματα τὰ σαθρά, καὶ ὕψωσας πίστεως τὰ σκῆπτρα· ἀκαταγώνιστε Μάρτυς Προκόπιε.
νείρων ἀστάτων ὡσεὶ σκιάν, τοῦ κόσμου τὴν δόξαν, ἐθεώρεις καὶ τὴν τιμήν· διὸ εὐχερῶς αὐτὰς ἀφῆκας· καὶ τῷ Κυρίῳ προσῆλθες Προκόπιε.
Θεοτοκίον.
Κυρία καὶ Δέσποινα τοῦ παντός, Σὺ εἶ Παναγία, Θεονύμφευτε Μαριάμ, τὸν πάντων γὰρ Κτίστην καὶ Δεσπότην· μητροπρεπῶς ταῖς χερσί Σου ἐβάστασας.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
λοτρόπως Κυρίῳ προσηλωθεὶς Ὅσιε, ἔστερξας ἐξ ὅλης καρδίας, Τούτου τὸ ὄνομα, καὶ ἐν τῷ Ἄθῳ ἐλθών, τῶν μοναζόντων τὸ σχῆμα, τὸ σεπτὸν ἐφόρεσας, θεῖε Προκόπιε.
Προκοπίου τοὺς ἄθλους τοὺς ἱεροὺς ἔστεψαν, τάξεις ἀσωμάτων Ἀγγέλων, καὶ ἐπεθαύμασαν, πῶς τῆς σαρκὸς ὑπερβάς, τὸ ἀσθενὲς ἐν ἀνδρείᾳ, τῆς ψυχῆς ἐφρόντισε, τὴν ἐπιμέλειαν.
οβόλου κακίαν τοῦ πτερνιστοῦ ἔθραυφας, ἔνδοξε Προκόπιε Μάρτυς, τῇ καρτερίᾳ σου, καὶ τῇ ἀκάμπτῳ σπουδῇ, τοῦ θεαρέστου σου ζήλου, τὸν Σταυρὸν τὸν ἅγιον, ἔσχες γὰρ σύμμαχον.
Θεοτοκίον.
Οὐρανῶν πλατυτέρα ἡ Σὴ γαστὴρ γέγονε, ἄχραντε Παρθένε Μαρία, θεοχαρίτωτε, τὸν Ποιητὴν τοῦ παντός, καὶ Βασιλέα τῶν ὅλων, ἐν αὐτῇ ἐχώρησας, θείῳ βουλήματι.
Ἐνίσχυσον, ἠμᾶς προκόπτειν ἐν ἔργοις τῆς εὐσεβείας, καὶ φυλάττειν συνειδητῶς Θεοῦ τὰ προστάγματα, Προκόπιε νέε Ὁσιομάρτυς.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Τὴν πίστιν Χριστοῦ ἀφρόνως ἣν ἠθέτησας, ἐν μέσῳ πολλῶν ἀνδρείως ὡμολόγησας, Ἀθλητὰ Προκόπιε· μετανοίας ἄσειστον ἔρεισμα, τῆς καρτερίας ἔμψυχε εἰκών, τῆς θείας ἀγάπης ἡ ἀπόδειξις.



ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νηπιόφρονα τύραννον, τῇ θεοσοφίᾳ σου ἀπεμώρανας, Ὁσιοάθλε Προκόπιε, ἀληθείας κήρυξ ἰσχυρόφωνε.
Οὐδαμῶς συνεχώρησας, μένειν ἐν τῷ πταίσματι τῆς ἀρνήσεως· ἀλλ’ ἠγέρθης ὦ Προκόπιε, σεαυτόν τε πάλιν ἐδιόρθωσας.
Σελασφόρος ὡς ἥλιος, ἐν τῇ Σμύρνῃ ἔλαμψας καὶ ἐφώτισας, Ἐκκλησίας τὰ πληρώματα, τοῖς γενναίοις ἄθλοις σου Προκόπιε.
Θεοτοκίον.
ησοῦν τὸν Θεάνθρωπον, Παναγία Δέσποινα ἀπεκύησας, ἐν σαρκὶ καὶ ἡ ἁγνεία Σου, ὡς πρὸ τόκου ἔμεινεν ἀλώβητος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
λῃ σου ψυχῇ, καὶ καρδίᾳ ὦ Προκόπιε, ἐστρατεύθης τῷ τῶν ὅλων Βασιλεῖ, καὶ ἀνεδείχθης, στεφανίτης ἀξιέπαινος.
Μάρτυς τοῦ Χριστοῦ, πολυθαύμαστε Προκόπιε, μετὰ δέους σοι προσπίπτω καὶ βοῶ· κατεύθυνόν μοι, ἐν Θεῷ τὰ διαβήματα.
γαμαι τὰς σάς, ἀριστείας ὦ Προκόπιε, ὅτι μέγας ἀνεδείχθης Ἀθλητής, καὶ τῆς ψυχῆς σου, ὑπερηύξησας τὰ τάλαντα.
Θεοτοκίον.
ήσεις Προφητῶν, ἐπὶ Σοὶ θεοχαρίτωτε, Παναγία εὗρον τέλος ἀσφαλές, ἐν Σοὶ γὰρ τόκος, καὶ ἁγνεία συνηρμόσθησαν.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τὸ σῶμά σου, ἱερὲ Προκόπιε, διὰ πίστιν τοῦ Χριστοῦ τὴν ἁγίαν· ἣν ἀδαῶς, ἀπηρνήθης τὸ πρῶτον, εἰς πολυπλόκους βασάνους ἐξέδωκας, βοῶν Κυρίῳ τῷ Θεῷ· δι’ ἀγάπην τὴν Σὴν σφαγιάζομαι.
φάνθη σοι, εὐπρεπὲς ἱμάτιον, ὦ Προκόπιε θειότατε Μάρτυς, ἐν οὐρανοῖς, ἐπιγείου γὰρ δόξης, τὰς διακρίσεις ἐμφρόνως κατέλιπες, γνωρίσας ὅτι τοῖς πιστοῖς, ἐναπόκειται στέφος ἀμάραντον.
ανίσι σου, τῶν αἱμάτων ἤρδευσας, ἱερώτατε Προκόπιε Μάρτυς, θεοπρεπῶς, τὰ ἐδάφη τῆς Σμύρνης, ἔνθα τῷ ξίφει τὴν κάραν σου τέτμησαι, γενόμενος ἀμνὸς Θεοῦ, τοῦ τῷ αἵματι κόσμον λυτρώσαντος.
Θεοτοκίον.
νύμφευτε, Θεοτόκε Δέσποινα, τῶν πιστῶν ἡ κραταιά προστασία, ῥῦσαι ἡμᾶς, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ὁρατῶν ταῖς ἀμάχοις πρεσβείαις Σου, καὶ λύτρωσαι ἡμᾶς ἁγνή, συμφορῶν ἐκ παντοίων καὶ θλίψεων.
Ἐνίσχυσον, ἠμᾶς προκόπτειν ἐν ἔργοις τῆς εὐσεβείας, καὶ φυλάττειν συνειδητῶς Θεοῦ τὰ προστάγματα, Προκόπιε νέε Ὁσιομάρτυς.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.



Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Μαρτυρίαν τὴν κατὰ Θεὸν ἐναπέδωκας, ἐν τῷ μέσῳ τῶν Ἀγαρηνῶν ὦ Προκόπιε, ἐναθλήσας καρτερικῶς γενναῖε Ἀθλητά, Χριστοῦ πίστιν γὰρ τὴν ἀληθῆ, δι’ ἀφροσύνης σκοτασμόν, ἣν ἠρνήθης τὸ πρότερον, ὕστερον ἀποθήκαις τοῦ θείου πνευματικοῦ σου, μετὰ συνέσεως πολλῆς, ἀδιστάκτως ὡμολόγησας.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι, ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι, ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσετε πῶς ἤ τι λαλήσετε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐκ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθαι μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Χαίροις χαριτώνυμε, καὶ καρτερόψυχε Μάρτυς, ἱερὲ Προκόπιε, Ἀθλητῶν στεφάνωμα καὶ ἑδραίωμα, μοναστῶν σχῆμα γάρ, τὸ σεπτὸν καὶ μέγα, ἐν τῷ Ἄθωνι ἐφόρεσας, Χριστοῦ γενόμενος, θεία προσφορὰ καὶ εὐπρόσδεκτος, εἰς πλάνην ὀλισθήσας τε, πάλιν ἐν εὐθύτητι ἔφθασας, θείας Βασιλείας, ἣν πόνοις μαρτυρίου σου σεπτοῦ, καὶ τῶν αἱμάτων τοῖς ῥείθροις σου, ἀξίως ἐκέρδισας.









ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Σελασφόροις ἀκτῖσι τῶν ἐνθέων ἀγώνων σου ὦ Προκόπιε, ἐφώτισας τὴν Σμύρνην, εἰς ἣν ὁμολογίαν, τὴν τῆς πίστεως ἔδωκας· καθωραΐσας λαμπρῶς, Χριστοῦ τὴν Ἐκκλησίαν.
κουσίᾳ σου γνώμῃ πρὸς τὰ σκάμματα ἦλθες τῆς θείας πίστεως, Προκόπιε Κυρίου, ἀνδρεῖε στρατιῶτα, καὶ ἀλύγιστος ἔμεινεν, ἡ καρτερία ἡ σή, πικραῖς ἐν ἀλγηδόσιν.
Βιαιότητα πᾶσαν τῶν ἀθέων τυράννων ἀπεσκοράκισας, στεῤῥὲ Ὁσιομάρτυς, καὶ νίκαις εὐπροσδέκτοις, ἀδειλάνδρως ἐδίδαξας, τῆς ἀληθείας Χριστοῦ, Προκόπιε τὸ σθένος.
Θεοτοκίον.
ς ὑπέρτατος θρόνος τοῦ Δεσπότου τῶν ὅλων θεοχαρίτωτε, πανύμνητε Μαρία, ἐβάστασας χερσί Σου, τὸν Θεὸν τῶν Δυνάμεων· Ὃν ἐκδυσώπει ἀεί, ὑπὲρ τῶν Σὲ τιμώντων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
δέαις πάσαις, τῶν ἀλγεινῶν ὁμιλήσας, θεοφόρε Προκόπιε Μάρτυς, εὗρες εὐφροσύνης, τὸ κέρδος εἰς αἰῶνας.
Στρατολογίᾳ, τῇ ἱερᾷ ἠριθμήθης, ἐν τιμῇ τε καὶ δόξῃ πρεπούσῃ, δοῦλε τοῦ Κυρίου, Προκόπιε θεόφρον.
λαρωτάτῳ, καὶ φωτεινῷ σου προσώπῳ, ὦ Προκόπιε λύεις τὸ σκότος, καὶ καθωραΐζεις, τὰ πέρατα τοῦ κόσμου.
Θεοτοκίον.
Δικαίων τάξεις, καὶ Προφητῶν αἱ χορεῖαι, ἐπὶ Σοὶ Παναγία σκιρτῶσι, καὶ χαροπαρόχου, πληροῦνται εὐφροσύνης.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
ς ὄρθρος ὡς ἡμέρα, θείας εὐλογίας, ἡ ἱερά σου ἐπέστη, ἡμῖν ἑορτή, Ὁσιομάρτυς Κυρίου, μάκαρ Προκόπιε.
ιζόθεν τὰς ἀκάνθας, ἔτεμες τῆς πλάνης, μετὰ σπουδῆς φιλοτίμου, τὴν πίστιν Χριστοῦ, καλῶς Προκόπιε Μάρτυς, φιλεργασάμενος.
νδρείᾳ σου φρονήσει, ἔφερες βασάνων, τῶν πολυπλόκων τὰ ἄλγη, Σταυρὸν τοῦ Χριστοῦ, ὡς κραταιότατον ὅπλον, ἔχων Προκόπιε.
Θεοτοκίον.
Σοὶ πρέπει ἐξαιρέτως, δόξα Θεοτόκε, καὶ Σοὶ ἁρμόζουσιν ὕμνοι, καὶ θεῖαι ᾠδαί, τὸν ὑπερύμνητον Λόγον, Σὺ γὰρ ἐκύησας.







Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις γενναιότατε Ἀθλητά, κλέος τῶν Ὁσίων, τῶν Μαρτύρων ἡ καλλονή· χαίροις ἀληθείας, ἰσχὺς κραταιοτάτη, τῆς πίστεως ὁ πύργος, θεῖε Προκόπιε.
Ἄγε δὴ φιλέορτοι ἐν χαρᾷ, ἄθλους Προκοπίου, Χριστομάρτυρος ἱεροῦ, στέψωμεν ἐν ὕμνοις, αὐτοῦ τε κατ’ ἀξίαν, τὸν ζῆλον εὐσεβείας, ἐπιζηλώσωμεν.
Ἴνδαλμα εἰδώλων τὸ ἀσταθές, πέπτωκεν εἰς χάος ἀπωλείας καὶ συντριβῆς, σοῦ ταῖς ἀριστείαις, Προκόπιε γενναῖε, καὶ πίστεως ὑψώθη, κέρας τὸ τίμιον.
Ῥείθροις τῶν αἱμάτων σου τῶν σεπτῶν, πόλις ἡ τῆς Σμύρνης, ἡγιάσθη θεοπρεπῶς, καὶ ἐν εὐφροσύνῃ, Προκόπιε σκιρτῶσα, τῆς νίκης σοι προσφέρει, τὰ βραβευτήρια.
Ἕνα ἐν προσώποις τρισὶ Θεόν, σέβω καὶ λατρεύω, συνδοξάζω καὶ προσκυνῶ, ἄναρχον Πατέρα, Υἱόν τε καὶ τὸ Πνεῦμα, Προκόπιε τυράννοις, ἔμπροσθεν ἔκραζες.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.



Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, στρατιῶτα τοῦ Χριστοῦ, πίστεως ἁγίας τὸ σθένος, τῆς εὐψυχίας κανών, λύχνε ἱλαρώτατε, τῆς καρτερίας τε, τῆς ἀθλήσεως στάθμη τε, τῆς θείας ἀγάπης, πύργος ὑψηλότατος, καὶ ἀκαθαίρετος· χαίροις τῶν Ὁσίων τὸ σέβας, δόξα εὐκλεὴς τῶν Μαρτύρων, ἀξιομακάριστε Προκόπιε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου