Σάββατο 1 Σεπτεμβρίου 2018

ΑΠΡΙΛΙΟΣ 18. ΑΓΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΕΜΙΡΗΣ ΤΟΥΝΟΜ


ΑΠΡΙΛΙΟΣ 18!!
Ὴ ΤΡΙΤΗ ΤΟΥ ΠΑΣΧΑ
ΕΜΙΡΗΣ ΤΟΥΝΟΜ ΝΕΟΜΑΡΤΥΣ ΙΕΡΟΣΟΛΥΜΙΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐμίρην πανάριστον πιστοί, Τούνομ τὸν κηρύξαντα, Χριστοῦ τὸ ἅγιον ὄνομα, καὶ μαρτυρήσαντα, πρώην ὁμοθρήσκων, τῶν αὐτοῦ τιμήσωμεν, χερσὶ ταῖς μιαιφόνοις καὶ στέφανον, ἀϊδιότητος, ἐκ χειρῶν Χριστοῦ δρεψάμενον, καθηκόντως ψαλμοῖς τε καὶ ᾄσμασι.

Φωτὸς ὡς κατεῖδε θαυμαστήν, τοῦ σεπτοῦ ἐμφάνισιν, καὶ ὑπ’ αὐτοῦ τὴν ἀνάφλεξιν, λαμπάδων πάραυτα, ὀρθοδόξων Τούνομ, τὴν καλὴν ἀλλοίωσιν, ὑπέστη καὶ Χριστὸν ὡμολόγησε, Θεὸν καὶ Κύριον· ὅθεν καὶ παρ’ ὄχλου ἄφρονος, διὰ πίστιν Χριστοῦ ἐμαρτύρησε.

Τεμένους ἐξ ὀθωμανικοῦ, πύργου Τούνομ ἄριστε, λαὸν ἐκάλλεις πρὸς αἴνεσιν, Ἀλλὰχ μακάριε, ὅτε ἐθεάσω, τοῦ φωτὸς ἐμφάνισιν, τοῦ θείου ἐκ τοῦ στύλου ὃν Ἅγιε, ξένως διέῤῥηξεν, ἐν αὐλῇ τῆς Ἀναστάσεως, τοῦ πανσέπτου ναοῦ, Μάρτυς ἔνδοξε.

Ὁ ὄχλος στυγνῶν Ἄγαρ υἱῶν, ἐκ τοῦ πύργου Ἅγιε, πεσόντα σε καὶ ἀλώβητον, μείναντα Κύριον, καθομολογοῦντα, κατιδὼν κατέκαυσεν, Ἐμίρη Τούνομ καὶ θείοις Μάρτυσι, Χριστοῦ μακάριε, συνηρίθμησαι τοῖς ᾄσμασι, καθ’ ἑκάστην Αὐτὸν μεγαλύνουσι.

Δόξα. Ἦχος β΄.
Τὸν πρὸ τῆς αὐτοῦ ἀθλήσεως ὁμολογήσαντα Χριστοῦ τὴν ἀλήθειαν, Ἐμίρην Τούνομ, οἱ πιστοί, ἀνυμνήσωμεν κράζοντες· ἀπόγονε τῆς Ἄγαρ, ὁ συγκλονισθεὶς καὶ καλῶς ἀλλοιωθεὶς ἐν τῇ θέᾳ τῆς ξένης ἐκ τοῦ διαῤῥαγέντος στύλου ἐξόδου Φωτὸς τοῦ ἁγίου ἐπὶ τὰς τῶν Ὀρθοδόξων λαμπάδας, τῶν φθόνῳ ἀλλοδόξων κεκλεισμένων ἔξωθι τοῦ ναοῦ τῆς Ἀναστάσεως, πρέσβευε Χριστῷ ὑπὲρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.



Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὄνομα τοῦ Χριστοῦ, τὴν ἐνδεκάτην ὥραν, ἐκήρυξας ἀνδρείως, καὶ ἤθλησας γενναίως, Ἐμίρη Τούνομ ἄριστε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Γόνον Ἄγαρ υἱῶν, δυσώδη δεῦτε πάντες, Μεγάλῳ ἐν Σαββάτῳ, κηρύξαντα, τὴν πίστιν Κυρίου, Τούνομ μέλψωμεν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Δύναμιν καὶ ἰσχύν, ἰδὼν τῶν Ὀρθοδόξων, ἀπίστων Τούνομ στῦλε, Χριστοῦ ἄχρι θανάτου, τὴν κλῆσιν ὡμολόγησας.

Δόξα. Τριαδικόν.
Χαῖρε ἡ πανσθενής, Τριὰς ὑπεραγία, φωτὸς πηγὴ ἀΰλου, ἐπὶ τοὺς Ὀρθοδόξους, μόνον τοῦ καταβαίνοντος.

Καὶ νῦν. Θεοτοκίον.
Ὕμνοις πανευλαβῶς, τιμήσωμεν τὴν μόνην, Κυρίαν Θεοτόκον, ἡμῶν τὸν Φωτοδότην, ἀφράστως τὴν γεννήσασαν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς ληστὴν μνήσθητί μου Χριστε, κραυγάσαντα τὴν ἐνδεκάτην τὴν ὥραν, καὶ εἰς τὴν πίστιν τοῦ Χριστοῦ προσχωρήσαντα, Εμίρην Τούνομ ἄσμασι Μάρτυρα ὥσπερ ἱερὸν ἐν τῇ ὥρα τῆς ἀφῆς τῶν λαμπάδων τῶν Ορθοδόξων ὑπὸ Φωτὸς τοῦ Ἁγίου στεῤῥῶς, ἀθλήσαντα τιμῶμεν.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς.

Ἀπόλυσις.













ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἐπαξίως ἀπείληφας, ἐκ Θεοῦ γέρας ἄφθαρτον, ὡς Λῃστὴς τὸ πρότερον Τούνομ ἔνδοξε· σὺν γὰρ Χριστὸν ὡμολόγησας, καὶ πλάνην ἀπέῤῥιψας, ζοφερὰν Ἄγαρ υἱῶν, ὡς κατεῖδες Φῶς ἅγιον, ἐξερχόμενον, ἐκ τοῦ στύλου καὶ θαυμαστῶς ἀνάπτον, τὰς λαμπάδας Ὀρθοδόξων, βοώντων· Κύριε δόξα Σοι.

Τὸν Χριστὸν ὡμολόγησας, ἀναστάντα τριήμερον, ἐκ τοῦ τάφου Τούνομ θεομακάριστε, καὶ θάμβει θείῳ πληρούμενος, εὐθὺς ὡς ἑώρακας, καταβαῖνον θαυμαστῶς, ἐπὶ τὸν ἀρχιποίμενα, τὸν Ὀρθόδοξον Φῶς τὸ ἅγιον, ἔπεσας ἐξ ὕψους τοῦ σοῦ στύλου, ἐν ᾧ πλάνην Ἄγαρ υἱῶν διεκήρυττες.

Τῶν Ὀτμάνων ἀπέῤῥιψας, τὴν ἀπάτην ἧς πρόμαχος, καὶ θερμὸς διδάσκαλος ἐχρημάτισας, καὶ φωτισθεὶς τὴν διάνοιαν, σκοτόμαιναν ἔλυσας, πλάνης ζοφερᾶς, πρὸ σῆς πανιέρου ἀθλήσεως, Τούνομ ὄλβιε, καὶ Χριστὸν ἀληθῶς ὁμολόγησας, ὑπὸ πλήθους ἀπεκτάνθης, τῶν μισοχρίστων μακάριε.

Ἐν αὐλῇ Ἀναστάσεως, τοῦ ναοῦ τὸν προσμένοντα, ἔλευσιν ἁγίου Φωτὸς Ὀρθόδοξον, ἱεροφάντορα πάντιμε, ὁρῶν καὶ ῥηγνύμενον, στῦλον πύλης τοῦ ναοῦ, ἐκ Φωτὸς τῆς ἐλεύσεως, τοῦ ἀνάψαντος, τὰς λαμπάδας αὐτοῦ φωσφόρε, Τούνομ τὴν ἀλλοίωσιν ὑπέστης, τὴν ἀγαθὴν καὶ σωτήριον.

Τὴν σχισμὴν ἀσπαζόμενοι, πρὸ ναοῦ Ἀναστάσεως, στήλης τῆς ῥαγείσης Ἐμίρη Ἅγιε, ὑπὸ Φωτὸς καταβάσεως, ἁγίου ὑμνοῦμέν σου, τὴν τιμίαν τελευτήν, καὶ πανένδοξον ἄθλησιν, δι’ ἧς εἴληφας, ἀφθαρσίας τὴν ἐνδεκάτην, ὥραν στέφος Τούνομ, καὶ Μαρτύρων συνηριθμήθης στρατεύμασι.

Θησαυρὸν ὡς πολύτιμον, ἔχει νῦν τὸ σὸν λείψανον, Ἱεροσολύμων μονὴ ἡ πάνσεπτος, κλεινὴ Μελάνη ἣν ἔκτισε, καὶ ἣν ὀνομάζομεν, τῆς Μεγάλης Ἀθλητά, Παναγίας περίδοξε, καὶ τὸ πνεῦμά σου, συναγάλλεται δήμοις Ἀθλοφόρων, ἐν λειμῶσιν οὐρανίοις, διηνεκῶς Τούνομ ἄριστε.




Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ὡς λαμπρὸς φωστὴρ προβάλλει τῷ οὐρανίῳ στερεώματι ἡ τοῦ καθαιρέτου τῆς πλάνης μνήμη, Τούνομ τοῦ θεοφωτίστου, μυστικῶς αὐγάζουσα εὐσεβῶν τὰς καρδίας· οὗτος γὰρ τὸ ἅγιον Φῶς θεώμενος μυστικῶς, θεόθεν ἐξερχόμενον ἐκ τῆς στύλης τῆς αὐλῆς τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως, καὶ ἀνάπτων τὰς τῶν ὀρθοδόξων λαμπάδας τῶν ἐκεῖ διὰ φθόνον ἀλλοδόξων ἀποκεκλεισμένων, τὴν ζόφωσιν τῆς ἀπιστίας διέλυσεν, ἧς ὑφηγήτωρ ὑπῆρχε καὶ κῆρυξ διαπρύσιος· καὶ νῦν κληρονόμος ὑπάρχων τῆς τῶν οὐρανῶν Βασιλείας, ὡς ὁμολογητὴς καὶ Μάρτυς πανάριστος ἀδιαλείπτως πρεσβεύει Χριστῷ, καὶ ἡμᾶς ἀξιῶσαι, πρὸ τοῦ τέλους τυχεῖν τῆς καλῆς ἀλλοιώσεως.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, Ὀρθοδόξων ἡ ὁμήγυρις, τιμῶσα νῦν τὴν μνήμην τοῦ Μάρτυρος Ἐμίρη Τούνομ· οὗτος γὰρ αὐτόπτης γεγονὼς τοῦ θαύματος, τῆς ἐπὶ τὸν Ὀρθόδοξον Πατριάρχην ἐλεύσεως τοῦ Ἁγίου Φωτός, συμμαχίᾳ τοῦ Παναγίου Πνεύματος, ἀπηρνήθη ἀπάτην· οἰκείῳ οὖν αἱματι λαμπρυνθεὶς ὡς Ἀθλητὴς ἐνθεώτατος, αἰτεῖται πᾶσι χαρὰν καὶ εἰρήνην καὶ ὁμόνοιαν, τοῖς αὐτὸν εὐλαβῶς μακαρίζουσι.

Ἦχος β΄.
Τὴν ἔλλαμψιν δεξάμενος τοῦ Φωτὸς τοῦ Ἁγίου, σκοτομήνην διέλυσας τῆς μισοχρίστου ἀπάτης, καὶ Θεὸν ἐκήρυξας τὸν Φωτοδότην τοῦ σύμπαντος, ὑπὸ φανατικοῦ· ὅθεν κακοποιηθεὶς ὄχλου πυρὶ παρεδόθης Τούνομ ὑπέρφωτε· καὶ νῦν συμμέτοχος τῆς εὐκλείας τοῦ ἀναστάντος Κυρίου γενόμενος, Αὐτὸν ἐκτενῶς δυσώπει διδόναι τοῖς τιμῶσί σε, ὑγείαν καὶ σθένος, ἀνδραγαθῆσαι τὸν πιστοὺς πτερνίζοντα.

Ἦχος γ΄.
Βδελυξάμενος τὴν πατρώαν ἀπάτην, ὀλίγον πρὸ τοῦ τέλους σου, πρὸς ἀθλητικὰς ἐχώρησας τρίβους ὁλοθύμως, Τούνομ Μάρτυς θεοτίμητε· Χριστῷ οὖν συνοικῶν νῦν, σὺν τῷ Ληστῇ ἐν πόλῳ, καὶ παῤῥησίαν πρὸς Αὐτὸν ἔχων, ὡς Μάρτυς περίδοξος ἐκτενῶς ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Τὸν ἐκ τάφου ἀναστάντα Θεάνθρωπον Κύριον, πεπαῤῥησιασμένῃ φωνῇ ὁμολογήσας, ἐνώπιον τῶν ἀπίστων πρώην ὁμοθρήσκων σου, πυρὸς πεῖραν ἔλαβες, Τούνομ ἀοίδιμε· μαρτυρικὸν γὰρ θάνατον καταδεξάμενος χάριν οὐρανόθεν εἴληφας, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων, τὴν σὴν ἐν Ἱεροσολύμοις ἐνάθλησιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἀπάτην ὁ ἀρνηθείς, Ἄγαρ υἱῶν ἧς ἐχρημάτισας Ἅγιε, διδάσκαλος καὶ ἐκφάντωρ, διὰ τὴν πίστιν Χριστοῦ, τοῦ ἐξαναστάντος ἐκ τοῦ μνήματος, εὐθὺς ὡς ἑώρακας, καταβαῖνον Φῶς ἅγιον, ἐπὶ τὸ πλῆθος, Ὀρθοδόξων εὐχόμενον, Τούνομ ἔξωθι, τοῦ ναοῦ Ἀναστάσεως· πάντες οὖν μακαρίζοντες, ὡς πόλου οἰκήτορα, σὲ καὶ χαρᾶς κληρονόμον, νῦν ἀϊδίου αἰτούμεθα, τὰς σὰς ἱκεσίας, ἵνα τύχωμεν ἀφθίτου, μακαριότητος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, Ἐμίρη Τούνομ σεπτέ, τῆς εὐσεβείας ἱερὸν σεμνολόγημα, ὁ ἄριστος καθαιρέτης, ἀπάτης Ἄγαρ υἱῶν, ἥνπερ διετράνους ὡς ἀλήθειαν, ἐξ ὕψους τοῦ στύλου σου, τοῦ ναοῦ πᾶσιν ὄλβιε, πρὶν θαῦμα ἴδῃς, τοῦ Φωτὸς τῆς ἐλεύσεως, ἐπ’ Ὀρθόδοξον, Πατριάρχην μακάριε· σὺ γὰρ καλὴν ἀλλοίωσιν, ὑπέστης τῇ χάριτι, τοῦ Παρακλήτου καὶ δήμοις, συνηριθμήθης τῆς πίστεως, εὐθὺς Ἀθλοφόρων, Ἱεροσολύμων κλέος, πανιερώτατον.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις, τοῦ ἀναστάντος Χριστοῦ, ὁ πρὸ τοῦ τέλους σου κηρύξας ἀλήθειαν, καὶ αὔλειον πορφυρώσας, αἱμάτων σῶν ἐκροαῖς, χῶρον πανιέρου Ἀναστάσεως, ναοῦ Τούνομ ἔνδοξε, Ἀθλητὰ θεοτίμητε· ὅθεν τιμῶντες, τὴν πανσέβαστον μνήμην σου, οἱ Ὀρθόδοξοι, εὐλαβῶς ἀσπαζόμεθα, θήκην σεπτῶν λειψάνων σου, ὡς πλοῦτον πολύολβον, Μεγάλης ἣν Παναγίας, Μονὴ κατέχει καὶ κράζομεν· κραταίωσον πίστιν τὴν Ὀρθόδοξον λιταῖς σου, θερμαῖς πρὸς Κύριον.

Δόξα. Ἦχος πλ. δ΄.
Τὸ ὡς γλῶσσαι πυρὸς ὑψόθεν Ἅγιον Φῶς καταβαίνον ἐπὶ τὸν Ὀρθόδοξον μόνον Πατριάρχην, καὶ κατακαῖον καὶ διαῤῥηγνύων τὸν στῦλον τῆς πύλης τοῦ πανσέπτου ναοῦ τῆς Ἀναστάσεως, θάμβους ἐνέπλησέ σε καὶ ἠλλοίωσέ σε καλῶς, Τούνομ Μάρτυς, ὥστε γενέσθαι οὐ μόνον ὁμολογητής, ἀλλὰ καὶ Μάρτυς τῆς εὐσεβείας· κληρονόμος οὖν γενόμενος τῶν ἡτοιμασμένων ἀγαθῶν ἀπὸ καταβολῆς κόσμου, καὶ τὸν Φωτοδότην θεώμενος Κύριον, μὴ παύσῃ πρεσβεύων και ἡμῶν διαλῦσαι τὰ σκότη τῆς ψυχοκτόνου ἀγνωσίας καὶ τοῦ βίου τῶν θλίψεων.

Καὶ νῦν. Τῆς ἑορτῆς.




Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ὡς ληστὴν μνήσθητί μου Χριστε, κραυγάσαντα τὴν ἐνδεκάτην τὴν ὥραν, καὶ εἰς τὴν πίστιν τοῦ Χριστοῦ προσχωρήσαντα, Εμίρην Τούνομ ἄσμασι Μάρτυρα ὥσπερ ἱερὸν ἐν τῇ ὥρα τῆς ἀφῆς τῶν λαμπάδων τῶν Ορθοδόξων ὑπὸ Φωτὸς τοῦ Ἁγίου στεῤῥῶς, ἀθλήσαντα τιμῶμεν.
Δόξα... Καὶ νῦν ... Τῆς Ἑορτῆς.

Ἀπόλυσις.

































ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἑλκύσας σε Χριστός, ἐκ τῆς πλάνης πρὸ τέλους, προσκαίρου σου ζωῆς, συνηρίθμησε δήμοις, Μαρτύρων σε πίστεως, καὶ ἀλήκτῳ σε ἔστεψε, στέφει Ἅγιε, ἀξιομίμητε Τούνομ· ὅθεν μνήμην σου, τὴν ἱερὰν ἐκτελοῦντες, σὲ πίστει γεραίρομεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Πρὸς δόξαν καὶ εὔκλειαν τοῦ ἀναστάντος Χριστοῦ, ἐξ ὕψους κατέπεσας πύργου τεμένους τοῦ σοῦ, ἐξ οὗ διεκήρυττες, πλάνην Ἄγαρ ἐκγόνων, καὶ ἀλώβητος μείνας, κλῆσιν σεπτὴν προφέρων, τοῦ Χριστοῦ τὴν μανίαν, ἐπέσυρας ἀπίστων σεπτέ, Τούνομ μακάριε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὅτε ἀλλόδοξοι, Τάφον κατέλαβον, Χριστοῦ τὸν πάνσεπτον, καὶ Φῶς ἀνέμενον, ἐξ ὕψους θείου κατελθεῖν, τὸ ἅγιον τότε ξένως, εἶδες κατερχόμενον, τοῦτο πρὸς τὸν Ὀρθόδοξον, Πατριάρχην ἔξωθι, τοῦ ναοῦ εὑρισκόμενον, Χριστοῦ τρανῶς ἐκήρυξας πίστιν, Τούνομ Ἐμίρη Ἀθλοφόρε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17- ιστ΄ 2): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν...
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τὸν ἀκουσίως ζηλώσαντα Λῃστοῦ τὴν δόξαν, καὶ ἑκουσίως ὁμολογήσαντα Χριστοῦ τὴν ἀλήθειαν, Τούνομ τὸν Μάρτυρα, ἀξιοχρέως τιμήσωμεν· ὁλοκαύτωμα οὖν γενόμενος θεῖον, χερσὶ μιαιφόνοις τῶν πρώην αὐτοῦ ὁμοθρήσκων κληρονόμος ἐγένετο, τῆς τῶν οὐρανῶν Βασιλείας, καὶ πρεσβευτὴς ἡμῶν θερμότατος πρὸς Κύριον, τὸν δεχόμενον τῆς πρώτης ὥρας, καθάπερ τὸν τῆς ἐνδεκάτης.




Εἶτα, οἱ Κανόνες· τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τούνομ ὡς τὸν Λῃστὴν ἐδόξασε ὁ Κύριος. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Τὸν Μάρτυρα μέλψωμεν, ὃν προσελάβετο Κύριος, Λῃστὴν ὥσπερ πρότερον, ἐν οὐρανίαις σκηναῖς, τὸν κραυγάσαντα, τό· μνήσθητί μου Σῶτερ, Ἐμίρην τὸν Ἅγιον, Τούνομ τὸν ἔνδοξον.
Ὀρθόδοξοι μέλψωμεν, λαοὶ Ἐμίρην τὸν ἔνδοξον, καθομολογήσαντα, Χριστοῦ τὴν πίστιν τρανῶς, καὶ ἀθλήσαντα, ἐν Ἱεροσολύμοις, Μαρτύρων ὡς σύνοικον, ἐν θείοις δώμασιν.
Ὑμνοῦντες ἀλλοίωσιν, καλήν σου Τούνομ ἀοίδιμε, σορὸν τῶν λειψάνων σου, τὴν ἱερὰν εὐλαβῶς, ἀσπαζόμεθα, ὡς ὄλβον ἣν κατέχει, Μελάνης τῆς σώφρονος, μάνδρα ἡ ἔνδοξος.
Θεοτοκίον.
Νῦν Μῆτερ ἐπίσκεψαι, τοὺς Σὲ ἀεὶ μακαρίζοντας, ὑψόθεν καὶ πλήρωσον, ἡμῶν αἰτήσεις ταχύ, παντευλόγητε, λιταῖς σου ἀσιγήτοις, πρὸς τόκον τὸν θεῖόν Σου, Θεογεννήτρια.

ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ὀρθόδοξον Τούνομ Πατριάρχην, ἱστάμενον ἔξω τοῦ ναοῦ, ὡς εἶδες ξένως ἅγιον, τὸ Φῶς ἐπισκεπτόμενον, ἐξέστης καὶ ἀνέκραξες· Χριστοῦ πιστεύων τὴν δύναμιν.
Μαρτύρων συνηριθμήθης δήμοις, ὑπ’ ὄχλου στυγνῶς ἀποκτανθείς, εὐθὺς ὡς ὡμολόγησας, Χριστοῦ τὸ θεῖον ὄνομα, Ἐμίρη θεοτίμητε, Τούνομ ἀπίστων κατάπτωμα.
Ὡς εἶδες ὑψόθεν καταβαῖνον, τὸ Ἅγιον Φῶς ἐπὶ Σιών, Ὀρθόδοξον ἐκφάντορα, καὶ σχίζον στῦλον ἔκραξες, Ἐμίρη Τούνομ πάντιμε· Χριστὸς ὑπάρχει ἀλήθεια.
Θεοτοκίον.
Σὲ μέλποντες Μῆτερ τοῦ Ὑψίστου, ὡς θρόνον Αὐτοῦ πανευπρεπῆ, δοξολογοῦμεν Κύριον, Υἱόν Σου τὸν πανένδοξον, Ὃν δυσωπεῖς ἑκάστοτε, ὑπὲρ σεμνῶν ὑμνηπόλων Σου.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Νῦν τὸν ἀγαλλόμενον, ἐν θείοις δόμοις, σὺν Λῃστῇ καὶ ἅπασι, τοῖς ἀπ’ αἰῶνος Ἀθληταῖς, Τούνομ τὸν Μάρτυρα μέλψωμεν, ὡς Ὀρθοδόξων ἰσχύος διδάσκαλον.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.






ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τούνομ θεῖε καλλιμάρτυς ῥόδον ὡς εὐωδέστατον, ἐκ δυσώδους ῥίζης, ἐκφυέν σε πάντες, γεραίροντες εὐωδιάζουσαν, στήλην ἀσπαζόμεθα, ἣν διέῤῥηξε, σὲ ἀλλοιῶσαν Φῶς ἅγιον.
Ὀρθοδόξων τὰς λαμπάδας θαυμαστῶς ὡς ἑώρακας, Τούνομ ἀναφθείσας, ὑπὸ τοῦ Φωτὸς Ἀναστάσεως, Χριστοῦ τοῦ θείου ἀπάτην ἐγκατέλιπες, καὶ ἀληθείαν Εὐαγγελίου ἐκήρυξας.
Νῦν μελίσμασιν ἡδίστοις στέφομέν σε καὶ ᾄσμασι, Τούνομ θεομάκαρ, τὸν πρὸ τελευτῆς τῆς βροτείου σου, ὁμολογήσαντα κλῆσιν, τὴν χριστώνυμον, καὶ δεξάμενον, αἰωνιότητος στέφανον.
Θεοτοκίον.
Λάμπρυνόν μου Θεομῆτορ, ταῖς αὐγαῖς Σῶν δεήσεων, ὄμματα ψυχῆς μου, καὶ τὴν σκοτομήνην διάλυσον, τὴν ἀγνωσίαν μου, ἵνα μεγαλύνω Σε, τὴν φωτόλαμπρον, τῆς ὑφηλίου Παντάνασσα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ἡ μάνδρα ἡ πάνσεπτος, Μελάνη ἣν ἐδόμησε, ἡ σεπτὴ Μεγάλης Παναγίας, ἔχουσα θήκην, ὡς θησαυρὸν τιμαλφῆ, λειψάνων σου Τούνομ θαυμαστέ, ταύτην κατασπάζεται, εὐλαβῶς καὶ γεραίρει σε.
Σὲ πόθῳ δοξάζομεν, ὡς Μάρτυρα τῆς πίστεως, Τούνομ τὸν ἐν ὥρᾳ ἐνδεκάτῃ, καταυγασθέντα, ὑπὸ τοῦ θείου Φωτός, καὶ δρόμον ἀνύσαντα λαμπρόν, Ἀθλητῶν τῆς πίστεως, ὧν ἐπώφθης ἰσότιμος.
Τὴν στήλην μακάριε, ἣν Φῶς Χριστοῦ διέῤῥηξε, τὸ σεπτὸν καὶ ἅγιον, ἐκ πόθου τὴν μυροβόλον νῦν, προσκυνοῦντες πιστῶς, σφραγῖδα ὡς πίστεως ἡμῶν, Ὀρθοδόξου ἄθλησιν, Τούνομ σὴν μιμνῃσκόμεθα.
Θεοτοκίον.
Ἡλίου πανάχραντε, τοῦ νοητοῦ φωτίζοντος, πάντας χοϊκοὺς Μῆτερ γλυκεῖα, Θεογεννῆτορ, αὐγαῖς τῶν Σῶν πρεσβειῶν, διάλυσον ζόφωσιν παθῶν, τῶν μεγαλυνόντων Σε, καθηκόντως ἑκάστοτε.














ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Νικήσας πλάνην μισόχριστον, ἐκγόνων Ἄγαρ Τούνομ θεσπέσιε, ἧς διαπρύσιος, ῥήτωρ ὑπήρξας Ὀρθόδοξον, ἐν Ἱεροσολύμοις ἔστησας τρόπαιον.
Ἐκ τοῦ τεμένους ἑώρακας, τοῦ πύργου τὸν Ὀρθόδοξον θρίαμβον, Τούνομ καὶ ἔσπευσας, τῆς εὐσεβείας ἀήττητος, γενέσθαι καλλιμάρτυς, καὶ βάθρον πίστεως.
Δυνάμει θείᾳ ἀλώβητος, πεσὼν ἐξ ὕψους πύργου τεμένους σου, Τούνομ παρέμεινας, ἵνα πυρὸς παρανάλωμα, ὑπ’ ὄχλου μισοχρίστου γένῃ μακάριε.
Θεοτοκίον.
Ὁδοὺς Σοῖς δούλοις ὑπόδειξον, ἁγνὴ σωτηριώδεις Θεόνυμφε, τοῖς καταφεύγουσι, τῇ ἀῤῥαγεῖ προστασίᾳ Σου, καὶ ἀπλανεῖ Παρθένε ποδηγεσίᾳ Σου.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν θεασάμενον, ὡς πῦρ τὸ Φῶς τὸ ἅγιον, ἐπ’ ὀρθοδόξους, καταβαῖνον ξένως μέλψωμεν, ἐκ ναοῦ τῆς Ἀναστάσεως πύλης στύλου, καὶ καλῶς ἀλλοιωθέντα ὥσπερ κήρυκα, τοῦ Χριστοῦ καὶ ἐνδεκάτης ὥρας Μάρτυρα, πόθῳ κράζοντες· Χαίροις Τούνομ μακάριε.
Ὁ Οἶκος.
Ἄριστος Ἀθλοφόρος, πρὸ τοῦ τέλους σου ὤφθης, Ἐμίρη θεοτίμητε Τούνομ, ὅτε εἶδες τὸ Ἅγιον Φῶς, καταβαῖνον ξένως ἐπ’ ὀρθοῦ δόγματος, πιστοὺς Χριστὸν δοξάζοντας, οὓς ἤγειρας λαμπρῶς βοᾶν σοι·
Χαῖρε, λαμπὰς Ἱεροσολύμων·
χαῖρε, ἰκμὰς εὐκλεῶν Μαρτύρων.
Χαῖρε, θαυμαστὸν σεμνολόγημα πίστεως·
χαῖρε, ἱερὸν ἐκμαγεῖον ἀθλήσεως.
Χαῖρε, ὅτι ὡμολόγησας, πρὸ τοῦ τέλους σου Χριστόν·
χαῖρε, ὅτι ἀπεδίωξας, πλάνην τῶν Ἄγαρ υἱῶν.
Χαῖρε, ὁ ἐπαυξήσας τὸν στρατὸν τοῦ Κυρίου·
χαῖρε, ὁ ἐναθλήσας ἀριστεὺς ὡς σταδίου.
Χαῖρε, ἀπίστων πλάνης κατάπτωμα·
χαῖρε, Μαρτύρων πίστεως καύχημα.
Χαῖρε, Λῃστοῦ ὁ ἰσότιμος πέλων·
χαῖρε, Χριστοῦ ὁ τὴν κλῆσιν προφέρων.
Χαίροις, Τούνομ μακάριε.






Συναξάριον.
Φῶς ἅγιον, Τούνομ, φωτίσαν σὸν σκότος,
Πρὸς Φῶς εἴλκυσέ σε, Χριστόν, ἐν τῷ πόλῳ.
Ὁ ἔνδοξος τοῦ Χριστοῦ Μάρτυς Ἐμίρης Τούνομ ὁ Ἱεροσολυμίτης, ὡς ὁ Ληστὴς ἐν τῷ σταυρῷ, πρὸ τοὺ αὐτοῦ τέλους Χριστὸν ὡμολόγησε ἐν τῷ Μεγάλῳ Σαββάτῳ τοῦ σωτηρίου ἔτους 1580 ἐπὶ Πατριάρχου Ἱεροσολύμων Σωφρονίου τοῦ Δ΄, καὶ Σουλτάνου Μουρὰτ τοῦ Γ΄. Διατρανῶν τὴν ἀπάτην τῆς Ἄγαρ ἐξ ὕψους τοῦ πύργου τοῦ αὐτοῦ τεμένους τὴν ἔναντι τοῦ πανιέρου ναοῦ τῆς Ἀναστάσεως, ἐπὶ τὰς λαμπάδας τοῦ Ὀρθοδόξου Πατριάρχου, τοῦ φθόνῳ ἀλλοδόξων αὐτὸ προσκαρτεροῦντος παρὰ τὴν αὐλὴν τοῦ ναοῦ. Θάμβους θείου πλησθεὶς ἐπὶ τῇ θέᾳ τοῦ παραδόξου θαύματος καὶ Χριστὸν Θεὸν ἀληθινὸν ὁμολογήσας κατέπεσε ἐκ τοῦ ὕψους τοῦ πύργου αὐτοῦ καὶ ἀβλαβὴς παρέμεινεν. Συλληφθεὶς ὅθεν ὑπὸ τοῦ ὄχλου τῶν ἀπίστων, πυρὶ παρεδόθη, ἐν ᾧ καὶ τὴν ἁγίαν ψυχὴν αὐτοῦ χειρὶ τοῦ Φωτοδότου Κυρίου παρέθετο. Οὕτω ἄν καὶ μὴ χριστιανὸς βεβαπτισμένος, Ἁγίων δήμοις συνηριθμήθη ὁ βαπτισθεὶς τῷ οἰκείῳ αὐτοῦ αἵματι. Τὰ τίμια αὐτοῦ λείψανα, νῦν ἀποθησαυρίζονται ἐν τῇ Μονῇ τῆς Μεγάλης Παναγίας ἐν Ἱεροσολύμοις, ἧς κτίτωρ ὑπῆρξεν ἡ Ὁσία Μελάνη ἡ Ῥωμαία.

Ἰωάννη, σκίρτησον ὡς Ἰωάννης,
Οὐ γαστρὸς ἐντός, ἀλλὰ τῆς Ἐδὲμ ἔνδον.

Ὕπελθε, Σάββα, φθαρτὸν ἡδέως ὕδωρ,
Ὡς ἂν πίνῃς ἄφθαρτον ἡδονῆς ὕδωρ.
Οὗτος ἦν κατὰ τοὺς χρόνους Οὐαλεντινιανοῦ τοῦ μεγάλου, καὶ Οὐάλεντος τῶν βασιλέων, τὴν διατριβὴν ἔχων ἐν Γοτθείᾳ, ἔνθα γεγέννηνται. Ἔτη δὲ νήπιος ὤν, τὴν εἰς Χριστὸν πίστιν εἵλετο, καὶ τῶν εἰδωλοθύτων οὐ μόνον οὐ προσήπτετο, ἀλλὰ καὶ τοὺς βουλομένους ἀπογεύσασθαι διεκώλυε, τὴν εἰς Χριστὸν τούτοις παρατιθέμενος πίστιν, καὶ πολλοῖς πρόξενος σωτηρίας ἐγέντο. Ὅθεν συστάντες αὐτῷ οἱ τῶν Εἰδώλων θεραπευταί, τῆς Πόλεως ἀπελαύνουσι. Μετὰ δὲ χρόνον τινά, ἔρευναν τῶν χριστιανῶν ποιούμενοι, προσελθόντα τὸν Ἅγιον Σάββαν, καὶ ἑαυτὸν προσαγγείλαντα, αὖθις μυκτηρίσαντες ἀπεπέμψαντο. Ὕστερον δὲ Ἀθαμαρίχου παραγενομένου, συνελήφθη. Φραγγελωθεὶς οὖν καὶ τυφθείς, καὶ ἄξωμι ἐκταθείς, ἐπὶ τὴν δοκὸν τῆς οἰκείας ἐμετεωρίσθη. Καὶ ἀπογεύσασθαι τῶν εἰδωλοθύτων μὴ πεισθείς, ἤχθη ἐπὶ τὸν ποταμὸν Μεσαῖον, καὶ ἐπιτεθέντος αὐτῷ ξύλου ἐπὶ τοῦ τραχήλου ἀπεπνίγη, ἔτος ἄγων τῆς ἡλικίας τριακοστὸν ὄγδοον.







Θραύσας βέλη σά, καὶ μεταστάς σου, βίε,
Ἔξω βελῶν ὑπῆρξε Κοσμᾶς, ὡς λόγος.
Οὗτος ἐκ σπαργάνων καθάρας ἑαυτὸν ἐν ἀσκητικοῖς ἀγῶσι, καὶ τῷ τῆς ἐργκρατείας γάλακτι τραφείς, καὶ γενόμενος Θεοῦ κατοικητήριον, τῇ θείᾳ ἱερωσύνην καλῶς ἐκοσμήθη, ποιμὴν θεοπρόβλητος καταστάς. Ὅθεν ἐνστερνισάμενος τὰ ὅπλα τοῦ Θεοῦ, πρὸς ὀχυρωμάτων καθαίρεσιν πάντων τῶν δεινῶν, τῶν τοῦ Χριστοῦ τὴν θείαν εἰκόνα ἀθετούντων τὴν ὀφρὺν κατέβαλε, καὶ ταύτην ἐτίμησε, καὶ προσκυνεῖν ἐξεπαίδευσε, τῆς ὁμολογίας τὸν στέφανον ἀναδησάμενος. Καὶ ἥν ἐκ παιδὸς εἶχεν ἐυλάβειαν, μέχρι γήρως συνετήρησε, μηδαμῶς ὕπνῳ ἀμελείας κατασχεσθείς, ἀλὰ καὶ πρὸς ἀπαθείας λιμένας κατήντησε, σὺν Αὐξεντίῳ τῷ σοφῷ. Μεθ’ οὗ καὶ τοῦς ἀγῶνας διήνυσε, καλῶς σαββατίσας πρὸς τὴν οὐράνιον κατάπαυσιν. Ὅθεν καὶ ἐν τῷ οἴκῳ τῶν Ἁγίων Ἀποστόλων τὸ σῶμα αὐτοῦ κατετέθη.

Ἀθανασίας τῇ κορυφῇ προσφέρω,
Στέφανον ἀθάνατον διὰ τῶν λόγων.
 Αὕτη ἡ ἀοίδιμος, ἡ τῆς ἀθανασίας ἐπώνυμος, γεννᾶται μὲν ἔν τινι νήσῳ Αἰγίνῃ λεγομένῃ, παρὰ γονέων εὐσεβῶν, μαθοῦσα δὲ τὸ Ψαλτήριον, καὶ πᾶσαν ἐκκλησιαστικὴν ἀκολουθίαν, ἀφιέρωσεν ἑαυτὴν τῷ Θεῷ. Οἱ δὲ γονεῖς ἔζευξαν ἀνδρὶ ταύτην καὶ μὴ θέλουσαν. Μεθ’ ἡμέρας δὲ τοῦ συνοικεσίου ἐκκαίδεκα, βαρβάρων ἐπελθόντων, ὁ ἀνὴρ ἐσφάγη μαχαίρᾳ. Ἡ δὲ Ἁγία οὖν καὶ αὖθις εἰς τὸν πρῶτον ἀνακαινισθεῖσα λογισμόν, ηγωνία, πῶς ἄν δυνηθείη διακρούσασθαι τοὺς γεννήτορας. Καὶ ὡς ἐν τούτοις ἠσχόλει τὸν λογισμόν, ἔφθασε πρόσταγμα βασιλικόν, ἵνα τὰς ἐν ἀγαμίᾳ καὶ χηρείᾳ πάσας οὔσας γυναῖκας, ἐκεῖ συζεύξωσιν ἐθνικοῖς. Ὄθεν καὶ μὴ θέλουσα, ἦλθεν εἰς δεύτερον συνοικέσιον. Ὅμως, καὶ τῆς ἰδίας σωτηρίας ᾀεὶ φροντίδα ποιουμένη, ἐσχόλαζεν εἰς εὐχὰς καὶ δεήσεις, τὸν πλοῦτον ἀφειδῶς τοῖς δεομένοις σκορπίζουσα, μετὰ δὲ χρόνον τινά, πείθει τὸν σύζυγον μοναχὸν γενέσθαι, εἰ καὶ βάρβαρος ἦν, ὅς καὶ κατὰ χρόνον τινά, ὁσίως διατρίψας, πρὸς Κύριον ἐξεδήμησεν. Ἔκτοτε δέ, ἐλευθερίας τυχοῦσα, διένειμε πάντα τὸν πλοῦτον αὐτῆς, καὶ προσλαβομένη ἑτέρας γυναῖκας, ἀφίκετο εἰς ἀσκητήριον, καὶ μονάσασα σὺν αὐταῖς ἠγωνίζετο. Τυροῦ γὰρ καὶ ἰχθύος οὐδέποτε ἥπτετο, εἰ μὴ τὸ Ἅγιον Πάσχα, καὶ ἐν ταῖς τοῦ δωδεκαημέρου ἡμέραις, καὶ ταύταις μόνον ἀπεγευομένη. Τροφὴ δὲ ἦν αὐτῇ, ἄρτος βραχύς, καὶ ὕδωρ μετὰ τὴν ἐννάτην, καὶ ταῦτα μετ’ ἐγκρατείας. Ταῖς δὲ Ἁγίαις τρισὶ τεσσαρακοσταῖς τοῦ ἐνιαυτοῦ, λεπτοῖς μόνοις λαχάνοις ἐτρέφετο, καὶ τούτοις δι’ ἡμερῶν δύω. Μετὰ δὲ χρόνους τέσσαρας, προεχειρίσθη ἄρχειν τοῦ ἀσκητηρίου, καὶ ἔκττε τὴν ἐσχατιὰν πασῶν τῶν μοναζουσῶν προέκρινε μετέρχεσθαι, ὠς οὔτε διαγινώσκεσθαι αὐτὴν πρωτεύουσαν. Ἐν τῶν καθεύδειν αὐτήν, οὐκ ἐπὶ πλευροῦ, ἀλλ’ ἐφ’ εἰμὶ προσκλινομένη λίθῳ, εἰς τοῦτο αὐτῇ προευτρεπισθέντι, μικρὸν τοῦ ὕπνου μετελάμβανε. Μετὰ δὲ παραδρομὴν ἐνιαυτῶν τεσσάρων, ἔρωτι τρωθεῖσα ἡσυχίας, μεθ’ ὧν εἰς τὸ ἀσκητήριον ἀφίκετο ἐξελθοῦσα, Ματθαίῳ τινὶ ἱεροπρεπεῖ, συνεργῷ πρὸς τοῦτο χρησαμένη, τὸν τῆς ἡσυχίας τόπον κατέλαβεν. Ἐκεῖσε οὖν ἐφ’ ἱκανὸν τοὺς τῆς ἡσυχίας καρποὺς δρεψαμένη, τοῦ δηλωθέντος Ματθαίου, τὴν σωματικὴν χρείαν ἐπιχορηγοῦντος διὰ ἐργοχείρου αὐτῶν, ἐπὶ τὸ Βυζάντιον χρείας κατεπειγούσης καὶ βίας τινός, ὤχετο, συνεργὸν αὖθις ἔχουσα Ἰγνάτιον τινὰ εὐνοῦχον πρεσβύτερον, παντοίαις κατάκομον ἀρεταῖς, ὡς τοῦ προμνημονευθέντος μοναχοῦ Ματθαίου, θαύμασι καὶ σημείοις διαλάμψαντος ἐν τῷ τῆς ἡσυχίας τόπῳ, πρὸς Κύριον ἐκδημήσαντος, καὶ ἐν ἀσκητηρίῳ κατασχεθεῖσα, ἔμεινεν ἐπὶ χρόνοις ἑπτά, θλιβομένη ᾀεί, καὶ φροντίζουσα περὶ τοῦ ἀσκητηρίου αὐτῆς. Καὶ ὀπτασίας αὐτῆ περὶ τούτου γενομένης, ἀπάρασα εὐθῦὺς ἐκεῖθεν, κατέλαβεν τὸ ἀσκητήριον. Καὶ ἀσπασαμένη τὰς ἀδελφὰς σὺν τῷ πρεσβυτέρῳ, συνήδετο ταύταις, νουθετοῦσα καὶ διδάσκουσα τὰ πρὸς κτῆσιν ἀρετῶν θείων, καὶ ἐκπλήρωσιν τῶν ἐντολῶν τοῦ Θεοῦ, ἐφ’ ἡμέραις τισὶν ὀλίγαις, πρὸ δὲ δυοκαίδεκα ἡμερῶν τὴν πρὸς Θεὸν ἀνάλυσιν αὐτῆς προγνοῦσα, καὶ ταῖς ἀδελφαῖς ἀναγγείλασα, ηὐχαρίστησε μὲν τῷ Κυρίῳ ἐπισυνάξασα δὲ καὶ τὰς ἀδελφάς, προεχειρίσατο τὴν μέλλουσαν ἀντ’ αὐτῆς ἄρχειν τῶν λοιπῶν. Καὶ τῇ τελευταίᾳ ἡμέρᾳ, καθ’ ἥν ἔμελλεν ἀπαίρειν πρὸς Κύριον, τῇ ὑμνωδίᾳ τοῦ Ψαλτηρίου, μετὰ τῶν ἀδελφῶν προσανέχουσα, καὶ πρὸς ἐκπλήρωσιν ταύτης μὴ ἐξαρκέσασα, τὸ λεῖπον δὲ ταῖς ἀδελφαῖς ἀναθεμένη, καὶ ὑπὲρ αὐτῶν προσευξαμένη, τῷ Θεῷ τὸ πνεῦμα παρέδωκε. Δαιμονῶντες δὲ καὶ νοσοῦντες οὐκ ὀλίγοι, ἰάθησαν κατὰ τὸν τῆς κηδείας καιρόν, καὶ μετὰ τὴν κατάθεσιν, καὶ τυφλοὶ ἀνέβλεψαν. Προεῖπε δὲ καὶ ταῖς ἀδελφαῖς, ὅτι ὅ ὀφείλω ἀπολαβεῖν, ἐν τῇ τεσσαρακοστῇ ἠμέρᾳ ἀπολήψομαι. Ὅθεν καὶ εἶδον δύω τῶν μοναζουσῶν ἀδελφῶν, φοβερόν τι καὶ ἐξαίσιον. Ἄνδρας ἀστραπηβόλους δύω ἑκατέρωθεν τῆς Ἁγίας ἱσταμένους, ἔξωθεν τῶν Ἁγίων θυρῶν τοῦ Θυσιαστηρίου, κατέχοντας πορφύραν βασιλικήν, ἀπὸ χρυσοῦ καὶ λίθων τιμίων καὶ μαργαριτῶν, καὶ ἐνδύοντας αὐτήν. Εἰς ἀνάμνησιν οὖν ἐλθοῦσαι τοῦ διορατικοῦ λόγου τῆς Ἀγίας, καὶ τὴν ἔκβασιν τῆς ὀπτασίας ἰδοῦσαι, τῷ Θεῷ ηὐχαρίστησαν, τῷ οὕτως δοξάζοντι τοὺς ἀγαπῶντας αὐτόν.

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ματθαίου


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Εὐθυμίου τοῦ θαυματουργοῦ

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ναυκρατίου τοῦ Στουδίτου

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Ἰωάννης ὁ Ῥάπτης ὁ ἐξ Ἰωαννίνων καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1526, πυρὶ καὶ ξίφει τελειοῦται
Bληθείς καμίνου ἐν μέσῳ Ἰωάννη,
Xριστῷ προσῆδες ὕμνον εὐχαριστίας.
Οὗτος ὁ νέος τοῦ Χριστοῦ ἀθλητής, Ἰωάννης, πατρίδα ἔσχε τὴν τῶν Ἰωαννίνων περιφανῆ πόλιν, γεννηθεὶς ἐκ γονέων εὐσεβῶν, ἐν ἀρχαῖς τοῦ ἕκτου καὶ δεκάτου αἰῶνος. Ἦν δὲ εὐπρεπὴς καὶ περικαλλὴς τῇ ὄψει καὶ τὴν τῶν ῥαπτῶν ἐκπαιδευθεὶς τέχνην. Θανόντων τῶν γονέων του, μεταβέβηκεν ἐν τῇ τοῦ Κωνσταντίνου πόλει, ζῶν εὐσεβῶς, καὶ διαπύρῳ φλεγόμενος ἔρωτι μαρτυρῆσαι ὑπὲρ Χριστοῦ, ὅ καὶ γέγονε· φθονηθεὶς γὰρ ὑπὸ τῶν Ἀγαρηνῶν, παρεδόθη τῷ ἑαυτῶν κριτῇ, ᾧ ὡμολόγησε τὸ τοῦ Σωτῆρος ὄνομα. Πολυειδῶς δὲ αἰκισθείς, καὶ ἐν φρουρᾷ καθειρχθείς, τελευταῖον παρεδόθη τῷ πυρί, ἐν ᾧ τὴν κεφαλὴν ἐτμήθη, τῇ Παρασκευῇ τῆς Διακαινησίμου, ἐν πολλῇ χαρᾷ ψάλλων τό, Χριστὸς ἀνέστη, ἐν ἔτει ᾳωκστ΄ (1526).

Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Κύριλλος ὁ ΣΤ' Πατριάρχης Κωνσταντινουπόλεως, ἐν ἔτει 1821, ἀπαγχονισθεὶς τελειοῦται
Ἀγχόνῃ Κύριλλε Βυζαντίου πρῶτε,
ὑπὲρ Χριστοῦ ᾐωρήθης καὶ λαοῦ σου.


Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ὁσίων Ἀντωνίου καὶ Φήλικος τοῦ Κορέλ


Τῇ αὐτῇ ἡμέρα, ἠ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου του Μαξίμου ἐν Ῥωσσίᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ξένον θέαμα ἐκ πύργου σου θεώμενος τεμένους Ἅγιε, τοῦ παναγίου Φωτός, ἐξ ὕψους ἐλεύσεως Χριστὸν ἐκήρυξας, καὶ καχέσπερον θρησκείαν σου, ἀπέπτυσας ὡς ἀπάτην, Τούνομ Μάρτυς.
Ἄνω πόλεως πολίτης ἀναδέδειξαι θεομακάριστε, καὶ κληρονόμος χαρᾶς, ἀλήκτου σὺν τάγμασι, Μαρτύρων πίστεως, Τούνομ ἄριστε, Χριστοῦ τὸ μέγα ὄνμα, θάρσει ὁ διακηρύξας.
Σοῦ τὰ λείψανα πιστῶς κατασπαζόμεθα Τούνομ, περίλαμπρε τῶν Ὀρθοδόξων χοροί, καλήν σου ἀλλοίωσιν, καὶ παῤῥησίαν σου μεγαλύνομεν, δι’ ἧς Χριστὸν ἐκήρυξας, ἐν τοῖς Ἱεροσολύμοις.
Θεοτοκίον.
Εὐπρεπέστατον Κυρίου ἀνακτόριον Θεογεννήτρα, Σὲ ἀνυμνοῦμεν λαμπρῶς, ὡς πάντων ἰθύντειραν, πιστῶν πρὸς θέωσιν, τῶν ἐν ᾄσμασι, μεγαλυνόντων πάντοτε, Σὰ θαυμάσια Παρθένε.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Καύχημα λαμπρὸν Ὀρθοδοξίας, τοῖς ῥείθροις ὁ βαπτισθεὶς οἰκείου αἵματος, καὶ σὺν ὁμηγύρεσι, Ἀθλητῶν τῆς πίστεως, ἀριθμηθεὶς τὸν ὕμνον μου, ὃν ἐξυφαίνω σοι, ψυχῆς ἐν κατανύξει ἀφάτῳ, πρόσδεξαι τρισμάκαρ, Ἐμίρη Μάρτυς Τούνομ.
Ὕμνοις ὡς φανὸν ὁμολογίας, καὶ σύντριμμα τῶν ἀπίστων σε γεραίρομεν, Τούνομ ἀξιέπαινε, οἰκιστὰ περίδοξε, τῶν οὐρανῶν καὶ σύναυλε, Λῃστοῦ κερδήσαντος, Χριστόν, τὴν ἐνδεκάτην τὴν ὥραν, μνήσθητί μου Σῶτερ, κραυγάσαντος ἐκθύμως.
Ῥείθροις σῶν αἱμάτων ἐβαπτίσθης, Ἱεροσολύμων γέρας τιμαλφέστατον, Τούνομ καὶ πρὸς ἄληκτον, βίον μεταβέβηκας, ἁγιασθεὶς ὡς ἄριστος, Κυρίου πρώταθλος· διό, καὶ ἁγιάζεις τοὺς πόθῳ, κατασπαζομένους, λειψάνων σου τὴν θήκην.
Θεοτοκίον.
Ἴσθι φύλαξ Κεχαριτωμένη, ἀνύστακτος βοηθὸς ἐν βίου κλύδωσι, καὶ προστάτις ἄμαχος, ἐν ταῖς μάχαις Δέσποινα, τῶν προστρεχόντων πάντοτε, τῇ ἀντιλήψει Σου, καὶ πίστει, ἐκβοώντων· φρουροῦσα, ἀκλινῶς μὴ παύσῃ, τοὺς Σὲ ὑμνολογοῦντας.


ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ὅλῃ σε ψυχῇ, ὑμνῶν Τούνομ ἄθλησιν, τὴν σὴν πανίερον, εὐλαβῶς ἀσπάζομαι, τῶν σῶν λειψάνων θήκην τὴν πάνσεπτον, καὶ ταπεινῶς σου δέομαι· πίστιν Ὀρθόδοξον, σὸν ἱκέτην, Ἀθλητὰ ἀξίωσον, ἄχρι τέλους τηρῆσαι ἀνόθευτον.
Στῦλον ἱερόν, τὸν εὐωδιάζοντα, πιστῶς ἑκάστοτε, προσκυνοῦντες Ἅγιε, ὃν Φῶς τὸ θεῖον ποτὲ διέῤῥηξε, πρὸ τοῦ ναοῦ ὑπάρχοντα, τῆς Ἀναστάσεως, Τούνομ Μάρτυς, ἀναμιμνῃσκόμεθα, ὑπ’ αὐτοῦ σῆς καλῆς ἀλλοιώσεως.
Χαίρεις τὴν χαράν, Χριστοῦ ἐν τοῖς δώμασι, ἀϊδιότητος, Τούνομ σὺν τοῖς τάγμασι, Μαρτύρων πάντων ἡμῶν, τῆς πίστεως, μεθ’ ὧν ἡμῖν ἱλέωσαι τοῖς ἀνυμνοῦσί σε, τὸν Σωτῆρα, Ἰησοῦν μακάριε, καὶ λαμπρὸν Φωτοδότην τῆς κτίσεως.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, τῶν μακαριζόντων Σε, Θεογεννήτρια, χαρμονῆς ὡς πρόξενον, μερόπων γένους, καὶ παραμύθιον, τερπνὸν τῶν ἐν ταῖς θλίψεσι, καταφευγόντων Σοι, ἵνα πόθῳ, Τόκον Σου δοξάζομεν, τὸν πανάγιον ὕμνοις καὶ ᾄσμασι.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ὃν ὁ Χριστὸς ἐδέξατο, ἐν οὐρανοῖς ὡς Μάρτυρα, βεβαπτισμένον ῥανίσιν, αὐτοῦ οἰκείων αἱμάτων, ἀπάτης ὑφηγήτορα, τὸν πρώην εὐφημήσωμεν, ὡς εὐσεβείας σκήνωμα, καὶ χριστοκήρυκα θεῖον, Τούνομ εὐτάκτοις ἐν ὕμνοις.
Καὶ τὸ τῆς Ἑορτῆς.


















Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Ἄγαρ υἱῶν ἀσεβείας καὶ πλάνης κήρυκα, τὸν μεταμορφωθέντα, εἰς Χριστοῦ εὐσεβείας, διδάσκαλον ἐν ἄκρᾳ ῥιπῇ ὀφθαλμοῦ, Τούνομ ὕμνοις τιμήσωμεν, ὡς Ἀθλητῶν ἰσοστάσιον καὶ Λῃστοῦ, τοῦ Ἁγίου ὁμοδίαιτον.

Φωτὸς Ἁγίου ὑψόθεν σεπτὴν κατάβασιν, ἐπὶ τοῦ Πατριάρχου, Σωφρονίου λαμπάδας, ἰδὼν τὴν ὑπὲρ λόγον Τούνομ στεῤῥέ, ἐκ τοῦ πύργου τεμένους σου, Χριστοῦ ἐκήρυξας πίστιν τὴν ἱεράν, καὶ ὑπὲρ αὐτῆς ἐνήθλησας.

Ἀγαλλομένῃ καρδίᾳ τὴν θείαν μνήμην σου, ἐν Ἱεροσολύμοις, οἱ πιστοὶ ἐκτελοῦντες, βοῶμεν· παῤῥησίαν πρὸς τὸν Χριστόν, Τούνομ Μάρτυς περίλαμπρε, ὡς ἔχων πρέσβευε πᾶσιν ἡμῖν αὐτοῦ, καταπέμψαι θεῖον ἔλεος..

Τὴν τῶν λειψάνων σου θήκην κατασπαζόμενοι, Μεγάλης Παναγίας, ἐν Μονῇ τῇ πανσέπτῳ, δεόμεθά σου· Τούνομ περικλεές, ἀσινῆ διαφύλαττε, ἐκ τῶν ἀπίστων μανίας σαῖς προσευχαῖς, Ὀρθοδόξων τὰ συστήματα.

Δόξα. Ἦχος πλ. α΄.
Τῶν Ἱεροσολύμων τὸν Μάρτυρα, ὡς ῥόδον ἐξ ἀκανθῶν ἐκφυὲν ἀνυμνήσωμεν, τὸ εὐωδιάσαν τὴν ὑφήλιον μαρτυρικῇ αὐτοῦ ὁμολογίᾳ κράζοντες· Τούνομ θεοδόξαστε, ὁ τὸ στέφος τῆς ἐνδεκάτης ὥρας δεξάμενος ἐκ χειρῶν Κυρίου, τοῦ νέμοντος τὰ γέρα τῷ ἐσχάτῳ καθάπερ τῷ πρώτῳ, καὶ ἀξιωθεὶς ἀπολαῦσαι τοῦ ξύλου τῆς ζωῆς ἐν οὐρανίῳ λειμῶνι μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Χαίροις ὁ τὸ ὄνομα τοῦ Χριστοῦ, καθομολογήσας, ὅτε εἶδες τὸ θεῖον Φῶς, Τούνομ καλλιμάρτυς, λαμπάδας Ὀρθοδόξων, ἀνάπτων καὶ Μαρτύρων, στέφος δεξάμενος.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου