Σάββατο 1 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 5. ΑΓΙΕΣ ΠΕΝΤΕ ΚΑΝΟΝΙΚΕΣ ΠΑΡΘΕΝΕΣ ΜΑΡΤΥΡΕΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ Θ΄!!
ΠΕΝΤΕ ΚΑΝΟΝΙΚΕΣ ΠΑΡΘΕΝΕΣ ΜΑΡΤΥΡΕΣ
ΜΑΡΙΑ, ΜΑΡΙΑΝΘΗ, ΜΑΡΘΑ, ΘΕΚΛΑ & ΕΝΝΑΘΑ
ΑΚΟΛΟΥΘΙΑ
(Μητροπολίτου Ῥόδου Κυρίλλου Κογεράκη)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄. Τριήμερος ἀνέστη.
Πεντάριθμοι Παρθένοι Χριστοῦ, ὁσίως αἱ ἀσκήσασαι, καὶ κτανθεῖσαι ὡς ἀμνάδες λογικαί, χερσὶ τοῦ ἀνιέρου, ὑπὲρ ἡμῶν ἀπαύστως, ἐκδυσωπεῖτε τὸν Φιλάνθρωπον.

Κοσμήσασαι λαμπάδας ψυχῆς, ἐλαίῳ τῆς ἀσκήσεως, εἰς νυμφῶνα τοῦ Κυρίου τὸν φαιδρόν, εἰσήλθετε αἱμάτων, ῥοαῖς πεφοινιγμέναι, Παρθένοι Πέντε παμμακάριστοιθ.

Τύράννου μὴ πεισθεῖσαι σεμναί, τῷ δόγματι ἠθλήσατε, τὴν τοῦ ξίφους ἐνεγκοῦσαι ἐκτομήν, ὡς πόθῳ τοῦ Νυμφίου, ἐνθέως τετρωμέναι, Παρθένοι Πέντε ὑπερθαύμαστοι.

Πρεσβεύετε ἀπαύστως Χριστῷ, Μαρία Μαριάμνη τε, Μάρθα Θέκλα καὶ ὀλβία Ἐνναθᾶ, ὑπὲρ τῶν ἐκτελούντων, εὐσχήμοσιν ἐν ὕμνοις, τὸ ἱερὸν ἡμῶν μνημόσυνον.

Δόξα. Ἦχος πλ. δ΄.
Πεντάριθμοι Παρθένοι Χριστοῦ, οὐδὲν ὑμᾶς τῆς ἀγάπης πρὸς Αὐτόν, μεταστῆσαι ἴσχυσεν, οὐκ ἐπαγγελιῶν παροχαί, μηδὲ βασάνων ἀπειλαί, οὐδ’ αὐτὸς ὁ θάνατος· πάντα γὰρ ἐν αὐτῷ ὑπεμείνατε, ἐν ᾧ καὶ ἐνυμφεύθητε μυστικῶς, προῖκα αὐτῷ τὸ αἷμα προσάξασαι. Διὸ αἰτεῖσθε ἡμῖν, ἱλασμὸν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος, ὡς πολλὴν παῤῥησίαν ἔχουσαι.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.





Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν πενταυγῆ, χορείαν τῶν Παρθένων, τιμήσωμεν ἐν ὕμνοις, ὅτι τοῦ μαρτυρίου, ἀγῶσιν ἠνδραγάθησαν.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ἥλιον τὸν Χριστόν, τῆς δόξης ἐπιγνοῦσαι, τῷ αἰσθητῷ ἡλίῳ, πεντάριθμοι Παρθένοι, λατρείαν οὐκ ἐνείματε.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἔχουσα τὸν ναόν, ὑμῶς ὥς τινα κρήνην, τῆς χάριτος Παρθένοι, ἡ Κρήτη μακαρίζει, ὑμᾶς τερπνοῖς ἐν ᾄσμασιν.

Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Πάτερ Υἰὲ καὶ Πνεῦμα, Τριὰς ἡ Παναγία, ταῖς τῶν ὁσιοάθλων, πρεσβείαις ἡμᾶς φύλαττε.

Καὶ νῦν. Θεοτοκίον.
Ἔρωτι τοῦ ἐκ Σοῦ, τεχθέντος ἀποῤῥήτως, Παρθένε αἱ Παρθένοι, ἐβίωσαν ὁσίως, καὶ ξίφει ὑπερήθλησαν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον.
Τῶν Ἁγίων Παρθένων τὴν πεντάδα τιμήσωμεν, Μάρθαν Μαριάμνην Μαρίαν, Ἐνναθᾶν Θέκλα λέγοντες· Παρθένοι τοῦ Νυμφίου Ἰησοῦ, εὑροῦσαι ὡς παστάδα μυστικήν, τὴν οὐράνιον καὶ θείαν ὄντως ζωήν, ἐν ᾗ αὐτῷ ἡρμόσθητε, σπεύσατε συντηρῆσαι καὶ ἡμῖν, φλόγα ψυχῆς λιταῖς ὑμῶν, ἵνα ἐν ἐγρηγόρσει καὶ ἡμεῖς, τύχωμεν χάριτος.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Τὴν φιλάργυρον, συμφώνως γνώμην, ἀπωθήσασαι, τοῦ ψευδωνύμου, ἱερέως Παρθένοι πεντάριθμοι, ἀσκητικῆς πολιτείας τὸν δίαυλον, μαρτυρικῇ τελευτῇ ἐσφραγίσατε, καὶ εἰσήλθετε, νυμφῶνα ζωῆς εἰς ἄφθαρτον, ἡμῖν τὸν Λυτρωτὴν ἐξιλεούμεναι.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Παρθένοι πεντάριθμοι ὑμεῖς, τὰ τῆς γῆς μισήσασαι, καὶ τὸν Χριστὸν ἀγαπήσασαι, ἀσκήσει πρότερον, μαρτυρίῳ εἶτα, τρανῶς ἠριστεύσατε, καὶ δόξης αἰωνίου ἐτύχετε, Θεῷ πρεσβεύουσαι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 Παρθένοι πεντάριθμοι ὑμεῖς, ἐν Χριστοῦ συνήχθητε, τῷ παναγίῳ ὀνόματι, καὶ τοῦτον ἔχουσα, ἰσχυρὸν ἐν μέσῳ, ἐχθρῷ ἀντετάξασθε, στεῤῥῶς τῷ δυσωνύμῳ καὶ ἤρατε, νίκης διάδημα, τὴν ὁσίαν ὑμῶν ἄσκησιν, μαρτυρίῳ γενναίῳ σφραγίσασαι.

Παρθένοι πεντάριθμοι ὑμεῖς, καθαρῶς λατρεύουσαι, δικαιοσύνης τὸν Ἥλιον, Χριστὸν τὸν Κύριον, αἰσθητῷ ἡλίῳ, σέβας οὐκ ἐνείματε, καὶ τῶν πυρσολατρῶν κατῃσχύνατε, πλάνην τὴν ἄθεον, ὁμοφρόνως ὑποκλίνασαι, τοὺς αὐχένας τῷ ξίφει ὡς εὔτονοι.

Παρθένοι πεντάριθμοι ὑμεῖς, Παῦλον τὸν παράφρονα, φιλαργυρίᾳ νοσήσαντα, στεῤῥῶς ἐλέγξασαι, ὑπ’ αὐτοῦ ἀνδρείως, τὴν σφαγὴν ἐδέξασθε, τῷ πόθῳ τοῦ Νυμφίου φλεγόμεναι, ᾧ καὶ ἡρμόσθητε, αὐτῷ προῖκα ὥσπερ ἄφθαρτον, τῶν αἱμάτων τὰ ῥεῖθρα προσάξασαι.

Παρθένοι πεντάριθμοι Χριστοῦ, Μάρθα καλλιπάρθενε, καὶ Ἐνναθᾶ παναοίδιμε, Θέκλα Μαρία τε, σὺν τῇ Μαριάμνῃ, ὡς ζωῆς εὑράμεναι, νυμφῶνα τὸν φαιδρὸν εἰς κατοίκησιν, διαιωνίζουσαν, ἱκετεύουσαι μὴ παύσησθε, ὑπὲρ πάντων ἡμῶν τὸν Φιλάνθρωπον.

Παρθένοι πεντάριθμοι ὑμῶν, τὸν ναὸν κατέχοντες, ὡς ἰατρεῖον ἀδάπανον, προθύμως σπεύδομεν, ἐν αὐτῷ καὶ ὕμνοις, ὑμᾶς μακαρίζοντες, κηρύττοντες εὐσήμως τὰ θαύματα, ἃ ἡ τῆς χάριτος, δι’ ὑμῶν ἰσχὺς ἐργάζεται, τῆς Τριάδος εἰς δόξαν καὶ αἴνεσιν.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ πεντάφωτος τῶν Παρθένων λυχνία, τῇ ἐπινεύσει Κυρίου τῆς χάριτος, τοὺς εὐσεβεῖς καταυγάζουσα, πρὸς εὐωχίαν εὐφρόσυνον ἐκάλεσεν· αὗται καὶ γάρ, ὡς τῷ νοητῷ Ἡλίῳ τῆς δικαιοσύνης, ἐφέσει ἀκολουθοῦσαι κρείττονι, καὶ ἀκτησίας τῷ κόσμῳ κεκοσμημέναι, τὴν φιλάργυρον γνώμην τοῦ πρεσβύτου, ἐν ὁμογνώμῳ διαθέσει ἀπώσαντο, καὶ τοὺς τῷ αἰσθητῷ ἡλίῳ λατρεύοντας, ἀθλητικῇ ἐνστάσει κατήσχυναν· ἀποτμηθεῖσαι δὲ ξίφει τὰς κεφαλάς, καὶ τῷ Νυμφίῳ ὡς προῖκα, τὰαἵματα προσάξασαι, εἰς τὸν νυμφῶνα τῆς ζωῆς εἰσεληλύθασι, τὴν τῶν παρθένων ἐκείνων δεκάδα συμπληρώσασαι· ὅθεν αὐτὰς μακαρίζοντες, συμφώνως ἐκβοήσωμεν· πεντάριθμοι τοῦ Κυρίου Παρθένοι καὶ Μάρτυρες, ὡς παῤῥησίαν πολλὴν πλουτοῦσαι, πρεσβεύετε Αὐτῷ ἐκτενῶς, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ, λα', λα΄. 10. -20, 25)
Γυναῖκα ἀνδρείαν τὶς εὑρήσει; τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε  πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.


Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ. 

Λιτή. Ἦχος α΄.
Τῶν πενταρίθμων Παρθένων τὴν χορείαν, Μαρίαν Μαριάμνην καὶ Μάρθαν, Θέκλαν τε καὶ Ἐνναθᾶν, εὐσεβοφρόνως σήμερον τιμήσωμεν, ὅτι ἀσκητικοῖς ἱδρῶσι σὺν αἵμασι μαρτυρικοῖς, σωτηρίου χιτῶνα ἑαυταῖς ἐξυφάνασαι, εἰς τὸν φαιδρὸν νυμφῶνα τῆς ζωῆς, λαμπροφόροι εἰσεληλύθασι, τῶν πόνων δεξάμεναι τὰ ἔπαθλα, καὶ θαύματα ἀναπηγάζουσαι, τοῖς προστρέχουσι τῷ τεμένει αὐτῶν, καὶ ἐκ ψυχῆς βοῶσιν· ὁ μυστικὸς νυμφίος τῶν ψυχῶν, Χριστὲ ὁ Θεός, σὺν Πατρί τε καὶ Πνεύματι, Κύριε δόξα Σοι.

Ἦχος β΄.
Σήμερον χαίρει ἡ Ἐκκλησία τοῦ Χριστοῦ, τῇ παναγίᾳ μνήμῃ ὑμῶν, Παρθένοι πεντάριθμοι, καὶ γηθοσύνως πᾶσα ψυχὴ μακαρίζει, ὑμῶν τὰ κατορθώματα· ἑαυτὰς γὰρ τῷ Κυρίῳ, δι’ ἀσκητικῆς συντονίας δουλώσασαι, τῷ μιαρῷ τυράννῳ οὐχ ὑπετάγητε, ἀλλὰ αὐτῷ ἐν πίστει ἀντιπαραταξάμεναι, ταῖς τοῦ μιαιφόνου ἱερέως χερσί, τοῦ διαβόλου ὀργάνου γενομένου, ὡς λογικαὶ ἀμνάδες ἐτύθυτε. Ὄντως καλὴ ὑμῶν ἡ ὁμολογία, καὶ πανολβία ἡ ἄθλησις, δι’ ἧς αἵματα δοῦσαι, τοῦ νυμφῶνος τῆς ζωῆς, κληρονόμοι γεγόνατε. Ἀλλ’ ὡς ἔχουσαι παῤῥησίαν πρὸς Θεόν, τὴν εἰρήνην τῷ κόσμῳ αἰτεῖσθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Ἀσκήσει τὰ σώματα ὑμῶν, Παρθένοι νεκρώσασαι, καὶ τὰς ψυχὰς ἀρετῶν τῇ ἰσχύϊ νευρώσασαι, ἀφόβως συνεισήλθετε μαρτυρίου τὸ στάδιον, καὶ ἀνδρικῶς διὰ μαστίγων πρότερον ἀγωνισάμενα, τὴν ὀφρὺν τοῦ τυράννου καθείλετε, καὶ τὸ τοῦ δημίου ἄτοπον ἐλέγξασαι, θάνατον εἰλήφατε, τὸν τῆς ἀθανασίας προξένον, Ὁσιομάρτυρες Παρθένοι πεντάριθμοι.


Ἦχος δ΄.
Τὴν πεντάκλωνον σειρὰν δεῦτε πιστοί, τῶν Ἁγίων Ὁσιομαρτύρων καὶ Παρθένων, συνελθόντες ὕμνοις εὐφημήσωμεν· ἡ γὰρ ἀκόρεστος φιλαργυρία, τοῦ δυστήνου ἱερέως, τὸν βρόχον κατ’ αὐτοῦ ηὐτρέπισεν, ὥς ποτε καὶ τοῦ Ἰούδα τοῦ προδότου· ἡ δὲ τῶν Παρθένων σταθερότης καὶ ἀκτημοσύνη, τὴν οὐράνιον εὗρε βασιλείαν, καὶ ἐκτήσατο αὐτήν, ὡς κλῆρον ἀναφαίρετον. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. α΄.
Δεῦτε μιμησώμεθα τὰς φρονίμους Παρθένου, δεῦτε ὑπαντήσωμεν τῷ φανέντι Δεσπότῃ, πρὸς ἀλλήλας ἔλεγον, καὶ αὗται μετ’ ἐκείνων αἱ Παρθένοι, ἑαυτὰς ἑτοιμάζουσαι, εἰς θλίψεις μαρτυρίου, καὶ εἰς τὸν ὑπὲρ Χριστοῦ θάνατον· πέντε γὰρ καὶ αὗται οὖσαι, ὡς ἐκεῖναι τῷ νυμφίῳ Χριστῷ προϋπήντησαν, τὰς λαμπάδας αὐτῶν ἀσβέστους συντηρήσασαι· ὧν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. β΄.
Τῶν Ἁγίων Παρθένων ὁ χορός, ὑποδεξάμενος ὑμᾶς ὦ Παρθένοι, χαίρει τῇ ὑμῶν σωτηρίᾳ καὶ χάριτι· οὐ γὰρ ἠρκέσθητε μακάριαι, τῇ ἀζύγῳ βιοτῇ διαιτώμεναι, ἀλλὰ καὶ δι’ αἵματος ὑπὲρ Χριστοῦ, τελειωθῆναι ἐσπεύσατε· ὅθεν τὰς λαμπάδας σώας τηρήσασαι, εἰς τὸν οὐράνιον νυμφῶνα συνεισήλθετε, τοῦ πρεσβεύειν πάντοτε, ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Δόξα. Ἦχος πλ. δ΄.
Σήμερον Ἀργυρούπολις τέρπεται, ἐπὶ τῇ ἁγίᾳ μνήμῃ ὑμῶν, Παρθένοι Ἀθληφόροι πεντέριθμοι· ὑμῶν γὰρ τὸν πάνσεπτον οἶκον, ὡς ἰατρεῖον ἄμισθον κεκτημένη, ἐν αὐτῷ τοὺς φιλεόρτους συγκαλεῖται, κραυγάζουσα διατόρῳ φωνῇ· ἐθαυμάστωσε Κύριος τὰς Ὁσιομάρτυρας Αὐτοῦ, καὶ ἐκ τῆς πηγῆς αὐτῶν ἀναβλύζει ἰάματα, ἐξ ἧς ἀντλοῦντες οἱ χρήζοντες, δεῦτε αὐτὰς εὐφημήσωμεν λέγοντες· χαίροις Μάρθα, χαίροις Μαρία, χαίροις Μαριάμνη, χαίροις Θέκλα, χαίροις Ἐνναθᾶ, αἱ τῶν Χριστὸν ἀγαπήσασαι, καὶ κόσμου καταφρονήσασαι, καὶ παρ’ Αὐτοῦ δοξασθεῖσαι, ᾯ καὶ πρεσβεύετε ἐκτενῶς, ὡς Σωτῆρι τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.


Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ἡ τῶν Παρθένων πεντάς, αἱ τῶν παρθένω τῶν φρονίμων ὁμότροποι, ἀσκήσει τε καὶ ἀθλήσει, αἱ τὸν δυνάστην ἐχθρόν, ἐν ὁμοφροσύνῃ καταισχύνασαι· Μαρία ὑπέρκαλλε, Μαριάμνη πανάριστε, Μάρθα τε Θέκλα, Ἐνναθᾶ περιπόθητε, τὰ ἀμάραντα, τῆς Περσίδος βλαστήματα· ἄνθη ἀεὶ τὰ πνέοντα, τὴν θείαν τῆς χάριτος, μυρεψικὴν εὐωδίαν, τῷ χριστωνύμῳ πληρώματι. Ἀεὶ οὖν αἰτεῖσθε, ταῖς ψυχαῖς ἡμῶν εἰρήνην, καὶ μέγα ἔλεος.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Χαίροις, ἡ τῶν Παρθένων πεντάς, ἡ τῷ ἐλαίῳ τῆς ἁγνείας συμμίξασα, τὸ αἷμα τοῦ μαρτυρίου, καὶ τὰς λαμπάφας ὑμῶν, τῆς ψυχῆς ἀσβέσους συντηρήσασαι· παρθένων τὸ ἔλλειμμα, τῶν μωρῶν διορθώσασαι, καὶ τὴν δεκάδα, ἀληθῶς συμπληρώσασα, καὶ νυμφῶνός τε, τῆς χαρᾶς κοινωνήσασαι· κάλλος αἱ κατοπτεύουσαι, Χριστοῦ παμμακάριστοι, νῦν τοῦ ὡραίου Νυμφίου, ἐν τῆς ζωῆς τοῖς σκηνώμασιν. Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, ἡ τῶν Μαρτύρων πεντάς, ἀκτημοσύνην αἱ τελείαν ἀσκήσασαι, καὶ πάθος φιλαργυρίας, ἐν ὁμογνώμῳ φωνῇ, τοῦ δολίου θύτος διελέγξασαι, ὑφ’ οὗ ἑταζόμεναι, καὶ δεινῶς μαστιζόμεναι, καὶ ὡς ἀμνάδες, τῇ σφαγῇ ὁδηγούμεναι, ἐπτοήθητε, μηδαμῶς ἀλλ’ ἐκράζετε, λόγοις ὑπαμοιβόμεναι, ἀλλήλας πρὸς ἄθλησιν, Χριστός ἐστι ὡς προέφη, φῶς καὶ ζωὴ καὶ ἀνάστασις. Αὐτὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος β΄.
Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον, τῶν πενταρίθμων Παρθένων, οἱ ἐν Κρήτῃ εὐσεβεῖς. Δεῦτε μακαρίσωμεν αὐτάς, ἐν ἐγκωμίοις μελῳδοῦντες καὶ κράζοντες· χαίροις Μαρία, χαίροις Θέκλα, χαίροις Μαριάμνη, χαίροις Ἐνναθᾶ αἱ ὁσίως ἀσκήσασαι, καὶ ἀνδρείως ἀθλήσασαι, τοῦ φιλαργύρου ἱερέως χερσίν· αἱ τῶν θαυμάτων τὰ ῥεῖθρα, τοῖς δεομένοις ἀενάως πελαγίζουσαι, τοῖς καταφεύγουσιν ἐν πίστει, τῷ πανσέπτῳ ἡμῶν ναῷ καὶ βοῶσιν· ὐπεράγαθε Κύριε, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου, δόξα Σοι.





Καὶ νῦν. Θεοτοκίον
Ὢ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! τίς γὰρ ἔγνω Μητέρα, ἄνευ ἀνδρὸς τετοκυῖαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, ὃν ὡς βρέφος Πάναγνε, σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον.
Τῶν Ἁγίων Παρθένων τὴν πεντάδα τιμήσωμεν, Μάρθαν Μαριάμνην Μαρίαν, Ἐνναθᾶν Θέκλα λέγοντες· Παρθένοι τοῦ Νυμφίου Ἰησοῦ, εὑροῦσαι ὡς παστάδα μυστικήν, τὴν οὐράνιον καὶ θείαν ὄντως ζωήν, ἐν ᾗ αὐτῷ ἡρμόσθητε, σπεύσατε συντηρῆσαι καὶ ἡμῖν, φλόγα ψυχῆς λιταῖς ὑμῶν, ἵνα ἐν ἐγρηγόρσει καὶ ἡμεῖς, τύχωμεν χάριτος.
Δόξα. Ἦχος γ΄. Θείας πίστεως.
Τὴν φιλάργυρον, συμφώνως γνώμην, ἀπωθήσασαι, τοῦ ψευδωνύμου, ἱερέως Παρθένοι πεντάριθμοι, ἀσκητικῆς πολιτείας τὸν δίαυλον, μαρτυρικῇ τελευτῇ ἐσφραγίσατε, καὶ εἰσήλθετε, νυμφῶνα ζωῆς εἰς ἄφθαρτον, ἡμῖν τὸν Λυτρωτὴν ἐξιλεούμεναι.
Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

Ἀπόλυσις.















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ἀμνάδες τοῦ Χριστοῦ, καλλιπάρθενοι κόραι, Μαρία Ἐνναθᾶ, Μαριάμνη καὶ Θέκλα, σὺν Μάρθᾳ ὑμᾶς πάντοτε, εὐλαβῶς μακαρίζομεν, ὅτι ἅπασαν, τὴν τοῦ ἐχθροῦ δυναστείαν, κατεβάλετε, ἀσκητικαῖς ἀριστείαις, καὶ πόνοις ἀθλήσεως.
Δόξα.
Οἱ Μάγοι τῷ Χριστῷ, ἐκ Περσίδος ἐλθόντες, προσήνεγκάν ποτε, χρυσὸν λίβανον σμύρναν, ὡς δῶρα ὑπέρτιμα, ὦ Παρθένοι πεντάριθμοι, οὓς μιμούμεναι, ὑμεῖς Περσίδος τὰ ἄνθη, προσηνέγκατε, αὐτῶ τομῇ τοῦ αὐχένος, ἀθλήσεως αἵματα.
Καὶ νῦν. Θεοτοκίον.
Τρωθεῖσα ὁλικῶς, τοῦ Υἱοῦ Σου τῷ πόθῳ, αἱ πέντε ὦ ἁγνή, καλλιπάρθενοι Κόραι, Αὐτῷ ἠκολούθησαν, δι’ ὁσίας ἀσκήσεως, καὶ ἀθλήσασαι, καρτερικῶς διὰ ξίφους, ὡς ἐλέγξασαι, φιλαργυρίαν πρεσβύτου, Αὐτῶ ἐνυμφεύθησαν.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, ὁ ἀνθρωπόλεθρος ἐχθρός, καὶ κατήσχυνται οἰκτρῶς, πυρσολατρῶν τε ὁ ἐσμός, τῇ ὑμετερᾳ πεντάριθμοι καρτερίᾳ· πίστει γὰρ ὑμεῖς, οὐκ ἐκλίνατε, εἰς στραγγαλιάς, ὁδοὺς πάνσεμνοι, ἀλλ’ ἀνενδότως ἄχρι μαρτυρίου, αὐτοῦ τοῖς ἴχνεσι βαίνουσαι, εἰς καταπαύσεις, τὰς αἰωνίους, μετὰ δόξης εἰσήλθετε.
Δόξα. Ὁ αὐτός. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσασαι τὸν ἐραστὴν τῶν ψυχῶν, καὶ τοῦτον πλουτήσασαι ὡς θησαυρὸν ἐν ψυχῇ, ἀνδρείως ἠλέγξατε, πάθος φιλαργυρίας, τοῦ παράφρονος θύτου, παρ’ οὗ σφαγιασθεῖσαι, ὡς ἀμνάδες Παρθένοι, Μαρτύρων νῦν ἐν δόμοις, οἰκεῖτε χορεύουσαι.
Καὶ νῦν. Θεοτοκίον.
Παρθένε πανάχραντε ἡ τῶν Παρθένων πεντάς, φωτὶ ἐξαστράπτουσα, τῆς παρθενίας φαιδρῶς, καὶ αἴγλῃ ἀθλήσεως, νύμφαι κεκοσμημέναι, τοῦ ἐκ Σοῦ σαρκωθέντος, ὤφθησαν Βασιλέως, μεθ’ ὧν πρέσβευε Κόρη, Αὐτῷ ἡμῖν πταισμάτων, τὴν λύσιν δωρήσασθαι.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὁ ναὸς πεντάριθμοι, ὑμῶν ὑπάρχει, ἰατρεῖον χάριτος, ἐν ᾧ προστρέχοντες πιστῶς, δοξολογοῦμεν τὸν Κύριον, τὸν θαυμαστὸν ἐν Ἁγίοις ὡς γέγραπται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παναγία Δέσποινα, σὺν τῇ πεντάδι, τῶν Παρθένων πρέσβευε, τῷ Σῷ Υἱῷ  ἀνελλιπῶς, ἵνα κινδύνων καὶ θλίψεων, ῥυσθῶμεν πάντες οἱ πόθῳ τιμῶντές Σε.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχες μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον, ζήτει τῇ ΙΑ΄ Ἰουλίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθληφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Τοῦ μαρτυρίου τὸν ἀγῶνα, ἐν εὐφροσύνῃ τελέσασαι, τοὺς ἐν οὐρανοῖς ἀποκειμένους στεφάνους, πεντάριθμοι Παρθένοι ἐκομίσασθε· τῆς σαρκὸς γὰρ τὴν πρόνοιαν μισήσασαι, καὶ τὴν παρθενίαν ἀλώβητον τηρήσασαι, τῇ φονικῇ μαχαίρᾳ τοῦ ἱερέως, φιλαργυρίᾳ ὡς ὁ Ἰούδας νοσήσαντος, ἀμνάδαι ὡς λογικαὶ ἐσφαγιάσθητε· ὅθεν νῦν ἐν Κυρίῳ ζῶσαι, Μαρία Ἐνναθᾶ καὶ Θέκλα σὺν Μάρθᾳ καὶ Μαριάμνῃ πανεύφημοι, Αὐτὸν ἐκτενῶς δυσωπεῖτε, δωρήσασθαι τῇ οἰκουμένῃ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

























Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου καὶ β΄ τῶν Παρθένων.
Ὁ α΄ Κανὼν τῶν Παρθένω, οὗ ἡ ἀκροστιχίς: Τὰς κανονικὰς Παρθένους μέλπω. Κυρίλ(λο)υ.
ᾨδὴ α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Τὴν πεντάριθμον λυχνίαν, τῶν Παρθένω πιστοί, Μάρθαν Μαρίαν Θέκλαν, σὺν Μαριάμνῃ Ἐνναθᾶν, εὐφημήσωμεν ᾠδαῖς, τελοῦντες φαιδρῶς, αὐτῶν τὴν πανήγυριν, διαλάμπουσαν σήμερον.
ναθεῖσαι τῷ Κυρίῳ, ἑαυτὰς ὁλικῶς, κάλλει καταθελχθεῖσαι, Αὐτοῦ τῷ θείῳ τὰς ψυχάς, ὦ Παρθένοι εὐκλεεῖς, στολὴν τὴν φαιδράν, ὁσίας ἀσκήσεως, ἐφοινίξατε αἵμασι.
Συνασκήσασαι ὁσίως, ὁμονοίᾳ ψυχῆς πέντε σεμναὶ Παρθένοι, συνεπορεύθητε στεῤῥῶς, μαρτυρίου τὴν ὁδόν, καὶ ἶσα χειρί, Θεοῦ ἀπελάβετε, τὰ βραβεῖα πανεύφημοι.
Θεοτοκίον.
Κυριώνυμε Παρθένε, Θεοτόκε ἁγνή, Μῆτερ Θεοῦ Ὑψίστου, τοὺς προσκυνοῦντας εὐσεβῶς, τὸν φρικτόν Σου τοκετόν, πρεσβείαις ταῖς Σαῖς, ἀεὶ ὡς φιλεύπσλαγχνος, περιφρούρει καὶ φύλαττε.

Ὁ β΄ Κανὼν τῶν Παρθένων, οὗ ἡ ἀκροστιχίς, ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.
Παρθένων, τὴν πενταυγῆ ὁμήγυριν, πιστῶς τιμήσωμεν, Μάρθαν Μαρίαν Θέκλαν Ἐνναθᾶν, Μαριάμνην Χριστοῦ τοῦ Θεοῦ, τὰς εὐκλεεῖς συμμάρτυρας, αὐτῶν τὴν χάριν ἐξαιτούμενοι.
Τῷ θείῳ, πεπυρσευμέναι ἔρωτι, Περσῶν ἐλύσατε, τῆς ἀθεΐας σκότος τὸ δεινόν, καὶ λαμπάδες Χριστοῦ τοῦ Θεοῦ, τῆς πίστεως ἀνήφθητε, τοῦ μαρτυρίου ἀριστεύμασι.
Πανσόφως, τοῦ Λυτρωτοῦ ἀράμεναι, Σταυρὸν τὸν τίμιον, ἀσκητικὴν ἑλόμεναι ζωήν, μαρτυρίου Παρθένοι σεμναί, ἐν αἵματι ἐτύχετε, τοῦ μυστικοῦ ὑμῶν ἐλπίσματος.
Θεοτοκίον.
Κυρία, καὶ Βασιλὶς τῆς κτίσεως, ὑπάρχεις ἄχραντε, τὸν Βασιλέα τέξασα Χριστόν, Ὃν δυσώπει εὐχαῖς μητρικαῖς, ῥυσθῆναι πάσης θλίψεως, τοὺς μακαρίζοντας τὸν Τόκον Σου.









ᾨδὴ γ΄. Δεῦτε πόμα.
νω σχοῦσαι ὄμμα τῆς ψυχῆς, παρεδράμετε πάντα γῆς τὰ ἐπίκηρα, καὶ τῷ νυμφίῳ Χριστῷ, ἡρμόσθητε Κόραι μυστικῶς, Μαρτύρων ἐν αἵματι.
Νόμῳ πειθαρχήσασαι Θεοῦ, ἱερεῖ φιλαργύρῳ στεῤῥῶς ἀντέστητε, λέγουσαι Κόραι αὐτῷ· ἡμεῖς προαιρούμεθα χρυσοῦ, Χριστὸν τὸν φιλάνθρωπον.
λβιος ὁ θάνατος ὑμῶν, βιοτὴν πανολβίου πέλων ἐκφράγισμα, δι’ οὗ Παρθένοι σεμναί, ζωῆς αἰωνίου ἀληθῶς, τῆς δόξης μετέσχετε.
Θεοτοκίον.
Νῦξ καταχειμάζει με παθῶν, ἁμαρτίας ὁ κλύδων, δεινῶς ταράττει με· διὸ αἰτοῦμαι πιστῶς, γαλήνης ἁγνὴ καὶ φωτισμοῦ, τυχεῖν τῇ πρεσβείᾳ Σου.

Ἕτερος. Εὐφραίνεται ἐπὶ Σοί.
Ἀθλήσασαι ἀνδρικῶς, ἐν συμφωνίᾳ ψυχικῇ ἔνδοξοι, τῷ Λυτρωτῇ τοῦ σύμπαντος, ἐν τοῖς οὐρανοῖς ἐνυμφεύθητε.
Ὡς θύματα λογικά, ἀποτμηθεῖσαι κεφαλὰς πάνσεμνοι, τῷ τῆς ζωῆς ἄρχοντι, καὶ Θεῷ ἡμῶν προσηνέχθητε.
Ἐνστάσει ἀθλητικῇ, ἐταπεινώσατε ἐχθρῶν φρύαγμα, καὶ τοῦ δεινοῦ δράκοντος, τὰς μηχανουργίας ἐλύσατε.
Θεοτοκίον.
μνοῦμέν Σε εὐλαβῶς, χαῖρε βοῶντές Σοι ἁγνὴ Δέσποινα, ὅτι Χριστὸν ἔτεκες, ἀπερινοήτως τὸν Κύριον.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Τοῦ νοσήσαντος, φιλαργυρίᾳ, ἀπωσάμεναι, τὴν συμβουλίαν, τῇ τοῦ ξίφους ἀκμῇ παρεδόθητε, καὶ εὐπρεπῶς τὴν στολὴν τῆς ἀσκήσεως, μαρτυρικοῖς πορφυρώσασαι αἵμασι, ἐξαστράπτουσαι, Μαρτύρων τῇ ὡραιότητι, Χριστῷ ὦ Παρθένοι ἐνυμφεύθητε.
 Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε Δέσποινα, εὐλογημένη, ἡ κυήσασα, ἀνερμηνεύτως, τὸν Ποιητὴν καὶ Δεσπότην τῆς κτίσεως, οὗ τῇ ἀγάπῃ πεντὰς ἡ ὑπέρτιμος, τῶν καλλινίκων Παρθένων ἐνήθλησεν. Αὐτῷ πρέσβευε, ἀεὶ σὺν αὐταῖς δωρήσασθαι, πταισμάτων ἱλασμὸν τοῖς εὐφημοῦσί Σε.








ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας φυλαῆς.
σχυροτάτῳ λογισμῷ, ὡς δυναμούμεναι Σταυροῦ, τῇ ἀκαταλύτῳ δυνάμει, κατ’ ἐχθροῦ πεντάριθμοι, Παρθένοι ἐχωρήσατε, καὶ τούτου τὸ μετέωρον θράσος, μαρτυρικῶς ἐν τῇ γῇ κατηδαφίσατε.
Καταφρονήσασαι πληγῶς, καὶ τοῦ θανάτου ἀνδρικῶς, ἀνοσιωτάτου πρεσβύτου, ταῖς χερσὶν ἐσφάγητε, ὥσπερ ἀμνάδες κράζουσαι· θνήσκομεν ἵνα ζήσωμεν ἄφρον, τὴν ἐν Κυρίῳ ζωήν, ἣν σὺ ἀπώλεσας.
σκητικῶς τῷ Λυτρωτῇ, ἀκολουθήσασαι Χριστῷ, τούτῳ ἐνυμφεύθητε πίστει, ὥσπερ προῖκα αἵματα, Αὐτῷ σεμναὶ προσάξασαι, Θέκλα τε Μαριάμνη Μαρία, σὺν Ἐνναθᾷ τῇ σεμνῇ, Μάρθα ἡ ἔνθεος.
Θεοτοκίον.
Σῶσον εὐχαῖς Σου μητρικαῖς, τοὺς πεποιθότας ἐπὶ Σέ, Δέσποινα Παρθένε Μαρία, καὶ ὑμνοῦντας πάντοτε, τὸν ζωηφόρον Τόκον Σου, δι’ οὗ τῆς τοῦ Ἀδὰμ καταδίκης, γένος ἐῤῥύσθη βροτῶν, θεοχαρίτωτε.

Ἕτερος. Τὴν ἀνεξιχνίαστον.
Πίστεως ἡδόμεναι τῷ γλυκασμῷ, τὰς πικρὰς βασάνους πεντάριθμοι, ὁμοφροσύνῃ, ὑπεμείνατε ψυχῆς, καὶ ὤφθητε ἀκλόνητα, τῆς θεοσεβείας προπύργια.
Ἴχνεσι ἑπόμεναι ὄντως Χριστοῦ, καὶ Αὐτοῦ πειθόμεναι ῥήμασι, βίου τὴν τύρβην, κατελίπετε πιστῶς, καὶ ἄλλον βίον εὕρετε, ἄθλοις μαρτυρίου πεντάριθμοι.
Χαίρει Ἀργυρούπολις νῦν ἐφ’ ὑμᾶς, ὥσπερ κρήνη ἔχουσα χάριτος, ὑμῶν Παρθένοι, τὸν σεβάσμιον ναόν, ἐν ᾧ συναθροιζόμενοι, ᾄσμασι ὑμᾶς μεγαλύνομεν.
Θεοτοκίον.
ῦσαι πάσης θλίψεως Μῆτερ ἡμᾶς, πάσης δυσπραγίας κακώσεως, καὶ τοῦ δυνάστου, τῶν δεινῶν ἐπιδρομῶν, ὅτι εἰς Σὲ ἐλπίζομεν, τὴν τὸν Θεὸν Λόγον κυήσασαν.














ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Προσέλθωμεν πάντες προθύμως, ἐπὶ τὸν ἅγιον οἶκον, Παρθένων τῶν πενταρίθμων, καὶ αὐταῖς βοήσωμεν· ὦ Ἀθληφόροι χαίρετε, νύμφαι Χριστοῦ καλλιπάρθενοι.
νεῖλεν ὁ θύτης ὁ τάλας, φιλαργυρίᾳ νοσήσας, Ἰούδας ὡς ὁ προδότης, μὴ εἰδὼς ὃ ἔπραττεν, ὑμᾶς Παρθένοι πάνσεμνοι, καὶ τῷ Θεῷ καθιέρωσε.
αβδίσματα ὕβρεις αἰκίας, καὶ χαλεπὰς τιμωρίας, Παρθένοι ὑπενεγκοῦσαι, τὴν τομὴν ἐδέξασθε, τὴν τῶν αὐχένων χαίρουσαι· ὅθεν Χριστῷ ἐνυμφεύθητε.
Θεοτοκίον.
Θεόνυμφε Μῆτερ τὸν Λόγον, σεσαρκωμένον εἰς κόσμου, ἐκύησας σωτηρίαν· διὸ πάντες ᾄδομεν, εὐγνωμοσύνης ὕμνον Σοι, χάριν θερμῶς ἐξαιτούμενοι.

Ἕτερος. Σὺ Κύριέ μου φῶς.
Τὴν νέκρωσιν Χριστοῦ, ἱερῶς εἰκονίζουσαι, ἠσκήσατε ὑπὲρ φύσιν, καὶ ἠθλήσατε σθένει, πεντάριθμοι τῆς χάριτος.
Σωφρόνως καὶ εὐσεβῶς, βιοτεύσασαι πρότερον, ἐσύστερον μαρτυρίου, ἐν τοῖς ἄθλοις Παρθένοι, οὐράνιαι ἐδείχθητε.
Ἱδρύσασαι ἑαυτάς, ἐν τῇ πίστει πεντάριθμοι, φορὰν ἀλγεινῶν βασάνων, ἀσαλεύτῳ ἐν στάσει, καρδίας ὑπεμείνατε.
Θεοτοκίον.
λέωσαι συμπαθῶς, τὸν ἐκ σπλάγχνων Σου Κύριον, Παρθένε ἵνα ῥυσθῶμεν, τοῦ πυρὸς τῆς γεέννης, οἱ πόθῳ εὐφημοῦντές Σε.



















ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις.
νθέως ἀνευφημοῦμεν ὑμᾶς, Μαριάμνη Μάρθα Θέκλα Μαρία, καὶ ἔνδοξε Ἐνναθᾶ  οἱ πιστοί, καταφεύγοντες, τῷ σεπτῷ ὑμῶν ναῷ, ἵνα λάβωμνε χάριν.
Ναμάτων ἐμφορηθεῖσαι ζωῆς, τῆς ἀψεύστου ὡς ἀθλήσασαι πίστει, θαύματων ὦ Ἀθληφόροι πηγάς, ἀναβλύζετε, τοῖς γεραίρουσιν ὑμῶν, τὰς διττὰς ἀριστείας.
ς πρώην ὑμῖν ὑπῆρχε πατήρ, ἀναδέδεικται φονεὺς Ἀθληφόροι, νοσήσας φιλαργυρίᾳ δεινῶς, καὶ ἱέρευσεν, ὥσπερ σφάγια ὑμᾶς, καθαρὰ τῷ Σωτῆρι.
Θεοτοκίον.
μνεῖ Σε πᾶσα ἡ κτίσις ἀεί, ὅτι ἔτεκες ἀσπόρως Παρθένε, τὸν Λόγον τοῦ προανάρχου Πατρός, οὗ τῷ ἔρωτι, ὑπερήθλησαν στεῤῥῶς, καλλιπάρθενοι κόραι.

Ἕτερος. Τὴν θείαν ταύτην.
Τὸν πρὶν ἀφρόνως καυχώμενον, τὴν γῆν τε ἐκαλείφειν καὶ θάλασσαν, ἐταπεινώσατε, καὶ ὡς στρουθίον παιζόμενον, ἐδείξατε εἰς τέλος, Παρθενομάρτυρες.
Ἰούδας ἄλλος γεγένηται, ὑμῖν ὁ ἱερεὺς ὁ φιλάργυρος, Παρθενομάρτυρες, Χριστοῦ χρυσὸν ὁ ἐπίβουλος, ἀφρόνως προτιμήσας, φθόνῳ τοῦ ὄφεως.
Μαρίαν Θέκλαν ὑμνήσωμεν, σὺν Μάρθᾳ Ἐνναθᾶν Μαριάμνην τε, ὅτι εὑράμεναι, ζωῆς ἀλήκτου τὴν ἄβυσσον, ὑπὲρ ἡμῶν ἀπαύστως, Χριστῷ πρεσβεύουσι.
Θεοτοκίον.
Λαμπὰς ὑπάρχει πανάχραντε, φωτὸς τοῦ ἀνεσπέρου τῆς χάριτος, ἡμᾶς φωτίζουσα, τοὺς ἐπὶ Σὲ καταφεύγοντας, ὡς τοῦ Θεοῦ Μητέρα, ἀειμακάριστον.

Κοντάκιον. Ἦχος δ΄. Ὁ ὑψωθείς.
Ἀσκητικῇ περιαστράπτουσαι αἴγλῃ, μαρτυρικῷ καταυγαζόμεναι φέγγει, νυμφῶνα τὸν οὐράνιον, οἰκεῖτε εὐκλεῶς, Ἐνναθᾶ πανεύφημε, Μαριάμνη Μαρία, Θέκλα τε ἡ ἔνδοξος, καὶ ἡ πάνσεμνος Μάρθα, ὑπὲρ ἡμῶν πρεσβεύουσαι Χριστῷ, ἵνα ῥυσθῶμεν, κινδύνων καὶ θλίψεων.
Ὁ Οἶκος.
Τὴν σκοτισθεῖσάν μου ψυχήν, ἀκτῖσι φαεσφόροις τοῦ θείου ἐλέους Σου, καταύγασον Οἰκτίρμον, καὶ δός μοι λόγον Λόγε τῷ στόματι, ὑμνῆσαι τὸν πεντάριθμον χορὸν τῶν Παρθένων Σου, Μαρίαν Ἐνναθᾶν Μαριάμνην τε, καὶ Μάρθαν τὴν ἔνδοξον σὺν τῇ Θέκλᾳ, τῆς Περσίδος τὰ βλαστήματα, καὶ Κρητῶν τὰ αὐχήματα· αἵτινες τῶν πυρσολατρῶν τὴν ἄθεον πλάνην, τῇ δυνάμει Σου στεῤῥῶς καταβαλοῦσαι, ἐν τῆς χαρᾶς τῷ νυμφῶνι εἰσήλασαν, ὑπὲρ ἡμῶν πρεσβεύουσαι Χριστῷ, ἵνα ῥυσθῶμεν, κινδύνων καὶ θλίψεων.

Συναξάριον.
Tὰς Kανονικὰς διὰ φιλαργυρίαν,
ἔκτεινε θύτης· ὦ θύτου ταλαντάτου!
Ἐνάτῃ Παρθένους ἀνόσιος ἔκτεινεν θύτης.
Αὗται μετήρχοντο τὸν ἀσκητικὸν δίαυλον, παντοίαις ἀρεταῖς κεκοσμημέναι, ἐν τοῖς χρόνοις τοῦ τῶν Περσῶν βασιλέως Σαβωρίου, ὑποτασσόμεναι Παύλῳ τινὶ πρεσβυτέρῳ, ἀνδρὶ μὲν δόξαν εὐλαβείας ἔχοντι, κακοτρόπῳ δὲ εἰς ἄκρον καὶ φιλαργύρῳ. Οὗτος καταμηνυθεὶς ὑπὸ τοῦ ἀρχιμάγου τῷ βασιλεῖ Σαβωρίῳ, ὡς περιουσίαν πολλὴν ἔχων, καὶ δεδοικὼς τὴν δήμευσιν αὐτῆς, ἠρνήσατο τὸν Χριστὸν καὶ ἔλεγε ταῖς Παρθένοις ἀκολουθῆσαι τῇ ἀσεβείᾳ αὐτῷ. Ἀλλ’ αἱ μακαρίαι, ἐπαγγελιῶν παροχαῖς καὶ βασάνων ἀπειλαῖς μὴ χαυνωθεῖσαι, ἐν ἀνδρείᾳ τὴν πίστιν αὐτῶν ὡμολόγησαν· διὸ ξίφε μετὰ πολλὰς βασάνους ὡς λογικαὶ ἀμνάδες ἐτύθησαν ταῖς φονικαῖς χερσὶ τοῦ δυστήνου πρεσβυτέρου Παύλου, ὅστις ἐνδίκως ὑπὸ τῶν ὑπηρετῶν τοῦ βασιλέως, τὰ ἶσα τῆς κακίας αὐτοῦ λαμβάνων, βρόγχῳ ἐθανατώθη, καὶ ἀποῤῥιφθεὶς ἔξω τῆς πόλεως, κατάβρωμα ἐγένετο κυνῶν τε καὶ ὀρνέων.
Ναὸς τῶν Ὁσιομαρτύρων πέντε Πάρθένων, ὑπάρχει ἔξωθεν τοῦ χωρίου τῆς Ἀργυρουπόλεως τῆς Ἐπαρχίας τοῦ Ἁγίου Ῥεθύμνης.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κυρίλλου Πατριάρχου Ἀλεξανδρείας
Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον,
Καὶ Κυρίας πρόμαχον Ἀειπαρθένου.

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος ἐπίσκοπος Προύσσης, ξίφει τελειοῦται.
Πανευπρεπής σοι κόσμος ἱερωσύνης,
ὁ λαμπρὸς ἆθλος Ἀλέξανδρε τοῦ ξίφους.

Τῇ αὐτῇ ἠμέρᾳ, ὁ Ἅγιος Μάρτυς Ανανίας, ξίφει τελειοῦται.
Tὴν γλῶσσαν εἶχεν ὡς σπάθην κατὰ πλάνης,
Ἀνανίας ὁ Mάρτυς, ὃν κτείνει σπάθη.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κύρου
Mὴ τὴν νοητὴν εἰκόνα χράνας Kῦρε,
Θεῷ παρέστης, οὗπερ εἶ κατ’ εἰκόνα.

Τῇ αὐτῇ ἠμέρᾳ, αἱ Ἅγιαι Τρεῖς Παρθενομάρτυρες ἐκ Χίου, ξίφει τελειοῦνται.
Ἐστιμμίσαντο τῇ χρόῃ τῶν αἱμάτων,
Nύμφαι Θεοῦ τρεῖς, ἃς ἀνεῖλε τὸ ξίφος.

Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τῶν Ἁγίων Ὁρέστου, Διομήδους καὶ Ῥοδίωνος


Τῇ αὐτῇ ἠμέρᾳ, Μνήμη τοῦ Ὁσίου Κυρίλλου τοῦ θαυματουργοῦ, τοῦ ἐν τῇ Λευκῇ Λίμνῃ, ἐν Ῥωσσίᾳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ὁ Παῖδας ἐκ καμίνου.
Σωτῆρα ἐπιγνοῦσαι φιλάνθρωπον, Χριστὸν καλλιπάρθενοι, ἅπασαν Αὐτῷ, ἀπὸ νεότητος ψυχῆς, ἀνετείνατε ὄντως τὴν ἔφεσιν, καὶ δίαυλον μαρτυρίου γενναίου, καλῶς συνεπορεύθητε.
Μαρίαν Μαριάμνην τιμήσωμεν, καὶ Θέκλαν φιλέορτοι, σὺν τῇ Ἐνναθᾷ, Μάρθαν τὴν ἔνδοξον ὁμοῦ, τὰς παρθένους Χριστοῦ καὶ συμμάρτυρας· ἀπαύστως γὰρ ἀπειρόδωρον χάριν, ἡμῖν ὑπερεκβλύζουσι.
Εὐψύχως τοῦ Σωτῆρος τὸ ὄνομα, Χριστοῦ οὐκ ἠρνήσασθε, καὶ καρτερικῶς ξίφει τὰς κάρας δι’ Αὐτόν, ὦ Παρθένοι σεμναὶ ἀπετμήθητε· διὸ φωτοειδεστάτου νυμφῶνος, τῆς δόξης ἠξιώθητε.
Θεοτοκίον.
Λαόν Σου Θεομῆτορ διάσωζε, ἐχθροῦ τοῦ ἀλάστορος, τούτου τὰς βουλάς, διασκεδάζουσα τῇ Σῇ, μητρικῇ προμηθείᾳ καὶ χάριτι· ὑπάρχεις γὰρ θεϊκῆς εὐσπλαγχνίας, ταμεῖον ἱερώτατον.

Ἕτερος. Ἀβραμιαῖοί ποτε.
Τὰς τοῦ Δεσπότου Χριστοῦ, ἠγλαϊσμένας νύμφας, τῆς Ἐκκλησίας τὰ αὐχήματα, τὰς πέντε συμμάρτυρας, ἐν ἐγκωμίοις φαιδροῖς, ὑμνήσωμεν συμφώνως.
Τοῦ παλαιοῦ πτερνιστοῦ, καταβαλοῦσαι ὄμμα, σεμναὶ Παρθένοι τὸ μετέρωον, Χριστοῦ ἐδοξάσατε, τοῦ Βασιλέως ἡμῶν, τὸ ὄνομα ἐν κόσμῳ,
Ἐν τῷ νυμφῶνι ζωῆς, χοροβατοῦσαι ἅμα, Ὁσίοις ἔνδοξοι καὶ Μάρτυσι, Χριστὸν ἱκετεύετε, ὑπὲρ ἡμῶν ἐκτενῶς, δεινῶν ἵνα ῥυσθῶμεν.
Θεοτοκίον.
Λαόν Σου ὄντας ἡμᾶς, Θεοκυῆτορ Μῆτερ, ἐκ πολεμίων διαφύλαττε, καὶ σῷζε πρεσβεύουσα, τὸν σαρκωθέντα φρικτῶς, ἐκ Σῶν σεπτῶν αἱμάτων.







ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Πάσας γεηράς, ἀπολαύσεις λιποῦσαι, ἐδράμετε ὀπίσω, τοῦΛυτρωτοῦ ὦ Παρθένοι, καὶ Αὐτῷ μυστικῶς, ἐν Μαρτύρων συνηρμόσθητε αἵματι· διὸ ὑπὲρ κόσμου, Αὐτὸν ἐκδυσωπεῖτε.
τῆς ὑπὲρ νοῦν, ὑμῶν θείας ἀγάπης!  Δι’ ἧς εἰς τέλος μίσους, τὰς συμπλοκὰς Ἀθληφόροι, τῶν ἀνόμων ἐχθρῶν, ἐν δυνάμει Ἰησοῦ διελύσατε, παρ’ οὗ καὶ τὸ στέφος, ἐλάβετε τῆς δόξης.
Κόσμου ἑαυτάς, ἀνωτέρας ἀσκήσει, τηρήσασαι Παρθένοι, ὑπερκοσμίου εὐκλείας, ἐν νυμφῶνι Θεοῦ, δι’ ἀγώνων μαρτυρίου ἐτύχετε, αἰτούμεναι πᾶσι, ἡμῖν τὴν σωτηρίαν.
 Θεοτοκίον.
περθεν ἡμᾶς, ἐποπτεύουσα Μῆτερ, μὴ παύσῃ δυσωποῦμεν, οἱ ταπεινοί Σου ἱκέται· καθ’ ἡμῶν γὰρ ἀεί, ὁ παγκάκιστος δυνάστης ἐπαίρεται, καὶ πρὸς ἀπωλείας, ὠθεῖ ἡμᾶς τὸ βάθος.

Ἔτερος. Λυτρωτὰ τοῦ παντός.
Λαμπρυνθεῖσαι φωτὶ τῆς ἀσκήσεως, μαρτυρίου ἀγῶσι πεντάριθμοι, φαιδρῶς ὑπερηστράψατε, καὶ Φωτὶ τῷ μεγάλῳ, ἐν τοῖς ὑψίστοι, σὺν Ἁγίων παρέστητε τάξεσι.
Ἐπικήρου ζωῆς διαπλεύσασαι, ἐγκρατείας ἱστίῳ τὴν θάλασσαν, Μαρτύρων ἠξιώθητε, οὐρανίου γαλήνης, χερσὶ κτανθεῖσαι, ἀνοσίου πρεσβύτου πεντάριθμοι.
Ἰατρεῖον παθῶν ἀδαπάνητον, καὶ ταμεῖον ἀκένωτον χάριτος, ὑπάρχει ὁ σεβάσμιος, ὑμῶν πάνσεμνοι οἶκος, ἐν ᾧ ἑστῶτες, τὴν ὑμῶν παῤῥησίαν γεραίρομεν.
Θεοτοκίον.
ἐκ Σοῦ σαρκωθεὶς ὑπὲρ ἔννοιαν, ἀφθαρσίαν ἡμῖν ἐδωρήσατο· διό Σε μακαρίζομεν, εὐλαβῶς ἐκβοῶντες· χαῖρε Παρθένε, τῆς Θεότητος θρόνε πυρίμορφε.














ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
οαῖς τῶν αἰμάτων, τῶν ἀσεβῶν πυρσολατρῶν, ὦ Παρθένοι τῆς πλάνης, τὸ πῦρ κατεσβέσατε, καὶ ἐν αὐταῖς, τὸν ἀρχαῖον ἐχθρόν, τὸν πτερνιστήν, τῆς μητρὸς τοῦ γένους, τῶν γηγενῶν ἐβυθίσατε.
δοὺ εὐφροσύνως, συναθροισθέντες οἱ πιστοί, τὰς ὑμῶν ἀριστείας, Παρθένοι γεραίρομεν, ἐν αἷς Χριστοῦ, τοῦ Σωτῆρος ἡμῶν, τὸ θαυμαστόν, ὄνομα ἀξίως, ἐν γῇ Περσῶν ἐδοξάσατε.
Λαμπάδες Παρθένοι, τοῦ θείου ἄνθρακος Χριστοῦ, ἀνεδείχθητε ἄθλοις, ἐμπρέψασαι πίστεως, Μάρθα κλυτή, Μαριάμνη σεμνή, σὺν Ἐνναθᾷ, Θέκλα καὶ Μαρία, ᾧ ὑπὲρ κόσμου πρεσβεύετε.
Θεοτοκίον.
πέραγνε Κόρη, Παρθένε Μῆτερ τῆς ζωῆς, Θεοτόκε Μαρία, νύμφη ἀπειρόγαμε, τοὺς ἐπὶ Σέ, πεποιθότας θερμῶς, ῥῦσαι πυρός, τῆς φρικτῆς γεέννης, ταῖς μητρικαῖς Σου δεήσεσι.

Ἕτερος. Λίθος ἀχειρότμητος.
Μάρθαν Μαριάμνην Μαρίαν, σὺν Ἐνναθᾷ τῇ πανολβίᾳ, Θέκλαν τοῦ Χριστοῦ τὰς ἀμνάδας, ἐν εὐφροσύνῃ, φιλομαρτύρων δῆμοι, ἐν ὕμνοις εὐφημήσωμεν, αὐτῶν πρεσβείαις ὡς φρουρούμενοι.
Λύθροις τῶν οἰκείων αἱμάτων, ὑπερφυῶς ὡραιωθεῖσι, τῷ ὡραίῳ κάλλει νυμφίῳ, Χριστῷ Παρθένοι, ἐν οὐρανίοις δόμοις, παρίστασθε αἰτούμεναι, χάριν ἡμῖν καὶ θεῖον ἔλεος.
Χαίρετε Περσίδος τὰ ἄνθη, τῆς Ἐκκλησίας αἱ λαμπάδες, Μάρθα Ἐνναθᾶ Μαριάμνη, Μαρία Θέκλα Παρθένοι πάνσεμνοι, στεφάνῳ τῆς ἀσκήσεως, σὺν μαρτυρίου αἱ κοσμούμεναι.
Θεοτοκίον.
μνοις Σε ἀεὶ εὐφημοῦμεν, τὴν σωματώσασαν τὸν Λόγον, χαῖρε εὐλαβῶς ἐκβοῶντες, Θεοκυῆτορ ἁγνὴ Μητρόθεε, ἡ τῶν πιστῶν ἀντίληψις, καὶ προστασία ἀκαταίσχυντος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ἡ νῆσος Κρήτη γάνυται, πλουτοῦσα ὡς ἀείρυτον, χάριτος κρήνην Παρθένοι, ὑμῶν τὸν ἅγιον οἶκον· ἐν ᾧ πιστῶς προστρέχοντες, λαμβάνομεν ἰάματα, τὸν Κύριον δοξάζοντες, τὸν θαυμαστὸν ἐν Ἁγίοις, ὡς ἔφη ὁ Προφητάναξ.
Θεοτοκίον.
Μαρία Θεονύμφευτε, φρικτῶς ἡ σωματώσασα, Πατρὸς τὸν ἄναρχον Λόγον, δι’ ἀγαθότητα ἄκραν, τοὺς μόνην Θεοτόκον Σε, ἐν πίστει μακαρίζοντας, ὡς εὐμενὴς οἰκείωσαι, τῇ μητρικῇ Σου πρεσβείᾳ, τῷ ἐν Τριάδι Κυρίῳ.



Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὰς τοῦ Κυρίου Παρθένους καὶ καλλιμάρτυρας, τὰς ἐν ἀσκήσει πρώην, εἶτα δὲ ἐν ἀθλήσει, καλῶς ἀριστευσάσας ἐπὶ τῆς γῆς, εὐφημήσωμεν κράζοντες· σκέπετε πάντας αἱ πέντε τοὺς τὴν ὑμῶν, ἑορτὴν πανηγυρίζοντας.

Συνδεδεμέναι τῇ πίστει Χριστοῦ πεντάριθμοι, Παρθένοι ὁμοθύμῳ, συνηθλήσατε γνώμῃ, καὶ πάσας τοῦ βελίαρ τὰς μηχανάς, ἀνδρικῶς συμπατήσασα, νῦν συγχορεύετε πλάτος εἰς οὐρανοῦ, κατὰ μέθεξιν θεούμεναι.

Φιλαργυρίας νοσήσας θύτης ὁ δόλιος, καὶ τοῦ Χριστοῦ ἀφρόνως, τὸν χρυσὸν προτιμήσας, ὑμᾶς ὥσπερ ἀμνάδας πρὸς τὴν σφαγήν, ὦ Παρθένοι ὡδήγησεν, ἣν ὑποστᾶσαι ἀνδρείως θείας ζωῆς, τῆς τρυφῆς ἐκοινωνήσατε.

Δαβιτικῶς τὸν Δεσπότην ὡς ὑπομείνασα, Θέκλα Μαρία Μάρθα, Ἐνναθᾶ Μαριάμνη, ἡμῖν Αὐτὸς προσέσχε καὶ δωρεαῖς, τῶν θαυμάτων ἐτίμησε, δι’ ὧν λυτροῦσθε ἐκ νόσων τοὺς τῷ ναῷ, τῷ πανσέπτῳ ὑμῶν σπεύδοντας.

Δόξα. Ἦχος πλ. α΄
Τὴν πεντάριθμον χορείαν τῶν κανονικῶν Παρθένων, εὐφημήσωμεν λαοί, ὅτι τοῦ δολιόφρονος θύτου, τῇ ἐξαγίστῳ γνώμῃ ἀντιταξάμεναι, καὶ τῶν πυρσολατρῶν τὰ τεθρεῖα, ἐνστάσει μαρτυρικῇ καταπατήσασαι, προθύμως τὰ αἵματα αὐτῶν, διὰ Χριστὸν τὸν Κύριον ἐξέχεαν, καὶ τὸν θεῖον νυμφῶνα ἐκληρονόμησαν· ὄντως καλὴ αὐτῶν ἡ ὁμολογία!  Δι’ ἧς θαυμάτων τὰς δωρεὰς ἐκομίσατο, λυτρούμεναι ἐκ νόσων χαλεπῶν, συμφορῶν τε πολυτρόπων καὶ θλίψεων, τοὺς καταφεύγοντας εὐλαβῶς, ἐπὶ τὸν πάνσεπτοξ αὐτῶν οἶκον· ὅθεν συμφώνως οἱ πιστοὶ ἐκβοήσωμεν· Παρθένοι πεντάριθμοι, Μάρθα Θέκλα Ἐνναθᾶ, καὶ Μαρία σὺν Μαριάμνῃ, αἱ ἐν Περσίδι ἀνδρείως ἀθλήσασαι, ἐν δὲ τῇ Κρήτῃ ἐξαιρέτως τιμώμεναι, πρεσβεύετε ἀεὶ τῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῶν Παρθένων πεντὰς κλυτή, Μάρθα τε Μαρία, Μαριάμνη καὶ Ἐνναθᾶ, σὺν Θέκλᾳ Κυρίου, αἱ ἄσπιλοι ἀμνάδες, αἱ τῶν Περσῶν τὴν πλάνην καταπατήσασαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου