Σάββατο 1 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 12. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΒΕΝΕΔΙΚΤΟΣ ΑΚΟΛΟΥΘΙΑ




ΙΟΥΝΙΟΣ ΙΒ΄!!

ΒΕΝΕΔΙΚΤΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Χ. Μπούσια)

 

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

 

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Ὁσιοάθλων τῶν νέων, λαμπρὸν καλλώπισμα, Σεῤῥῶν περιοικίδος, τὸν βλαστὸν γεγηθότες, Βενέδικτον τὸν θεῖον ὕμνοις τερπνοῖς, εὐφημήσωμεν κράζοντες· Ἄγαρ υἱῶν σκοτομήνης θριαμβευτά, χαῖρε κλέος νέον πίστεως.

 

Τῶν Ἐζεβῶν θεῖον γόνον, λαμπρὸν ἀνάστημα, μονῆς Κωνσταμονίτου, καὶ νεόδρεπτον κρίνον, Χριστοῦ τῆς Ἐκκλησίας δεῦτε πιστῶς, θεοφόρον Βενέδικτον, τὸν ἐκτμηθέντα τὴν κάραν διὰ Χριστοῦ, τὴν ἀλήθειαν τιμήσωμεν.

 

Θεσσαλονίκης τὴν χθόνα, αἱμάτων ῥεύμασι, τῶν σῶν οἰκείων ἄρτι, νεομάρτυς γενναῖε, ἐπίανας ὁσίων καὶ ἀθλητῶν, καρτερῶν ἐγκαλλώπισμα, ἱερομάρτυς στεῤῥόψυχε καὶ λαμπάς, γενναιότητος, Βενέδικτε.

 

Τὴν σὴν πανεύσημον μνήμην, λαμπρὲ Βενέδικτε, ἱερομάρτυς νέε, Ἐζεβῶν θεῖον εὖχος, ψυχὴν ὁ ἐκκαθάρας πόνοις στεῤῥοῖς, ἐν τῷ Ἄθωνι πρότερον, καὶ τὴν στολὴν πορφυρώσας αὐτῆς τοῖς σοῖς, ῥείθροις εἶτα, μάρτυς, αἵματος.

 

Δόξα. Ἦχος β΄.

ζεβῶν τὸ νεόφυτον λείριον, καὶ τῆς εὐσεβείας τὸ νεόδρεπτον κρίνον, Βενέδικτον τὸν νεαυγῆ τῶν ἱερομαρτύρων φωστῆρα, τιμήσωμεν πάντες ἐν κατανύξει κραυγάζοντες· ὁ διπλῶν ἀξιωθεὶς στεφάνων ὡς ἱερομόναχος καὶ μάρτυς, καὶ τρόπαιον στήσας ἐν Θεσσαλονίκῃ τῆς πίστεως περίδοξον, ἐκτενῶς ἱκέτευε τὸν ἀγωνοθέτην Κύριον, ὑπὲρ τῶν τιμώντων τὴν μακαρίαν σου ἄθλησιν.

 

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

 

 

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Βλάστημα Ἐζεβῶν, ἐξήνθησας ἐν Ἄθῳ, χρηστοηθείας ῥόδα, καὶ ηὔφρανας σοῖς ἄθλοις, Βενέδικτε τὰ σύμπαντα.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Ἤρδευσας σαῖς ῥοαῖς, Θεσσαλονίκης χθόνα, τιμίων σου αἱμάτων, στεῤῥὲ ἱερομάρτυς, τῆς πίστεως Βενέδικτε.

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Στίλβων καὶ παμφαής, σταυρὸς ὡράθη μάκαρ, νεομαρτύρων γέρας, Βενέδικτε γενναῖε, τῶν σῶν λειψάνων ὕπερθεν.

 

Δόξα. Τριαδικόν.

Κράτος Σου τὸ σεπτόν, ἐν χρόνοις τοῖς ἐσχάτοις, Τριὰς ὑπεραγία, Βενέδικτος ὁ νέος, ἀθλήσει ἐμεγάλυνεν.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἤσκησεν εὐλαβῶς, ἐν κήπῳ σου ἁγίῳ, τοῦ Ἄθωνος ἀρτίως, Κυρία Θεοτόκε, ὁ εὐσταλὴς Βενέδικτος.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἱερόαθλον νέον ἀνευφημήσωμεν, νεοθαλὲς ἕρνος ὕμνοις περιοικίδος Σεῤῥῶν, καὶ Μονῆς Κωνσταμονίτου εὐωδέστατον, κρίνον Βενέδικτον στεῤῥόν, πορφυρώσαντα ῥοαῖς, οἰκείων Θεσσαλονίκην, αἱμάτων πρέσβυν ὡς θεῖον, ἡμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

 

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Ἐζεβίτην Βενέδικτον, νεομάρτυρα ἔνδοξον, τοῦ Κωνσταμονίτου μονῆς θησαύρισμα, ὡς εὐσεβείας ἀπαύγασμα, φανὸν ὁσιότητος, καὶ φωστῆρα τηλαυγῆ, ἀθλητῶν εὐφημήσωμεν, τὸν φοινίξαντα, τὸν ποδήρη αὐτοῦ ἱερωσύνης, ὀχετοῖς σεπτῶν αἱμάτων, ἐν τοῖς ἐσχάτοις τοῖς ἔτεσι.

 

Τὸν σπουδάσαντα γράμματα, ἱερὰ μελῳδήσωμεν, ἐν τῷ Πολυγύρῳ καὶ διαπρέψαντα, ἐπ’ ἀρετῇ καὶ σεμνότητι, ἐν μάνδρᾳ τοῦ Ἄθωνος, νεανίαν εὐκλεῆ, τοῦ σεπτοῦ πρωτομάρτυρος, ὕμνοις πρέπουσι, στεῤῥοψύχου Στεφάνου ἐκβοῶντες· Χαῖρε φῶς ἱεροάθλων, νεομαρτύρων Βενέδικτε.

 

Ταπεινόφρον μονότροπε, τῇ μονῇ διηκόνησας, σοῦ τῆς μετανοίας ψυχῆς ἐφέσει σου, ὅλῃ καὶ τῆς ὁσιότητος, ἀνῆλθες τὴν κλίμακα, εὐλαβῶς ἐν τοῖς καιροῖς, τοῖς ἐσχάτοις Βενέδικτε, σκεῦος χάριτος, καὶ ταμεῖον ἀσύλητον ἀνδρείας, ὁ ἀπίστων διελέγξας, ἀπάτην λόγοις πανσόφοις σου.

 

ποδούλου πληρώματος, Ὀρθοδόξου ὡς κήρυκα, τῆς ἐπαναστάσεως ἀνυμνοῦμέν σε, ἱερομάρτυς Βενέδικτε, τὸ ἄνομον φρύαγμα, ἐδαφίσαντος δεινοῦ, χριστομάχου σοῖς φθέγμασι, καὶ ἀθλήσει σου, εὐσθενεῖ ἐν κλεινῇ Θεσσαλονίκῃ,, ἐξομώσεως προκρίνας, ἀτιμοτάτης τὸν θάνατον.

 

Κεφαλήν σου ὑπέκλινας, ξίφει μάρτυς Βενέδικτε, τῶν στυγνῶν ἐκγόνων τῆς Ἄγαρ ἄσμενος, καὶ ὑπὲρ ἥλιον ἔλαμψε, σταυρὸς φωτεινότατος, ὕπερθεν μαρτυρικοῦ, εὐσθενὲς σοῦ σκηνώματος, ὃ οἱ φύλακες, ἐξιστάμενοι εἶδον καὶ χορείαις, χριστωνύμων δημοσίως, τῶν εὐσεβῶν ὡμολόγησαν.

 

Δεῦτε πάντες φιλέορτοι, καταστέψωμεν ἄνθεσι, μελιχρῶν ᾀσμάτων τὸν ἱερόαθλον, τὸν νέον τὸν ταπεινώσαντα, ἐχθρῶν τῶν τῆς πίστεως, ἐπηρμένην τὴν ὀφρύν, καὶ Χριστοῦ μεγαλύναντα, θεῖον ὄνομα, ἀθλοφόρον Βενέδικτον τὸν νέον, τῆς μονῆς Κωνσταμονίτου, τὸ τιμαλφέστατον μάργαρον.

 

 

 

 

 

 

Δόξα. Ἦχος πλ. β΄.

Σήμερον ὡς μυρίπνοον ἔαρ ἀνέτειλεν ἑόρτιος ἡ ἡμέρα, τῆς μνήμης τοῦ νέου ἱεροάθλου Βενεδίκτου τοῦ Ἐζεβίτου, τὰς ψυχὰς τῶν φιλεόρτων εὐφραίνουσα· δεῦτε οὖν μοναστῶν αἱ χορεῖαι, καὶ χριστωνύμων ἁπάντων οἱ δῆμοι, ἐγκωμίοις αὐτὸν καταστέψωμεν, καὶ στρατολογηθέντα τῇ θριαμβευούσῃ Ἐκκλησίᾳ ἐν κατανύξει ψυχῆς ἀνακράζοντες· ἱερομονάχων ὡράϊσμα, καὶ ἀθλοφόρων καλλώπισμα, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον, μὴ παύσῃ Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Λιτή. Ἦχος α’.

Δεῦτε τῶν φιλεόρτων τὰ συστήματα, ἐν ἀγαλλιάσει τιμήσωμεν μελισταγέσιν ὕμνοις, Βενέδικτον τὸν νέον ἱερομάρτυρα, τὸν ὑπὲρ Χριστοῦ ἐν Θεσσαλονίκῃ ἀθλήσαντα· οὗτος γὰρ προκαθάρας ἑαυτὸν συντόνῳ ἀσκήσει ἐν Ἄθωνι, καὶ λειτουργὸς ὀφθεὶς Θεοῦ τοῦ Ὑψίστου ἰσάγγελος, ὀχετοῖς αἱμάτων τὸν ποδήρη αὐτοῦ ἐπορφύρωσε· καὶ νῦν ὡς οὐρανοπολίτης καὶ Ἀγγέλων συνόμιλος, οὐ παύει Χριστὸν ἡμῖν ἱλεούμενος, τοῖς αὐτὸν εὐθαρσῶς μεγαλύνουσι.

 

Ἦχος β΄.

Ἐζεβῶν ῥόδον εὐθαλέστατον, Βενέδικτε τρισμακάριστε, τῇ εὐωδίᾳ τῆς ἁγνῆς πολιτείας σου, καὶ τῶν ἀρίστων ἄθλων σου πιστοὺς καθήδυνας· καὶ νῦν Ἀγγέλοις συνευφραινόμενος ἐν εὐκλείᾳ οὐρανίῳ, ὀδμαῖς τῶν σῶν ἐνθέρμων πρὸς Θεὸν παρακλήσεων, εὐωδιάζεις τοὺς τιμῶντας ἐν ὕμνοις τὴν ἀεισέβαστον μνήμην σου.

 

 

 

 

Ἦχος γ΄.

Θέλοντες καταστεῖλαι τὰς ἀπελευθερωτικὰς κινήσεις, τῶν ὑποδούλων ἐν Μακεδονίᾳ Ὀρθοδόξων Βενέδικτε, σὲ σιδηροδέσμιον σὺν δήμῳ εὐσθενῶν συνάθλων σου οἱ ἄπιστοι, ἐξ Ἁγίου Ὄρους εἰς Θεσσαλονίκην ὡδήγησαν, ἔνθα τὴν σὴν κεφαλὴν αὐτοὶ ἔταμον, τὴν Χριστον ὁμολογοῦσαν Θεὸν καὶ Κύριον· δοξάζων σε οὖν ὁ πάντων χρεωλύτης ἀνθρώπων, ὡς μάρτυρα εὐσθενῆ καὶ κήρυκα τῆς πίστεως, ὕπερθεν τοῦ λειψάνου σου Σταυρὸν παμφαέστατον ἔστη, καὶ πρεσβευτὴν πρὸς Αὐτόν σε θερμότατον εὐσεβούντων ἀνέδειξε.

 

Δόξα. Ἦχος δ΄.

Πρὸ βήματος ἀνόμων ἑστὼς καὶ μισοχρίστων Βενέδικτε, τὸ ὑπὲρ πᾶν ὄνομα τοῦ Κυρίου ὡμολόγησας, καὶ ὑποδούλων Ὀρθοδόξων τὰς χορείας κατηύφρανας· τμηθεὶς οὖν τὴν τιμίαν σου κάραν ἐν Θεσσαλονίκῃ, στεφανίτης περίδοξος ἀνῆλθες εἰς πόλον, ἔνθα τῆς ἀφθίτου χαρᾶς ἀπολαύων, τῷ Παμβασιλεῖ Χριστῶ πρεσβεύεις, ὑπὲρ τῆς σωτηρίας τῶν τιμώντων σε.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χαίροις, ἱερομάρτυς Χριστοῦ, τῶν Ἐζεβῶν περιφανέστατον βλάστημα, ὡράϊσμα Βισαλτίας, Κωνσταμονίτου μονῆς, καύχημα τὸ μέγα, καὶ θησαύρισμα, πολύτιμον πίστεως, γενναιόφρον Βενέδικτε, Θεσσαλονίκης, ὁ ἀρδεύσας αἱμάτων σου, χθόνα ῥεύμασιν, ἐν ἐσχάτοις τοῖς ἔτεσι· μέμνησο τῶν τιμώντων σου, τὴν πάντιμον ἄθλησιν, καὶ τὴν ἁγίαν σου μνήμην, ᾠδαῖς εὐτάκτοις νεόαθλε, καὶ πᾶσι θεόθεν, πέμψον θείαν εὐλογίαν, καὶ μέγα ἔλεος.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Χαίροις, νεομαρτύρων λαμπάς, νεολαμπὲς τῆς εὐσεβείας ἐκπύρσευμα, σεμνότατε Ἐζεβῖτα, Κωνσταμονίτου μονῆς, ἀσκητὰ θεόφρον, καὶ στεῤῥότατε, ὁπλῖτα τῆς πίστεως, ἱερέων εὐπρέπεια, τῆς εὐψυχίας, νεοσμίλευτον ἄγαλμα, καὶ νεόδρεπτον, Ἐκκλησίας κιννάμωμον· Θεσσαλονίκης χεύμασιν, αἱμάτων τιμίων σου, ὁ ἁγιάσας τὴν χθόνα, καὶ κατευφράνας συστήματα, πιστῶν ἐκδυσώπει, τὸν Χριστὸν ἡμῖν διδόναι τὸ μέγα ἔλεος.

 

 

 

 

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίρει ἐπὶ τῇ μνήμῃ τῇ σῇ, τῶν Ἐζεβῶν ἡ σεμνοτάτη ὁμήγυρις, πατρίδος σου τῆς ἐνδόξου, καὶ τῶν Σεῤῥαίων χορός, ἱερέων γέρας, πολυτίμητον, καὶ θεῖε διάκοσμε, νεοάθλων πανήγυριν, ἐπιτελοῦντες, ἐν χορῷ καρτερόψυχε, ἐπ’ ἀθλήσει σου, καὶ τομῇ θείας κάρας σου· σὺν τούτοις ἐπαγάλλεται, χορεία ἡ πάνσεπτος, Κωνσταμονίτου τῆς μάνδρας, τῶν μονοτρόπων καὶ γάννυται, Θεσσαλονικέων, δῆμος τῶν φιλομαρτύρων, στεῤῥὲ Βενέδικτε.

 

Δόξα. Ἦχος πλ. δ΄.

Θεαρέστως ἐν Ἄθωνι πολιτευσάμενος, καὶ νομίμως ἐν Θεσσαλονίκῃ ἀγωνισάμενος, μαρτυρικῶν ἠξιώθης ἐπάθλων, Βενέδικτε νέε ἱερομάρτυς πανεύφημε· σὺ γὰρ τοῦ νικοποιοῦ Σταυροῦ τῇ δυνάμει, θριαμβεύσας τῆς Ἄγαρ τὰ ἔκγονα, τοῦ Κυρίου τὸ πάθος ἐμιμήσω, τοῦ Σταυρὸν πάμφωτον στάντος ὕπερθεν τῶν σῶν λειψάνων, καὶ παρέχοντος ἡμῖν εὐχαῖς σου Αὐτοῦ τὸ πλούσιον ἔλεος.

 

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Νῦν ἀπολύεις. Τρισάγιον

 

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Ἱερόαθλον νέον ἀνευφημήσωμεν, νεοθαλὲς ἕρνος ὕμνοις περιοικίδος Σεῤῥῶν, καὶ Μονῆς Κωνσταμονίτου εὐωδέστατον, κρίνον Βενέδικτον στεῤῥόν, πορφυρώσαντα ῥοαῖς, οἰκείων Θεσσαλονίκην, αἱμάτων πρέσβυν ὡς θεῖον, ἠμῶν πρὸς Κύριον τὸν εὔσπλαγχνον.

Δόξα... Καὶ νῦν ... Θεοτοκίον

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Ἀπόλυσις.

 

 

 

 

 

 

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Χριστοῦ ὁμολογῶν, τὴν ὑπέρτιμον κλῆσιν, ἐνήθλησας λαμπρῶς, ἐν τῇ Θεσσαλονίκῃ, τρισμάκαρ Βενέδικτε, εὐσθενὲς ἱερόαθλε, ἐν τοῖς ἔτεσι, τοῖς δυσχειμέροις δουλείας, γένους ἅγιε, τῶν Ὀρθοδόξων καὶ πίστιν, ἡμῶν ἐμεγάλυνας.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Μαρτύρων καλλονή, εὐσεβῶν παρακλήτωρ, πιστῶν καταφυγή, γέρας νεομαρτύρων, καὶ στήριγμα ἄσειστον, κλονουμένων Μητρόθεε, ἀπειρόγαμε, Θεοκυῆτορ ὑπάρχεις· ὅθεν ἅπαντες, σὲ μακαρίζοντες πόθῳ, σῇ χάριτι σπεύδομεν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Θείας πίστεως, κοσμῆτορ νέε, μάνδρας σέμνωμα, Κωνσταμονίτου, Ἐζεβῶν φρουρὲ καὶ φύλαξ καὶ πρόμαχε, ὑπὲρ Χριστοῦ ἐναθλήσας Βενέδικτε, Θεσσαλονίκης τὴν χθόνα ἡγίασας, καὶ ἐνίσχυσας, χορείαν τὴν χριστεπώνυμον, ὁρῶσαν τῆς ψυχῆς σου τὴν εὐσθένειαν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Θεῖον σέμνωμα ἱεροάθλων, παντευλόγητε Θεογεννῆτορ, ἡ τοὺς δούλους σου ἀεὶ προστατεύουσα, καὶ βοηθοῦσα τοῖς οὖσιν ἐν κλύδωσι, καὶ κατωδύνως ἑκάστοτε στένουσιν, ἴσθι ἄγρυπνος, ἀκέστωρ τῶν προστρεχόντων σοι, καὶ Τόκον δοξαζόντων σου τὸν ἅγιον.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.

Ἐκθύμως ἅπαντες ἐγκωμιάσωμεν, στεῤῥὸν Βενέδικτον, ἱερομάρτυρα, ἐξ τῶν εὐσήμων Ἐζεβῶν ὁρμώμενον καὶ ὀφθέντα, μάνδρας πρωτομάρτυρος τοῦ Στεφάνου οἰκήτορα, εὐλαβῆ ἀθλήσαντα δι’ ἀγάπην τοῦ Κτίσαντος, ἐν τῇ Θεσσαλονίκῃ βοῶντες· Χαῖρε Χριστοῦ ὁπλῖτα νέε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

 

Εἶτα, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Εὐαγγέλιον κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν... Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου.

Ὁ Ν΄ Ψαλμός.

 

Δόξα: Ταῖς τοῦ ἀθλοφόρου πρεσβείαις, Ἐλεῆμον...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον...

Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με, ὁ Θεός...

Λαμπάσιν εὐπρεπεστάταις καὶ φανοῖς πολυφώτοις, τὴν λαμπρὰν καὶ ἑόρτιον ἡμέραν τῆς μνήμης σου, ὑποδεχόμεθα, ἱερομάρτυς νεόαθλε Βενέδικτε· τιμῶντές σε οὖν ἀξιοχρέως, ὡς ἀσκητὴν ἔνθεον καὶ ἀθλητὴν τροπαιοῦχον, τὰς σὰς λιτὰς ἐκδεχόμεθα ἵνα παθῶν ἀπελάσωμεν, σκοτόμαιναν.

 

Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς: Βενέδικτον νέον ἐπαινῶ ἱερομάρτυρα. Χ.

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Βενέδικτον μέλψωμεν, τὸν νέον ἱερομάρτυρα, Χριστοῦ θείας πίστεως, βλαστὸν σεπτὸν Ἐζεβῶν, καὶ ὡράϊσμα, μονῆς Κωνσταμονίτου,, εὐτόλμως μαρτύριον, καθυπομείναντα.

φαίδρυνας σύμπαντα, τῇ εὐσθενεῖ ἐναθλήσει σου, καὶ δῆμον ἠγλάϊσας, τῶν Ὀρθοδόξων αὐγαῖς, σῆς ἐνστάσεως, καὶ ἀστραπαῖς ἀγώνων, στεῤῥοῦ μαρτυρίου σου, μάκαρ Βενέδικτε.

Νῦν πόθῳ τιμῶντές σε, ἱερομάρτυς Βενέδικτε, οἰκῆτορ περίδοξε, Κωνσταμονίτου μονῆς, καὶ ἀτίμητε, Θεσσαλονίκης ὄλβε, φαιδρῶς μεγαλύνομεν, μνήμην τὴν θείαν σου.

Θεοτοκίον.

πάκουσον ἄχραντε, ἡμῶν ἐνθέρμων δεήσεων, καὶ ῥῦσαι κακότητος, τοὺς εἰς αἰῶνας λαμπρῶς, μεγαλύνοντας, πληθὺν σῶν θαυμασίων, ἁγνὴ ἀειπάρθενε, Θεογεννήτρια.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Δυνάμει Βενέδικτε τῇ θείᾳ, ἀνῆλθες τὴν κλίμακα πασῶν, τῶν ἀρετῶν ἐν Ἄθωνι, Στεφάνου πρωτομάρτυρος, Μονῇ καὶ εὐηρέστησας, συμμοναστῶν σου τὸν σύλλογον.

σχὺν ἐνδυσάμενος θεόθεν, Βενέδικτε μάρτυς εὐσταλές, ἀπίστων κατεπάτησας, υἱῶν τῆς Ἄγαρ φρύαγμα, καὶ εὐσεβείας τρόπαιον, φωτοειδέστατον ἔστησας.

Κιννάμωμον ἔμπνουν Βισαλτίας, ἡδύπνευστον λείριον Σεῤῥῶν, τῶν Ἐζεβῶν ἐξάνθισμα, εὐῶδες καὶ τῆς πίστεως, Βενέδικτε λευκάνθεμον, ηὔφρανας δῆμον χριστώνυμον.

Θεοτοκίον.

Τοῦ Ἄθωνος Κεχαριτωμένη, ἀκέστορ καὶ φύλαξ καὶ φρουρέ, κατεύθυνον πρὸς θέωσιν, τοὺς ἀσκουμένους ἅπαντας, καὶ τοὺς ποθοῦντας δίοδον, στενὴν ἀνῦσαι τὴν σῴζουσαν.

 

 

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Βενέδικτε ἄριστε, ὁ τοῦ ἡλίου ἰδών, τὸ φέγγος τὸ ἔνυλον, ἐν Ἐζεβοῖς καὶ φωτός, ἀΰλου πυρσεύμασι, καταυγασθεὶς ἐν πόλῳ, ὥσπερ ἱερομάρτυς, νέος τὴν σκοτομήνην, τῆς ἡμῶν ἀτολμίας, διάλυσον σῆς τόλμης φωτί, θεοειδέστατε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Θερμὸν καταφύγιον, ἐμπεριστάτων πιστῶν, ὑπέραγνε Δέσποινα, χριστιανῶν χαρμονή, ἡμᾶς παραμύθησον, στένοντας ἐν ταῖς λύπαις, καὶ ταῖς θλίψεσι βίου, Μῆτερ παραμυθία, ταχινὴ θλιβομένων, βοῶντές σοι εὐήχοις φωναῖς, σὲ μακαρίζομεν.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Οἰκουμένης κατευφραίνεις, σῇ ἀθλήσει τὰ πέρατα, ταῖς ὀδμαῖς σῶν ἄθλων, μάρτυς τοῦ Ὑψίστου Βενέδικτε, καὶ ἀστραπαῖς ψυχικῆς σου γενναιότητος, ἱερόαθλε, νέε αὐγάζεις τὰ σύμπαντα.

Νικηφόρως τὸν ἀγῶνα, καλλιμάρτυς ἐτέλεσας, ἐν Θεσσαλονίκῃ, καὶ στεφάνους νίκης ἀπείληφας, ἀφθάρτου δόξης Βενέδικτε ἀήττητε· δι’ εὐσέβειαν, ὁ ἐναθλήσας ὡς ἄσαρκος.

Νῦν Βενέδικτε τιμῶντες, τὴν ὑπέρτιμον μνήμην σου, μέλπομεν βασάνους, σοὺς στεῤῥοὺς καὶ βίαιον θάνατον· δι’ ὧν μαρτύρων χορείαις συνηρίθμησαι, ἐν τοῖς δώμασι, τῆς οὐρανίου λαμπρότητος.

Θεοτοκίον.

Εὐϊλάτου Θεανθρώπου, Μῆτερ ἄχραντε Δέσποινα, Κεχαριτωμένη, πρόσδεξαι δεήσεις τῶν δούλων σου, καὶ τὴν πολλήν σου καὶ ἄμετρον συμπάθειαν, δεῖξον ἅπασι, σὲ ἀκλινῶς μακαρίζουσι.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

μύχιος πόθος σου, ἐκ χρόνων σῆς νεότητος, εἰς σεμνεῖον τοῦ Κωνσταμονίτου, ὡδήγησέ σε, πρὸς ἀρετῆς ἀκραιφνοῦς, τελείωσιν πάτερ θεαυγές, ἱερὲ Βενέδικτε, μύστα χάριτος πάνσεμνε.

Ναὲ ὁσιότητος, θεοειδὲς Βενέδικτε, πρὸς ναὸν τῆς πόλεως τῆς ἄνω, ἀπῆλθες χαίρων, διὰ τῆς σῆς εὐκλεοῦς, ἀθλήσεως μάρτυς θαυμαστέ, Ἐζεβῶν Βενέδικτε, γόνε θεῖε καὶ πάντιμε.

ν δόξῃ ὁ Κύριος, σαφῶς σε ὑπεδέξατο, ἐν σκηναῖς χαρᾶς ἀτελευτήτου, ὡς ἱερέα, καὶ ἀθλητὴν θεαυγῆ, Βενέδικτε πάντων τῶν πιστῶν, πρεσβευτὰ θερμότατε, καὶ ἀκέστορ ἀνύστακτε.

Θεοτοκίον.

Πατῆσαι ἀξίωσον, τοῦ μισοκάλου δύναμιν, καὶ ὀφρὺν συντρίψαι τοῦ ἐχθίστου, τοὺς σὲ ὑμνοῦντας, ἐν κατανύξει ψυχῆς, καὶ πόθῳ προσφεύγοντας τῇ σῇ, χάριτι Μητρόθεε, ὑπερύμνητε Δέσποινα.

 

 

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

νύσας τρίβον ἀσκήσεως, ἐν Ἄθωνι ἐνήθλησας ἄριστα, σεπτὲ Βενέδικτε, καὶ νεοάθλων ὡράϊσμα, ἱερομάρτυς ὤφθης, ἀξιοθαύμαστε.

ερομάρτυς Βενέδικτε, καυχῶνται Ἐζεβαὶ τοῖς σπαργάνοις σου, ὄρος τοῦ Ἄθωνος, τῇ θεαρέστῳ ἀσκήσει σου, καὶ ἡ Θεσσαλονίκη, τῇ ἐναθλήσει σου.

Νεκρώσας πόνοις συντόνοις σου, σαρκίον χοϊκόν σου Βενέδικτε, πνεῦμα ἐζώωσας, θανάτου μνήμῃ καὶ σκάμμασιν, ἀθλητικοῖς σου μάρτυς Χριστοῦ νεόαθλε.

Θεοτοκίον.

ς ὀλεθρίου ὀλέτειρα, θανάτου σε ἀεὶ μακαρίζομεν, Θεογεννήτρια, ἡ Ζωοδότην καὶ Κύριον, ἀφράστως συλλαβοῦσα, καὶ κόσμῳ τέξασα.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Τὸν Ἐζεβίτην εὐσταλῆ ἱερομάρτυρα, Κωνσταμονίτου τῆς μονῆς σεμνὸν οἰκήτορα, καὶ μαρτύρων λαμπηδόνα Θεσσαλονίκης, ἐν ἐσχάτοις τοῖς καιροῖς ὁμολογήσαντα, εὐθαρσῶς Χριστοῦ τὴν κλῆσιν εὐφημήσωμεν, πόθῳ κράζοντες· Χαῖρε, μάκαρ Βενέδικτε.

Ὁ Οἶκος.

Ἄριστε Νεομάρτυς, Ἐζεβῶν θεῖε γόνε, Βενέδικτε ἀνδρείας πυξίον, καὶ ὁπλῖτα Χριστοῦ εὐσθενές, τὸν Χριστὸν δυσώπει ἐκτενῶς ἅπασι, διδόναι τοῖς τιμῶσί σε, ὑγίειαν καὶ σοὶ βοῶσι·

Χαῖρε, ἐφάμιλος τῶν ὁσίων·

χαῖρε, συνόμιλος τῶν μαρτύρων.

Χαῖρε, Ἐζεβῶν πολυτίμητον βλάστημα·

χαῖρε, εὐσταλῶν ἀθλητῶν σεμνολόγημα.

Χαῖρε, ὅτι κατεπάτησας μισοχρίστων τὴν ὀφρύν·

χαῖρε, ὅτι καθυπέμεινας κεφαλῆς σου ἐκτομήν.

Χαῖρε, Κωνσταμονίτου τοῦ σεμνείου οἰκῆτορ·

χαῖρε, Ὄρους Ἁγίου εὐλαβὲς παρακλῆτορ.

Χαῖρε, Χριστοῦ στεῤῥὲ ἱερόαθλε·

χαῖρε, ἐχθροῦ ὀλέτα δριμύτατε.

Χαῖρε, θησαύρισμα Θεσσαλονίκης·

χαῖρε, ἀπαύγασμα πίστεως νίκης·

Χαῖρε, μάκαρ Βενέδικτε.

 

Συναξάριον.

Τῇ ΙΒ΄ τοῦ αὐτοῦ Μηνός, οἱ Ἅγιοι Νέοι Ὁσιομάρτυρες τῆς Μονῆς Κωνσταμονίτου· Βενέδικτος, Παῦλος, Τιμόθεος καὶ Συνέσιος, ἐν Θεσσαλονίκῃ, ἐν ἔτει 1821, ξίφει τελειοῦνται.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

ερόαθλε Βενέδικτε ἀνδρείαν σου ὑπερηγάσθησαν, αἱ στρατιαὶ παμφαῶν, Ἀγγέλων σὴν ἄθλησιν, τὴν ὑπερθαύμαστον, θεασάμεναι, διὰ Χριστοῦ ἀγάπησιν, καὶ εὐσέβειαν στεῤῥόφρον.

χων φρόνημα γενναῖον ἠκολούθησας μαρτύρων βήμασι, τῶν παλαιῶν ἐν καιροῖς, ἐσχάτοις νεόαθλε, σεπτὲ Βενέδικτε, καὶ ὑπέμεινας, τῆς κεφαλῆς σου ἔκτμησιν, ἄρτι ἐν Θεσσαλονίκῃ.

είθροις αἵματος τιμίου σου ἡγίασας νύμφην Βενέδικτε, Θερμαϊκοῦ τὴν κλεινήν, σὺν τούτοις συνάθλων σου· μεθ’ ὧν τὸ ὄνομα, τὸ πανάγιον, Χριστοῦ τοῦ Παντοκράτορος, ὡμολόγησας εὐτόλμως.

Θεοτοκίον.

Οἱ ἑκάστοτε φαιδρῶς σε μεγαλύνοντες Θεογεννήτρια, μελισταγέσιν ᾠδαῖς, πιστῶς καταφεύγομεν, τῇ προστασίᾳ σου, ἀντιλήψει σου, καὶ ταχινῇ πρεσβείᾳ σου, πρὸς Υἱὸν μονογενῆ σου.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Μάρτυς νέε πίστεως γενναῖε, ἐκ χρόνων τῆς σῆς νεότητος κατέλιπες, Ἐζεβὰς Βενέδικτε, ἄσημον πατρίδα σου, ἣν εὔσημον ἀνέδειξας, τῇ ἐναθλήσει σου, χορείαις προσχωρῆσαι ἀζύγων, ἐν Κωνσταμονίτου, Μονῇ τῇ ἐν τῷ Ἄθῳ.

θλους σου Βενέδικτε τιμῶντες, οὓς ἔτλης διὰ Χριστοῦ τὸ μέγα ὄνομα, καὶ σῆς κάρας ἔκτμησιν, τῆς σεπτῆς γεραίροντες, ὡς νέον ἱερόαθλον, ἐκθύμως μέλπομεν, τὸν ἐν Θεσσαλονίκῃ ἐκγόνων, Ἄγαρ μισοχρίστων, κατατρωθέντα ξίφει.

ῦσαι τοῦ ἐχθίστου ἐπηρείας, τοὺς ὕμνοις σε μακαρίζοντας Βενέδικτε, ὡς ἱερομάρτυρα, εὐσθενῆ καὶ ἄριστον, τὸν πίστει ἐδαφίσαντα, ἐχθρῶν τὴν ἔπαρσιν, στενόντων Ὀρθοδόξων τὸ πλῆθος, Ἐζεβῶν κοσμῆτορ, καὶ γέρας Ἐκκλησίας.

Θεοτοκίον.

Τόμον ὡς θεόγραφον ἁγνείας, καὶ βίβλον ἀγαθωσύνης καὶ σεμνότητος, σὲ Θεογεννήτρια, πάντες μεγαλύνομεν, καὶ πόθῳ δυσωποῦμέν σε· ἡμᾶς ἀνάδειξον, εὐχαῖς σου ἀσιγήτοις Παρθένε, χρυσοδέτους βίβλους, ἀμέμπτου πολιτείας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

μνοις καὶ ᾠδαῖς, τὴν μνήμην σου στέφομεν, τὴν πανσεβάσμιον, ἀθλητὰ Βενέδικτε, νεομαρτύρων, στεῤῥῶν καλλώπισμα, καὶ ἱερέων Κτίσαντος, σεμνῶν εὐπρέπεια, ἐκβοῶντες· πέμψον τοῖς ὑμνοῦσί σε, σαῖς εὐχαῖς τοῦ Ὑψίστου τὸ ἔλεος.

ύου συμφορῶν, ἐχθίστου κακώσεων, δεινῶν στενώσεων, ἀλγηδόνων θλίψεων, καὶ δυσθυμίας τοὺς μελῳδοῦντάς σε, θεοειδὲς Βενέδικτε, μαρτύρων σέμνωμα, καὶ κοσμῆτορ, εὐσεβείας πάντιμε, ὁ ἐχθρῶν ἐδαφίσας τὸ φρύαγμα.

ριστε Χριστοῦ, ὁπλῖτα Βενέδικτε, σταυρὸς ὑπέρφωτος, ὕπερθεν λειψάνου σου, τοῦ Στεφοδότου τὴν εὐαρέσκειαν· διὰ τὴν σὴν ἐνάθλησιν, πᾶσι κατέδειξε, τοῦ ἀφθόνως, γέρα ἀπονέμοντος· δι’ Αὐτὸν τοῖς ἀθλοῦσιν ἐν σκάμμασι.

Θεοτοκίον.

Χαῖρε ἀγαθή, σεμνὴ ἀειπάρθενε, Θεογεννήτρια· χαῖρε φύλαξ ἄγρυπνε, τῶν καθ’ ἑκάστην, καταφευγόντων σοι, καὶ πάντων τῶν ἐν θλίψεσι, καὶ βίου κλύδωσιν, ἡ ἑτοίμη, ἀρωγὸς πανύμνητε, καὶ θερμὸν ἀληθῶς παραμύθιον.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

ερομάρτυς ἔνδοξε, τῶν Ἐζεβῶν ἐκβλάστημα, ὁ ἐν ἐσχάτοις τοῖς χρόνοις, Θεσσαλονίκης τὴν χθόνα, ἀρδεύσας τοῖς σοῖς αἵμασι, Βενέδικτε στεῤῥόψυχε, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν εὐλαβῶς ἀνυμνούντων, σὴν ἀεισέβαστον μνήμην.

Θεοτοκίον.

γνὴ Θεογεννήτρια, Ἁγίου Ὄρους ἔφορε, καὶ ἀντιλῆπτορ καὶ φύλαξ, τῶν χριστωνύμων ἁπάντων, μνημόνευε ἀείποτε, τῶν ὕμνοις εὐφημούντων σε, καὶ δοξαζόντων πάντοτε, τὸν σὸν Υἱὸν καὶ Σωτῆρα, τοῦ μεροπείου τοῦ γένους.

 

Αἶνοι. Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Βενέδικτε μάρτυς εὐσταλές, ἐκ τῆς σῆς νεότητος, τοῖς μονασταῖς συνηρίθμησαι, τοῦ ὄρους Ἄθωνος, ἔνθα διαμπέψας, νυχθημέροις σκάμμασι, πολλῇ ὑπακοῇ ταπεινότητι, εὐχῇ καὶ δάκρυσιν, ἱερεὺς ἐχρίσθης ὅσιος, ἐν σεμνείῳ, Στεφάνου τοῦ μάρτυρος.

 

Βενέδικτε γόνε Ἐζεβῶν, Βισαλτίας βλάστημα, ὀδμαῖς ψυχῆς εὐτονίας σου, πιστοὺς καθήδυνας, καὶ σῆς εὐσεβείας, εὐωδίᾳ ηὔφρανας, χορείας Ὀρθοδόξων τιμώντων σε, ψαλμοῖς καὶ ᾄσμασι, καὶ ὑμνούντων σὴν πανέορτον, μνήμην πάτερ, μαρτύρων ὡράϊσμα.

 

Βενέδικτε νέων ἀθλητῶν, τοῦ Χριστοῦ τῆς πίστεως, περιφανὲς σεμνολόγημα, σὺν τοῖς συνάθλοις σου, ἐν Θεσσαλονίκῃ, τὴν ὀφρὺν ἐπάτησας, τῶν Ἄγαρ ἀπογόνων καὶ ἤθλησας, ὥσπερ ἀσώματος, ὑπομείνας χαίρων ἔκτμησιν, κεφαλῆς σου, τιμίας πολύαθλε.

 

Βενέδικτε μνήμην σου σεπτήν, ἐκτελοῦντες σήμερον, ἐν κατανύξει γεραίρομεν, τὰ σὰ παλαίσματα, καὶ σὴν εὐτολμίαν, πρὸ ἀπίστων βήματος· δι’ ἧς στεῤῥῶς Χριστὸν ὡμολόγησας, καὶ καθυπέμεινας, τῆς σεπτῆς σου κάρας ἔκτμησιν, νεομάρτυς, τῆς πίστεως ἄριστε.

 

 

Δόξα. Ἦχος πλ. α΄.

Τὸν προκρίναντα τὸν θάνατον τῆς τοῦ Χριστοῦ ἀγάπης, ἀρνήσεως, νέον ἱερομάρτυρα Βενέδικτον τιμήσωμεν πάντες γηθόμενοι· οὗτος γὰρ θριαμβεύσας τοὺς ἀπίστους ἐκγόνους τῆς Ἄγαρ, τοὺς τυραννοῦντας Ὀρθοδόξων τοὺς δήμους, ἀλήκτου δόξης διπλοῦν στέφος ἐδέξατο παρὰ Κυρίου· καὶ νῦν σὺν τοῖς πάλαι ὁσίοις καὶ μάρτυσιν ἀγαλλιώμενος, ἐκτενῶς Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ὑμνούντων, αὐτοῦ τὸ μαρτύριον.

 

Καὶ νῦν. Θεοτοκίον

Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

Μεγαλυνάριον.

Χαίροις θεῖον βλάστημα Ἐζεβῶν, τοῦ Κωνσταμονίτου, ἐνδιαίτημα ἱερόν, καὶ Θεσσαλονίκης, ἱερομάρτυς νέε, Βενέδικτε γενναῖε, αὖχος περίλαμπρον.

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου