Παρασκευή 7 Σεπτεμβρίου 2018

ΠΡΟΣΕΥΧΗ ΓΕΡΟΝΤΟΣ ΦΙΛΟΘΕΟΥ ΖΕΡΒΑΚΟΥ ΠΡΟΣ ΤΟΝ ΕΣΤΑΥΡΩΜΕΝΟΝ


ΠΡΟΣΕΥΧΗ ΓΕΡΟΝΤΟΣ ΦΙΛΟΘΕΟΥ ΖΕΡΒΑΚΟΥ
ΠΡΟΣ ΤΟΝ ΕΣΤΑΥΡΩΜΕΝΟΝ
(ἐξ ἐπιγραφῆς ἐν τῷ Κελλίῳ τοῦ Γέροντος)


Ὁ Φιλόθεος πρὸς τὸν Ἐσταυρωμένον.
Οὐ θέλω γλυκύτατε Ἰησοῦ ἄτρωτος εἶναι ὁρῶν Σε τετρωμένον καὶ τῷ Σταυρῷ προσηλωμένον. Αἱ χεῖρές Σου ἐποίησάν με καὶ ἔπλασάν με· χεῖρες ἐκεῖναι αἱ προσηλωθεῖσαι τοῖς ἥλοις ὑπὲρ ἐμοῦ· τὸ ἔργον τῶν χειρῶν Σου Κύριε μὴ παρίδῃς· ἴδε πρὸς τὰς τῶν χειρῶν Σου πληγὰς δέομαι Κύριε. Ἰδοὺ ἐν ταῖς χερσί Σου ἔγραψάς με· τὴν γραφὴν ἐκείνην ἀνάγνωθι καὶ σῶσόν με. Ἐλεῆμον, ἐλέησον τὸ ποίημα τῶν χειρῶν Σου. Ὁ δι’ ἐμὲ σταυρωθεὶς ἑκουσίως ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Ὁ Ἐσταυρωμένος πρὸς τὸν Φιλόθεον.
Διὰ σὲ ἄνθρωπε Θεὸς ὢν γέγονα ἄνθρωπος· διὰ σὲ ὀνειδίσθην, ἐραπίσθην, ἐσταυρώθην, τὴν δόξαν ἐκένωσα, τὸν Πατέρα εἴασα, πρὸς σὲ ἦλθον τὸν μισοῦντά με καὶ ἀποστρεφόμενον, καὶ οὐδὲ ἀκοῦσαι τὸ ὄνομά μου, κατεδίωξα καὶ ἐπέδραμον, ἵνα σὲ κατάσχω· ἥνωσά σε καὶ συνῆψα ἐμαυτῷ.

Οἱ φιλόχριστοι πρὸς τὸν Ἐσταυρωμένον.
Ἕκαστον μέλον τῆς Ἁγίας Σου σαρκὸς ἀτιμίαν δι’ ἡμᾶς ὑπέμεινε· τὰς ἀκάνθας ἡ κεφαλή· ἡ ὄψις τὰ ἐμπτύσματα, αἱ σιαγόνες τὰ ῥαπίσματα· τὸ στόμα τὴν ἐν ὄξει κερασθεῖσαν χολὴν τῇ γεύσει, τὰ ὦτα τοὺς δυσσεβεῖς βλασφημίας· ὁ νῶτος τὴν φραγγέλωσιν καὶ ἡ χεὶρ τὸν κάλαμον· αἱ τοῦ ὅλου σώματος ἐκτάσεις ἐν τῷ Σταυρῷ· τὰ ἄρθρα τοὺς ἥλους, καὶ ἡ πλευρὰ τὴν λόγχην. Ὁ παθὼν ὑπὲρ ἡμῶν καὶ παθῶν ἐλευθερώσας ἡμᾶς, ὁ συγκαταβὰς ἡμῖν φιλανθρωπίᾳ καὶ ἀνυψώσας ἡμᾶς. Παντοδύναμε Σωτὴρ ἐλέησον ἡμᾶς.

Ὁ Ἐσταυρωμένος πρὸς πάντας ἀνθρώπους.
Οἴδατε ἀκριβῶς τι ὑπέμεινα δι’ ὑμᾶς ὦ ἄνθρωποι; Θεὸς ὧν δι’ ὑμᾶς ἐσαρκώθην· ἀορατος ὢν δι’ ὑμᾶς ἐπὶ τῆς γῆς ἐμφανῶς ἐβάδισα, δι’ ὑμᾶς ἐπείνασα, δι’ ὑμᾶς ἐδιώχθην, ἐλιθάσθην, καὶ ἀναμάρτητος ὢν δι’ ὑμᾶς κατεκρίθην, καὶ ἀνέγκλητος ὢν δι’ ὑμᾶς ἐῤῥαπίσθην, ἐνεπτύσθην, θάνατον ὑπέμεινα ἐπωνείδιστον· δι’ ὑμᾶς λόγχῃ τὴν πλευρὰν ἐκεντήθην, καὶ ὄξος μεμιγμένον ὑσσώπῳ καὶ χολὴν ἐποτίσθην· καὶ οὕτω πάσχων προσηλώμενος τῷ Σταυρῷ οὐκ ὀργίσθην· καὶ μυκτηριζόμενος οὐ κατηρασάμην ἐγὼ ὁ Δεσπότης, ὁ ἀνώτερος πάντων τῶν ἐγκλημάτων. Ταῦτα πάντα ὑπέμεινα δι’ ὑμᾶς, ἵνα ποιήσω ὑμᾶς Οὐρανίους καῖ Ἁγίους. Βασιλείαν οὐράνιον ἐχαρισάμην, παράδεισον ἄφθαρτον ἐδωρησάμην ὑμῖν, πάντας ἀδελφοὺς ἐκάλεσα, τῷ Πατρὶ προσήνεγκα· τὸ Πνεῦμα το Ἅγιον κατέπεμψα. Τί οὖν ὑμεῖς ὑπεμείνατε ὦ ἄνθρωποι δι’ ἐμέ;

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου