ΜΑΪΟΥ 9!!
ΝΙΚΟΛΑΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΒΟΥΝΕΝΟΙΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ὑπὸ Χ. Μπούσια.)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε
ἐκέκραξα, ἱστῶμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν
Οὐρανίων ταγμάτων.
Ἡ τοῦ Χριστοῦ Ἐκκλησία,
σήμερον τέρπεται, καὶ ἐπαγαλλομένη, εὐφροσύνως τὴν μνήμην, νῦν ἄγει τοῦ Ὁσίου
καὶ Ἀθλητοῦ, Νικολάου τοῦ μάκαρος, τοῦ τῶν
Βουνένων ποτίσαντος τὰς κλιτῦς, ὀχετοῖς ἰδίου αἵματος.
Τῆς λεγεῶνός σου ἄνδρας,
στηρίζων ὄλβιε, τῇ πίστει τῇ ἁγίᾳ, προετοίμαζες τούτους, δεχθῆναι τὸ μαρτύριον
ἱλαρῶς, ὡς ἔν καύσωνι ἄρουρα, τὸν ὑετὸν καὶ βλαστῆσαι καρπὸν πολύν, καρτερίας
καὶ συνέσεως.
Ἐν τοῦ Τυρνάβου τῷ ὄρει,
πρῶτον γηθόμενος, καὶ ἐν Βουνένοις εἶτα, μοναστῶν ταῖς χορείας, Νικόλαε στρατάρχα θεοσεβές, ἐκολλήθης καὶ ἔψαλλες,
σῇ ὁλοτρόπῳ ἐφέσει τῷ Πλαστουργῷ, Λυτρωτῇ τε καὶ Κυρίῳ σου.
Ἐν τῇ δρυΐ δεδεμένος, σοφὲ Νικόλαε, καὶ ἐστραμμένον ἔχων, πρὸς Χριστὸν τὸν
σὸν ὄμμα, βασάνους καθυπέμεινας, ἐμπαιγμούς, καὶ ἐπώδυνον θάνατον, κατατρωθεὶς
τὰς πλευράς σου λόγχῃ τῇ σῇ, Ὁσιόαθλε πανεύφημε.
Δόξα. Ἦχος β΄.
Τὸν θεοτερπῆ Μάρτυρα τῶν
Βουνένων, Νικόλαον ὁπλίτην Κυρίου, καὶ Ὁσίων
τὸ μέγα κλέος, ᾄσωμεν ψαλμοῖς καὶ ὕμνοις, κράζοντες σπεῦσον, καὶ ἐκ κινδύνου
λύτρωσαι ἡμᾶς, τοὺς προσιόντας τῇ θείᾳ σου χάριτι.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Ἀπόστιχα. Ἦχος β΄. Οἶκος
τοῦ Ἐφραθᾶ.
Χαῖρε φυτὸν ἡδύ, ἐκβλάστημα
Ἑῴας, ἀπάνθισμα Λαρίσης, τὸ ἐν Βουνένοις φέρον, καρποὺς ἀλήκτους βρώσεως.
Στ.: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαῖρε ὁ τοῦ Χριστοῦ, ἀλκίφρων
στρατιώτης, ὁ πρώταθλος ἐν μάχαις, Νικόλαε γενναῖε,
ἀνδρείας ὑποτύπωμα.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσε ὁ Κύριος.
Χαῖρε τῶν ἀσκητῶν, ὑπόδειγμα
θεόπνουν, Ὁσίων μυροθήκην, καὶ τῆς ἀδιαλείπτου, εὐχῆς κανὼν Νικόλαε.
Δόξα. Τριαδικόν.
Χαῖρε Τριὰς σεπτή, ἀΐδιε
Παντάναξ, συνάναρχέ τε Λόγε, καὶ Πνεῦμα ζωηφόρον, Θεότης ὦ τρισάκτινε.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε ἡ τὸν Χριστόν,
γεννήσασα Παρθένε, πανάμωμε ἀῤῥεύστως, προστάτις ταχυτάτη, πιστῶν μεγαλυνόντων
σε.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Ἀκεσώδυνον
φρέαρ, τοῖς τιμῶσί σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα,
ὁπλῖτα ἐν Ἑῴας εὐσθενές, Νικόλαε Βουνένων
θησαυρέ, Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ
δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν
δωρήσαντι.
Ἕτερον. Ὁ αὐτός.
Ὡς ἀστὴρ ἀπαστράπτων ἐν
Βουνένοις ἀνέτειλας, καὶ ἁπάσης ὤφθης Ἑλλάδος, φωτοφόρον ἀγλάϊσμα, Νικόλαε Χριστοῦ προασπιστά, Μαρτύρων καὶ Ὁσίων
μιμητά. Τῇ πρεσβείᾳ σου παρέχεις, παντοίας τὰς ἰάσεις τοῖς κραυγάζουσι· Δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν,
πρέσβυν ἀκοίμητον.
Ἕτερον. Ἦχος γ΄. Θείας
πίστεως.
Μέγαν εὕρατο, ἡ Θετταλία, σὲ
ὑπέρμαχον, θερμὸν προστάτην, καὶ Βουνένων ἡ περίγυρος καύχημα. Σὺ γὰρ ἀνόμων
τὴν πλάνην διήλεγξας, καὶ εὐσεβείας τὸ κράτος ἐτράνωσας. Οὗτος Ἅγιε, Ὁσιομάρτυς
Νικόλαε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι
τοὺς προστρέχοντας τῇ σκέπῃ σου.
Καὶ τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Νικόλαε Μάρτυς εὐσταλές, ἑορτάσαι σήμερον, τὴν παναγίαν σου
ἄθλησιν, ἡμεῖς συνήλθομεν, οἱ φιλομαρτύρων, δῆμοι καὶ τὴν μνήμην σου, ψαλμοῖς
θεοτερπέσι καὶ ᾄσμασιν, ὑμνῆσαι πάντιμον, τῶν Βουνένων ἐγκαλλώπισμα, καὶ
Ἑλλάδος, ἁπάσης ὡράϊσμα.
Νικόλαε θεῖε ἀριστεῦ, τῆς Ἑῴας βλάστημα, ἐν Θετταλίᾳ
ἐξήνθησας, ἡδὺ ὡς λείριον, καὶ δρυμοὺς Βουνένων, δασυσκίους ηὔφρανας, ὀδμαῖς
των στεῤῥοψύχων καμάτων σου. Διὸ καὶ στέφανον, ἀφθαρσίας σοι ἐπέδωκεν, ὁ
βραβεῖα, τῆς δόξης δωρούμενος.
Νικόλαε σκεῦος ἐκλεκτόν, ὤφθης θείου Πνεύματος, ἐμπρέπων ὄντως
σεμνότητι, καὶ γενναιότητι, ὅθεν καὶ Λαρίσης, ἠξιώθης ἔνθεος, γενέσθαι δοὺξ καὶ
ἄρχων πανένδοξος, διδάσκων ἅπαντας, τῇ ἀγήρῳ ὡραιότητα, καὶ τὰ κρείττω, ποθεῖν
ἀξιάγαστε.
Νικόλαε στῦλος ἀκλινής, ἀνεδείχθης πίστεως, ἐχθρῶν αἰσχύνας
ἀσέβειαν, σὺν τοῖς συνάθλοις σου, ἐν τοῖς τοῦ Τυρνάβου, καὶ Βουνένων ἄλσεσι,
προβάλλων σὴν πανίερον ἔνστασιν, ψυχῇ στεῤῥόφρονι, καὶ βασάνους καθυπέμεινας,
δι’ ἀγάπην, τοῦ σὲ κραταιώσαντος.
Νικόλαε ἔνδοξε κρουνός, ἀνεδείχθης χάριτος, καὶ δωρεῶν θείων
χείμαῤῥος, ἐκχέων νάματα, θεραπείας πᾶσι, τοῖς ταχὺ προστρέχουσιν, ὡς πάλαι ὁ
ἐκ λέπρας τρυχόμενος, τῇ ἀντιλήψει σου, λοιμικῶν ἀλεξιτήριον, νοσημάτων, καὶ
ῥώσεως βράβευσις.
Νικόλαε πᾶσα ἡ Ἑλλάς, γηθοσύνως μέλπει σου, ᾠδαῖς τερπναῖς καὶ
μελίσμασι, τὴν γενναιότητα, καὶ τῷ σῷ τεμένει, σπεύδει ἀνακράζουσα, ὑπάρχεις
μου προστάτης θερμότατος, καὶ φύλαξ ἄγρυπνος, νέε Μάρτυς χαριτόβρυτε, τῆς ψυχῆς
μου, χαρὰ ἀτελεύτητε.
Δόξα. Ἦχος πλ. Α΄.
Σήμερον λαμπροφόρος
ἀνέτειλεν, ἡ τῆς μνήμης ἡμέρα τοῦ σοφοῦ Μάρτυρος, Νικολάου
ὥσπερ ἔαρ ἡδύ, εὐωδιάζον τὰς τῶν εὐσεβούντων, καρδίας ἄθλων σεπτῶν, καὶ
γεραρᾶς ἀσκήσεως ἄνθεσιν, ἐν ᾗ καὶ ἡμεῖς εὐφραινόμενοι βοῶμεν· χαῖρε παθῶν
ἐκσφράγισμα, Χριστοῦ τοῦ Θεοῦ, στατάρχα γενναιότατε, ὁ τῶν βαρβάρων στίφη
πατάξας. Χαῖρε ἀγάπης καὶ νήψεως θεόφωτε λύχνε, ὁ καταυγάσας τοὺς δρυμοὺς τῶν
Βουνένων. Μὴ διαλίπῃς λαμπρὲ ἀθλητὰ τῆς πίστεως, παρέχειν ἄνωθεν ἡμῖν, σαῖς
λιταῖς τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ...
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ
προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα (Κεφ. η΄ 5-15).
Εἰ πλοῦτός ἐστιν ἐπιθυμητὸν
κτῆμα ἐν βίῳ, τί σοφίας πλουσιώτερον τῆς τὰ πάντα ἐργαζομένης; Εἰ δὲ φρόνησις
ἐργάζεται, τίς αὐτῆς τῶν ὄντων μᾶλλόν ἐστι τεχνῖτις; Καὶ εἰ δικαιοσύνην ἀγαπᾷ
τις, οἱ πόνοι ταύτης εἰσὶν ἀρεταί. Σωφροσύνην γὰρ καὶ φρόνησιν ἐκδιδάσκει,
δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις. Εἰ δὲ
καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν, ἐπίσταται
στροφὰς λόγων καὶ λύσεις αἰνιγμάτων, σημεῖα καὶ τέρατα προγινώσκει καὶ ἐκβάσεις
καιρῶν καὶ χρόνων. Ἔκρινα τοίνυν ταύτην ἀγάγεσθαι πρὸς συμβίωσιν, εἰδὼς ὅτι
ἔσται μοι σύμβουλος ἀγαθῶν καὶ παραίνεσις φροντίδων καὶ λύπης, ἔξω δι’ αὐτὴν δόξαν
ἐν ὄχλοις καὶ τιμὴν παρὰ πρεσβυτέροις ὁ νέος, ὀξὺς εὑρεθήσομαι ἐν κρίσει καὶ
ὄψει δυναστῶν θαυμασθήσομαι. Σιγῶντά με περιμενοῦσι καὶ φθεγγομένῳ προσέξουσι
καὶ λαλοῦντος ἐπὶ πλεῖον χεῖρα ἐπιθήσουσιν ἐπὶ στόμα αὐτῶν. Ἔξω δι’ αὐτὴν
ἀθανασίαν καὶ μνήμην αἰώνιον τοῖς μετ’ ἐμὲ ἀπολείψω. Διοικήσω λαούς, καὶ ἔθνη
ὑποταγήσεταί μοι. Φοβηθήσονταί με ἀκούσαντες τύραννοι φρικτοί, ἐν πλήθει
φανοῦμαι ἀγαθός, καὶ ἐν πολέμῳ ἀνδρεῖος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν
ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Ἰδιόμελον . Ἦχος α΄.
Ὁ λαμπρὸς στρατηλάτης Νικόλαος, ὁ ἐν Βουνένοις ἀγλαΐας νίκης δεξάμενος,
τῇ ἀθλήσει αὐτοῦ τὰς ἄνω ταξιαρχίας κατηύφρανε. Καὶ σὺν αὐταῖς αὐλιζόμενος ἐν
πόλῳ, καὶ ἀγαλλόμενος, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρεν, ἐπευλογῶν τοὺς
δι’ αὐτὸν ἠθροισμένους. Αὐτὸν οὖν καὶ ἡμεῖς τιμήσωμεν κατὰ χρέος, ἀσιγήτως
πρεσβεύοντα τῷ εὐσπλάγχνῳ Κυρίῳ τῆς δόξης, καταπέμψαι ἡμῖν πλούσιον ἔλεος.
Ἦχος β΄.
Σήμερον πνευματικῶς
εὐφρανθῶμεν, ἐπὶ τῇ μνήμῃ τοῦ ἀλκίφρονος, Ὁσιομάρτυρος Νικολάου.
Οὗτος γὰρ τὰ ὅπλα τοῦ φωτὸς ἐνδυσάμενος, τὸ σκότος τῆς τῶν Ἀράβων ἀσεβείας,
ταχέως διεσκέδασε. Τὴν δὲ εὐσέβειαν μετὰ παῤῥησίας ἀνακηρύξας, τῇ ἰδίᾳ αὐτοῦ
ἐτρώθη λόγχῃ, ἀναβεβηκῶς οὖν πρὸς Χριστὸν τὸν Θεὸν νικηφόρως, πρεσβεύει
ἀδιαλείπτως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος γ΄.
Ὡς Χριστοῦ στρατιώτης, ἐχθρὸν
κατηγωνίσω ἀσεβέστατον, ἐν σοφίᾳ φθεγμάτων καὶ δυνάμει, τῇ δοθείσῃ σοι
οὐρανόθεν, Ὁσιομάρτυς Νικόλαε. Διὸ καὶ
Εὐφημιανόν, τὸν ἐκ λέπρας ἀνιάτως πάσχοντα, ἠξιώθης ἰᾶσαι, καὶ θαυμάτων
ποικίλων αὐτουργὸς γενέσθαι, Βουνένων ἔμπνουν θησαύρισμα. Τῇ σῇ δόξῃ οὖν
ἀγαλλομένη, ὁ ὁμήγυρις τῶν Ὀρθοδόξων, ἡ πλουτοῦσά σε ἀρωγὸν καὶ ἀκέστορα,
ἀπεκδέχεται ἀσμένως τὰς πρὸς Κύριον πρεσβείαις σου.
Δόξα. Ἦχος δ΄.
Δεῦτε λαοὶ ἐν ψαλτηρίῳ καὶ
κιθάρᾳ, ᾀσματικῶς εὐφημήσωμεν, τὸν ἐξαναστάντα ἐκ Τάφου, Χριστὸν τὸν Κύριον.
Σήμερον γὰρ ἀνέτειλεν ὡς πανευφρόσυνον ἔαρ, ἡ μυροβόλος μνήμη Νικολάου τοῦ γεραροῦ Ὁσιομάρτυρος. Αὐτὸν καὶ νῦν
ἱκετεύσωμεν, τοῦ πρεσβεύειν ἀπαύστως τῷ νικητῇ τοῦ θανάτου, δωρήσασθαι ἡμῖν
ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων...
Εἰς τὸν στίχον. Ἦχος πλ.
Α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ὑπ’ ἀγάπης τρωθείς,
τοῦ οὐρανίου Βασιλέως Νικόλαε, ὁπλῖτα
σημειοφόρε, καὶ τῇ Αὐτοῦ στρατιᾷ, στρατευθεὶς προθύμως, γνώμῃ κρείττονι. Σοφῶς
γὰρ τὸ βρότειον, καὶ χαμαίζηλον φρόνημα, μισήσας ὤφθης, τῶν Ἀγγέλων ὁμόζηλος,
εὐσυμπάθητε, καὶ θεόπνους τῆς πίστεως, κῆρυξ γυμνάζων ἅπαντας, πρὸς βίου
τελείωσιν, ἀγάπην τε σωφροσύνην, καὶ ψυχοτρόφον ἐγκράτειαν. Διὸ καὶ ἀλείπτης,
πρὸς ἐνάθλησιν ἐδείχθης, τῆς λεγεῶνός σου.
Στ.: Δίκαιος ὡς
φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ προσαχθεὶς τῷ
Χριστῷ, ὡς ἱερεῖον λογικὸν καὶ πανάμωμον, αἱμάτων σου ταῖς ῥανίσι, περιφανὲς
ἀθλητά, τῶν Βουνένων γέρας τιμαλφέστατον, ἀμνὲ παναμώμητε, ἐθελόθυτον σφάγιον,
τὰ τῶν Ἀράβων, στίφη πίστει κατῄσχυνας, ἐναθλήσεως, διανύων τὰ σκάμματα. Νίκης
λαοῦ ἐπώνυμε, σοφὲ ἀνδρικώτατα, τὴν σὴν πλευρὰν ὡς ὁ Κτίστης, Χριστὸς ἐτρώθη
καὶ Κύριος, ὁ πᾶσι παρέχων, τοῖς τιμῶσί σου τοὺς ἄθλους, τὸ μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ ταῖς αὐγαῖς
φρυκτωρῶν, τῶν σῶν θαυμάτων τὴν ὑφήλιον ἅπασαν, Νικόλαε
νέε Μάρτυς, καὶ στρατηλάτα Χριστοῦ, ἄλκιμε ὡς ἄστρον τηλαυγέστατον.
Ψυχῶν γὰρ κατέγνωμεν, καὶ σωμάτων ἀκέστορα, σὲ τὸν λυτροῦντα, ἀπὸ πάσης
κακώσεως, καὶ συγχύσεως κατωδύνου, σοὺς πρόσφυγας, ὅθεν πιστῶς προστρέχοντες,
τῷ θείῳ τεμένει σου, τρυγῶμεν πόνων τὴν λύσιν, καὶ μακαρίαν ἀπόλαυσιν, ὡς πάλαι
ὁ ἄρχων, ὁ ἐκ λέπρας ἀνιάτου, κατατρυχόμενος.
Δόξα. Ἦχος πλ. Β΄.
Δεῦτε ὕμνοις μέλψωμεν τὸν
ἀθλοφόρον, Νικόλαον τὸν ἐν Βουνένοις
φωτοειδῶς ἐκλάμψαντα, τῆς Ἑλλάδος τὴν πάμφωτον λαμπηδόνα, καὶ σέμνωμα Ὀρθοδόξων
τῶν ἐχόντων αὐτὸν προστάτην. Λιπὼν γὰρ οὗτος πᾶν γεῶδες, τρυφὴν καὶ δόξαν
πρόσκαιρον, τοῖς χοροῖς μοναζόντων ταχὺ δραμὼν ἠριθμήθη, καὶ τὰς ὀρδὰς Ἀράβων
Χριστοῦ τῷ σθένει ᾔσχυνε. Καὶ νῦν ἐν πόλῳ οἰκῶν πρεσβεύει ἀσιγήτως, τῷ Λυτρωτῇ
δωρήσασθαι, ἡμῖν πταισμάτων συγχώρησιν, χαρὰν εἰρήνην τε σύνεσιν καὶ ἄληκτον
βίωσιν.
Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε, Σὺ εἶ ἡ ἄμπελος ἡ
ἀληθινή...
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Ἀκεσώδυνον φρέαρ, τοῖς τιμῶσί
σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα, ὁπλῖτα ἐν Ἑῴας
εὐσθενές, Νικόλαε Βουνένων θησαυρέ,
Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν δωρήσαντι.
Ἕτερον. Ὁ αὐτός.
Ὡς ἀστὴρ ἀπαστράπτων ἐν
Βουνένοις ἀνέτειλας, καὶ ἁπάσης ὤφθης Ἑλλάδος, φωτοφόρον ἀγλάϊσμα, Νικόλαε Χριστοῦ προασπιστά, Μαρτύρων καὶ Ὁσίων
μιμητά. Τῇ πρεσβείᾳ σου παρέχεις, παντοίας τὰς ἰάσεις τοῖς κραυγάζουσι· Δόξα τῷ
σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένῳ σὲ ἡμῖν,
πρέσβυν ἀκοίμητον.
Ἕτερον. Ἦχος γ΄. Θείας
πίστεως.
Μέγαν εὕρατο, ἡ Θετταλία, σὲ
ὑπέρμαχον, θερμὸν προστάτην, καὶ Βουνένων ἡ περίγυρος καύχημα. Σὺ γὰρ ἀνόμων
τὴν πλάνην διήλεγξας, καὶ εὐσεβείας τὸ κράτος ἐτράνωσας. Οὗτος Ἅγιε, Ὁσιομάρτυς
Νικόλαε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι
τοὺς προστρέχοντας τῇ σκέπῃ σου.
Καὶ τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν,
κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Πολύῤῥουν σὲ πηγήν, ἰαμάτων
εὑρόντες, Νικόλαε σοφέ, οἱ πανδείνως
νοσοῦντες, ταχὺ καταφεύγουσι, τῇ ἁγίᾳ σου χάριτι, καὶ ἀρύονται, ῥῶσιν ψυχῶν καὶ
σωμάτων, χαριτόβρυτε οἷα ὁ τῆς εὐφημίας, δοὺξ πάλαι συνώνυμος.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ μόνην εὐμενῆ, ἱλασμὸν πρὸς
Δεσπότην, οἱ δῆμοι τῶν πιστῶν, προβαλλόμεθα Μῆτερ, Χριστοῦ τοῦ Παντάνακτος,
ὑπερύμνητε Δέσποινα, καὶ βοῶμέν σοι· ὑπὲρ ἡμῶν ἀσιγήτως, καθικέτευε, τὸν σὸν
Υἱὸν ὅπως χάριν, καὶ ἔλεος εὕρομεν.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος
πλ. Α΄. Τὸν συνάναρχον Λόγον.
Ἀρετῇ καὶ ἀνδρείᾳ ψυχῆς
κοσμούμενος, Ὁσιομάρτυς γενναῖε ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, ἐν Βουνένοις
καθυπέμεινας μαρτύριον, καὶ τὸν ἀρχαῖον πτερνιστήν, σὺν Ἀράβων ταῖς ὀρδαῖς,
ἐπάταξας σῇ ἐνστάσει, ὅθεν ἤρθης πρὸς ὕψος θεῖον, Χριστῷ συνὼν σοφὲ Νικόλαε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Συνελθόντες εἰς τέμενος θεῖον
πάναγνε, τοῦ ἀθλητοῦ Νικολάου ἐπὶ τῇ μνήμῃ
αὐτοῦ, σοὶ προσᾴδομεν ἑόρτιον ἐφύμνιον, ὅτι ὑπάρχεις ἀθλητῶν, ἀγαλλίαμα σεπτόν,
καὶ καύχημα ἀσκουμένων, πανακήρατε Θεοτόκε, Μῆτερ Ἁγία τοῦ Σωτῆρος Χριστοῦ.
Μετὰ τὸν Πολυέλεον,
κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸν μὴ φεισάμενον, οἰκείου
αἵματος, στεῤῥὸν Νικόλαον, ὁπλίτην ἄνακτος,
τοῦ οὐρανίου καὶ ὀφρῦν αἰσχύναντα τῶν Ἀράβων, δεῦτε ἐπαινέσωμεν, καὶ πιστῶς
ἀνυμνήσωμεν, ὡς θερμὸν ἀκέστορα, καὶ προστάτην ταχύτατο, ἡμῶν ἐν συμφοραῖς
ἐκβοῶντες· Χαῖρε Χριστοῦ Ὁσιομάρτυς.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν
καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς
τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω
ἔλεος ἐν τῇ ὥρᾳ τῆς κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Οἱ ἀναβαθμοί.
Τὸ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Πρ.: Τί
ἀνταποδώσωμεν τῷ Κυρίῳ, περὶ πάντων ὧν ἀνταπέδωκεν ἡμῖν;
Εὐαγγέλιον,
Ἰωάννου ι΄, 1-9
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ
Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος
πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ἡ τῶν ὀρθοδόξων
χορεία, ταῖς τοῦ Ὁσιομάρτυρος αὐγάζεται ἀκτῖσι, καὶ Βουνένων τὰ ἄλση, τοῖς
ἐαρινοῖς ἄνθεσι ὡραϊζόμενα, σοὶ κραυγάζουσι Νικόλαε·
εὐσεβείας στῦλε καὶ ἀσεβῶν ὀλετήριον, ἐπίκουρε πάντων τῶν ἐν ἀνάγκαις, μὴ
ἐλλίπῃς πρεσβεύειν πρὸς Κύριον, ὑπὲρ τῶν τιμώντων, τὴν φωσφόρον καὶ πάντιμον
μνήμην σου.
Οἱ κανόνες· τῆς ἑορτῆς· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: ΝΙΚΗΣ ΘΕΙΑ
ΕΠΩΝΥΜΟΝ, ΝΙΚΟΛΑΟΝ ΝΕΟΝ ᾼΔΩ. Χ.
ᾨδὴ α΄. Ἦχος α΄.
Ἀναστάσεως ἡμέρα.
Νικητὴν ἀναφανῆναι, κατ’
ἐχθροῦ βδελυροῦ, δύστηνον σὸν ἱκέτην, τὸν στεφανοῦντά σε ψαλμοῖς, καὶ ᾠδαῖς
πνευματικαῖς, πρεσβείαις θερμαῖς ταῖς σαῖς με ἀξίωσον, νέε Μάρτυς Νικόλαε.
Ἰσχυρὸς ἐν τοῖς πολέμοις,
καὶ τοῖς λόγοις γλυκύς, νέε Ὁσιομάρτυς, ἐδείχθης ὅθεν καὶ ὡς δούξ, τῆς Λαρίσης
εὐσθενής, ἁπάντων πιστοὺς χοροὺς κατηγλάϊσας, στεφανίτα Νικόλαε.
Κεκλημένε νέε Μάρτυς, τῶν
Βουνένων φωστήρ, μνήμην σου τὴν ἁγίαν, ἐν τῷ πανσέπτῳ σου ναῷ, τῶν Διρφύων οἱ
πιστοί, τελοῦσι λαμπρῶς καὶ αἶνον προσάγουσι, τῷ στεῤῥῶς σε κρατύναντι.
Ἡλιόφωτε ὁπλῖτα, ταῖς
θαυμάτων αὐγαῖς, πᾶσαν τὴν γῆν φαιδρύνεις, ὀμβροβλυτοῖς γὰρ τοὺς πιστούς,
οὐρανόθεν ἀθλητά, κλεινὲ ὑετῷ ἀφθόνων ἰάσεων, σὲ τοὺς πόθῳ γεραίροντας.
Θεοτοκίον.
Σαρκωθεὶς ὁ τῶν ἁπάντων,
Βασιλεὺς καὶ Θεός, ἐκ τῶν ἁγνῶν αἱμάτων, τῶν σῶν Μητράνανδρε ἁγνή, βρεφοτόκε
Μαριάμ, ἐκ τῆς παλαιᾶς ἀρᾶς ἠλευθέρωσε, σὲ τοὺς ᾄσμασι μέλποντας.
ᾨδὴ γ΄. Δεῦτε πόμα.
Θεῖον σε κεκτήμεθα
φρουρόν, καὶ μεσίτην πρὸς Κτίστην πανιερώτατον, τὸν τῆς Ἑῴας βλαστόν, Νικόλαε φίλε τοῦ Χριστοῦ, σοφὲ πρωτοστράτηγε.
Εὖγέ σοι βοῶμεν μυστικῶς,
εὐθαλέστατον ῥόδον Χριστοῦ Νικόλαε, τὸ ἐν
αὐλαῖς φυτευθέν, Κυρίου καὶ ὄμβροις ποτισθέν, τῶν θείων αἱμάτων σου.
Ἰδὼν τὴν ἀνδρείαν σου
ψυχήν, καὶ τὴν ῤώμην τοῦ σώματος μυριόνικε, ὁ Λέων σε ὁ σοφός, Λαρίσης
ταξίαρχον εὐθύς, ἀσμένως διόρισεν.
Θεοτοκίον.
Ἄχραντε ἰλύος με παθῶν,
τῶν θλιβόντων με πάνυ εὐχαῖς σου κάθαρον, καὶ λογισμὸν εὐσταθῆ, ἀεὶ δίδου Μῆτερ
τῷ πιστῶς, ὑμνοῦντι οἰκέτῃ σου.
Κάθισμα. Ἦχος δ΄.
Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγησαν
ποτέ, αἱ τῶν Ἀγγέλων στρατιαί, καθορῶσαι ἀθλητά, τὴν σὴν ἀνένδοτον ῥοπήν, καὶ
τῆς ψυχῆς σου τὸ ἄλκιμον καὶ γενναῖον. Πῶς γὰρ ἀνδρικῶς, πόνους ἤνεγκας, αἶνον
ἱερόν, πέμπων τῷ Κτίσαντι, καὶ τῶν Βουνένων ἤρδευσας τὴν χθόνα, τοῖς ὀχετοῖς
τῶν αἱμάτων σου, Ὁσιομάρτυς τῆς Ἐκκλησίας, σεπτὸν Νικόλαε
γέρας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σὲ
τὴν μόνην γυναικῶν, κυοφορήσασαν Χριστόν, ἀνηρότως οἱ πιστοί, ὑμνολογοῦμεν
ἐκτενῶς, καὶ τὸν σὸν τόκον αἰνοῦμεν εἰς τοὺς αἰῶνας, Μῆτερ τοῦ Θεοῦ,
ἀπειρόγαμε, φρέαρ ζωτικόν, ἀναπλάσεως, τῶν χοϊκῶν ἐν πίστει σοι βοώντων· χαῖρε
Ἀδὰμ ἐπανόρθωσις, Παρθένε χαῖρε εὐλογημένη, τῶν οὐρανῶν ὑπερτέρα.
ᾨδὴ δ΄. Ἐπὶ τῆς θείας
φυλακής.
Στεφάνῳ δόξης κοσμηθείς,
ἀΰλῳ καὶ ἀριθμηθείς, δήμοις ἀθλητῶν, πολυθαύμαστε σεμνὲ Νικόλαε, παρὰ Κυρίου εἴληφας, χάριν ἀποδιώκειν τὰς νόσους, ἐκ
τῶν ἀγόντων φαιδρῶς, τὴν θείαν μνήμην σου.
Ἐῴα πᾶσα ἡ Ἑλλάς, ἐξόχως γῆ
τῶν Θετταλῶν, ἄλση καὶ δρυμοί, τῶν Βουνένων θεοφόρε τέρπονται, ὅτι τὴν σὴν
ἐνάθλησιν, Μάρτυς γηθοσύνως ὁρῶσιν, ἀνευφημοῦντες τὰ σά, σεπτὰ παλαίσματα.
Πρηστὴρ ὡράθης τῶν ἐχθρῶν,
καὶ πύργος τόλμης ἀκλινής, Μάρτυς γεραρέ, τῆς Λαρίσης τιμαλφὲς διάδημα, καὶ τοῦ
Τυρνάβου καύχημα. Σὺ γὰρ ἔφλεξας μῆνιν Ἀράβων, ἐν τῷ πυρὶ τῆς Χριστοῦ,
εὐαρεστήσεως.
Θεοτοκίον.
Ὡς παρθενίας θησαυρόν,
γαλακτοτρόφε ἀγαθή, ᾄδω σε πιστῶς, καὶ τὸν Τόκον προσκυνῶν τὸν θεῖόν σου, ἐν
κατανύξει ψάλλω σοι· χαῖρε πανυπέρτιμε Κόρη, ἡ τὸν Σωτῆρα Χριστόν, ἀφράστως
τέξασα.
ᾨδὴ ε΄. Ὀρθρίσωμεν ὄρθρου
βαθέως.
Νικόλαε ὄρος Τυρνάβου, σὺν
τῶν συνάθλων σου πλήθει, κατέλαβες καὶ τῷ Κτίστῃ, ὕμνον δόξης ἔπεμπες, καὶ
οὐρανόθεν δύναμιν, ἤντλεις διὰ τὸ μαρτύριον.
Ὑπὲρ ἀστραπὰς τοῦ ἡλίου,
τῶν ἀρετῶν σου τὸ φέγγος, μεγάλαθλε στρατιῶτα, τοῦ Χριστοῦ Νικόλαε, τῇ στρατιᾷ
σου ἔλαμπε, τῇ σὲ ποθούσῃ μιμήσασθαι.
Μαρτύρων ὁδοὺς διανύειν,
συναθλητῶν σου τῷ σμήνει, Νικόλαε ὑπεδείκνυς,
τῷ λαβόντι στέφανον, ἐν τοῖς Τυρνάβου ἄλσεσι, ἐκ τῶν χειρῶν τοῦ Παντάνακτος.
Θεοτοκίον.
Ὀρθρίσωμεν ὄρθρου βαθέος,
καὶ ἱκετήριον ὕμνον, προσοίσωμεν τῇ Ἀνάσσῃ, τῇ τὸν Παντοκράτορα, γαλουχησάσῃ
μέλποντες, ὕμνοις αὐτῆς τὰ θαυμάσια.
ᾨδὴ στ΄. Κατῆλθες ἐν τοῖς
κατωτάτοις.
Νικήσας ἐν τοῖς τῶν
Βουνένων δρυμοῖς, τὸν ἀρχέκακον ἐχθρὸν ἀσιγήτῳ, ἀσκήσει καὶ νοερᾷ προσευχῇ,
σκεῦος πέφηνας, ἰσαγγέλου βιοτῆς, ὦ Νικόλαε μάκαρ.
Νομίμως ἐναθλήσας Μάρτυς
στεῤῥέ, τῶν Ἀράβων τὰς ὀρδὰς τὰς ἀπίστους, κατῄσχυνας τῇ δυνάμει Χριστοῦ, καὶ
τῇ λόγχῃ σου, τῇ ἰδίᾳ προσδεθείς, ἐν δρυΐ κατετρώθης.
Ἰδών σου ὁ νέμων βραβεῖα
Χριστός, γενναιότητα ψυχῆς τῆς ἁγίας, θαυμάτων παντοειδῶν ποταμόν, σὲ
ἀνέδειξεν, ὦ Νικόλαε κλεινέ, εὐσθενὲς
στρατιῶτα.
Θεοτοκίον.
Κηρύττω τὰ σὰ μεγαλεία
ἁγνή, πῶς κεχώρηται ἀῤῥήτως ὁ Λόγος, Παρθένε τοῦ πανάγαθου Θεοῦ, ὁ ἀχώρητος, ἐν
τῇ θείᾳ σου γαστρί, ὦ ὑπέρνοον θαῦμα.
Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ
Ὑπερμάχῳ.
Τῆς
εὐσεβείας τὴν τερπνὴν καὶ θείαν σάλπιγγα, καὶ καρτερίας τὴν κινύραν τὴν
ἡδύμολπον, ἐν Βουνένοις τὴν ἠχήσασαν χαρμοσύνως, τοῦ Κυρίου τὸν βαστάσαντα τὰ
στίγματα, ὑμνῳδίαις ἱεραῖς ἀνευφημήσωμεν, πόθῳ κράζοντες· χαίροις Μάρτυς Νικόλαε.
Ὁ Οἶκος.
Ἄγγελος
ἀνεδείχθης, φωτοφόρος ἐν κόσμῳ, Νικόλαε ἀρχέτυπον
θάῤῥους, ἀρετῇ γὰρ κοσμήσας σαυτόν, ἐν Βουνένοις πόνους ζοφεροὺς ἤνεγκας, ὑπὲρ
Χριστοῦ διόπερ σοι, βοῶμεν εὐθαρσῶς τοιαῦτα·
Χαῖρε,
ἀνδρείας κλεινῆς δοχεῖον·
χαῖρε,
Τριάδος σεπτῆς ταμεῖον.
Χαῖρε, μονοτρόπων τὸ θεῖον
ἐκσφράγισμα·
χαῖρε, τῶν Μαρτύρων τὸ
ἔμπνουν θησαύρισμα.
Χαῖρε, μάργαρον πολύτιμον,
Ἐκκλησίας θεϊκῆς·
χαῖρε, πάγκαλον ἀνάκτορον,
καρτερίας καὶ εὐχῆς.
Χαῖρε, ὅτι ὑπάρχεις ὀρθοδόξων
τὸ τεῖχος·
χαῖρε, ὅτι παρέχεις τοῖς ἐν
μάχαις τὸ νῖκος.
Χαῖρε, ἀστὴρ Βουνένων
ἀείφωτος·
χαῖρε, πρηστὴρ Ἀράβων
ταχύτατος.
Χαῖρε, φαιδρὸν θείας χάριτος
ἔαρ·
χαῖρε, τερπνὸν τῶν ἰάσεων
φρέαρ.
Χαίροις, Μάρτυς Νικόλαε.
Συναξάριον
Τῇ
Θ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου ἐνδόξου Ὁσιομάρτυρος
Νικολάου τοῦ Νέου τοῦ ἐν Βουνένοις τῆς Θετταλίας ἀθλήσαντος.
Ὡς
ὁ Χριστὸς τρωθείς, Νικόλαε λόγχῃ,
Αὐτῷ
ἔδραμες ὑπαντῆσαι εἰς πόλον.
Οὗτος,
κατήγετο ἐξ Ἑῴας, ἐκ γονέων εὐγενῶν καὶ εὐσεβεστάτων. Διὰ τὴν ψυχικὴν καὶ
σωματικήν του ῥώμην, ὁ βασιλεὺς Λέων Στ΄, ὁ Σοφός, διόρισεν αὐτὸν δούκα καὶ ἀρχηγὸν
τῆς ἐν Λαρίσῃ ἑδρευούσης λεγεῶνος. Ἡ πολιτεία
τοῦ Νικολάου ἐν Λαρίσῃ ὑπῆρξε λίαν φρόνιμος καὶ θεοφιλής. Ἐνεψύχου διαρκῶς καὶ
συνετήρει ἀκλινεῖς τῇ πίστει οὐχὶ μόνον τοὺς ὑπ’ αὐτὸν ὁπλίτας, ἀλλὰ καὶ τὸν
φιλόχριστον λαὸν τῆς πόλεως. Ὁρῶν τὸ ὀλιγάριθμον τῆς φρουρᾶς κατά τινα ἐπιδρομὴν
τῶν Ἀράβων εἰς Θετταλίαν παρότρυνε τοὺς κατοίκους τῆς πόλεως, ὅπως ἀπομακρυνθῶσι
ταύτης καὶ σωθῶσιν ἐκ τῆς ἐπικειμένης λαίλαπος καταφεύγοντες εἰς τὰ πέριξ τῆς
πόλεως ὄρη. Ὁ ἴδιος μετὰ τῶν ὑπ’ αὐτοῦ ἀνδρῶν κατέφυγεν εἰς τὰ ὄρη τοῦ
Τυρνάβου, ἔνθα πλῆθος ἀσκητῶν ἠσκεῖτο εἰς τὴν ἀρετήν. Τοῖς ἀσκηταῖς τούτοις
συνηριθμήθη καὶ ὁ Νικόλαος μετὰ τῆς ὑπ’ αὐτὸν φρουρᾶς. Ἐνταῦθα ἔν τινι νυκτί, τοῦ Νικολάου καὶ τῶν λοιπῶν
συνηγμένων ἐπὶ τὸ αὐτὸ καὶ συμπροσευχομένων, Ἄγγελος Κυρίου ἐνεφανίσθη αὐτοῖς
καὶ προανήγγειλε τὴν ἐπικειμένων αὐτῶν ἐνάθλησιν. Ὄντως, μετ’ οὐ πολύ, τὰ
πολυάριθμα στίφη τῶν Ἀράβων ἐπέπεσον ὡς ὄρνεα ἐπὶ τῶν γενναίως ἀνθισταμένω ἀθλητῶν,
οὕς καὶ φρικτῶς ἐθανάτωσαν. Οὕτως ἔλαβον οἱ στεῤῥόψυχοι τὸν στέφανον τοῦ
μαρτυρίου, ὡς καὶ ὁ Ἄγγελος Κυρίου εἶχε προείπει. Τὰ ὀνόματα αὐτῶν γεγραμμένα ἐν
βίβλῳ ζωῆς εἰσὶ τὰ ἀκόλουθα: Αἰμιλιανός, Ἀκίνδυνος, Ἁρμόδιος, Γρηγόριος,
Δημήτριος, Εὐώδιος, Θεόδωρος, Ἰωάννης, Μιχαήλ, Παγκράτιος, Χριστοφόρος, καὶ
Παντολέων. Ἄξιόν ἐστι μνείας, ὅτι μετ’ αὐτῶν συνεμαρτύρησε καὶ πλῆθος ἀμάχων
καταφυγόντων εἰς τὰ ὄρη ταῦτα πρὸς ἀσφάλειαν. Ὁ
γενναῖος Νικόλαος, κατὰ θείαν οἰκονομίαν, δραμὼν μέσῳ τῶν τάξεων τοῦ ἐχθροῦ
διεσώθη καὶ κατέφυγε εἰς Βούνενα, ἔνθα παρέμενεν ἀσκούμενος τῇ μοναδικῇ πολιτείᾳ
καὶ εὐαρεστῶν τῷ Θεῷ. Αἱ ὀρδαὶ τῶν Ἀράβων, μετ’ οὐ πολύ, ἀνεῦρον αὐτόν, καὶ ὑπέβαλον
εἰς πλῆθος βασάνων, προτρέπουσαι αὐτὸν εἰς ἐξόμωσιν. Προσκούσασαι ὅμως τῇ στεῤῥᾷ
αὐτοῦ ἐνστάσει παρέδωκαν εἰς θάνατον. Προσέδεσαν αὐτόν, ἔν τινι δρυΐ, καὶ ἐλόγχευσαν
τῇ ἰδίᾳ αὐτοῦ λόγχῃ. Οὕτως ἔλαβεν ὁ μακάριος τὸ στέφος τῆς ἀφθαρσίας τῇ ἐνάτῃ τοῦ
μηνός Μαΐου. Ὁ Κύριος ἡμῶν
Ἰησοῦς Χριστός, εὐαρεστηθεὶς ἐκ τῆς λαμπρᾶς πολιτείας καὶ τῆς γενναίας ἐναθλήσεως
τοῦ Νικολάου ἀνέδειξεν αὐτὸν πηγὴν χαρίτων καὶ κρήνην παντοίων ἰάσεων. Οὕτως, ὁ
δοὺξ τῆς Θεσσαλονίκης Εὐφημιανός, πάσχων ἐκ λέπρας βαρυτάτης προτροπῇ θείᾳ ἦλθεν
εἰς τὰ ἄλση τῶν Βουνένων, ἔνθα καίτοι παρελθόντος ἱκανοῦ χρόνου ἀπὸ τοῦ
μαρτυρίου τοῦ Ἁγίου ἀνεῦρεν ὑποκάτω τῆς δρυός, τὸ πάνσεπτον αὐτοῦ λείψανον ἀλώβητον
καὶ εὐωδιάζον καὶ παρευθὺς ἰάθη. Οὗτος, ἐξ εὐλαβείας πρὸς τὸν ἄμισθον ἰατῆρα αὐτοῦ
Νικολάου, ἐνεταφίασεν αὐτόν, καὶ ναὸν πρὸς τιμὴν αὐτοῦ ἤγειρε.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἡσαΐου.
Ὃς
ἄσπορον προεῖδεν υἱομητρίαν,
Πρισθεὶς
ἄναρχον εἶδεν υἱοπατρίαν.
Οὗτος
ἦν ἀπὸ Ἱερουσαλήμ. Θνήσκει δὲ πρισθεὶς ὑπὸ Μανασσῇ τοῦ βασιλέως, υἱοῦ Ἐζεκίου,
καὶ ἐτέθη ὑποκάτω δρυὸς Ἀρωήλ (ἤ Ῥογήλ), ἐχομένου τῆς διαβάσεως τῶν ὑδάτων, ὧν ἀπώλεσεν
Ἐζεκίας ὁ βασιλεύς, καταχώσας αὐτά. Καὶ ὁ Θεὸς τὸ σημεῖον τοῦ Σιλωάμ, ἐποίησε
δι’ αὐτὸν τὸν Προφήτην. Διότι πρὸ τοῦ ἀποθανεῖν ὀλιγορήσας, ηὔξατο καὶ ἐπήκουσεν
αὐτοῦ ὁ Θεὸς διὰ τὸν Προφήτην πιεῖν ὕδωρ. Καὶ εὐθέως ἀπέστειλεν αὐτῷ ἐξ αὐτοῦ ζῶν
ὕδωρ. Διὰ τοῦτο ἐκλήθη Σιλωάμ, ὅ ἑρμηνεύεται Ἀπεσταλμένος. Καὶ ἐπὶ τοῦ Ἐζεκίου,
πρὸ τοῦ ποιῆσαι τοὺς λάκκους καὶ τὰς κολυμβήθρας, ἐπὶ τῇ εὐχῇ Ἡσαΐου μικρὸν ὕδωρ
ἐξελήλυθεν (ὅτι ἦν ἡ πόλις ἐν συγκλεισμῷ ἀλλοφύλων), ἵνα μὴ διαφθαρῆ ἡ πόλις, μὴ
ἔχουσα ὕδωρ, ἠρώτων γὰρ οἱ πολέμιοι: Πόθεν αὐτοῖς τὸ πότιμον ὕδωρ; Καὶ ἐχαράκωσαν
τὴν πόλιν, καὶ παρεκαθέζοντο τῷ Σιλωάμ. Ὅταν οὖν ἤρχοντο σὺν τῷ Ἡσαΐᾳ οἱ Ἰουδαῖοι,
ἄφνω ἀνήρχετο τὸ ὕδωρ. Διὸ καὶ ἕως τῆς σήμερον αἰφνιδίως ἐξέρχεται, καὶ κατὰ τὴν
ὥραν ἥν ὁ Προφήτης ἐπεδήμει σὺν τοῖς Ἰουδαίοις ἵνα δειχθῇ τὸ μυστήριον. Καὶ ἐπειδὴ
διὰ τοῦ Ἡσαΐου τοῦτο γέγονε, μνήμης αὐτοῦ χάριν, καὶ ὁ λαὸς πλησίον τοῦ Σιλωάμ,
ἐπιμελῶς ἔθαψαν αὐτόν, καὶ ἐνδόξως, ὅπως διὰ τῶν εὐχῶν αὐτοῦ, καὶ μετὰ θάνατον
αὐτοῦ, ἔχωσιν ὡσαύτως τὴν ἀπόλαυσιν τοῦ ὕδατος. Ἔστι
δὲ καὶ ὁ τάφος αὐτοῦ τοῦ Προφήτου ἐχόμενα τοῦ τάφου τῶν βασιλέων, ὄπισθεν τοῦ
τάφου τῶν ἱερέων, ἐπὶ τὸ μέρος τὸ πρὸς νότον. Σολομὼν γὰρ ἐποίησε τοὺς τάφους
Δαβίδ, διαγράψας κατὰ ἀνατολὰς Σιών, ἥτις ἔχει εἴσοδον ἀπὸ Γαβαών, μηκόθεν τῆς
πόλεως σταδίους εἴκοσι. Καὶ ἐποίησε σκολιὰν σύνθετον ἀνυπονόητον ἔχουσαν τὴν εἴσοδον
τοῖς πολλοῖς, καὶ ἔστιν ἕως σήμερον ἀγνοουμένη τοῖς ἱερεύσι καὶ ὅλῳ τῷ λαῷ. Ἐκεῖ
εἶχεν ὁ βασιλεύς, τὸ ἐξ Αἰθιοπίας χρυσίον καὶ τὰ ἀρώματα. Καὶ ἐπειδὴ ὁ βασιλεὺς
Ἐζεκίας ἔδειξε τὸ μυστήριον τοῦ Δαβίδ, καὶ τοῦ Σολομῶντος τοῖς ἱερεῦσι Βαβυλῶνος,
καὶ ἐμίαναν τὰ ὀστᾶ τῶν Πατέρων αὐτοῦ, διὰ τοῦτο ὁ Θεός, ἐπηράσατο, εἰς
δουλείαν ἔσεσθαι τὸ σπέρμα αὐτοῦ τοῖς ἐχθροῖς αὐτοῦ, καὶ ἄκαρπον ἐποίησεν αὐτὸν
ὁ Θεὸς ἀπὸ τῆς ἡμέρας ἐκείνης.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου.
Τὸν
Χριστοφόρον οἶδά σε Χριστοφόρος,
Χριστῷ
τυθέντα τῷ Θεῷ διὰ ξίφους.
Καὶ
περὶ τούτου τοῦ ἐνδόξου καὶ Μεγαλομάρτυρος λέγεται τερατώδη τινά, καὶ παράδοξα,
ὅτι τε κυνοπρόσωπος ἦν, τουτέστι δύσμορφος καὶ ἄγριος τὴν ὄψιν, ἐκ τῆς χώρας τῶν
τοὺς ἀνθρώπους κατεσθιόντων. Καὶ ὅτι κατασχεθεὶς ἐν πολέμῳ ὑπὸ κόμητος τινός,
καὶ φθέγγεσθαι μὴ δυνάμενος, προσηύξατο τῷ Θεῷ, καὶ ἐπέμφθη αὐτῷ Ἄγγελος Κυρίου
λέγων: Ῥέπρεβε ἀνδρίζου (τοῦτο γὰρ αὐτῷ
τὸ πρότερον ὄνομα), καὶ ὅτι ἁψάμενος αὐτοῦ ὁ Ἄγγελος τῶν χειλέων, λαλεῖν
παρεσκεύασε. Καὶ ὅτι εισελθὼν τῇ πόλει διήλεγχε τοὺς τῶν χριστιανῶν διώκτας, τοὺς
πλανωμένους περὶ τὰ μάταια καὶ θεοὺς νομίζοντας εἶναι τὰ ἄψυχα ἐφ’ ᾧ καὶ
τύπτεται ὑπὸ Βακχίου τινός. Πρὸς ὅν ἀποκριθεὶς ὁ Ἅγιος εἶπεν, ὡς ὑπὸ τῆς τοῦ
Χριστοῦ ἐντολῆς ταπεινούμενος κατέχεται. Εἰ γὰρ δοίη κίνησιν τῷ θυμῷ, οὔτε τὸν
βραχίονα αὐτοῦ ὑποσταλήσεται, οὔθ’ ὅλως τὴν τοῦ βασιλέως αὐτοῦ ἰσχύν, μηδὲν οὖσαν,
καὶ διεφθαρμένην.
Διακοσίων
οὖν στρατιωτῶν πεμφθέντων ἐπ’ αὐτόν, διά τε τὸ φοβερὸν τοῦ εἴδους, καὶ τὴν αὐτοῦ
ἰσχύν, ἀνυπέρβλητον οὖσαν, καὶ καταλαβόντων αὐτόν, τῇ χειρὶ ῥάβδον κατέχοντα, ἥτις
παραδόξως ἐβλάστησε, καὶ πρὸς τὸν βασιλέα ἀγαγόντων, ἐπεὶ Ἄγγελος ὀφθείς, ἤδη τῶν
ἄρτων ἐπιλιπόντων τοῖς στρατιώταις εἰς πλῆθος αὐτοὺς αὖθις κατέστησε. Τῷ δὲ
παραδόξῳ τοῦ θαύματος ἐκπλαγέντες οἱ στρατιῶται, ἐπίστευσαν τῷ Χριστῷ καὶ
βαπτίζονται ἅμα τῷ Ἁγίῳ Χριστοφόρῳ ὑπὸ τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, ἐν Ἀντιοχείᾳ
γενόμενοι, ἔνθα ἀντὶ Ῥεπρέβου, Χριστοφόρος ἐκλήθη. Κατιδὼν δὲ αὐτὸν ὁ βασιλεὺς
παραγεγόμενον, καὶ ἐκπλαγεὶς ὕπτιος εἰς τοὐπίσω κατέπεσε. Καὶ πάλιν ἀνενέγκας
δόλῳ μετελθεῖν αὐτόν, καὶ κολακείαις μαλάξαι, καὶ κατ’ ὀλίγον ἀποστῆσαι τοῦ
Χριστοῦ ἀλλὰ μὴ φανερῶς ἐπιχειρῆσαι ἐβουλεύσατο. Ὅθεν
προσκαλεσάμενος δύω γυναῖκας, τὴν ὄψιν διαπρεπεῖς, ἀκολάστους δέ, καὶ πρὸς
μίξιν ἑτοίμους, καὶ δεινὰς ὑποθερμᾶναι καὶ ἐρεθίσαι καὶ ἀνεγεῖραι ἀνδρῶν νέων ἀκαθέκτους
καὶ λυσσώδεις ὁρμάς (ὀνόματα αὐτῶν, Καλλινίκη καὶ Ἀκυλίνα), εἰσελθεῖν πρὸς αὐτὸν
κελεύει, καὶ παντοίαις χρήσασθαι μηχαναῖς, ὡς ἐν συνηθείᾳ τῇ πρὸς αὐτὰς καὶ ἀγαπήσει
γενόμενον, ἀποστῆναι μὲν τῆς τοῦ Χριστοῦ πίστεως, θυσίαν δὲ τοῖς εἰδώλοις
προσενεγκεῖν, ἅς ὁ Ἅγιος κατηχήσας, τῆς θρησκείας τῶν εἰδώλων μετέστησεν. Αἱ δὲ
τοῦ βασιλέως ἐνώπιον χριστιανὰς ἑαυτὰς ἀνειποῦσαι, δειναῖς μάστιξιν ὑπεβλήθησαν.
Καὶ ταῖς βασάνοις ἐγκαρτεροῦσαι τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο. Ἐπὶ τούτοις, εἰς ὀργὴν ἐξαφθέντος τοῦ βασιλέως καὶ τὸν Ἅγιον
εἰς τὸ τοῦ προσώπου σχῆμα ἀλλόκοτον ἐξυβρίσαντος, τοῦ δὲ δεκτικὸν αὐτὸν τῆς ἐνεργείας
τοῦ διαβόλου εἰπόντος, τοῦτο γὰρ σημαίνει τὸ Δέκιος, ὁ βασιλεύς, κατὰ τῶν
διακοσίων στρατιωτῶν, ἐπὶ τῇ συλλήψει τοῦ Ἁγίου σταλέντων καὶ βαπτισθέντων ἅμα
αὐτῷ, τὴν ἀπόφασιν ἔδωκεν. Οἵ ἐπειδὴ προσῆλθον ἐνώπιον αὐτοῦ, καὶ τὸν Ἅγιο
προσεκύνησαν πάντες τῷ ξίφει τοὺς αὐχένας ἐτμήθησαν. Τὸν δὲ Ἅγιον Χριστοφόρον ἐν
ὀργάνῳ τινὶ χαλκῷ κελεύει καθηλωθῆναι καὶ πυρκαϊὰν γενέσθαι κάτωθεν. Καὶ τούτου
γενομένου διέμεινεν ἀβλαβής, οὐ μόνον μηδὲν πάσχων ὑπὸ τοῦ πυρός, καὶ τῆς καθηλώσεως,
ἀλλ’ ὡς ἐν ἀνέσει παράδοξά τινα καὶ τοῖς μὲν πολλοῖς ἄπιστα, τοῖς δὲ πιστοῖς
πάνυ πιστά, καὶ εὐπαράδεκτα διηγούμενος, ἄνδρα τινὰ λέγων καθορᾶν, μήκει
μέγιστον καὶ κάλλει κάλλιστον, λευκὰ περιβεβλημένον ἱμάτια καὶ ταῖς ἐξ αὐτοῦ
μαρμαρυγαῖς τὸν ἥλιον ἀποκρύπτοντα, οὗ ὑπὲρ κεφαλῆς λαμπρὸς ἐπέκειτο στέφανος.
Πυρφόρους δὲ κύκλῳ στρατιώτας ἱσταμένους, πρὸς οὕς μέλανές τινες καὶ δυσειδεῖς
συμβάλλοντες, κρατεῖν ἔδοξαν αὐτῶν, καὶ κατατροποῦσθαι. Ἐπιστραφῆναι δὲ τὸν
φοβερὸν ἐκεῖνον ἄρχοντα θυμῷ καὶ συνταράξαι καὶ συμπατῆσαι τῶν ἐναντίων πᾶσαν τὴν
δύναμιν καὶ τὸ κράτος λαβεῖν. Τοὺς δὲ ὄχλους
ταῦτα ἀκούσαντας καὶ ἅμα τὸν Ἅγιον ἀλώβητον ἀπὸ τοῦ ὑποβληθέντος πυρὸς
φυλαχθέντα ἰδόντας, πιστεῦσαι καὶ προσελθεῖν τῷ Χριστῷ καὶ τὸν Ἅγιον ἐξελκύσαι ἀπὸ
τοῦ πυρός. Ἀλλ’ οὗτοι μὲν ὑπὸ τῶν τοῦ βασιλέως ὑπηρετῶν κατεκόπησαν, ὁ δὲ Ἅγιος
Χριστοφόρος δεσμεῖται λίθῳ ἐπὶ τοῦ τραχήλου καὶ ἐν φρέατι ῥίπτεται. Ἐκεῖθεν δὲν
ὑπὸ Ἀγγέλων ἀνελκυσθείς, χαλκοῦν ἱμάτιον πεπυρωμένον ἐνδύεται καὶ τελευταῖον
ξίφει τὴν κεφαλὴν ἀφαιρεῖται.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ
Γορδιανοῦ.
Τῇ
αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα,
αἱ διὰ τοῦ Ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων
διαπαρεῖσαι τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Ὁ παῖδας ἐκ καμίνου.
Οὐκ ἔστιν
οὐδὲ γῆ οὐδὲ πέλαγος, οὐ κώμη οὐκ ἔρημος, ἔνθα οἱ κρουνοί, τῶν σῶν θαυμάτων ἀθλητά,
ὦ Νικόλαε οὐχ ὑπερβλύζουσιν, ἐν πᾶσι γὰρ ὑφηλίῳ
ἀφθόνως, παρέχεις τὰ ἰάματα.
Λαμπρύνεις
τῆς Ἑλλάδος τὰ πέρατα, τρισμάκαρ Νικόλαε, ταῖς
μαρμαρυγαῖς, τῆς σῆς ἀσπίλου ἀγωγῆς, καὶ Διρφύων τὰ ἄλση τὰ σύσκια, ἐν οἷς ὑψοῦται
σεπτὸν καὶ ὡραῖον, ὁμώνυμόν σου τέμενος.
Ἀγγέλων ἐθαμβώθη
τὸ στράτευμα, στρατάρχα Νικόλαε, σοῦ τὴν εὐκλεῆ,
θείαν ἐνάθλησιν ἰδόν, καὶ ψυχῆς τὸ γενναῖον καὶ εὔτονον, δι’ ὅ ηὐτομόλησας
χαίρων, πρὸς τοὺς ἀγῶνας ἔνδοξε.
Θεοτοκίον.
Ὁ μόνος ὑπερύμνητος
Κύριος, γενόμενος ἄνθρωπος, πάγχρυσε ναέ, καὶ θεοδόχε κιβωτέ, ἐκ τῶν ὄντως ἀχράντων
αἱμάτων σου, φυλάττει ἐκ συμφορῶν ἀπειράστους, ἡμᾶς τοὺς τιμῶντάς σε.
ᾨδὴ η΄. Αὕτη ἡ κλητή.
Νίκης τοῦ
λαοῦ τὸν λαμπρὸν ἀριστέα, ὁμώνυμον οἱ δῆμοι, τῶν εὐσεβῶν συνελθόντες, εὐφημοῦμεν
τρανῶς, καὶ αὐτοῦ τὴν θείαν μνήμην γεραίρομεν, ἀπαύστως αἰνοῦντες, Χριστὸν εἰς
τοὺς αἰῶνας.
Νεῦσον ταῖς
ἡμῶν σθεναρὲ ἱκεσίαις, καὶ σῶσον ἐκ θανάτου, τοὺς σὲ λαμπρῶς στεφανοῦντας, ταῖς
ᾀσμάτων πλοκαῖς, μονοτρόπων καὶ Μαρτύρων Νικόλαε,
πολύτιμον γέρας, καὶ θεῖε ὑφηγῆτορ.
Ἔρχου ἀετὲ
χρυσοπτέρυξ καὶ σῶσον, ἡμᾶς τὴν νοσσιάν σου, ἐκ λοιμικῶν νοσημάτων, ὁ ἐκ λέπρας
δεινῆς, Εὐφημίας ἄρχοντα τὸν συνώνυμον, λυτρώσας τὸ πάλαι, Νικόλαε θεόφρον.
Θεοτοκίον.
Ὄργανον
Θεοῦ θεοδόμητε οἶκε, Κυρία τῶν Ἀγγέλων, καὶ Βασιλὶς τῶν ἁπάντων, ὡς Μητέρα Θεοῦ,
εἰς αἰῶνας τῶν αἰώνων γεραίροντες, Χριστὸν εὐλογοῦμεν, τὸν ἄχραντόν σου Τόκον.
ᾨδὴ θ΄. Φωτίζου, φωτίζου.
Νικόλαε Μάρτυς, ἡ
Ἐκκλησία τοῦ Χριστοῦ, τῶν σεπτῶν σου ἀγώνων, ταῖς βολαῖς αὐγάζεται, καὶ ἐκβοᾷ
σοι Ἑλλάδος πυρσέ, πρὸς τὸν Θεὸν πρέσβευε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε.
Αἰνοῦσί σε
πᾶσαι, αἱ Ὀρθοδόξων πατριαί, καὶ συμφώνως βοῶσι, σοὶ κλεινὲ Νικόλαε. Χαῖρε λαμπρὲ μονοτρόπων φανέ, χαῖρε σεπτὸν
εὖχος ἀθλοφόρων, καὶ τῶν πιστῶν χαῖρε πρόμαχε.
Δαρμοὺς τῶν
βουνεύρων, πολυωδύνους αἰκισμούς, καὶ πλευρᾶς σου τὴν τρῶσιν, ὑπὸ λόγχης
σέβομαι, Μάρτυς κλυτὲ Ἐκκλησίας φωστήρ, κλέος βροτῶν σέβας τῶν Ἀγγέλων, καὶ τῶν
Βουνένων ἐντρύφημα.
Ὡράϊσμα θεῖον, εὐσεβοφρόνων
στρατιῶν, τῶν Ἀράβων πρηστήρα, καὶ σατὰν καθαίρεσιν, τοῦ Λυτρωτοῦ στρατιῶτα
σεμνέ, οἱ τῶν πιστῶν ἔγνωμέν σε δῆμοι, πνευματοφόρε Νικόλαε.
Θεοτοκίον.
Χαρίτωσον πάντας, τοὺς καθ’ ἑκάστην
ἐκτενῶς, σὲ ὑμνοῦντας Παρθένε, Ἀποστόλων καύχημα, τῶν Ἀθλητῶν ἱερὰ χαρμονή, καὶ
ἀκλινὲς τεῖχος μονοτρόπων, πιστοῦ λαοῦ καταφύγιον.
Ἐξαποστειλάρια. Ἦχος γ΄. Καὶ σὲ μεσίτριαν ἔχω.
Τὸν
μιμητὴν τοῦ Δεσπότου, καὶ Ἀθλητῶν ὑπογραμμόν, τὸν ἐν Βουνένοις βασάνους, ὑπενεγκόντα
ἀσμένως, διὰ τὴν πίστιν Κυρίου, ἐγκωμιάσωμεν πάντες.
Τὴν
θείαν ἄγοντες μνήμην, τοῦ γεραροῦ ἐν Ἀθληταῖς, καὶ ἀσκηταῖς Νικολάου, τοῦ καταυγάζοντος πάντας, φωτὶ ἀπείρων
θαυμάτων, προφρόνως ᾄσωμεν τοῦτον.
Θεοτοκίον.
Φωτὸς
ἀκτίστου δοχεῖον, καὶ ἐνδιαίτημα λαμπρόν, Αὐτοῦ ἁγνὴ εὐλογημένη, ἐδείχθης φῶς
τοῖς ἐν σκιᾷ, καὶ σκότει πορευομένοις, Θεογεννῆτορ Παρθένε.
Εἰς τοὺς αἴνους. Ἦχος πλ. Δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Εὖχος,
τὸ ἐμὸν Νικόλαε, ὑπάρχεις Μάρτυς στεῤῥέ, τῆς
ψυχῆς μου ἀγλάϊσμα, χαρμονὴ καὶ στήριγμα, ἐν δειναῖς περιστάσεσι. Ταῖς γὰρ λιταῖς
σου, οὐκ αἰσχυνόμενος, ἐν τρικυμίαις, προστρέχω πάντοτε, τῷ Παντοκράτορι, ὑπὲρ
Οὗ καὶ ἤθλησας σεμνοπρεπῶς, θῦμα προσφερόμενος, Αὐτῷ ἑκούσιον.
Ἔργον,
ἱερὸν Νικόλαε, καθοδηγεῖν εἰς Χριστόν, τὴν
φρουράν σου ἀνέλαβες, στρατηλάτα ἔνδοξε, τῆς Λαρίσης κειμήλιον. Καὶ ἐν Τυρνάβῳ,
προτρέπων μάχεσθαι, κατ’ ἐναντίων, αὐτὴν ἠξίωσας, στέφανον δράξασθαι, ἀφθαρσίας
Ἅγιε καὶ μετασχεῖν, τῆς χαρᾶς τῆς κρείττονος, σὺν τῷ Παντάνακτι.
Ἔνθους
τοῖς χοροῖς Νικόλαε, εἰσῆλθες τῶν Ἀσκητῶν,
καὶ ψυχῇ γενναιόφρονι, εἰς τελείαν γύμνασιν, ἐπεδόθης καὶ ἄσκησιν. Τοῖς σοῖς
βλεφάροις, ὕπνον οὐκ ἔδωκας, ἐν τοῖς Βουνένοις, οὐδὲ ἀνάπαυσιν, εἰς τὸ σαρκίον
σου, ἀλλ’ ἀπαύστως ἔψαλλες ὡς ἀηδών, τῷ ἐνδυναμοῦντί σε, Χριστῷ πανόλβιε.
Ἔρνος,
εὐθαλὲς Νικόλαε, τῆς Ἐκκλησίας Χριστοῦ,
Θετταλίας ἐμύρισας, ἀρετῶν καὶ ἄθλων σου, ταῖς ὀδμαῖς τὴν περίγειον, ὅθεν ἐπαίνων,
τοῖς ῥόδοις στέφομεν, λαμπροφοροῦντες, τὴν σὴν ἀοίδιμον, μνήμην πανάριστε, καὶ
ταχὺ προστρέχοντες τῷ σῷ ναῷ, πλήθους θαυμασίων σου, τρυγῶμεν λείρια.
Δόξα. Ἦχος πλ. Α΄.
Τῷ
θείῳ ἔρωτι τρωθείς, καὶ εὐσεβῶς πολιτευσάμενος, ἐνασκήσει μὲν πρῶτον καρτεροψύχῳ,
καὶ ἐναθλήσει γενναιόφρονι Χριστῷ εἶτα εὐηρέστησας. Τῶν γὰρ φθειρομένων, ὑπεριδὼν
τὴν σχέσιν, οὐκ ἐφείσω τῆς ἰδίας σαρκός, ἀλλὰ γενναίως ἐν τοῖς Βουνένοις, ὑπήνεγκας
μαρτύριον καὶ ἐπώδυνον θάνατον, ἀλλ’ ὦ Νικόλαε Ὁσιομάρτυς,
ἀθλητικαῖς ἀγλαΐαις κλεϊζόμενος, μὴ παύσῃ πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πόθῳ
τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τὸν
ἐν μονοτρόποις καὶ ἀθληταῖς, ἔνθεον φωστῆρα, καὶ φρονήσεως θησαυρόν, τὸν ἐν τοῖς
Βουνένοις, ἀθλήσαντα εὐψύχως, Νικόλαον τὸν
νέον, ᾄσμασι στέψωμεν.
ΠΑΡΑΚΛΗΣΙΣ
Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε
εἰσάκουσον, τὸ Θεὸς κύριος, και τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῷ.
Τὸν γενναιότατον Κυρίου
ὁπλίτην, καὶ ἀσκητὴν θεοειδῆ εὐσχημόνως, ὡς ἰατρὸν πανάριστον τῶν νόσων
φαιδρῶς, μέλψωμεν κραυγάζοντες τῶν Βουνένων λαμπρότης, λύτρωσαι πρεσβείαις σου
ἐνεστώσης ἀνάγκης, καὶ δυσφορήτου ἄχθους τοὺς ἀεί, σὲ μελῳδοῦντας εὐσχήμων Νικόλαε.
Δόξα. Το ἀπολυτίκιον.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε..
Ὁ Ν΄ ψαλμός.
Ὁ κανών, οὗ ἡ
ἀκροστιχίς: ΝΙΚΟΛΑΟΥ ΝΕΟΥ ΤΗΝ ΑΡΩΓΗΝ ΑΙΤΟΥΜΑΙ. Χ. Μ. Μ.
ᾨδὴ α΄. Ἦχος π. δ΄. Ὑγρὰν
διοδεύσας.
Νικόλαε αὖχος ἐμῆς ψυχῆς, Βουνένων φαιδρότης, καὶ
Μαρτύρων ὐπογραμμέ, παράσχου ὑγείαν κατ’ ἄμφω, ταῖς σαῖς πρεσβείαις ἡμῖν τοῖς
ἱκέταις σου.
Ἰλύος ἀπόπλυνων χαμερπῶν, παθῶν με γενναῖε, στρατηλάτα
τοῦ Λυτρωτοῦ, Νικόλαε νάμασιν εὐχῶν σου, καὶ
τῆς ψυχῆς τὸν χιτῶνά μου λεύκανον.
Κοσμήσας Αἱμάτων σου ὀχετοῖς, Βουνένων τὴν χθόνα,
κόσμος δέδειξαι ἀθλητῶν, Νικόλαε καὶ τῶν
εὐσεβούντων, πρὸς οὐρανοὺς ποδηγέτης γεγένησαι.
Θεοτοκίον.
Ὁδήγησον πάντας χριστιανούς, λιταῖς Νικολάου, πρὸς
λειμῶνας ἀειθαλεῖς, ἀλύπου ζωῆς Θεογεννῆτορ, οἰακοτρόφε ψυχῆς τῶν ὑμνούντων σε.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Λυπηρῶν τρικυμίας, καὶ τῶν παθῶν κλύδωνας, κόπασον ἡμῶν
σαῖς πρεσβείαις, νέε Νικόλαε, ὁ τῶν Βουνένων
δρυμούς, καθαγιάσας ἱδρῶσιν, εὐκλεοῦς ἀσκήσεως, καὶ ῥείθροις αἵματος.
Ἀριστέων σταδίου, περιφανὲς πρώταθλε, καὶ φρουρᾶς
Λαρίσης ἡγῆτορ, μάκαρ Νικόλαε, τῶν ἀρετῶν
εὐσθενῶς, τοὺς ὑμνητάς σου ἀνῦσαι, στάδιον ἀξίωσον, ἄγαν τὸ δύσβατον.
Ὁσιόαθλε Μάρτυς, ὁ ἐν δρυΐ ἄσμενος, προσδεθεὶς καὶ
λόγχης ἰδίας, πεῖραν γευσάμενος, μὴ διαλίπῃς Χριστῷ, πρεσβεύειν πάθη συντρίβειν,
τῆς σαρκὸς χαμαίζηλα, πάντων Νικόλαε.
Θεοτοκίον.
Ὑπερένδοξε Μῆτερ, τῶν ἀθλητῶν καύχημα, καὶ τῶν ἀσκητῶν
ὡραιότης, Ὁσιομάρτυρος, τοῦ Νικολάου εὐχαῖς,
ἐκ τοῦ βυθοῦ ἀπωλείας, ζοφερᾶς ἀνάγαγε, τοὺς εὐφημοῦντάς σε.
Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ
βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαμναῖον.
Ἐπίβλεψον...
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, ἀλγεινῶν Νικόλαε
τοὺς τιμῶντάς σε, ὡς Λαρίσης ἀρχιστράτηγον, καὶ Βουνένων σέμνωμα
περίδοξον.
Ἐξωτέρου Νικόλαε,
σκότους καὶ κολάσεως ῥῦσαι ἅπαντας, τοὺς προστρέχοντας σῇ χάριτι, τίμιον
ἀνδρείας στηλογράφημα.
Οὐρανίου φρονήματος, πλῆσον
τοὺς γεραίροντας σοῦ τὴν ἄθλησιν, στρατηλάτα θεοστήρικτε, τῶν Βουνένων κλέϊσμα Νικόλαε.
Θεοτοκίον.
Ὑψαυχοῦντος τὸ φρύαγμα, δράκοντος πατάξαι ἡμᾶς ἀξίωσον,
ταπεινώσεως ἀρχέτυπον, καὶ Ὑψίστου θρόνε χρυσοστόλιστε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Τείχισον ἡμᾶς, τῇ ἀόκνῳ προστασίᾳ σου, ἵνα πάντοτε
φρουρούμενοι στεῤῥέ, ὑπὸ σοῦ εἰς ὅρμον θεῖον καταντήσωμεν.
Ἤσχυνας ἐσμόν, τῶν Ἀράβων τῇ ἀνδρείᾳ σου, καὶ Βελίαρ τῇ
σεμνῇ σου ἀρωγῇ, εὐσεβῶν ἀκέστορ ἔνθεε Νικόλαε.
Νίκας τῷ λαῷ, τοῦ Θεοῦ δώρου πρεσβείαις σου, καὶ
συντήρει ἀπειράστους τῆς ἐχθρῶν, πανουργίας τοὺς ἱκέτας σου Νικόλαε.
Θεοτοκίον.
Ἄχραντε ὁδούς, μετανοίας δεῖξον ἅπασι. Σὺ γὰρ πέλεις
ποδηγὸς πρὸς τὸν Χριστόν, καὶ Υἱόν σου τῶν ὑμνούντων σε Παντάνασσα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ῥανίδας μου, τῶν δακρύων σπόγγισον, μανδηλίῳ τῶν θερμῶν
πρεσβειῶν σου, πρὸς τὸν Χριστὸν ὑπὲρ Οὗ καὶ προθύμως, ἐν τοῖς Βουνένοις σὸν
αἷμα ἐξέχεας, καὶ τῆς ἀλήκτου χαρμονῆς, τὸν ἱκέτην σου ποίησον μέτοχον.
Ὡς ἔλαφοι, αἱ διψῶσαι τρέχουσιν, ἐφ’ ὑδάτων τὰς πηγὰς
οὕτω πάντες, πρὸς τὸν ναόν σου Νικόλαε νέε,
τῶν εὐσεβούντων νῦν σπεύδομεν σύλλογοι, ὡς ἄν ἀφθόνως ψυχικῆς, εὐφορίας
ἀντλήσωμεν νάματα.
Γαυρίαμα, ὥς ποτε ἠδάφισας, τοῦ ἀλάστορος Νικόλαε Μάρτυς, ἀνατεθεὶς ὁλικῷ τῷ Κυρίῳ, ἐν τοῖς
Βουνένων δρυμοῖς οὕτω σκέδασον, καὶ τὰ κινούμενα αὐτοῦ, καθ’ ἡμῶν κραταιὲ βέλη
πάντοτε.
Θεοτοκίον.
Ἡγίασε, τὴν ἁγνὴν γαστέρα σου, οἰκητήριον αὐτὴν ὁ
ποιήσας, φωτολαμπὲς τοῦ Θεοῦ θεῖος Λόγος, ὁ διὰ σοῦ εἰληφὼς σάρκα βρότειον, καὶ
γένος ἅπαν χοϊκόν, Θεοτόκε θεώσας πανύμνητε.
Ἀνάδειξον, Ὁσιομάρτυς Νικόλαε τροπαιοῦχε, ἐν τῷ σκάμματι νικητὰς τοῦ
βίου σοὺς πρόσφυγας, ὁ πίστει νικήσας τὸν παλαμναῖον.
Ἄχραντε...
Κοντάκιον. Ἦχος β΄. Τοῖς
τῶν αἱμάτων σου.
Ἐκ τῆς Ἑῴας ὁρμώμενος
ἤθλησας, ἐν τοῖς Βουνένοις Νικόλαε ἄριστε,
καὶ χάριν θαυμάτων ἀπείληφας, ὡς ἀθλητὴς ὑψηλόφρων καὶ Ὅσιος. Διὸ σὲ ἀπαύστως
γεραίρομεν.
Προκ.: Δίκαιος ὡς
φοίνιξ ἀνθήσει...
Στ.: Θαυμαστὸς ὁ
Θεός...
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ
Ματθαῖον (Κεφ. ι΄. 16-23)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ
μαθηταῖς: Ἰδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν
φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν
ἀνθρώπων. Παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν
μαστιγώσουσιν ὑμᾶς, καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ὁμοῦ, εἰς
μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. Ὅταν δὲ παραδώσουσιν ὑμᾶς μὴ μεριμνήσητε πῶς
ἤ τί λαλήσητε. Δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τὶ λαλήσετε. Οὐ γὰρ ὑμεῖς
ἐστε οἱ λαλοῦντες ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει
δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον. Καὶ ἐπαναστήσονται τέκνα ἐπὶ
γονεῖς καὶ θανατώσουσιν αὐτούς. Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά
μου, ὁ δὲ ὑπομείνας εἰς τέλος σωθήσεται.
Δόξα: Ταῖς τοῦ
Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς
Θεοτόκου...
Ἰδιόμελον. Ἦχος
πλ. Β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Ὡς ἀράχνην ἔλυσας, ἰστὸν
ἐπίγειον δόξαν, τῆς Λαρίσης πρώταρχε, τῆς φρουρᾶς Νικόλαε, ἀκατάβλητε. Πέλων
γὰρ πάντιμον, τοῦ Χριστοῦ ἥδυσμα, καὶ λευκάνθεμον πανεύοσμον, πιστοὺς
κατηύφρανας, καὶ ἐχθρὸν τὸν πλάνον κατῄσχυνας, ἀόκνου ἐργαστήριον, προσευχῆς
καὶ τόλμης γενόμενος, ὅθεν ἐν Βουνένων, τοῖς ἄλσεσιν ἀθλήσας ἀνδρικῶς, ὑπὲρ
ἡμῶν χάριν εἴληφας, μεσιτεύειν πάντοτε.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νικηφόρους ἀγῶνας, κατ’ Ἀράβων τελέσας, στεῤῥὲ Νικόλαε, ἐν ὄρει τοῦ Τυρνάβου, σὺν δήμῳ σῶν
συνάθλων, στέφος δόξης ἀπείληφας, καὶ χάριν εὗρες ἀεί, ὑπὲρ ἡμῶν πρεσβεύειν.
Ἀθλητῶν δωδεκάδος, παναλκίμου προΐστωρ, θεόφρον
πέφηνας, μεθ’ ὧν νῦν συναγάλλῃ, Νικόλαε ἐν
πόλῳ, καὶ πρεσβεύεις ἀείποτε, ὑπὲρ ἡμῶν τῶν πιστῶς, τιμώντων σου τὴν μνήμην.
Ἱερεῖον ὡς θεῖον, προσηνέχθης Κυρίῳ, καὶ θῦμα τέλειον, Νικόλαε ἀθλήσας, ἐν δάσει τῶν Βουνένων, ἀπτοήτῳ
φρονήματι, δι’ οὗ πληροῖς καὶ ψυχάς, ἡμῶν ἐν μάχαις βίου.
Θεοτοκίον.
Τῆς ζωῆς μου τὸν χρόνον, δαπανήσας ὁ τάλας, ἀνόμοις
πταίσμασι, βοῶ σοι Θεοτόκε, ἐξ ἔργων μου βορβόρου, ἔγειρόν με καὶ σῶσόν με, ἵνα
ὑμνῶ σὲ ἀεί, ὐπερευλογημένη.
ᾨδὴ η΄. Τὸν βασιλέα.
Ὀδμὰς ἐκπνέει, ἡ τῶν λειψάνων σου θήκη, μυροβόλους Νικόλαε νέε, ἀντιλῆπτορ θεῖε, τῶν σὲ
ὑμνολογούντων.
Ὑπὸ τὴν σκέπην, τῶν σωστικῶν πρεσβειῶν σου,
καταφεύγοντες σὲ μελῳδοῦμεν, στρατηλάτα σῶφρον, Νικόλαε
Κυρίου.
Μὴ μοῦ παρίδῃς, τοὺς ἐν βίῳ ἱδρῶτας, καὶ τὸν κόπον ὅν
νῦν καταβάλλω, φυλακὴν τηρῆσαι, Νικόλαε θυρίδων.
Θεοτοκίον.
Ἁγνὴ Παρθένε, γενοῦ θερμὴ βοηθός μου, ἐν ἐσχάτῃ τῆς
Κρίσεως ὥρᾳ, ἵνα καταδίκης, κολάσεως ἐκφύγω.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰάσεων ὀμβρίζεις, νάματα ὁ λέπραν, Θεσσαλονίκης δουκὸς
τὴν ἀνίατον, ὑπερφυῶς θεραπεύσας κλεινὲ Νικόλαε.
Χαρίτων μυροθήκη, θείων οὐρανόθεν, τοῖς σὲ τιμῶσι Νικόλαε στάλαξον, πταισμάτων λύσεως δρόσον καὶ
ἀπολύτρωσιν.
Μαρτύρων θεῖε κόσμε, καὶ Ὁσίων στέμμα, τοὺς σὲ
προστάτην ἀνύστακτον ἔχοντας, ἐκ συμφορῶν καὶ παγίδων τοῦ πλάνου λύτρωσαι.
Θεοτοκίον.
Μαρία ἐκτακεῖσαν, τὴν ψυχὴν σοῦ δούλου, ἀνομημάτων
φλογμῷ καταδρόσισον, ψεκάσι θείου ἐλέους τοῦ σοῦ καὶ σῶσόν με.
Ἄξιόν ἐστι, καὶ τὰ
Μεγαλυνάρια.
Χαίροις Ἐκκλησίας νεολαμπές,
πύρσευμα φωτίζων, θαυμασίων σου ταῖς βολαῖς, τῆς Ἑλλάδος χώραν, Νικόλαε Βουνένων, ὡράϊσμα καὶ κλέος,
περικαλλέστατον.
Ἤθλησας Νικόλαε κραταιέ, βλάστημα Ἑῴας, μυροβόλον
πανευσθενῶς, ἐν δρυμοῖς Βουνένων, καὶ ηὔφρανας τοὺς δήμους, τῶν εὐσεβῶν τοῖς
ὕμνοις, νῦν εὐφημούντων σε.
Χαίροις στρατηλάτα τοῦ Ἰησοῦ,
σὺν τῇ δωδεκάδι, τῶν ἀνδρείων σου ὁπλιτῶν, χαίροις ὁ Λαρίσης, Τυρνάβου καὶ
Βουνένων, τὴν χθόνα ἁγιάσας, ἄθλοις Νικόλαε.
Χαίροις τῆς Ἑῴας σεπτὸς
βλαστός, Ὁσιομαρτύρων, στῦλος ὄντως φωτοειδής, χαίροις τῶν Βουνένων, ὁ θεῖος
μαργαρίτης, καὶ φύλαξ εὐσεβούντων, πανιερώτατος.
Νίκας εὐσεβέσι κατὰ παθῶν,
δίδου ταῖς λιταῖς σου, καὶ διέγειρον τὰς ψυχάς, πρὸς Κυρίου αἶνον, ἡμῶν
σημειοφόρε, Νικόλαε Βουνένων, ἔμψυχον
ἄγαλμα.
Πόθῳ ἑορτάσωμεν ἀδελφοί, τὴν
φωσφόρον μνήμην, Νικολάου τοῦ θαυμαστοῦ,
στέφοντες ἐκθύμως, τοῦ ἔαρος τοῖς ῥόδοις, αὐτὸν ὡς ἄν τῆς θείας, τύχωμεν
χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων...
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς
ἐρήμου πολίτης.
Ἀκεσώδυνον φρέαρ, τοῖς τιμῶσί
σε δέδοσαι, πᾶσιν ἀποστάζον εἰρήνης, καὶ ἰάσεων νάματα, ὁπλῖτα ἐν Ἑῴας
εὐσθενές, Νικόλαε Βουνένων θησαυρέ,
Ἀθλοφόρων καὶ Ὁσίων, περιφανὲς κοσμῆτορ, ὅθεν κράζομεν· Δόξα τῷ σὲ δοξάσαντι
Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἀνύστακτον φρουρόν, ἡμῖν δωρήσαντι.
Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν
τὰ ἑξῆς. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Πάντων, τῶν ἐν ὕμνοις
μελιχροῖς, τὴν ἀξιοθαύμαστον μνήμην, ἐπιτελούντων σου, πλήρου τὰ αἰτήματα, σοφὲ
Νικόλαε, καὶ Χριστὸν καθικέτευε, ὑπὲρ τῶν εκθύμως, ὡς στεῤῥὸν τῆς πίστεως,
τιμώντων Μάρτυρα, σὲ καὶ ἀσκητὴ θεόφρον, τὸν ἐν Βουνένοις στεφάνους, νίκης
αἰωνίου κομισάμενον.
Δέσποινα πρόσδεξαι...
Τὴν πᾶσαν ἐλπίδα μου...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου