Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 31. ΑΓΙΑ ΠΕΤΡΟΝΙΛΛΑ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΜΑΪΟΣ ΛΑ΄!!
ΠΕΤΡΟΝΙΛΛΑ ΑΓΙΑ
ΑΚΟΛΟΥΘΙΑ
(Καθηγουμένης μοναχῆς Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Τῆς Ἐκκλησίας τὸ ἄνθος τὸ εὐωδέστατον, τῶν ἀρετῶν τὸν πλοῦτον, Παραδείσου τὸ κάλλος, Πέτρου Ἀποστόλου τὴν ἐκλεκτήν, θυγατέρα τιμήσωμεν, τὴν Πετρονίλαν ἑόρτιον εἰς χαράν, ἐν φωνῇ ἀγαλλιάσεως.

Βησθαϊδὰ ἡ πατρίς σου ἡ θεοβάδιστος, περιχαρῶς καυχᾶται, τῇ ἁγίᾳ σου μνήμῃ, θεία Πετρονίλα τῶν γυναικῶν, τῶν Ἁγίων τὸ σέμνωμα, ἡ βεβαιώσασα πράξεσιν ἀγαθαῖς, τὴν πρὸς Κύριον ἀγάπην σου.

Εἰς τὴν ἀκράδαντον πέτραν τῆς θείας πίστεως, ἐν πεποιθήσει πάσῃ, Πετρονίλα Ἁγία, ἔστησας τοὺς πόδας τοὺς νοητούς, τῆς καρδίας σου πάνσεμνε, Εὐαγγελίου τὴν τρίβον· ὅθεν καλῶς, τὴν εὐθεῖαν τετελείωκας.

Χαριτωθεῖσα τῇ αἴγλῃ τοῦ θείου Πνεύματος, ἁγιασμοῦ μετέσχες, ἐκ παιδὸς Πετρονίλα· ὅθεν τοῦ χρυσίου τοῦ ἐπὶ γῆς, θαυμαστοῦσαι λαμπρότερον, καὶ ὡραΐζεις τὰ πέρατα νοητῶς, εὐπρεπείᾳ τῶν χαρίτων σου.

Δόξα. Ἦχος α΄.
Ἀποστολικῆς τιμῆς ἀκόλουθος ἐστίν, ἡ σήμερον ἡμέρα, δεῦτε πιστοὶ σκιρτήσατε τῷ πνεύματι. Πετρονίλα γάρ, ἡ θυγάτηρ ἡ σεμνή, Πέτρου τοῦ κορυφαίου καὶ μεγάλου τῶν Ἀποστόλων, συγκαλεῖται ἡμᾶς εἰς ἑόρτιον χαράν, καὶ εἰς κορύφωσιν ἱερᾶς καὶ πνευματικῆς ἀγαλλιάσεως, τοῦ βοᾶν μεγάλῃ τῇ φωνῇ· χαίροις, τῶν Ἁγίων Γυναικῶν ἡ καλλονή, καὶ πάντων τῶν πιστῶν πρέσβυς εὐμενὴς πρὸς Κύριον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.








Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πέτρος ἡ κορυφή, τῶν θείων Ἀποστόλων, περιχαρῶς σκιρτάτω, τῇ μνήμῃ Πετρονίλης, πατὴρ γὰρ ταύτης πέφυκε.

Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Χαίροις Βηθσαϊδά, ἡ πόλις Ἰουδαίας, καὶ γὰρ ἡ Πετρονίλα, ἐκ σοῦ ὡς θεῖον ἄνθος, τῆς πίστεως ἀνέθαλεν.

Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Χαίρουσι μαθηταί, Χριστοῦ τῆς Πετρονίλης, τῇ πανηγύρει πάντες, τῷ πνεύματι ἐκ Πέτρου, συγγένειαν γὰρ ἔχουσιν.

Δόξα. Τριαδικόν.
Ἕνα συμπροσκυνῶ, Θεὸν τρισὶ προσώποις, ἐξ οὗ τὸ εἶναι ἔχω, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεῦμα τὸ πανάγιον.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, Κυρία τῶν Ἀγγέλων, ἐλπὶς περάτων κόσμου, Θεὸν ταῖς μητρικαῖς Σου, πρεσβείαις ἐξιλέωσαι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς σεμνῆς βιοτῆς σου Πετρονίλα τὰς χάριτας, πόθῳ φιλαγίῳ τιμῶμεν, καὶ πιστῶς ἐκθειάζομεν· σαρκός σου γὰρ νεκρώσασα ὁρμάς, τοῦ Πνεύματος ἐδέξω δωρεάς, καὶ σὺν Πέτρῳ Ἀποστόλῳ τῷ σῷ πατρί, τὴν Βασιλείαν ἔλαβες· χαίροις, τῆς θείας πίστεως λαμπάς, χαίροις ἐλπίδος δώρημα, χαίροις τῆς θεωρίας ἡ βαθμὶς ἀγάπης ἡ τελείωσις.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.












ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες
Ἀγάλλου πληρότητι χαρᾶς, Ἰουδαία σύμπασα, Βηθσαϊδά τε ἡ πόλις σου, τὰς χεῖρας κρότησον, τῆς τιμῆς τὸ χρέος, Πετρονίλῃ φέρουσαι, τοῦ Πέτρου θυγατρὶ καὶ ὁμόθρονι, πιστῶν τε πλήρωμα, ἐν αἰνέσει μεγαλύνωμεν, τὰ μεγάλα ταύτης προτερήματα.

Ὡς προίκαν πολύτιμον Χριστῷ, Πετρονίλα ἔφερες, τῆς σῆς καρδίας τὸν ἔρωτα, ἀγάπην πρόκριτον, σταθηράν τε πίστιν, καὶ ἐλπίδα ἄψευστον, τῶν θείων ἀρετῶν τὸ κεφάλαιον· δι’ ὧν παρίστασαι, τῷ Κυρίῳ ἐν ἐγγύτητι, καὶ οἰκείως Τοῦτον εὐμενίζουσα.

Τῆς πίστεως πέτραν εἰς στεῤῥάν, Πετρονίλα ἔστησας, ἐν πεποιθήσει τοὺς πόδας σου, καλῶς τε ἔδραμες, σωτηρίας τρίβον, ἐντολὰς φυλάξασα, καρδίας καθαρότητι πάνσεμνε· διὸ καὶ ἔλαβες, θείας δόξης βραβευτήρια, τῆς εὐκλείας τοῦ Θεοῦ μετέχουσα.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἐν σπουδῇ φιλοπόνῳ σου, Πετρονίλα ἐπηύξησας, τῶν ταλάντων πλοῦτόν σου τὸν ὑπέρτιμον, καὶ ἀγαθαῖς ἐργασίαις σου, Χριστῷ τῷ Δεσπότῃ σου, εὐηρέστησας καλῶς, τὸν μισθὸν ὅθεν εἴληφας, τὸν ἐπάξιον, τῶν πιστῶν καὶ φρονίμων οἰκονόμων, καὶ χαρᾶς ἀνεκλάλητου, ἐν κοινωνίᾳ γεγένησαι.

Τῆς ψυχῆς τὴν λαμπάδα σου, ἐν ἐλαίῳ ἐπλήρωσας, τῆς ἐνθέου νήψεως καὶ συνέσεως, ὦ Πετρονίλα ἀοίδιμε, τῷ πόθῳ γὰρ τέτρωσαι, τοῦ Νυμφίου σου Χριστοῦ, καὶ Αὐτοῦ τοῖς θελήμασιν, ὑπακούσασα, χαρακτήρ τε καὶ τύπος σωφροσύνης, καὶ συνέσεως ἐγένου, τὸ ἱλαρώτατον γνώρισμα.

Κοσμιότητι βίου σου, καὶ ἠθῶν τελειότητι, Πετρονίλα πάνσεμνε καθωράϊσας, καὶ εὐπρεπῶς κατεστόλισας, τὸ ἔνδοθεν ἔνδυμα, τῆς ψυχῆς σου καὶ αὐτήν, ταῖς χερσὶ τοῦ Κυρίου σου, ἐναπέθηκας, σὺν δικαίων χοροῖς ἀγαλλομένη, μακαρίου φωτισμοῦ τε, τὰς καλλονὰς ἀτενίζουσα.






Δόξα. Ἦχος α’.
Τὴν σὴν κατ’ οἶκον ἐκκλησίαν, ὕμνοις ἐγκωμίων μακαρίζω, καὶ ᾠδαῖς ἐξαιρέτοις εὐφημῶ, Πέτρε τοῦ Κυρίου παμμακάριστε Ἀπόστολε. Τοὺς παῖδάς σου ὡσαύτως, καὶ τὰ κατὰ φύσιν τέκνα σου τιμῶ, σοὶ γὰρ στέφανος εἰσὶ τιμῆς, καὶ δόξης περιβόλαιον. Καὶ νῦν τῆς θυγατρός σου Πετρονίλης, τὴν ἑόρτιον δοξάζων μνήμην, τῷ πνεύματι ἀγαλλόμενος οὕτω βοῶ σοι· πρεσβεύσατε συνάμα Κυρίῳ τῷ Θεῷ, τοῦ στερεῶσαι καὶ ἡμᾶς ἐν τῇ πέτρᾳ τῆς πίστεως, καὶ μὴ ἐκκλίνειν ἐν τοῖς σκολιοῖς τῆς ἀπιστίας ἀθετήμασιν. Ἀλλὰ μένειν ἄχρι τέλους στερεοί, ἵνα τῶν φρονίμων δούλων τὸν μισθόν, ἀκεραίως λάβωμεν, παρὰ τοῦ Δεσπότου καὶ Θεοῦ, τοῦ ἔχοντος συμπαθείας πέλαγος ἀμέτρητον.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα'. 10-31)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοὺ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποὺ χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ ἐγένετο ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ  εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησας, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, γ'. 1-10)
Υἱέ, ἐμῶν νομίμων μὴ ἐπιλανθάνου, τὰ δὲ ρήματά μου τηρείτω σὴ καρδία· μῆκος γὰρ βίου καὶ ἔτη ζωῆς καὶ εἰρήνην προσθήσουσί σοι. ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλιπέτωσάν σε, ἄφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν· καὶ προνοοῦ καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. ἴσθι πεποιθὼς ἐν ὅλῃ τῇ καρδίᾳ ἐπὶ Θεῷ ἐπὶ δὲ σῇ σοφίᾳ μὴ ἐπαίρου· ἐν πάσαις ὁδοῖς σου γνώριζε αὐτήν, ἵνα ὀρθοτομῇ τὰς ὁδούς σου, ὁ δὲ πούς σου μὴ προσκόψῃ. μὴ ἴσθι φρόνιμος παρὰ σεαυτῷ, φοβοῦ δὲ τὸν Θεὸν καὶ ἔκκλινε ἀπὸ παντὸς κακοῦ· τότε ἴασις ἔσται τῷ σώματί σου καὶ ἐπιμέλεια τοῖς ὀστέοις σου. τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης, ἵνα πίμπληται τὰ ταμιεῖά σου πλησμονῆς σίτῳ, οἴνῳ δὲ αἱ ληνοί σου ἐκβλύζωσιν.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  


















Λιτή. Ἦχος α΄.
Βησθαϊδὰ τῆς Ἰουδαίας, ἡ πόλις ἡ ἱερά τε καὶ περιώνυμος, σκιρτᾶ μητροπρεπῶς, καὶ χαίρει τῷ πνεύματι, πανήγυριν ἄγουσα καὶ πάλιν χαρμόσυνον, ἀποστολικὴν ἔχουσαν ὧδε, τιμήν τε καὶ συγγένειαν· ἀξίως γὰρ ταύτην τὴν θεοβάδιστον πόλιν, ὁ τῶν Ἀποστόλων κορυφαῖος καὶ ἐξέχων Πέτρος, ἐδόξασε ταῖς ἀριστείαις τῶν αὐτοῦ ἀποδομάτων. Πρωτίστως δέ, τῇ τῶν παίδων αὐτοῦ ἀνατροφῇ, καὶ τῇ ἐν Κυρίῳ αὐτῶν συνετεῖ παιδείᾳ· ἐν οἷς Πετρονίλα, ἡ ἐκλεκτὴ αὐτοῦ καὶ θεόφρων θυγάτηρ, ἑορτίως σήμερον ἐν ᾀσμάτων ᾠδαῖς μεγαλύνεται. Παρ’ ἡμῶν δὲ τὰς φωνὰς δεχέσθω, αἰτουμένων τὰς αὐτῆς πρὸς τὸν Θεόν, εὐπροσδέκτους παρακλήσεις, ὅπως λάβωμεν τῶν εὐγνωμόνων ἱκετῶν, τὴν ἐν ἐλέει παρήγορον προσδοκίαν καὶ ἀπόλαυσιν.

 Ἦχος β΄.
Πετρονίλα ἡ θαυμαστὴ τοῦ Θεοῦ ἡμῶν θεράπαινα, λαβέτω σήμερον τὸ δίκαιον ὄφλημα, τῶν ἑορτίων ἐπαίνων τῆς ἱερᾶς αὐτῆς πανηγύρεως. Καὶ γὰρ αὕτη ἤνεσεν ἐν βίῳ τὸν Θεόν, καὶ ἐν ἔργοις καλοῖς καὶ ἀγαθοῖς, τὸ ὄνομα τὸ ἅγιον Αὐτοῦ, ἐνδόξως καὶ πανυπερτίμως ἐδόξασεν. Αὐτῆς ταῖς ἱκεσίαις καὶ ἡμεῖς, τὸν καλὸν τῶν ἀρετῶν στάδιον, προθύμως ἐπὶ γῆς διατρέξωμεν, ὅπως λάβωμεν ἐν οὐρανοῖς, τῆς αἰωνίου δόξης τὸν στέφανον.

Ἦχος γ΄.
Τῆς ἱερᾶς σου πολιτείας τὰς χάριτας, ποίοις ὕμνοις ἱκανῶς ἐκθειάσω, ὦ Πετρονίλα πάνσεμνε, Πέτρου τοῦ πρωταποστόλου θυγάτερ ἀξιΰμνητε; Ἢ ποῖος λόγος ἐξαρκέσει, διηγήσασθαι ἀξίως, τῶν σῶν χαρισμάτων τὴν πληθύν, καὶ τῆς σῆς πολιτείας τὰ ἐξαίρετα; Διό σε θαυμάζοντες, βοῶμεν γηθοσύνως ἐν φωνῇ ἀγαλλιάσεως, τὸ χαῖρέ σοι δούλη τοῦ Κυρίου πιστὴ καὶ ἀγαθή, ἡμῶν τε τῶν πιστῶν πρὸς τὸν Θεόν, πρέσβυς εὐπροσήγορος.

Ἦχος δ΄.
Ἄμεμπτός σου ὁ τρόπος, καὶ τὸ πολίτευμά σου ἅγιον, ὦ Πετρονίλα ἀληθῶς ἐγνώρισται· διὸ καὶ ὁ μισθός σου ἐν οὐρανοῖς, πολὺς ὑπάρχεις καὶ ἀναφαίρετος. Τὰς ἐντολὰς γὰρ τοῦ Εὐαγγελίου, πόθῳ γνησίῳ καὶ στοργῇ ἀνυποκρίτῳ ἠγάπησας, καὶ ἐπιμελείᾳ καλῇ τῆς συνειδήσεώς σου ἐφύλαξας. Τῶν δὲ γηΐνων ὁ δεσμός, οὐχ ἤψατο τῆς εὐγενοῦς σου καρδίας, ἀλλὰ ταύτην ἐλευθέραν ἔσχες, καὶ Θεῷ ἀπέδωκας τῆς καθαρᾶς σου ἀγάπης τὰ πρωτεῖα, ὡς ἐν τῇ Διαθήκῃ Αὐτοῦ ἡμῖν ἐντέλλεται.





Ἦχος πλ. α΄.
Ἐπὶ τὴν ἀσάλευτον βάσιν τῆς πίστεως, καὶ ἐπὶ τὴν στερεὰν πέτραν τῶν ἁγίων ἐντολῶν, ἔστησας τοὺς πόδας σου ἐν πεποιθήσει ἀκλινεῖ, ὦ Πετρονίλα παμμακάριστε· διὸ καὶ τοῦ ἐχθροῦ ἐνίκησας τὴν τυραννοῦσαν ἐξουσίαν, καὶ τῶν παθῶν τὴν νέκρωσιν ὁλοτελῶς ἐπέτυχες, τῆς ἀπαθείας τὴν στολὴν περιβληθεῖσα· ἐν κοσμιότητι καὶ νῦν κεκοσμημένη, καὶ τοῖς ψυχικοῖς στολίσμασιν ὡραϊζομένη, τῷ θρόνῳ τοῦ Θεοῦ ἐν ὑψηλοῖς παρίστασαι, Αὐτὸν ἐξευμενίζουσα ταῖς σαῖς εὐχαῖς, ὑπὲρ τῶν ἐκτελούντων σου τὴν μνήμην τὴν πανέορτον.

Ἦχος πλ. β΄.
Ἐν σεμνοπρεπείας ἱλαρότητι, φαιδρύνεις τῆς Ἐκκλησίας τὸ στερέωμα, ὦ Πετρονίλα ἀξιάγαστε, καὶ τῷ φωτὶ τῆς δόξης σου, καταυγάζεις νοητῶν τῶν εὐσεβῶν τὸ πλήρωμα. Σὺ γὰρ μαθοῦσα τοῦ Θεοῦ τὴν δι’ ἡμᾶς οἰκονομίαν, ὡς σοφὴ καὶ συνετή, τῆς ἀληθείας τὴν ὁδὸν ἐβάδισας, καὶ τὴν δικαιοσύνην ἠγάπησας, ἐξ ἧς πηγάζει πᾶσα ἀγαθοδωρία. Πλήρης οὖν τῶν ἀγαθῶν, τῶν οὐρανίων γενομένη, ἀγαθύνεις τοὺς ὑμνοῦντας, τὰ μεγαλεῖα τῶν προτερημάτων σου.

Δόξα Ἦχος πλ. δ΄.
Ἀξίως τοῦ ὀνόματος ἐπολιτεύσω, καὶ τὴν Χριστώνυμόν σου κλῆσιν ἐδικαίωσας, ὦ Πετρονίλα παναοίδιμε· ἐν πίστει γὰρ ἐστερώσαι, ἐν τῇ ἐλπίδι ἐβεβαιώθης τῇ καρδίᾳ, ἐν δὲ τῇ ἀγάπῃ πρὸς τὸν Θεὸν καὶ τὸν πλησίον, ἥτις ἐστὶ τοῦ νόμου πλήρωμα καὶ κεφάλαιον, σὺ ὑπερπλειόντως ἠρίστευσας, καὶ διεκρίθης θαυμαστῶς. Πᾶσάν τε ἄλλην βαθμίδα ἀρετῶν, ἐν προκοπῇ χρηστοηθείας εὐχερῶς ἀναβέβηκας, καὶ τῷ Θεῷ ἐγγύτατα παρέστηκας· ἐν ἐγγύτητι Αὐτῷ πλησιάζειν, καταξίωσον καὶ ἡμᾶς, τοὺς σέβοντάς σου εὐλαβῶς, τῶν σῶν κατορθωμάτων τὰ ἐξαίσια.

Καὶ νῦν. Τῆς Ἑορτῆς.













Εἰς τὸν Στίχον. Ἦχος πλ. α’. Χαίροις ἀσκητικῶν.
Χαίροις, τῶν ἱερῶν γυναικῶν, τὸ ἐκλεκτὸν καὶ θαυμαστόν τε κεφάλαιον, τοῦ κάλλους ἡ δαδουχία, σεμνοπρέπειας εἰκών, ταπεινοφροσύνης τὸ κεφάλαιον, τῆς θείας ἀγάπης, ἡ ἀκριβὴς διατύπωσις, ἀγαθωσύνης, ἡ βεβαία ἀπήχησις, ἡ τῆς πίστεως, τῆς ἁγίας φερώνυμος, λύχνος ὁ ἱλαρώτατος, ὁ φαίνων τοῖς πέρασιν, Εὐαγγελίου τὸν νόμον, τὸν ἀληθῆ τε καὶ τέλειον, ζωῆς τε τὴν τρίβον, ἐν εὐθύτητι εὐχῶν σου, πιστοῖς δεικνύουσα

Στ.: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Πέτρος, ὁ μαθητὴς τοῦ Χριστοῦ, τῶν Ἀποστόλων ὁ ἐξέχων καὶ πρώτιστος, πατήρ σου ὡς ὢν τῇ μνήμῃ, τῇ ἱερᾷ σου σκιρτᾷ, Πετρονίλα θεία καὶ ἀοίδιμε· καλεῖ τε εἰς αἶνον, πανεορτίου συνάξεως, χοροὺς Ἁγίων, τῶν Ἀγγέλων τὰ τάγματα, καὶ τὸ πλήρωμα, τῶν πιστῶν τοῦ βοῆσαί σοι· χαίροις Θεοῦ θεράπαινα, ἡ στάθμη τῆς πίστεως, ἣν ἐναρέτοις σου τρόποις, καὶ πολιτείᾳ ἀμέμπτῳ σου, ἐτράνωσας πᾶσι, καὶ ὡς πλοῦτον εὐκληρίας, χρηστῆς παρέδωκας.

Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Χαίρει, Βηθσαϊδὰ ἐπὶ σοί, τῆς Ἰουδαίας ἡ πολίχνη ἡ εὔσημος, τῇ θείᾳ σου πανηγύρει, ὦ Πετρονίλα σεμνή, μητρικῶς κροτοῦσα, σὴν ἀνάδειξιν, ὡς ἄνθος ἐκ ταύτης, ἀειθαλὲς γὰρ ἐξήνθησας, καὶ τὰς αἰσθήσεις, τῶν πιστῶν κατεμύρισας, τῇ ἀῤῥήτῳ σου, εὐωδίᾳ τῆς χάριτος· ταύτης ἡμᾶς ἀξίωσον, ταῖς σαῖς παρακλήσεσιν, ἐν κοινωνίᾳ γενέσθαι, καὶ τῶν παθῶν ἀποκρούσασθαι, πικρὰν δυσωδίαν, ἵνα φῶς σὺν τοῖς φρονίμοις, παρθένοις ἴδωμεν.

Δόξα. Ἦχος πλ. α΄.
Τῆς θεοπρεποῦς σου πολιτείας τὴν κοσμιότητα, ἐν ὕμνοις μεγαλύνω, Πετρονίλα παμμακάριστε. Σὺ γὰρ ἐν τῷ οἴκῳ τοῦ πατρός σου, Πέτρου τοῦ πιστωνύμου Ἀποστόλου, ὡς στῦλος ἐδείχθης εὐσεβείας ὑψηλός, καὶ ὡς ἐλαία ἐν ἀρεταῖς κατάκαρπος. Θεῷ τε ἐδούλευσας ἀπὸ καρδίας καθαρᾶς, καὶ ἐν εὐθήτητι τῆς ἀγαθῆς σου διανοίας, Αὐτοῦ ἠκολούθεις τοῖς προστάγμασι, εὐάρεστον γενομένη τῆς ἀγάπης ἀφιέρωμα. Σὺν τοῖς λοιποῖς τε ἀδελφοῖς σου, τῷ ἤθει ὁμοφρόνως ἔχουσα, ἐν τῷ Εὐαγγελίῳ προέκοψας, καὶ εἰς ἁγιότητι διεκρίθης ὑπερέχουσαν, ταῖς διδαχαῖς ταῖς πατρικαῖς ὑπείκουσα ἐν εὐπειθείᾳ. Γενοῦ ἡμῖν καὶ νῦν διδασκαλίας στόμα, ἵνα μάθωμεν παρὰ σοῦ τίς ἐστίν, ἡ τῆς γνώσεως δωρεά, καὶ τῆς ἀληθείας ἡ ἀνταπόδοσις.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Τῆς σεμνῆς βιοτῆς σου Πετρονίλα τὰς χάριτας, πόθῳ φιλαγίῳ τιμῶμεν, καὶ πιστῶς ἐκθειάζομεν· σαρκός σου γὰρ νεκρώσασα ὁρμάς, τοῦ Πνεύματος ἐδέξω δωρεάς, καὶ σὺν Πέτρῳ Ἀποστόλῳ τῷ σῷ πατρί, τὴν Βασιλείαν ἔλαβες· χαίροις, τῆς θείας πίστεως λαμπάς, χαίροις ἐλπίδος δώρημα, χαίροις τῆς θεωρίας ἡ βαθμὶς ἀγάπης ἡ τελείωσις.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἀπόλυσις.
































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ἑόρτιον πιστοί, συγκροτήσαντες αἶνον, τιμήσωμεν ᾠδαῖς, Πετρονίλαν τὴν θείαν, ὁ Πέτρος ὁ Ἀπόστολος, τοῦ Χριστοῦ ἣν ἐγέννησε· ταύτῃ λέγοντες, φωναῖς αἰσίαις τὸ χαῖρε· σεμνολόγημα, τῶν γυναικῶν τῶν Ἁγίων, πιστῶν τὸ ὑπόδειγμα.
Δόξα.
Τὸν νόμον τοῦ Θεοῦ, καθαρᾷ συνειδήσει, καὶ ὅλῃ σου σπουδῇ, Πετρονίλα ἐτήρεις, ἀγάπην γὰρ ἐφήρμοσας, πρὸς Θεὸν καὶ τὸν ἕτερον, πίστιν ἄμεμπτον, τὴν σταθηράν τε ἐλπίδα· ὅθεν γέγονας, Τριάδος θείας τὸ σκεῦος, καὶ Πνεύματος ὄργανον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὸ προσταχθέν.
Ἡ εὐκλεὴς Ἀποστόλων πανδημία, τῇ ἱερᾷ ἑορτῇ σου συγχορεύε, καὶ συνάδει σοι αἴνους ἐν ἀγαλλιάσει, τοῦ Πέτρου τοῦ κορυφαίου γὰρ ἐξ αὐτῶν, ὑπάρχεις ἡ θυγατέρα ἡ ἐκλεκτή· Πετρονίλα πανεύφημε, τῆς Ἐκκλησίας τιμή, καὶ δόξα τῶν βοώντων σοι· χαίροις Κόρη πανόλβιε.
Δόξα.
Σοῖς ὀφθαλμοῖς τὸν Θεάνθρωπον κατεῖδες, ἐν τῇ οἰκείᾳ τοῦ πατρός σου Πετρονίλα, ἀναστήσαντα κλίνης ἀπὸ ἀσθενείας, σὴν μάμμην τὴν ἐν τῷ πάθει τοῦ πυρετοῦ, κειμένην ἥτις προστάξει τοῦ Ἰησοῦ, ἰαθεῖσα προσέφερεν, διακονίαν πολλοῖς, τὸ σθένος θαυμαστώσασα, τοῦ Θεοῦ τῶν δυνάμεων.
Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ
Ἐπαγάλλεται ἐν σοί, μητροπρεπῶς Βηθσαϊδά, ἡ πολίχνη ἡ μικρά, τῆς Ἰουδαίας καὶ σκιρτᾷ, ὅτι ἐκ ταύτης ἀνέθαλες Πετρονίλα, δένδρον ὡς σεπτόν, καὶ καλλίκαρπον, φέρουσα Θεῷ ὡς βλαστήματα, τῶν ἀρετῶν τὰς θείας ἀριστείας, καὶ τὴν ἠθῶν τελειότητα, αὐταῖς προκόπτειν καὶ ἀναβαίνειν, ἐν καλοῖς ἡμῖν δίδου.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Εὐαγγέλιον, τῶν Δέκα Παρθένων.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Μακαρία σὺ εἶ ἀληθῶς, Πετρονίλα παναοίδιμε, καὶ ἐν σοὶ ὁ λόγος τοῦ Θεοῦ πεπλήρωται, εἰπόντος ἐν Εὐαγγελίῳ· μακάριοι εἰσὶ οἱ φυλάσσοντες τὰ ἐντολάς μου. Τὸν νόμον γὰρ τὸν ἅγιον ἐφύλαξας, καθὼς ὁ πατήρ σου σὲ ἐδίδαξε, Πέτρος ὁ Ἀπόστολος, ὁ τοῦ Θεοῦ ὑπηρέτης, ἐν παιδείᾳ σε καὶ νουθεσίᾳ Κυρίου ἀναθρέψας. Σὺν τούτῳ ἐκτενῶς ἱκέτευε, ὅπως μαθόντες τῆς γνώσεως τῆς ἀληθοῦς τὰ δικαιώματα, ἐν αὐτοῖς περιπατήσωμεν, καὶ οἰκείως ἔχωμεν Θεῷ, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας οὗ ἡ ἀκροστιχίς: Πετρονίλαν ᾄδω, τὴν τοῦ Πέτρου θυγατέρα. Ἰσιδώρας.
ᾨδὴ α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα.
Παρακλήτου ταῖς ἀκτῖσι, αὐγασθεῖσα τὸν νοῦν, πάνσεμνε Πετρονίλα, Εὐαγγελίου τὴν ὁδόν, ἐπορεύθης ἀκλινῶς, καὶ ἔγνως τὸ φῶς, ζωῆς τὸ λαμπρότατον, διὰ βίου σου σώφρονος.
Ἐν τῇ πέτρᾳ Πετρονίλᾳ, τῇ ἁγίᾳ Χριστοῦ, ἕστησας σοῦ τοὺς πόδας· ὅθεν τὰ πάθη τῆς σαρκός, ἀπεδίωξας μακράν, καὶ ὤφθης εἰκών, χρηστῆς καθαρότητος, ἀπαθείας τε σκήνωμα.
Τοὺς ἐνθέους σου ἀγῶνας, τὴν σεμνὴν βιοτήν, ἄθλους σου τοὺς τιμίους, τὰς ἀρετάς σου τὰς πολλάς, Πετρονίλα ἐν ᾠδαῖς, καὶ ὕμνοις τιμῶ, τὸ χαῖρε κραυγάζων σοι, ψαλμικῶς ἀγαλλόμενος.
Ῥοδοβόλον εὐωδίαν, ἐξ Ἐδὲμ νοητήν, πνέει τοῖς ἐν τῷ κόσμῳ, τῆς Πετρονίλης τῆς σεμνῆς, ἡ ἁγία ἑορτή, πιστῶν τὰς ψυχάς, ἐνθέως μυρίζουσα, τῇ ἀΰλῳ τερπνότητι.
Θεοτοκίον.
Οὐρανῶν Σὺ πλατυτέρα, Χερουβίμ τε ἁγνή, ὤφθης τιμιωτέρα, τὸν γὰρ ἀχώρητον παντί, Ὃν ὑμνοῦσιν εὐλαβῶς, Ἀγγέλων χοροί, χερσί Σου ὡς νήπιον, Θεοτόκε ἐβάστασας.















ᾨδὴ γ’. Δεῦτε πόμα πίωμεν καινόν.
Νεύσει Πετρονίλα θεϊκῇ, τὴν τοῦ κόσμου παραβλέψας ματαιότητα, καὶ σῆς καρδίας στοργήν, ἀπέδως Νυμφίῳ σου Χριστῷ, τῷ σὲ ἁγιάσαντι.
Ἴδε ἐκβοᾷ Βηθσαϊδά, ἐκ τῆς γῆς μου προῆλθε ὡς θεοπάροχος, ἁγιωσύνης βλαστός, κλεινὴ Πετρονίλα γυναικῶν, τὸ ἔξοχον ἄκουσμα.
Λάμπεις ὡς ἀστὴρ ἑωθινός, Πετρονίλα Ἁγία καὶ τὸ στερέωμα, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ταῖς σαῖς ἀπροσίτοις καλλοναῖς, φαιδρύνεις ἐν χάριτι.
Ἄγει ἑορτὴν χαρμονικήν, Ἀποστόλων ὁ δῆμος ἐν σοὶ ὁ ἅγιος, ὦ Πετρονίλα καὶ γάρ, τοῦ Πέτρου τοῦ πρώτου ἐξ αὐτῶν, ὑπάρχεις θυγάτριον.
Θεοτοκίον.
Νήπιον ὡς βρέφος Σαῖς χερσί, τὸν Θεὸν τὸν παντέλειον Σὺ ἐβάστασας, ὦ Παναγία σεμνή, Πατρὸς εὐδοκίᾳ καὶ βουλῇ, ἐλεύσει τε Πνεύματος.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ὥσπερ ἄνθη εὐώδη καὶ ἱερά, τῇ ἁγίᾳ καὶ θείᾳ σου ἑορτῇ, τοὺς ὔμνους σοι προσφέρομεν, Πετρονίλα πανεύφημε, καὶ ἀκορέστῳ πόθῳ, τὸ χαῖρε βοῶμέν σοι· τῆς γὰρ χαρᾶς τῆς κρείττονος, ἐγένου συμμέτοχος· πάντα γὰρ τοῦ κόσμου, τὰ ἡδέα ἠρνήσω, Κυρίου ἀκούσασα, τοῖς ἀνθρώποις προστάξαντος, σκύβαλα ἡγεῖσθαι κενά, καὶ εὐτελέστερα χόρτου τὰ πρόσκαιρα, ἵνα ἄφθαρτον δόξαν, εἰς αἰῶνας κερδίσωμεν.
Δόξα.
Ἐν τῇ πέτρᾳ τῆς πίστεως τῇ στεῤῥᾷ, καὶ ἐν νόμῳ ἁγίῳ τῶν ἐντολῶν, τοὺς πόδας σου ἐστήριξας, Πετρονίλα φερώνυμε, καὶ τὴν εὐθεῖαν τρίβον, προθύμως διήνυσας, τῶν ἀρετῶν εἰς ἔνθεον, ἀκρώρειαν φθάσασα· ὅθεν ἀπαθείας, φωτοφόρος λυχνία, ἐγένου ταῖς χάρισι, κοσμηθεῖσα τοῦ Πνεύματος, καὶ τῇ κτίσει ἐκλάμπουσα, αὔγασον ἡμᾶς σῷ φωτί, ἵνα γενώμεθα δόξης συμμέτοχοι, καὶ εὐφρόσυνον κέρδος, ἀγαθότητος λάβωμεν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.











ᾨδὴ δ’. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἀριδηλότητι ζωῆς, τῆς καθαρᾶς σου καὶ σεμνῆς, τάξεις τῶν Ἁγίων Ἀγγέλων, Πετρονίλα ἔφθασας, μετὰ σαρκὸς ὡς ἄσαρκος, ζήσασα ἐπὶ γῆς ἐν συνέσει, καὶ τὸν Θεὸν τοῦ παντός, κατεμεγάλυνας.
Δικαιοσύνης τῷ φωτί, καταυγασθεῖσα νοητῶς, τρίβον Πετρονίλαν εὐθεῖαν, ἐντολῶν ἐβάδισας, καὶ ἀπροσκόπτως ἔφθασας, αἴσιον Παραδείσου εἰς πέρας, δοξολογοῦσα Θεόν, τὸν σὲ καλέσαντα.
Ὥσπερ ἡ ἔλαφος ταχύ, εἰς τῶν ὑδάτων τὰς πηγάς, ἦλθες Πετρονίλα Ἁγία, καὶ ψυχῆς σου ἔσβεσας, πληρωτικῶς τὴν ἔφεσιν, ἔγνωκας ἐν μεθέξει δὲ θείᾳ, ὅτι Χριστὸς τῆς ζωῆς, ἐστὶ τὸ πλήρωμα.
Τελειοτάτης σου ζωῆς, ὦ Πετρονίλα τὰ καλά, λόγος οὐχ ἀρκέσει ὑμνῆσαι, σῆς ψυχῆς τὸ ἄδολον, καὶ τὸ ἁπλοῦν τῶν τρόπων σου, φρόνημα ταπεινὸν σῆς καρδίας, καὶ πολιτείας χρηστῆς, τὰ προτερήματα.
Θεοτοκίον.
Ἡ Σὴ γαστὴρ τῶν οὐρανῶν, ὡς πλατυτέρα ἀληθῶς, γέγονε Παρθένε Μαρία, ἐν αὐτῇ ἐχώρησε, ὁ ἐν παντὶ ἀχώρητος, Κύριος καὶ Θεὸς τῶν ἁπάντων, τοῦ δικαιῶσαι Ἀδάμ, τὸν πρὶν κατάκριτον.

ᾨδὴ ε’. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Νεώσασα κόποις ἐνθέοις, καὶ εὐσεβείας ἀρότρῳ τὴν αὔλακα σῆς καρδίας, πολλαπλῶς ἐθέρισας, ὦ Πετρονίλα πάνσεμνε, στάχυν ζωῆς τὸν ἀθάνατον.
Τρανώσασα νόμον Κυρίου, ἐν ἀγαθότητι πάσῃ ἐκέρδισας Πετρονίλα, τῆς ζωῆς τὸν στέφανον, καὶ εἰς Ἐδὲμ κατώκησας, ἔνθα χορεύεις αἰώνια.
Οὐράνιον ἔσχες τὸν τρόπον, καὶ πολιτείαν Ἀγγέλων ἐξήσκησας Πετρονίλα, τὴν τῆς γῆς ἀπόλαυσιν, ὡς εὐτελῆ καὶ ἄσημον, ὅλῃ ψυχῇ σου μισήσασα.
Ὑφάνασα δόξης χιτῶνα, ὦ Πετρονίλα τοῖς ἄνω παρίστασαι λευκοφόρος, ἐν τιμῇ ἐκλάμπεις τε, κεκοσμημένη πάντοθεν, θείας ζωῆς ὡραιότησιν.
Θεοτοκίον.
Παράδεισος ὤφθη ὡραῖος, ἡ παναγία γαστήρ Σου ἀνύμφευτε Θεοτόκε, τῆς ζωῆς βλαστήσασα, τὴν καρποφόρον ἄμπελον, ἄνευ σπορᾶς τῆς ἐξ ἄῤῥενος.









ᾨδὴ στ’. Κατῆλθες, ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Εἰρήνης, τῆς οὐρανογνώστου εἰκών, τῆς ἐλπίδος τε ἰσχὺς ἀκεραία, ἀγάπης πεπληρωμένος κρατήρ, καὶ τῆς πίστεως, Πετρονίλα σὺ στεῤῥά, ἀνεδείχθης ἀκρότης.
Τραπέζης, τῆς βασιλικῆς δαιτυμών, ἐν λαμπρότητι στολῆς τῆς ἀφθάρτου, Δικαίοις ὦ Πετρονίλα ὁμοῦ, νῦν παρίστασαι, καὶ μετέχεις ἀγαθῶν, αἰωνίων ἐν δόξῃ.
Ῥαθύμου, καὶ τῆς ἀμελοῦς βιοτῆς, Πετρονίλα ἀπεβάλου τὸν ὄκνον, καὶ ζῆλον ἀναλαβοῦσα καλόν, διετήρησας, τὴν λαμπάδα σῆς ψυχῆς, πεπλησμένην ἐλαίου.
Ὁ Πέτρος, ὁ τῶν Ἀποστόλων Χριστοῦ, περιώνυμος τῇ πίστει καὶ μέγας, συγχαίρει πατροποθήτως ἐν σοί, τὴν πανεύσημον, ἑορτήν σου ὑπαντῶν, Πετρονίλα τιμία.
Θεοτοκίον.
Ὑμνῶ Σε, μετ’ ἀνεξαντλήτου στοργῆς, Παναγία Θεοτόκε Παρθένε, ἣν τάξεις τῶν οὐρανίων χορῶν, ὡς Βασίλισσαν, οὐρανοῦ τε καὶ τῆς γῆς, ἀνυμνοῦσιν ἀπαύστως.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῶν Ἀποστόλων συγγενῆ σε ὀνομάζομεν, ὡς θυγατέρα εὐκλεῆ καὶ περιώνυμον, Πέτρου τούτων τοῦ ἐξέχοντος Πετρονίλα· ἐν συνέσεως τοῖς τρόποις ἀριστεύσασα, νῦν βραβεύεις ἐν ἐλέει γὰρ χρηστότητος, τοὺς βοῶντάς σοι· Χαίροις, πέτρα τῆς πίστεως.
Ὁ Οἶκος.
ᾌσωμεν εὐαρέστως, Πετρονίλαν τὴν θείαν, τοῦ Πέτρου θυγατέρα τιμίαν· τῷ πνεύματι σκιρτῶντες δὲ φιλέορτοι, ἐν σάλπιγγι εὐήχῳ ἐπαινέσωμεν, αὐτῆς τὴν πολιτείαν τὴν θεάρεστον, καὶ ἐν φωνῇ ἀγαλλιάσεως, ταύτῃ εἴπωμεν χαρμοσύνως·
Χαίροις, ὁ ὅρος τῆς εὐσεβείας·
χαίροις, τὸ μέτρον Θεοῦ φιλίας.
Χαίροις, Πέτρου Ἀποστόλου, ἡ θυγάτηρ ἡ κλεινή·
χαίροις, πίστεως ἁγίας, ἡ εὐάρμοστος χορδή.
Χαίροις, ἀρετῶν ἐνθέων, ἡ ὑπέρτιμος ταυτότης·
χαίροις, τῆς Θεοῦ ἀγάπη, ἡ γνησία ὡραιότης.
Χαίροις, δένδρον καρποφόρον, πόλεως Βηθσαϊσδά·
χαίροις, Παραδείσου ἄνθος, καὶ εὐώδης προσφορά.
Χαίροις, ἤθεσιν ἀμέμπτοις, ἡ καλῶς διακριθεῖσα·
χαίροις, δόξης ἐν ἐπαίνοις, εὐκλεῶς ἡ κοσμηθεῖσα.
Χαίροις, τοῦ φωτὸς τὸ κάλλος θεωροῦσα θαυμαστῶς·
χαίροις, σὺν Ἀγγέλους ὕμνους ἡ προσάγουσα Θεῷ.
Χαίροις, πέτρα τῆς πίστεως.


Συναξάριον.
Τῇ ΛΑ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πετρονίλας
Πέτρου σὺ βλαστὸς ὑπάρχεις Πετρονίλα,
πίστεως ὁμου κατάκαρπος ἐλαία.
Αἴνει ψαλμικῶς, Βηθσαϊδὰ σὺν γόνον,
σκίρτα τε Ἐδὲμ ὐμνοῦσα Πετρονίλαν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου
Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων,
Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου!
Οὗτος ἦν ἐπὶ Ἀντωνίνου τοῦ βασιλέως, ἐν τῇ πόλει Κομάνων, τὸν στρατιωτικὸν μετερχόμενος βίον, τὴν ἡλικίαν ἤδη προβεβηκώς, καὶ λευκὴν ἔχων τὴν τρίχα τῷ χρόνῳ. Διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν συλληφθείς, καὶ Σεβαστιανῷ τῷ ἄρχοντι προσαχθείς, πρῶτον μὲν τὰς σιαγόνας θλάττεται, καὶ ἀφαιρεῖται τοῦ προσώπου τὸ δέρμα, καὶ τοὺς ὀδόντας ἐκριζοῦται. Εἶτα, καμίνου ἀναφθείσης, μέσον ἐμβάλλεται, καὶ ἀβλαβὴς ἐκ τοῦ πυρὸς ἐξελθών, δηλητηρίοις φαρμάκοις διαφθαρῆναι κελεύεται, ἃ καταφαγών, καὶ μείνας ἀβλαβής, τὸν ταῦτα κεράσαντα, πρὸς τὴν πίστιν ἐφέλκεται· ὃς, τὸν Χριστὸν Θεὸν ὁμολογήσας, τὴν κεφαλὴν ἀποτέμνεται. Ὁ δὲ Ἅγιος ἐκσπᾶται τὰ νεῦρα τοῦ σώματος, καὶ πυρωθέντι λέβητι ἐμβάλλεται· εἶτα ἐκκεντᾶται τοὺς ὀφθαλμούς, καὶ ἐν τρισὶν ἡμέραις κρεμᾶται κατὰ κεφαλῆς, καὶ οὕτω τὸν αὐχένα τμηθείς, πρὸς Κύριον ἐξεδήμησεν.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ τῷ Ἁγίῳ Ἑρμείᾳ κεράσας τὸ φάρμακον Μάγος, πιστεύσας τῷ Χριστῷ, ξίφει τελειοῦται.
Γεύσει νοητοῦ φαρμάρκου τοῦ σοῦ Λόγε,
πλάνην ἐμοῦντα φαρμακὸν κτείνει ξίφος.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἄγιοι Πέντε Μάρτυρες οἱ ἐν Ἀσκαλώνι, κατὰ γῆς συρόμενοι, τελειοῦνται.
Ἱμάτια πρίν, νῦν δὲ πεντὰς Κυρίῳ,
ἀνδρῶν συρέντων στρῶσις ἡπλώθη ξένη.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Εὐσέβιος καὶ Χαράλαμπος, πυρὶ τελειοῦνται.
Zήλου πυρὶ φλεχθέντες ἀθληταὶ δύω,
ἰλιγγιῶσιν οὐδαμῶς πρὸς πῦρ φλέγον.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Λουπικίνου, ἐπισκόπου Βερόνας τῆς Ἰταλίας

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Πασχάσιος Διάκονος τῆς Ἐκκλησίας τῆς Ῥώμης, ἐν ἔτει 512, ἐν εἰρήνῃ τελειοῦται.


Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φιλοθέου, ἐπισκόπου Τομπὸλσκ τῆς Ῥωσσίας.


Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ’. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος.
Θαυμάσας, τῆς ψυχῆς σου τὸ εὔσχημον, ὁ πάντων τὰ κρύφια, βλέπων ὡς Θεός, σὲ Πετρονίλα θαυμαστή, τοῦ δουλεῦσαι Αὐτῷ προσεκάλεσε, καὶ δόξης ἐπαινετῆς τῷ στεφάνῳ, ἀξίως σὲ ἐκόσμησεν.
Ὑδάτων, Πετρονίλα σὲ ἔγνωμεν, χειμάῤῥουν ἀείῤῥυτον, κρήνην τῶν καλῶν, τῶν χαρισμάτων ποταμόν, ἀρεταῖς ἐν ἁγίαις πληρέστατον, καρδίας τῶν εὐσεβῶς σε τιμώντων, δροσίζουσα ἑκάστοτε.
Γαλήνης, ἀταράχου λιμένα σε, καὶ ὅρμον ἀχείμαστον, θείας χαρμονῆς, εἰρηνοδώρων ἀγαθῶν, Πετρονίλα σε σκεῦος γινώσκομεν, μεγάλων εὐλογιῶν τε σφραγίδα, καὶ πλοῦτον ἁγιότητος.
Ἀστέρα, οἱ ἐν σκότει σὲ εἴδομεν, λαμπρὸν καὶ ὑπέρφωτον, ἐν Βησθαϊδά, ἐξανατείλασα εἰς γῆν, Πετρονίλα καὶ κόσμον αὐγάζουσαν, τῷ κάλλει τῶν εὐπρεπῶν ἀρετῶν σου, ψυχάς τε ἱλαρύνουσα.
Θεοτοκίον.
Τὸν τόκον, τὸν σεπτόν Σου καὶ ἅγιον, ἐθαύμασαν Ἄγγελοι, Κόρη Μαριάμ, καὶ τῶν ἀνθρώπων γενεαί, εὐλαβῶς μεγαλύνουσιν ᾄσμασιν, τὸν τρόπον τοῦ μυστηρίου δὲ φρᾶσαι, οὐδεὶς ῥητόρων δύναται.











ᾨδὴ η’. Αὕτη ἡ κλητή.
Εὗρες ἐν Θεῷ ἀρεστὴν παῤῥησίαν, Ἁγία Πετρονίλα, τῶν ἐντολῶν γὰρ τὸν νόμον, συνειδήσει ψυχῆς, καὶ ἀμέμπτῳ σου συνέσει ἐτήρησας, χαρᾶς δεξαμένη, τὸν πλοῦτον εἰς αἰῶνας.
Ῥύπον ἐμπαθῆ ψυχικῶν σου κηλίδων, ἐξέπλυνας ἐλέει τοῦ νοητοῦ σου Νυμφίου, Πετρονίλα σεμνή, καὶ χιόνος λευκοτέρα παρέστηκας, συνάψασα τούτῳ, πιστότητος συνθήκην.
Ἄγει ἑορτὴν καὶ πανήγυριν θείαν, εὐσήμῳ ἐν ἡμέρᾳ, τῆς παναγίας σου μνήμης, τῶν Ἀγγέλων χορούς, Πετρονίλα συγκαλοῦσα εἰς αἴνεσιν, τιμῇ γὰρ καὶ δόξῃ, ἰσάγγελος ὑπάρχεις.
Ἵλεων ἡμῖν τὸν Θεὸν ἀπεργάζου, ταῖς σαῖς ἀκαταπαύστοις, καὶ εὐπροσδέκτοις πρεσβείαις, ὡς φιλάνθρωπος γάρ, ἐπακούει τῶν Ἁγίων ἑκάστοτε, θερμῶς δεομένων, ὑπὲρ παντὸς τοῦ κόσμου.
Θεοτοκίον.
Σύσκιον δασὺ καὶ κατάσκιον ὄρος, προεῖδεν ὁ Προφήτης, ὁ Ἀββακούμ Σε Παρθένε, τῆς ἁγνείας τῆς Σῆς, τὴν πληρότητα δηλῶν τὴν ἀπόῤῥητον, καὶ γὰρ ἀπειράνδρως, Θεοῦ ἐγένου Μήτηρ.

ᾨδὴ θ’. Φωτίζου, φωτίζου.
Ἰδών σου, τὸ κάλλος, καὶ τὴν εὐγένειαν ψυχῆς, ὁ Χριστὸς Πετρονίλα, νυμφικῶς ἠράσθη σου, τῶν ἀρετῶν ἐπιδόσει δὲ σύ, Τούτῳ ἀεί, ἥνωσαι ἐν δόξῃ, καὶ εὐφροσύνης πληρότητι.
Διψώσῃ, καρδίᾳ, εἰς τῶν ὑδάτων τὰς πηγάς, ὥσπερ ἔλαφος θεία, Πετρονίλα ἔδραμες, νάματα οὖν, ἀθανάτου ζωῆς, πόθῳ πολλῷ, ἔπιες ἀπαύστως, εὐχαριστοῦσα τὸν Κύριον.
Ὡς ἔαρ, εὐῶδες, ὡς ἀγαλλίαμα τερπνόν, ἡ σεπτὴ ἑορτή σου, εὐπρεπῶς ἀνέτειλε, πάντας πιστούς, συγκαλοῦσα ὁμοῦ, ὕμνους καινούς, ψάλλειν Πετρονίλα, πνευματικὴν εἰς ὑπάντησιν.
Ῥημάτων, τοῖς φθόγγοις, ἐγκωμιάσωμεν πιστοί, θεοκήρυκος Πέτρου, θυγατέρα πάνσεμνον· χαίροις αὐτῇ, προσφωνοῦντες χαρᾷ, εὗρες καὶ γάρ, θεία Πετρονίλα, ἀντὶ φθαρτῶν τὰ αἰώνια.
Ἀγάλλου, εὐφραίνου, ἡ ταπεινὴ Βηθσαϊδά, ἐκ τῆς γῆς σου γὰρἄνθος, εὐθαλὲς ἀνέθαλεν, Πέτρου κλεινοῦ, ἡ σεμνὴ κορασίς, καὶ τῷ Θεῷ, δέδοται ὡς δῶρον, ἡ Πετρονίλα ἡ ἔνδοξος.
Θεοτοκίον.
Σοὶ πρέπει, τὸ χαῖρε, Παρθενομῆτορ Μαριάμ, τῆς γὰρ Εὔας τὴν λύπην, εἰς χαρὰν μετέτρεψας, ἄνευ φθορᾶς, τὸν Θεὸν τοῦ παντός, μετὰ σαρκός, Σὺ γὰρ ὡς τεκοῦσα, ζωῆς γεγένησαι πρόξενος.





Ἐξαποστειλάριον. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῦ Ἀποστόλου Πέτρου, τὴν θυγατέρα τὴν σεμνήν, ἐν ἀρεταῖς τιμίαις, τὴν ἀριστεύσασαν καλῶς, τὴν Πετρονίλαν ἐν ὕμνοις, κατακοσμήσωμεν θείοις.
Ἕτερον. Ὅμοιον.
Εἰς τοῦ Χριστοῦ τὴν πέτραν, στερεωθεῖσα ἀῤῥαγῶς, ἐν τοῖς καλοῖς ἀγῶσιν, ὦ Πετρονίλα θαυμαστή, τῆς Βασιλείας τὴν δόξαν, μετὰ Δικαίων ἐκτήσω.
Καὶ τὸ τῆς Ἑορτῆς.

Αἶνοι. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Χαίροις, Πετρονίλα πάνσεμνε! τῶν ἱερῶν γυναικῶν, ἡ σεμνὴ ὑποτύπωσις, τῆς θείας λαμπρότητος, ἡ στολὴ ἡ ὑπέρκαλλος, τῆς σωφροσύνης τὸ ἐνδιαίτημα, ἠθῶν ἀμέμπτων, ἡ ἐπαλήθευσις· χαίροις κεφάλαιον, τῆς στοργῆς πρὸς Κύριον! ἣν ἐν πολλοῖς, ἔδειξας χαρίσμασι, καὶ προτερήμασιν.

Χαίρει, καὶ σκιρτᾷ τῷ πνεύματι! ἀγαλλομένῃ ψυχῇ, εὐφροσύνης πληρούμενος, ὁ Πέτρος ὁ μέγιστος, Ἀποστόλων ὁ πρόκριτος· ὡς γὰρ πατήρ σου ἐγκωμιάζεται, ὦ Πετρονίλα τῇ πανηγύρει σου, χεῖρας οὖν ἄρατε, ἐκτενῶς πρὸς Κύριον! ὑπὲρ ἡμῶν, δέησιν ποιούμενοι, εὐπαῤῥησίαστον.

Δόξαν, ἡ πατρίς σου σήμερον! Βηθσαϊδὰ συγκροτεῖ, τῶν ἐθνῶν τὴν ὁμήγυριν, καλοῦσα εἰς αἴνεσιν, καὶ ἑόρτιον σύναξιν, τοῦ ἐπαινέσαι ἐν μελῳδήμασιν, σὲ Πετρονίλα ἀειμακάριστε, σὺ γὰρ ὑπέρκεισαι, εὐγενείᾳ κρείττονι! ὁ σὸς πατήρ, Πέτρος γὰρ ἐκήρυξε, Χριστὸν τοῖς πέρασιν.

Θαῦμα, θαυμαστὸν ἐτέλεσεν! ἐν τῇ οἰκίᾳ τῇ σῇ, ἐξουσίᾳ δυνάμεως, Χριστὸς ὁ φιλάνθρωπος, Πετρονίλα ἀοίδιμε, τῆς γὰρ μητρός σου μήτηρ πυρέσσουσα, χειρὸς προσψαύσει πάλιν ὑγίωται· πάντες οὖν ἄφραστον, ἐν αὐτοῦ ἐλάβετε! τὴν δωρεάν, ὅτι ἐτιμήθητε, Θεοῦ ἐγγύτητι.

Δόξα. Ἦχος πλ. α΄.
Συντυχίας σου τῆς πρὸς Θεόν, πῶς μὴ αἰνέσω μεγαλοφώνως τὴν εὔνοιαν, Πετρονίλα μεγαλώνυμε; Πέτρου γὰρ τοῦ πιστοῦ μεγαλοκήρυκος, σὺ θυγάτηρ πέφυκας εὐκλεὴς καὶ περιάκουστος, καὶ τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, πιστοτάτη δούλη καὶ θεράπαινα. Τὰς ἐντολὰς οὖν ἠγάπησας, καὶ ἐν αὐταῖς εὐθυτενῶς τὰ διαβήματά σου κατευόδωσας, εἰς τὴν πέτραν τῆς πίστεως στηριχθεῖσα κραταιῶς, καὶ τὴν σὴν ἐπώνυμον κλῆσιν οὕτως βεβαιώσασα· ἔτι γὰρ Χριστὸν τὸν Θεόν, κατηξιώθης ἐν τῇ οἰκίᾳ τοῦ πατρός σου ἰδεῖν, καὶ τούτου τὸ θαῦμα βεβαιῶσαι τὸ φρικτόν, ὅτι τὴν μητέρα τῆς μητρός σου ἐθεράπευσε, τῇ προσψαύσει τῆς χειρὸς Αὐτοῦ καὶ ἐγερθεῖσα Τούτῳ διηκόνησεν. Δέησιν ὁμοῦ ποιήσατε πρὸς Κύριον, τοῦ γενέσθαι καὶ ἡμᾶς, τῆς Αὐτοῦ ἀγάπης οἶκος καθαρός, καὶ τῆς οὐρανίου ἐργασίας πρόθυμοι διάκονοι.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίρει ἡ πατρίς σου Βηθσαϊδά, σοῦ τῇ ἀναδείξει, Πετρονίλα τῇ ἱερᾷ· χαίρει τε συνάμα, ὁ δῆμος Ἀποστόλων, πατήρ σου γὰρ ὁ Πέτρος, τούτων προΐσταται.































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἰερῶν θησαυρισμάτων τὸν πλοῦτον, τῶν οὐρανίων δωρεῶν τε ταμεῖον, τῶν ἀρετῶν τὸ σκήνωμα, τὸ σκεῦος Θεοῦ, λύχνον τὸν ἐκφαίνοντα, ἱλαρότητος κάλλος, πάνσεμνον εὐπρέπειαν, γυναικῶν τῶν τιμίων, Βηθσαϊδὰ ἐκ πόλεως τὸ φῶς, τὴν Πετρονίλαν, πιστῶς μακαρίσωμεν.
Δόξα.
Ἡ εὐκλεὴς τῶν Ἀποστόλων χορεία, τῇ ἱερᾷ σου ἐπαγάλλεται μνήμη, ὦ Πετρονίλα πέφυκας, θυγάτηρ καὶ γάρ, Πέτρου τοῦ θεόφρονος, καὶ ἐξέχοντος τούτων, ὦ συνάμα πρέσβευε, τῷ Θεῷ τῷ Ἁγίῳ· τοῦ στερεῶσαι πόδας τῶν πιστῶν, ἐπὶ τὴν πέτραν, αὐτοῦ τὴν ἀσάλευτον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ποίαις ᾠδαῖς, αἰνέσω σε, Ἁγία Πετρονίλα; Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Πατρίς σου ἡ πόλις Βηθσαϊδά, ἐνθέως καυχᾶται, Πετρονίλα τῇ σῇ τιμῇ, Ἐδέμ τε Μονή σου ἡ ἁγία, τῇ παρουσίᾳ τῇ σῇ ἐπαγάλλεται.
Οὐράνιον ἔσχες διαγωγήν, Ἀγγέλων τὰς τάξεις, ἐν σπουδῇ σου ἐπαινετῇ, ἐζήλωσας θεία Πετρονίλα· ὅθεν αὐτοῖς συναρίθμιος γέγονας.
Ἰδὼν Πετρονίλα σὸς ἐραστής, Χριστὸς τῆς ψυχῆς σου, τῆς ἁγίας τὸ εὐγενές, εὐθύτητα ἅμα τῆς σῆς γνώμης, ἐν ἀγαθοῖς τὴν πορείαν σου ηὔθυνεν.
Ἁπλότητος γέγονας χαρακτήρ, τῆς πίστεως ἅμα, Πετρονίλα θεία εἰκών, ἠθῶν τε ἀμέμπτων τελειότης· καὶ τῆς ἀγάπης Χριστοῦ ἐνδιαίτημα.
Θεοτοκίον.
Ἰδοὺ Σὲ ἀνθρώπων αἱ γενεαί, Παρθένε ὡς ἔφης, μακαρίζουσι Μαριάμ, Θεὸς γὰρ τῶν ὅλων ὁ Δεσπότης, Σοὶ μεγαλεῖα ἐποίησεν ἄῤῥητα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωφροσύνης ἐγένου περιφανὲς ἔσοπτρον, τῆς δικαιοσύνης σφραγίς τε, οὐρανοχάρακτος, τῆς συμπαθείας κανών, καὶ τῆς βεβαίας ἐλπίδος, Πετρονίλα γνώρισμα, θεοειδέστατον.
Ὡς ὡραῖοι σοὶ πόδες οἱ τὴν ὁδὸν τρέξαντες, τοῦ Εὐαγγελίου τοῦ θείου, ἐν προθυμότητι, ἑτοιμασθεῖσα καὶ γάρ, ὦ Πετρονίλα τιμία, τοῦ Χριστοῦ ἐβάδισας, τοῖς παραγγέλμασιν.
Δουλικῶς τὸ σὸν γόνυ τῷ Βασιλεῖ ἔκλινας, θεία Πετρονίλα καὶ τούτῳ, σέβας προσένειμας, συμπροσκυνοῦσα πιστῶς, τὸ παντοδύναμον κράτος, τῆς μιᾶς Θεότητος, καὶ Κυριότητος.
Ἀσυνέτων ὑπάρχεις διηνεκὴς ἔλεγχος, τῶν πεπλανημένων πυξίς τε εἰς τὴν ἀλήθειαν, καθοδηγοῦσα ἀεί, ὦ Πετρονίλα Ἁγία, τοὺς πιστῶς τιμῶντάς σου, τὰ προτερήματα.
Θεοτοκίον.
Ἰησοῦν τὸν Σωτῆρα καὶ Λυτρωτὴν τέτοκας, μόνη Παναγία Παρθένε, ἄνευ συλλήψεως, τὸν εὐσπλαγχνίᾳ πολλῇ, ἡμῶν τὰ ἄστατα πάθη, εὐμενῶς ἰώμενον, σθένει θεότητος.
Στερέωσον, ἡμῶν τοὺς πόδας τῆς πίστεως ἐν τῇ πέτρᾳ, καὶ ἀπτώτως ὁμολογεῖν αὐτὴν ἡμᾶς δίδαξον, ὡς στέρξασα ταύτην ὦ Πετρονίλα
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ἀγάπης Θεοῦ τὸ μέγα περιήχημα, τῆς θείας σπουδῆς, τὸν λύχνον τὸν ὑπέρφωτον, τῶν ἠθῶν κειμήλιον, τῆς ἀμέμπτου πράξεως γνώρισμα, τὴν Πετρονίλαν ᾄσωμεν πιστοί, τοῦ Πέτρου τὴν κόρην τὴν πανεύφημον.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Σελασφόροις σου λάμψεσι, τὸ τῆς Ἐκκλησίας εὐφραίνεις πρόσωπον, Πετρονίλα παμμακάριστε, καὶ πιστῶν φωτίζεις τὰ πληρώματα.
Ἀγγελότροπον βίον σου, θεία Πετρονίλα ἐγκωμιάζομεν· καὶ τῆς δόξης σου τὰ ἔπαθλα, ἐν ᾠδαῖς ᾀσμάτων μεγαλύνομεν.
Ἰουδαία ἀγάλλεται, καὶ Βηθσαϊδὰ πατρίς σου σὺν ταύτῃ τέρπεται, τούτων πέλεις γὰρ ἀγλάϊσμα, Πετρονίλα κόρη πολυσέβαστε.
Νουνεχῶς ἐμελέτησας, νόμον Πετρονίλα Θεοῦ τὸ ἅγιον, καὶ σοφῇ ἐπιμελείᾳ σου, τοῦτον ἔργον βίου σου ἐποίησας.
Θεοτοκίον.
Ἐν κοιλίᾳ Σου πάναγνε, ὁ Υἱὸς καὶ Λόγος Θεοῦ ἐσκήνωσε, ἵνα πάλιν εἰς σκηνώματα, Παραδείσου πάντες κατοικήσωμεν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σάλον τῶν παθῶν, καὶ τὸν κλύδωνα διέφυγες, τῶν ἀμέτρων Πετρονίλα πειρασμῶν, εἰς τὴν εἰρήνην, τὴν τελείαν καταπαύσασα.
Ὤ! Τῶν ὑπὲρ νοῦν, Πετρονίλα χαρισμάτων σου, ὅτι σκεῦος ἐχρημάτισας Θεοῦ, καὶ εὐωδίαν, ἀναβλύζεις τὴν οὐράνιον.
Στέρξασα Θεοῦ, τὴν ἀγάπην τὴν σωτήριον, ἀπηρνήσω τὰ ἐπίγεια τερπνά, ὦ Πετρονίλα, καὶ ἐκτήσω τὰ αἰώνια.
Ἔπαρσιν ἐχθροῦ, ἀλαζόνος ἐταπείνωσας, ταπεινώσεως μαθοῦσα τὰς ἀρχάς, καὶ ταύτας ἔργῳ, Πετρονίλα ἐφαρμόσασα.
Θεοτοκίον.
Ἅρμα τοῦ Θεοῦ, Σὺ ἐγένου Μητροπάρθενε, ὑπεράνω στρατιῶν ἀγγελικῶν, Σαῖς γὰρ ἀγκάλαις, τὸν Θεάνθρωπον ἐβάστασας.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Γαλήνιον, εἰς λιμένα ἔφθασας, τῆς ἀγάπης τοῦ Θεοῦ Πετρονίλα· ὅθεν ψυχάς, καὶ ἡμῶν γαληνεύεις, τῶν ἐκτελούντων ἐν πίστει τὴν μνήμην σου· καὶ χαῖρέ σοι χαρμονικῶς, μελῳδούντων καρδίας ἐν χείλεσιν.
Ἰδέτωσαν, Πετρονίλα πάνσεμνε, τὴν σὴν δόξαν γυναικῶν αἱ χορεῖαι· καὶ ἐν χαρᾷ, εὐφρανθήτωσαν πᾶσαι, τοῖς δὲ σεπτοῖς σου ἑπόμεναι ἴχνεσιν· γενέσθωσαν ταῖς σαῖς εὐχαῖς, καθαρὰ τοῦ φωτὸς οἰκητήρια.
Ἀνέσεως, ἐν σκηναῖς κατώκησας, Πετρονίλα σὺν παρθένοις φρονίμοις, ὅτι στενήν, ἐν τῷ βίῳ σου τρίβον, καὶ τεθλιμμένην διέβης ἣν Κύριος, ὑπέδειξε εἰς ἀγαθά, ὁδηγοῦσα τὰ μὴ σαλευόμενα.
Πολίτευμα, Πετρονίλα ἤσκησας, τῶν Ἀγγέλων ἐν σαρκὶ ἔτι οὖσα, τὰς ἡδονάς, ἐλογίσω ὡς ὄναρ, καὶ ὡς σκιὰν καὶ χοὸς εὐτελέστερα· διὸ ἐμίσησας αὐτάς, καὶ προθύμως Θεῷ ἠκολούθησας.
Θεοτοκίον.
Ἐλεύθερος, ὁ Ἀδὰμ γεγένηται, διὰ Σοῦ Παρθενομῆτορ Μαρία, ἐκ γὰρ δεσμῶν, τῶν χρονίων ἐλύθη, καὶ τὴν ζωὴν τὴν αἰώνιον εὕρατο, Θεοῦ ἀφάτῳ δωρεᾷ, σαρκωθέντος ἐκ Σοῦ ὑπὲρ ἔννοιαν.
Στερέωσον, ἡμῶν τοὺς πόδας τῆς πίστεως ἐν τῇ πέτρᾳ, καὶ ἀπτώτως ὁμολογεῖν αὐτὴν ἡμᾶς δίδαξον, ὡς στέρξασα ταύτην ὦ Πετρονίλα
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Πετρονίλαν ἁγιοπρεπῶς μακαρίσωμεν, ἀριστείας τὰς διὰ Χριστὸν ταύτης στέψωμεν, πολιτείαν ἀγγελικὴν γὰρ ἔφθασε ἐν γῇ· αὐτὴν ᾄσμασιν αἰνετικοῖς, ἐγκωμιάσωμεν πιστοί, εὐλαβῶς ἀνακράζοντες· πρέσβευε τῷ Κυρίῳ, συνάμα πατρί σου Πέτρῳ, τῷ Ἀποστόλῳ ἐκτενῶς, ἡμῖν δοῦναι τὰ σωτήρια.

Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (κεφ. κε´. 1- 13)
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. Πέντε δὲ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καὶ αἱ πέντε μωραί. Αἵτινες μωραὶ λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν, οὐκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον· αἱ δὲ φρόνιμοι ἕλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετὰ τῶν λαμπάδων αὐτῶν. Χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. Μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· Ἰδού, ὸ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας αὐτῶν. Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· Μήποτε οὐκ ἀρκέσῃ ἧμῖν καὶ ὑμῖν. Πορεύεσθε δὲ μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ άγοράσατε ἑαυταῖς. Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος καὶ αὶ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη ἡ θύρα. Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα: Ταῖς τῆς Σῆς Ἁγίας...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Πόλις ἐπαγάλλεται, Βηθσαϊδὰ Πετρονίλα, μητρικήν σοι αἴνεσιν, καὶ χαρὰν ἑόρτιον σοὶ προσφέρουσα· σὸς πατὴρ ἅμα τε, ὁ θεόφρων Πέτρος, Ἀποστόλων ὁ ἐξαίρετος, ὁμοῦ ἀγάλλεται, καὶ πανηγυρίζει τῷ πνεύματι· Κυρίῳ γὰρ προσήγαγε, σὲ ὡς θυγατέρα καλλίπαιδα· τούτῳ οὖν συνάμα, πρεσβεύσατε ἀεὶ ὑπὲρ ἡμῶν, τοῦ διαμεῖναι ἀσάλευτοι, εἰς πέτραν τῆς πίστεως.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῶν ταλάντων σου πλοῦτον μετὰ ζήλου ἐνθέου ὑπερεπλήθυνας, Ἁγία Πετρονίλα· διὸ καὶ τοὺς ἐπαίνους, ἐπαξίως ἐκέρδισας, ὡς ἀγαθὴ καὶ πιστή, θεράπαινα Κυρίου.
Ῥοδοβόλον παρέχεις εὐωδίαν τῷ κόσμῳ ἐν ἁγιότητι, τῆς σῆς σωφρονεστάτης, καὶ θείας πολιτείας, Πετρονίλα ἀοίδιμε· εἰς τῆς Ἐδὲμ τὰς σκηνάς, σεμνῶς ἀνθηφοροῦσα.
Ὀξυτάτη ὑπάρχει Πετρονίλα Ἁγία ἡ σὴ ἀντίληψις, τοῖς θλίψεσι τοῦ βίου, καὶ πάθεσι παντοίοις, κλονουμένοις ἑκάστοτε· ἡ δὲ πρεσβεία ἡ σή, πρὸς Κύριον μεγάλη.
Νουνεχῶς ἐκαρτέρεις ἐν Γραφῶν ταῖς μελέταις καὶ ταῖς δεήσεσι, ἀεὶ ἐπεντρυφῶσα, Ἁγία Πετρονίλα, τοῦ Θεοῦ τῷ ὀνόματι, τοῦ ἐν Ἁγίοις Αὐτοῦ, θαυμάσια ποιοῦντος.
Θεοτοκίον.
Ἱλαστήριον κόσμου ἱερόν τε καὶ μέγα ὑπάρχεις Δέσποινα, Παρθένε Παναγία, Θεῷ γὰρ τοὺς ἀνθρώπους, τῷ Σῷ τόκῳ κατήλλαξας, καὶ εὐμενείας Αὐτοῦ, ἐλάβομεν τὴν χάριν.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λίαν εὐφραίνεις, τοὺς εὐσεβῶς σε τιμῶντας, καὶ πιστῶς τὴν σὴν μνήμην τελοῦντας, ὕμνοις ἑορτίοις, θεόφρον Πετρονίλα.
Ἀστράπτεις κόσμῳ, φωτοειδῶς Πετρονίλα, τῆς μεγάλης σου δόξης τῷ κάλλει, καὶ τῆς Ἐκκλησίας, τὸ πρόσωπον φαιδρύνεις.
Ἱερωτάτης, καὶ σεβασμίας ζωῆς σου, Πετρονίλα πῶς ᾄσω τὴν χάριν, ἢ τὰ μεγαλεῖα, τὰ σὰ πῶς μὴ θαυμάσω;
Σκεῦος ἐδείχθης, τῆς τοῦ Θεοῦ εὐλογίας, τὴν τοῦ Πνεύματος ἔχουσα χάριν, καὶ τὴν ὑπὲρ λόγον, εἰρήνην Πετρονίλα.
Θεοτοκίον.
Ἰδοὺ Σὲ πᾶσαι, αἱ γενεαὶ τῶν ἀνθρώπων, μακαρίζουσι Κόρη Παριένε, μόνη γὰρ ἐγένου, Θεοῦ ἁγίου Μήτηρ.










ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διψῶσα ὥσπερ ἄλλη, ἔλαφος προσῆλθες, εἰς τῶν ἐνθεών ὑδάτων τὴν ζῶσαν πηγήν, ὦ Πετρονίλα καὶ δίψαν, ψυχῆς σου ἔσβεσας.
Ὡραῖόν σου τὸ κάλλος, πέλει Πετρονίλα, καὶ τῆς τιμῆς σου ἡ δόξα ὑπάρχει πολλή, ἐν εὐπρεπείᾳ χαρίτων ὑπεραστράπτουσα.
Ῥαδίως Πετρονίλα, τοῦ Εὐαγγελίου, τὴν τεθλιμμένην διῆλθες ἐν βίῳ ὁδόν, εἰς τὸν Παράδεισον ὅθεν, χαίρουσα ἔφθασας.
Ἀγάλλεται προφρόνως, χώρα Ἰουδαίας, Βηθσαϊδά τε πατρίς σου συμφώνως σκιρτᾷ, ὦ Πετρονίλα τιμία, τῇ πανηγύρει σου.
Θεοτοκίον.
Στερέωμα καὶ τεῖχος, φύλαξ τε καὶ σκέπη, καὶ φοβερὰ προστασία τοῦ κόσμου παντός, τῶν ἐν ταῖς ζάλαις λιμήν τε, Σὺ εἶ πανάχραντε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις εὐσεβείας ὑπογραμμός· χαίροις τῆς ἐλπίδος καὶ τῆς πίστεως ἡ εἰκών· χαίροις τῆς ἀγάπης, ἡ ἔνθεος ἀκρότης, Ἁγία Πετρονίλα θεομακάριστε.
ᾌσμασιν αἰνέσωμεν ἱεροῖς, μνήμην τὴν ἁγίαν, Πετρονίλας τῆς θυγατρός, Πέτρου τοῦ μεγάλου, ἐν θείοις Ἀποστόλοις, αὐτῆς τὰ μεγαλεῖα, ἐγκωμιάζοντες.
Ἵλεων ἀπέργασαι τὸν Κριτήν, σοῦ ταῖς ἱκεσίαις, Πετρονίλα ταῖς ἱεραῖς, ὅπως τοῦ ἐλέους, τὴν θείαν προσδοκίαν, χρηστῇ ἐν χορηγίᾳ, ἐπαπολαύσωμεν.
Ῥόδον Πετρονίλα ὡς ἱερόν, ἤνθησεν ἡ γῆ σε, τῆς ἐνδόξου Βηθσαϊδά, σοῦ δὲ τῇ καλλίστῃ, καὶ θείᾳ εὐωδίᾳ, σεμνύνεται ἡ κτίσις, καὶ ἐπαγάλλεται.
Ἔπαρσιν κατέῤῥαξας τοῦ ἐχθροῦ, θεία Πετρονίλα, σοῦ τοῖς τρόποις τοῖς ταπεινοῖς, καὶ τῇ ἀναβάσει, τῆς θείας σου πορείας, κατέλαβες τὰ ὕψη, τὰ ἐπουράνια.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.






Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, Πετρονίλα θαυμαστή, πίστεως ἁγίας ἡ πέτρα, ἡ ἀκραιφνὴς καὶ στεῤῥά, κάλλος ἐνθεώτατον, τῆς ἀγαθότητος, τῆς ἀγάπης βεβαίωσις, ἐλπίδος ἡ στάθμη, δῶρον εὐαπόδεκτον, τῆς τελειώσεως· χαίροις, γυναικῶν τῶν τιμίων, θεία καὶ λαμπρὰ κοσμιότης· χαίροις Παραδείσου ἡ εὐπρέπεια.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου