Κυριακή 2 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 23. ΑΓΙΟΣ ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ


ΙΟΥΝΙΟΣ 23!!
ΚΑΛΛΙΝΙΚΟΣ ΔΙΑΚΟΝΟΣ ΒΕΡΡΟΙΕΥΣ
ΝΕΟΣ ΙΕΡΟΜΑΡΤΥΣ ΕΝ ΚΡΗΤῌ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰωήλ, Μητροπολίτου Ἐδέσσης, Πέλλης καὶ Ἀλμωπίας)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ.

Εἰς τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸν Ἀθλοφόρον Κυρίου καὶ Νεομάρτυρα, Καλλίνικον τιμῶμεν, τῆς Βεῤῥοίας τὸν γόνον, πυκτεύσας γὰρ νομίμως ἐπὶ τῆς γῆς, ὑπὸ τῆς νίκης διάδημα, ὑπὸ χειρῶν τοῦ Κυρίου ἐν οὐρανῷ, ἀνεδέχθη ὁ μακάριος.

Ἐν τοῖς Χανίοις τῆς Κρήτης ἔνδοξε ἔλαμψας,  ὡς ἥλιος ἐν μέσῳ, νοητῶν Αἰθιόπων, Καλλίνικε φωτίσας μαρμαρυγαῖς, τὰ τῶν νέων συστήματα, εἰς τὸ εἰδέναι τὸ θέλημα τοῦ Χριστοῦ, τὸ σωτήριον καὶ ἅγιον..

Ἑλλάδος Μάρτυς ἐγένου κήρυξ θεόσοφος, προτρέπων τὸ σὸν γένος, ἐν τοῖς χρόνοις δουλείας, ζυγὸν ἀποτινάξαι Ἀγαρηνῶν, τὸν βαρὺν ἀξιάγαστε, καὶ ἐλευθέραν Καλλίνικε τὴν ζωήν, προτιμᾶν ῥοπῇ τῇ ἄνωθεν.

Διακονῶν τῷ Κυρίῳ ἐν καθαρότητι, ἀξίως ἠξίωθης, μαρτυρίου τὸ στέφος, τὸν ἄρχοντα τοῦ σκότους καταβαλών, τῇ ῥομφαίᾳ τοῦ Πνεύματος, καὶ τὰ ἐκείνου γεννήματα κραταιῶς, ἐταπείνωσας Καλλίνικε.

Δόξα. Ἦχος δ΄.
Ἀνατραφεὶς ἐκ παιδός, ἐν τῇ Βεῤῥοίᾳ θεαρέστως, μαρτυρικῶς ἐτελεύτησας, διάκονε Καλλίνικε. Τῷ γὰρ θείῳ ἑπόμενος θελήματι, ἐπεδείξω ἀκρίβειαν βίου, ἠθῶν εὐκοσμίαν, καὶ φρόνημα νοός, πρὸς πᾶσαν κακουχίαν διὰ Χριστὸν ἕτοιμον, ὅθεν ἐν τῇ ὥρᾳ νεότητος, ὡς Ἀθλητὴς γενναιότατος, καὶ διδάσκαλος τοῦ Εὐαγγελίου τέλειος, τὴν καλὴν ἔδωκας ὁμολογίαν, τῶν πρὸ σοῦ μιμησάμενος Ἁγίων, μεθ’ ὧν ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν ... Θεοτοκίον
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Ἀπόστιχα. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅγιε τοῦ Θεοῦ, Καλλίνικε προσεύχου, ἐν οὐρανῷ ἀπαύστως, ὑπὲρ τῶν εὐφημούντων, ἐν πίστει τὴν σὴν ἄθλησιν.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ἔδραμες ὡς κριός, Καλλίνικε Κυρίου, κατὰ τῶν ἀρνουμένων, τὸ ὄνομα Κυρίου, καὶ τούτους κατετρόπωσας.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Βέῤῥοια Ἀθλητά, ἡ σὴ πατρὶς καὶ Κρήτη, ἀγάλλονται συμφώνως, ἐπὶ τῇ ἐπετείῳ, τῶν θείων μαρτυρίων σου.

Δόξα. Τριαδικόν.
Ἄνωθεν νευρωθείς, Τριάδος τῇ δυνάμει, ὁ ἐκ Βεῤῥοίας Μάρτυς, Καλλίνικος τροποῦται, δαιμόνων τὰ στρατεύματα.

Καὶ νῦν. Θεοτοκίον.
Πάναγνε Μαριάμ, ὁμοῦ σὺν Καλλινίκῳ, τῷ Νέῳ Ἀθλοφόρῳ, ὑπὲρ ἡμῶν πρεσβείαις, Χριστὸν καθικετεύσατε.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Βεῤῥοίας τὸν γόνον καὶ τῆς Κρήτης ὡράϊσμα, τὸν τροπαιοφόρον ὁπλίτην, ἀνυμνοῦμεν Καλλίνικον, Μαρτύρων γὰρ ζηλώσας τὴν τιμήν, ἀγχόνῃ ἐτελεύτησε τὸ ζῆν, καὶ ἐδείχθη Ὀρθοδόξοις ὑπογραμμός, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δοξασθέντι Ἰησοῦ τοῖς θείοις ἄθλοις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.



ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Μακεδόνων τὸ καύχημα, καὶ τῆς Κρήτης ἀγλάϊσμα, στεφανίτην ἔνδοξον Νέον Μάρτυρα, τὸν ἐν ὑστέροις τοῖς ἔτεσι, στεῤῥῶς ἐναθλήσαντα, ταῖς αἰκίαις τῶν μελῶν, καὶ ἀγχόνῃ τοῦ σώματος, τὸν Καλλίνικον, εὐφημήσωμεν πάντες εὐφροσύνως, ἐν τῇ πόλει τῆς Βεῤῥοίας, ὡς ἐξ αὐτῆς ἐκβλαστήσαντα.

Ἀθλοφόρε διάκονε, παιδευτὰ καὶ διδάσκαλε, τῆς χορείας νέων ὁ ἐμφρονέστατος, καὶ τῆς φιλτάτης Καλλίνικε, πατρίδος ἐν ἔτεσι, τῆς πικρίας ἀφανής, κήρυξ Μάρτυς γεγένησαι, θείοις λόγοις σου, ἐκ τοῦ ὕπνου δουλείας ἀφυπνώσας, τοῦ Κισσάμου ἀρχιθύτην, καὶ κοσμικοὺς πλείστους Ἅγιε.

Τὸν Σταυρὸν ἐπωμάδιον, εἰληφὼς τοῦ Δεσπότου σου, ῥαβδισμοὺς καὶ γύμνωσιν καθυπέμεινας, καὶ τῶν τριχῶν τῶν σοῦ πώγωνος, ὑπέστης ἐκρίζωσιν, καὶ ἀγχόνης τῆς πικρᾶς, τὸ ποτήριον ἔπιες, Μάρτυς ἔνδοξε, μιμητὴς γεγονὼς τῶν ζωηφόρων, τοῦ Κυρίου παθημάτων, ἐν τοῖς Χανίοις Καλλίνικε.

Ὥσπερ δένδρον τὸ ἔγκαρπον, ἐν τῇ Κρήτῃ ἀνέθαλες, ῥιζουχίαν ἔχων τὴν πόλιν Βέῤῥοιαν, καὶ τῶν εὐχύμων μετέλαβε, καρπῶν τῶν ἀγώνων σου, ἡ Χριστώνυμος Ἑλλάς, ἡ πατρίς σου Καλλίνικε, ἀξιάγαστε, διὸ πάντες κατ’ ἔτος τὴν σὴν μνήμην, γεγηθότες ἀνυμνοῦμεν, ἐν Ἐκκλησίαις διάκονε.

Σοφισθεὶς θείᾳ χάριτι, τοῦ Χριστοῦ τὰ ἐντάλματα, καὶ τοῦ κόσμου γνῶσιν πιστοῖς ἐδίδαξας, ἐν τοῖς Χανίοις Καλλίνικε, θεόφρον δρεψάμενος, ἑκατὸν εἰς ἀριθμόν, τοὺς καρποὺς τῶν ἀγώνων σου, διὸ ἔνδοξε, ὁ ἐχθρὸς ταῦτα βλέπων καὶ μὴ φέρων, κατὰ σοῦ στρέφει ἀδίκως, Ἀγαρηνῶν τὰ γεννήματα.

Κρεμασθεὶς ἐξεμέτρησας, τὰς ἡμέρας τοῦ βίου σου, καὶ ἀξίως ἤχθης εἰς τὰ οὐράνια, τῶν Ἀθλοφόρων σκηνώματα, λαβὼν ὡς ἀντέκτισιν, ἀγαπήσεως Χριστοῦ, μαρτυρίου τὸν στέφανον, διὸ πρέσβευε, ὑπὲρ ταύτης τῆς πόλεως λιταῖς σου, τῆς φυσάσης σε παμμάκαρ, ὦ Νεομάρτυς Καλλίνικε.




Δόξα. Ἦχος πλ. β΄.
Τὸν Μακεδόνα Ἀθλητήν, καὶ τῶν Κρητῶν τὸν κόσμον, ὁπλίτην τῆς τοῦ Χριστοῦ παρατάξεως, καὶ τῶν διακόνων ὑπογραμμὸς ἄριστος, πάντες οἱ φιλάγιοι, ἐγκωμιάσωμεν λέγοντες· χαίροις, ὁ τῆς Βεῤῥοίας γόνος, καὶ τῶν Ἁγίων Μαρτύρων λαμπρὰ προσθήκη· χαίροις, ὁ ἀγαπήσας ὁλοκαρδίως τὸν Χριστόν, καὶ ὑπὲρ Αὐτοῦ ἐκχύσας τὸ τίμιον αἷμά σου· χαίροις, τῶν ἱερῶν διδασκάλων ἡ εὔηχος σάλπιγξ, ἡ καλῶς ἐξαγγέλλουσα τοῖς πέρασι τὰ Εὐαγγελικά διδάγματα. Ὡς ἔχων οὖν παῤῥησίαν ἐν τῷ θρόνῳ τοῦ Θεοῦ, Νεομάρτυς Καλλίνικε, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ἀνυμνούντων ἐν πίστει τὰ σὰ κατορθώματα.

Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.







Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.








Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ πολυθαύμαστος τῆς Βεῤῥοίας Μητρόπολις, ἡ ἐπ’ ἐσχάτων τῶν χρόνων, ὡς πολυμύριστον ἄνθος βλαστήσασα, τὸν ἐν διακόνοις Νεομάρτυρα Καλλίνικον. Οὗτος γὰρ ἀνατραφεὶς ἐν σοί, θεαρέστως ἐν πᾶσι, μετὰ παῤῥησίας ὡμολόγησεν, ἐν τοῖς Χανίοις τῆς Κρήτης, τὸ τιμιώτατον τοῦ Χριστοῦ ὄνομα, μὴ δειλανδρίσας, πρὸ τῶν ποικιλωνύμων βασάνων, καὶ τῆς πικρᾶς ἀγχόνης. Καὶ νῦν ἐν οὐρανῷ, συναριθμηθεὶς τῷ δήμῳ τῶν Μαρτύρων, καὶ ἔχων παῤῥησίαν, τούτον πάντες καθικετεύομεν λέγοντες· Νεομάρτυς πανθαύμαστε, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.
Τῇ τοῦ Κυρίου παιδείᾳ καὶ νουθεσίᾳ ἐκγυμνασθείς, διδάσκαλος φιλόθεος γέγονας, ἐν τῇ Ὀρθοδόξῳ Ἐκκλησίᾳ. Σὺ γὰρ ὡς δοχεῖον πολύτιμον, τὴν καρδίαν σου ἔχων, τὰ θρεπτικὰ σπέρματα τοῦ Παρακλήτου ἐδέξω, καὶ ὡς οἰκονόμος ἄριστος, τοῖς Ὀρθοδόξοις πιστοῖς, πολιοῖς τε καὶ νέοις, ἐν τῇ Βεῤῥοίᾳ καὶ Κρήτῃ ταῦτα διένειμας, Ἀθλοφόρε Καλλίνικε, τοῦ Χριστοῦ διάκονε, ᾧ πρέσβευε δεόμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος γ΄.
Ὡς ἀνὴρ ἔχων τῆς νεότητος ὥραν, καὶ ὑπεριδὼν τῶν γηΐνων πραγμάτων, τῶν σαρκικῶν ἐπαναστάσεων, τῆς οἰήσεως τοῦ νοός, τῆς δόξης τοῦ κόσμου, τῶν ἐπικήρων καὶ χαμερπῶν ἡδονῶν, καὶ τῶν ἀνθρωπίνων ἐπαίνων, πρὸς ἀγῶνας ἐχώρησας, τῆς ἀθλήσεως Νεομάρτυς Καλλίνικε, θεαρέστοις λογισμοῖς, διὸ τῆς Ἄγαρ τὸ γαυρίαμα κατέστειλας, καὶ νικητικῶς διέβης τοὺς οὐρανούς, πρεσβεύων μετὰ τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος δ΄.
Πάσας τὰς τοῦ ἐχθροῦ μηχανάς, τῆς ἀνηλίου εἱρκτῆς τὴν στενότητα, καὶ ὕβρεις τὰς χριστομάχους, τοὺς δυσσεβεῖς ἐλεγμούς, τὴν τῶν μελῶν συντριβήν, τὰς ἀπειλὰς καὶ ἀγχόνην, εὐσθενῶς ὑπήνεγκας, καὶ ἡγήσω θεόληπτε, ταῦτα πάντα σκύβαλα, ἵνα Χριστὸν κερδήσῃς, Ὃν ἔχων ἐν τῇ καρδίᾳ, Μάρτυς Καλλίνικε, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν ἐκτελούντων κατ’ ἔτος, τὴν σὴν πανήγυριν.

Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σε δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.


Εἰς τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἀθλητὴς τοῦ Χριστοῦ, ὁ καταπλήξας τοῦ ἐχθροῦ τὴν παράταξιν, τὸ θρέμμα τῶν Βεῤῥοιέων, καὶ τῶν Κρητῶν στολισμός, τῶν Νεομαρτύρων τὸ ἀγλάϊσμα, ῥωσθεὶς γὰρ τῇ χάριτι, Ἀθλοφόρε Καλλίνικε, καὶ παντευχίαν, περιθέμενος πίστεως, τὸν ἀντίπαλον, κατεῤῥάκωσας δράκοντα, ἔστης δὲ καὶ πρὸ βήματος, τῆς Ἄγαρ τυπτόμενος, τοῖς μαρτυρίοις ὡς ἄκμων, ὑπερασπίζων τὰ δόγματα, καὶ τῆς ἀληθείας, Ἐκκλησίας ἐν ἐσχάτοις, τοῖς χρόνοις Ἅγιε.

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, ὁ Νεομάρτυς Χριστοῦ, ὁ ἐν τῇ Κρήτῃ, ἐδαφίσας τὸ φρύαγμα, ἀθέων υἱῶν τῆς Ἄγαρ, καὶ φανερώσας λαμπρῶς, πλάνης τούτων πάντα τὰ ληρήματα, ὁ ἔχων ἐγκάρδιον, τὸν οὐράνιον ἔρωτα, καὶ εὐτολμίας, ἐπιδείξας τὴν δύναμιν, ὁ τοῦ πώγωνος, ὑποστὰς τὴν ἀφαίρεσιν, πᾶσαν τὴν ἀγριότητα, εἱρκτῆς τὴν στενότητα, ἐν ταῖς ὁδοῖς τὰ ὀνείδη, καὶ τὰς αἰκίας Καλλίνικε, διὸ ἐκδυσώπει, τὸν Χριστὸν ἡμῖν δοθῆναι, τὸ μέγα ἔλεος.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ὁ μιμητὴς τοῦ Χριστοῦ, ὁ ἐν τῷ σώματι βαστάζων τὰ στίγματα, Καλλίνικε θεηγόρε, τὰ ζωηφόρα Αὐτοῦ, ὡς φησὶν ἐνθέως, ὁ Ἀπόστολος, Βεῤῥοίας τὸ ἐκβλάστημα, διακόνων τὸ καύχημα, ἐλευθερίας, τὸ στεῤῥὸν ὑποστύλωμα, θείας χάριτος, τὸ εὐῶδες ἀλάβαστρον, Κρήτης τὸ σεμνολόγημα, τῶν νέων διδάσκαλος, Μελχισεδὲκ τοῦ Κισσάμου, συναθλητὴς γενναιότατος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.
Ἀθλητικῶς ἀγωνισάμενος, καὶ μαρτυρικῶς τελευτήσας, τὸ δένδρον ηὔξανας, τῆς ἐλευθερίας Καλλίνικε, τὴν πίστιν τῶν Ὀρθοδόξων ἐστήριξας, τοῦ βελίαρ κατέσπασας τὸ θράσος, καὶ τῶν Ἁγίων ἐμεγάλυνας τὴν παράταξιν. Σὺ γὰρ ὡς στρουθίον νεᾶζον, ἐκ τῆς Βεῤῥοίας ἐπετάσθης εἰς Κρήτην, μελῳδῶν ἀκαταπαύστως, Χριστοῦ τὸ Εὐαγγέλιον, καὶ τῆς φιλτάτης πατρίδος τὰ ἐλπιδοφόρα ᾄσματα. Καὶ νῦν ἐν οὐρανῷ, πρὸ τοῦ θρόνου τοῦ Κυρίου ἐστηκώς, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν τιμώντων τὴν σὴν πανήγυριν.




Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Βεῤῥοίας τὸν γόνον καὶ τῆς Κρήτης ὡράϊσμα, τὸν τροπαιοφόρον ὁπλίτην, ἀνυμνοῦμεν Καλλίνικον, Μαρτύρων γὰρ ζηλώσας τὴν τιμήν, ἀγχόνῃ ἐτελεύτησε τὸ ζῆν, καὶ ἐδείχθη Ὀρθοδόξοις ὑπογραμμός, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δοξασθέντι Ἰησοῦ τοῖς θείοις ἄθλοις σου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.




















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν Νέον Ἀθλητήν, τῆς Βεῤῥοίας τὸ ἄνθος, ἀλείπτην θαυμαστόν, ἐν τῇ Κρήτῃ τῶν νέων, γυμνάζων πρὸς εὐσέβειαν, τοῦ Χριστοῦ τούτους χάριτι, καταλόγου δέ, τοῦ ἱεροῦ μέλος θεῖον, τὸν Καλλίνικον, τῶν διακόνων τὸ κλέος, ἐνθέως τιμήσωμεν.
Δόξα. Καὶ νῦν.
Ἀνύμφευτε ἁγνή, καὶ Θεοῦ Λόγου Μῆτερ, ἡ μείνασα ὡς πρίν, μετὰ τόκον Παρθένος, ἀπαύστοις δυσωπείαις Σου, πρὸς Υἱὸν καὶ Δεσπότην Σου, καθικέτευε, ὑπὲρ ἡμῶν τῶν Σῶν δούλων, τοῦ ἀλάστορος, ἀπαλλαγῆναι τῆς πλάνης, τῆς κακότητος, ἐπιφορᾶς καὶ ἀπάτης, καὶ πάσης στενώσεως.

Μετὰ τὴν β’ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐκ τῆς Βεῤῥοίας ὀρμηθεὶς ἐπ’ ἐσχάτων, ὡς ἀετὸς ὑψιπετὴς ἐν Χανίοις, τὸ δοῦλον γένος Ἅγιε Καλλίνικε, ταῖς διδασκαλίαις σου, καὶ σοφαῖς ὑποθήκαις, πρὸς ζωὴν ὡδήγησας, τοῦ Χριστοῦ τὴν τελείαν, καὶ τὸν ζυγὸν τῆς Ἄγαρ ἐπαχθῆ, ἀποτινάξαι αὐτῷ συνεβούλευσας.
Δόξα. Καὶ νῦν.
Ἡ χαρμονὴ τῶν Προφητῶν Θεοτόκε, καὶ ὁ Παράδεισος τρυφῆς τῆς ἁγίας, τῶν οὐρανίων δήμων ἐγκαλλώπισμα, κόσμου τὸ διάσωσμα, ἀσφαλὲς καὶ ἑδραῖον, Ἀποστόλων καύχημα, καὶ Ἀγγέλων τερπνότης, καὶ τῶν πιστῶν κραταίωμα στεῤῥόν, ταῖς Σαῖς πρεσβείαις ὑπάρχεις πανάχραντε.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Τῶν Μαρτύρων τῶν πάλαι τὰ κατορθώματα, ἐν Χανίοις τῆς Κρήτης σοφὲ Καλλίνικε, ἐμιμήσω θαυμαστῶς καὶ ὑπερήλασας, σὺ γὰρ ἐδέξω ἀνδρικῶς, τῶν ἀπίστων τὴν ὀργήν, ἀγχόνην καὶ τὴν ἐγκλείστραν, καὶ νῦν πρεσβεύεις ἀπαύστως, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν.
Τῶν παθῶν τῆς ἰλύος Θεογεννήτρια, καὶ βυθοῦ τῶν πταισμάτων καὶ πάσης θλίψεως, τῇ δυνάμει Σου ταχὺ ἕλκυσον ἅπαντας, τοὺς ἀνακράζοντας ἁγνή, εὐλογημένος ὁ καρπός, τῆς Σῆς ἀχράντου νηδύος, Σὺ γὰρ ἀεὶ ἱκετεύεις, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.






Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν: Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων... (Ζήτει ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Γεωργίου, τῇ 23ῃ Ἀπριλίου.)
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον, ἐν τῇ ἁγιοτόκῳ πόλει τῆς Βεῤῥοίας, ὡς δρόσος τοῦ Πνεύματος, ἡ μνήμη ἑορτάζεται, τοῦ Ἁγίου Νεομάρτυρος Καλλινίκου, τοὺς πιστοὺς ἀναψύχουσα ἐκ τοῦ καύσωνος τῶν θλίψεων, καὶ τῶν πολλῶν ὀδυνηρῶν τοῦ βίου περιστάσεων. Οὗτος γὰρ ὁ ἀήττητος ἐν διακόνοις Ἀθλητὴς καὶ διδάσκαλος, ἐκ τοῦ ἄστεως τούτου ἀναχωρήσας, εἰς Κρήτην κατέφθασε, καὶ διδαχαῖς ἐνθέοις, τὴν νεότητα ἐπαιδαγώγησε, καὶ τὸν Σωτῆρα Χριστόν, μαρτυρικῶς ἐδόξασεν, Ὃν δυσωπῶν ταῖς πρεσβείαις οὐ παύεται, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Τιμῶ τὸν Νέον Μάρτυρα Καλλίνικον. Ἰωήλ.
ᾨδὴ α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Τὸν Νεομάρτυρα Χριστοῦ Καλλίνικον, τὸν πολυθαύμαστον, τέκνον τῆς Βεῤῥοίας, καὶ τῆς Κρήτης κόσμημα, τὸν ἐν ἐσχάτοις ἔτεσι, τὴν μωρίαν τῆς Ἄγαρ, ἀνδροπρεπῶς στηλιτεύσαντα, γηθοσύνοις ὕμνοις τιμήσωμεν.
ερωθεὶς ἐν τῇ Βεῤῥοίᾳ ἔνδοξε, λαμπρῶς ἠρίθμησαι, ἐν τοῖς διακόνοις τοῦ Χριστοῦ Καλλίνικε, λαβὼν τὴν χάριν ἄνωθεν, προσεγγίζειν τὸ θεῖον, θυσιαστήριον ἅγιον, καὶ αἰτεῖν πιστῶν τὰ συστήματα.
Μεμυημένος ἀκριβῶς Καλλίνικε ἐν τῇ σοφίᾳ Θεοῦ, καὶ μεμεστωμένος ταῖς φρεσὶν ἐδίδαξας, τῶν νέων τὴν ὁμήγυριν, ἐν Χανίοις τῆς Κρήτης, τὸν σπόρον σπείρας τῆς χάριτος, καὶ ἐλευθερίας τὰ σπέρματα.
Θεοτοκίον.
πῶς παρθένος ὑπὲρ νοῦν τὸν ἄσαρκον, τέτοκε Κύριον, πῶς δὲ καὶ θηλάζει, τὸν τροφέα κτίσεως, ἀνθρώπων ἡ διάνοια, ἀπορεῖ καὶ δοξάζει, τοῦ πλαστουργοῦ ἀγαθότητα, καὶ ὑμνεῖ Σε Κόρη ἀπείρανδρε.




ᾨδὴ γ΄. Ὁ στερεώσας κατ’ ἀρχάς.
Τὰς τῶν τυράννων ἀπειλάς, τοῦ σώματος τὰς αἰκίας, τὰς ῥαβδώσεις τὴν εἱρκτὴν τὰ ὀνείδη, τὴν ἀγχόνην καὶ δεσμά, ἀνδροπρεπῶς ὑπήνεγκας, Καλλίνικε ἐν Κρήτῃ, Εὐαγγελίου διδάσκαλε.
λοκαρδίως τὸν Χριστόν, Καλλίνικος ὁ τρισμάκαρ, ἐκ καρδίας ἀγαπήσας, τὰ βέλη τοῦ ἀρχαίου πτερνιστοῦ, νικητικῶς ἀπέκρουσε, καὶ ὤφθη τοῖς ἀνθρώποις, χριστιανοῖς τὸ ὑπόδειγμα.
Νεοφανὴς ὡς Ἀθλητής, ἀλλ’ ἐν ἀγῶσιν ἐδείχθης, ἰσοστάσιος ἀρχαίων Μαρτύρων, ὑποστὰς καρτερικῶς, διασυρμὸν Καλλίνικε, ἐν τοῖς ὁδοῖς Χανίων, Ἱερομάρτυς πανεύφημε.
Θεοτοκίον.
Ναυαγίῳ πειρασμῶν, πανάχραντε ποτισθέντες, ἀνατείνομεν πρὸς Σὲ ἱκεσίαν, ἐκ δεινῶν βιοτικῶν, καὶ ἐκ τοῦ χάους Δέσποινα, πολλῶν ἁμαρτημάτων, ἡμᾶς λιταῖς Συ ἀνάγαγε.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Διάκονον Ἅγιον τὸν Βεῤῥοιέα πιστοί, τὸν φέροντα ὄνομα νίκης καλῆς καὶ λαμπρᾶς, τὸν ὄντως ἐν πράγμασι, λάμψαντα καλλινίκως, εὐφημήσωμεν πάντες, οὗτος γὰρ ἐν ἐσχάτοις, τοῖς δουλείας τοῖς χρόνοις, ἐκήρυξεν ἐν Κρήτῃ, Χριστοῦ τὰ ἐντάλματα.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Κατάῤῥαξον Δέσποινα ἐπαναστάσεις νοός, σαρκὸς τὴν ἐξέργεσιν καὶ ἐξυψώσεις παθῶν, ἡμῶν τῇ δυνάμει Σου, ἵνα πρὸς τὴν εὐθεῖαν, τὴν ὁδὸν πορευθῶμεν, Μῆτερ τῶν προσταγμάτων, τοῦ Υἱοῦ καὶ Θεοῦ Σου, καὶ πάντες τὴν Σὴν χάριν, ὑμνῶμεν πανάμωμε.















ᾨδὴ δ΄. Σύ μου ἰσχύς.
πιφανής, τῶν Ὀρθοδόξων διδάσκαλος, καὶ ἀγῶσι, Μάρτυς ἀκατάβλητος, τῇ προστασίᾳ ἀναδειχθείς, τοῦ Χριστοῦ τρισμάκαρ, Ἀγαρηνῶν τὰ συστήματα, ἐσκέδασας εὐτόλμως, ἐν τῇ Κρήτῃ ἐσχάτως, διακόνων τὸ κλέος Καλλίνικε.
μακεδών, ἐν Ἀθλοφόροις διάκονος, ἐπορεύθη, πρὸς τὴν μεγαλόνησον, ἐκ τῆς Βεῤῥοίας τῆς θαυμαστῆς, καὶ ὡς κῆρυξ μέγας, τῶν πατρικῶν παραδόσεων, καὶ τῆς ἐλευθερίας, ἐπεγνώσθη ἀξίως, ὑπὸ πάντων ὁ νέος Καλλίνικος.
Νέων πολλῶν, ἐν τοῖς Χανίοις Καλλίνικε, ἀνεδείχθης, ὁ σοφὸς διδάσκαλος, καταπυρσεύων τὸν νοῦν αὐτῶν, διδάγμασι σοφίας, τῆς θείας Μάρτυς καὶ θύραθεν, εἰς τὸ ἐμμένειν πάντας, ἐν τῇ Ὀρθοδοξίᾳ, καὶ τῷ γένει Ἑλλήνων πανόλβιε.
Θεοτοκίον.
Μῆτερ Θεοῦ, καὶ κιβωτὲ θείας χάριτος, Παναγία, θλίψεων ἐκλύτρωσαι, τοὺς ἐκβοῶντάς Σοι εὐλαβῶς, ἱκέσιον ὕμνον, καὶ τῆς χαρᾶς τὰ δωρήματα, παράσχου τοῖς Σοῖς δούλοις, ταῖς ἁγίαις λιταῖς Σου, φωτοτόκος γὰρ γέγονας ἄχραντε.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.
διστάκτῳ ἐφέσει, Αθλοφόρε ἔδραμες πρὸς τὰ μαρτύρια, ἐν Χανίοις Κρήτης, ἐκτιλμὸν ὑποστὰς τοῦ σοῦ πώγωνος, καὶ μελῶν κακώσεις, τὰ τραύματα καὶ τὰς αἰκίας, καὶ ἀγχόνην παμμάκαρ Καλλίνικε.
υπαρότητος πάσης, καθαρὸς ὑπάρχων σωφρόνως ἐφύλαξας, τὸν χορὸν τῶν νέων, ἀπὸ πάσης τοῦ κόσμου φαυλότητος, καὶ ἐκ πλάνης Ἄγαρ, Καλλίνικε τροπαιοφόρε, Ὀθωμανῶν φανερῶν ἀθεότητα.
Τὴν φενάκην τῆς Ἄγαρ, ταῖς φρεσὶν ὑπάρχων πανόλβιε τέλειος, διδαχαῖς ἐνθέοις, ὡς τοῦ πλάνου ἀπέδειξας μίασμα, καὶ ὁμολογίᾳ, τῆς θείας πίστεως ἀνδρείως, Ὀρθοδόξους ἐν Κρήτῃ ἐστήριξας.
Θεοτοκίον.
πὲρ πάντων ἀνθρώπων, τὸν Υἱόν Σου πάναγνε ταῖς ἱκεσίαις Σου, ἐσαεὶ δυσώπει, λυτρωθῆναι αὐτοὺς ἐκ τῆς Κρίσεως, κατὰ τὴν Δευτέραν, Αὐτοῦ Παρθένε παρουσίαν, ὅτε μέλλει ἡμᾶς κρίνειν ἅπαντας.







ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
ημάτων τῶν ἀπρεπῶν, υἱῶν τῆς Ἄγαρ ἀπέῤῥιψας, καὶ ἔμεινας σταθηρῶς, ἐν πέτρᾳ τῆς πίστεως, Καλλίνικε Ἅγιε, τῆς Βεῤῥοίας γέρας, καὶ τῆς Κρήτης ὁ διδάσκαλος.
θλήσας ἐπὶ τῆς γῆς, ἐν οὐρανῷ δὲ τὸν στέφανον, τοῦ μαρτυρίου λαβών, ὑπὲρ τῆς πατρίδος σου, Καλλίνικε πρέσβευε, πρὸ τοῦ θείου θρόνου, ταῖς πολλαῖς ἱκετηρίαις σου.
Κακίαν Ὀθωμανῶν, καὶ τὴν ἐκείνων παράταξιν, ἐν τοῖς ἐσχάτοις καιροῖς, καθεῖλες Καλλίνικε, μὴ πτήξας πανάριστε, πρὸ τῶν σῶν βασάνων, καὶ τυράννων ἀγριότητος.
Θεοτοκίον.
Αἰγλήεσσα Μαριάμ, αἴγλῃ τῇ Σῇ κατακόσμησον, ἐμὴν ζοφώδη ψυχήν, καὶ πώρωσιν ἔκτιλον, νοός μου καὶ σῶσόν με, ἐκ πολλῶν σκανδάλων, τοῦ δολίου πολεμήτορος.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὡς ἀστὴρ ἐξέλαμψας ἐκ τῆς Βεῤῥοίας, καὶ ἐν Κρήτῃ ηὔγασας, Εὐαγγελίου διδαχαῖς, τῶν νέων πλήθη Καλλίνικε, διό σε πάντες, γεραίρομεν ᾄσμασι.
Ὁ Οἶκος.
Τῶν Ἀθλοφόρων ὁμότροπος, καὶ διδασκάλων Θεοῦ ὁμοδίαιτος, τῶν διακόνων λαμπρὰ προσθήκη, καὶ Ἐκκλησίας ἀστὴρ ὁ πολύφωτος, ὡς καταστράψας αὐτῆς τὰ πληρώματα, ἐν τοῖς ἐσχάτοις χρόνοις πεφανέρωσαι, ἐκ τῆς Βεῤῥοίας γὰρ ὁρμηθείς, καὶ ἐν Κρήτῃ μεταβάς, καὶ ἐν τῇ πόλει τῶν Χανίων καταστὰς διδασκάλους, τοὺς νέους καὶ τοὺς πολιούς, τῷ λόγῳ τοῦ Εὐαγγελίου ἐπαιδαγώγησας, καὶ τῆς ἐλευθερίας ἐκ τῆς δουλείας τῆς Ἄγαρ, ὡς πτηνὸν εὐκέλαδον ἐμελώδησας, καὶ πολλοὺς εἰς τὰ θεῖα ἐμύησας, οὐ μὴν ἀλλὰ καὶ ἐν τῷ ἀγῶνι, ὑπὲρ τῆς ἀπελευθερώσεως τοῦ εὐσεβοῦς ἡμῶν γένους, ἐκ τῆς αἰχμαλωσίας τῶν Ὀθωμανῶν παρεκίνησας. Διὸ καὶ διαβληθεὶς πρὸς τὸν Ἀγαρηνὸν τῆς πόλεως ἄρχοντα τῶν Χανίων συνελήφθης, καὶ πολλὰς ὑποστάς, ἤγουν αἰκίας, κακώσεις, διασυρμὸν ἐν τοῖς ὁδοῖς, καί τινα ἄλλα ὡς δὲ καὶ τὸ ἔσχατον πάντων τὴν ἀγχόνην τὸ ζῆν μαρτυρικῶς Καλλίνικε, ἐκμετρήσας ἐτελεύτησας. Διό σε πάντες γεραίρομεν ᾄσμασι.






Συναξάριον.
Τῇ ΚΓ΄ τοῦ αὐτοῦ Μηνός, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Καλλινίκου τοῦ διακόνου, τοῦ Βεῤῥοιέως, ἀθλήσαντος δι’ ἀγχόνης κατὰ τὸ ἔτος 1821, ἐν Χανίοις τῆς Κρήτης.
Καλλίνικος ἐκ Βεῤῥοίας Νεομάρτυς,
ἐν τῇ Κρήτῃ ἐνήθλησε καλλινίκως.
Ἤρθη Καλλίνικος τρίτῃ καὶ εἰκάδι πρὸς πόλον.
Οὗτος, ἦν κατὰ τοὺς χρόνους τοῦ 18ου αἰῶνος ἐκ πόλεως Βεῤῥοίας τῆς Μακεδονίας. Ἐκ παιδὸς διδαχθεὶς τὴν θύραθεν καὶ τὴν κατὰ Θεὸν παιδείαν ἔν τῇ φυσάσῃ αὐτὸν πόλει καὶ ἀλλαχοῦ ἐχειροτονήθη διάκονος, ἅμα δὲ καὶ ἀνεδείχθη καὶ διδάσκαλος ἱερὸς τῆς κατ’ ἄμφω παιδείας. Ἀποσταλεὶς παρὰ τῆς Φιλικῆς Ἑταιρείας, εἰς ἣν πρότερον μεμύηται, πρὸς παράδοσιν τῆς ἀλληλοδιδακτικῆς μεθόδου ἐν τῇ πόλει Χανίων τῆς Κρήτης συνεκρότησε σχολὴν νέων, ἐν ᾗ καὶ διέπρεψεν. Ἐν αὐτῇ οὖν τῇ σχολῇ ὡμίλει μετὰ διακρίσεως καὶ περὶ τῆς ἐλευθερίας τοῦ δούλου τῶν Ἑλλήνων γένους τῶν Χριστιανῶν καὶ πολλοὺς ἔκ τε τῶν ἐπισήμων κληρικῶν καὶ ἁπλῶν ἐμύησεν εἰς τὰ τῆς Φιλικῆς Ἑταιρείας, μάλιστα δὲ καὶ τὸν Κισσάμου Μελχισεδέκ, μεθ’ οὗ ἀργότερον καὶ συνήθλησε. Διαβληθεὶς πρὸς τὸν Ὀθωμανὸν ἄρχοντα τῶν Χανίων ὁμοῦ μὲ τὸν Μελχισεδέκ, ἐβλήθη εἰς φυλακήν, ὑποστὰς μυρίας κακώσεις, πικροτάτας κολάσεις, ἐκρίζωσιν τῶν τριχῶν τοῦ πώγωνος, διασυρμὸν ἐν ταῖς ῥύμαις τῆς πόλεως, καὶ πολλὰς ἄλλας βασάνους καὶ τέλος τὴν ἀγχόνην παρέδωκε τὴν ψυχήν του, τῇ ΙΘ΄ Ἰουνίου Μηνός, τοῦ ἔτους 1821, ἡμέρᾳ τῆς Ἀναλήψεως τοῦ Κυρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Νέων Ἱερομαρτύρων, Γερασίμου Κρήτης, Κνωσοῦ Νεοφύτου, Χεῤῥονήσου Ἰωακείμ, Λάμπης Ἱεροθέου, Σητείας Ζαχαρίου, Πέτρας Ἰωακείμ, Ῥεθύμνης Γερασίμου, Κυδωνίας Καλλινίκου, Κισσάμου Μελχισεδέκ, Διοπόλεως Καλλινίκου καὶ τῶν σὺν αὐτοῖς ἀθλησάντων κληρικῶν καὶ λαϊκῶν ἐν ἔτεσιν 1821 καὶ 1822.
Ποιμένες δέκα ἀθλήσαντες ἀρτίως,
Ἐχθροῦ καθεῖλον ὑψαύχενον κακίαν,
Σὺν τούτοις δέ γε Ἱερεῖς τε καὶ ἄλλοι,
Βασιλείας ἔτυχον τῆς αἰωνίου.
Εἰκάδι ἐν τριτάτῃ Ἱεροάθλων τιμάσθω παρεμβολή.
Ἀεὶ μέν, καὶ ἐν πᾶσιν ὀφείλομεν, ἀδελφοί, ἐξυμνεῖν καὶ θαυμάζειν τῆς περὶ ἡμᾶς φιλανθρώπου προνοίας τὰ ἀνεξιχνίαστα κρίματα, οὐχ ἦττον δέ, καὶ ἐν τῇ πολυχρονίῳ ταύτῃ τοῦ ἡμετέρου, τῇ τῶν Ὀθωμανῶν δηλονότι αἰχμαλωσίᾳ. Αὕτη καὶ γάρ, πλείστων τε ἄλλων κατὰ ψυχὴν ἀγαθῶν ἡμῖν τοῖς τυραννουμένοις παραίτιος γέγονε, καὶ ἐξαιρέτως, δι’ αὐτῆς καὶ ἐξ αὐτῆς ὁ εὐκλεὴς οὗτος, καὶ Χριστῷ πεφιλημένος, καὶ τῆς οὐρανίου ἀποθήκης ἄξιος καρπὸς ἐβλάστησεν, οἱ νεοφανεῖς, λέγω, Μάρτυρες, οἱ νῦν εἰς εὐφημίαν προκείμενοι, ὡς ὁ τῶν Νεομαρτύρων ὑμνητὴς καὶ θεράπων Νικόδημος ὁ Ἁγιορείτης ἀποφαίνεται. Τούτοις δὲ καταλέγονται οὐχὶ μόνον ἰδιῶται ἀλλὰ καὶ κληρικοὶ παντὸς βαθμοῦ, ἰδίαν παράταξιν τὴν τῶν εὐκλεῶν Ἱερομαρτύρων ἀποτελοῦντες, ἀρχιχοροὶ δὲ τούτων οἱ τὴν ἀδιάσπαστον τῆς ἀποστολικῆς διαδοχῆς ἁλυσον προάγοντες, τουτέστιν οἱ Ἐπίσκοποι. Οὗτοι, ἐν καιροῖς δυσχειμέροις, διά τε τὴν Ἐκκλησίαν καὶ τὸ Γένος ἡμῶν, τοὺς ὀρθοδόξους Χριστιανοὺς εἰς τὴν πίστιν διετήρησαν, διὸ καὶ ὑπὸ τῶν ἀλλοθρήσκων τυράννων στόχοι ἐγένοντο πολλῶν ἐπιθέσεων καὶ ἄχρι θανάτου ἐταστικῶν κολάσεων, παντοίων τε κακώσεων καὶ μαρτυρίων ἔτυχον. Ὅτε δὲ ἐν τῇ μεγαλονήσῳ ἡμῶν, οἱ ἡρωϊκοὶ Κρῆτες, ἐν ὀνόματι τῆς Τρισυπόστατου Θεότητος, πλήρεις ὑψηλοῦ καὶ γενναίου τῆς ἐλευθερίας φρονήματος τὰ ὅπλα ἔλαβον ἐν ἔτει 1821 κατὰ τῆς ὀθωμανικῆς τυραννίας, τότε ὁ ἐχθρὸς μετὰ βρυχηθμοῦ ὡς λέων ὠρυόμενος, ἐξύπνησας, ἀνηλεῶς ἐπέπεσε σπαράττων τοὺς Χριστιανούς, ἐκ τῶν πρώτων δὲ τοὺς Ἐπισκόπους, τοὺς Ἱερεῖς, τοὺς Μοναχούς, ὡς πρωταιτίους, τὰς δὲ Μονὰς ἐδῄουν καὶ ἐλεηλάτουν οἰκτρῶς. Τότε τὸν ἀοίδιμον Μελχισεδὲκ τὸν Κισσάμου Ἀρχιερέα μετὰ πικροτάτας κολάσεις ἀπηγχόνισαν, ἀφοῦ πρῶτον τὸν περιτριγύρισαν εἰς τὰ σοκάκια τῆς πόλεως γυμνόν, τίλλοντες καὶ ἀνασπῶντες τὰς τρίχας τῶν γενείων του, κτυπῶντές τον κατὰ κεφαλῆς, τέλος κρεμάσαντες, ἐξώρυξαν καὶ τοὺς ὀφθαλμούς του, μεληδὸν κατακόψαντες τὸ μακάριον ἐκεῖνο σῶμά του, καίτοι νεκρόν. Τὰ ἴδια ταῦτα κατεπράξαντο καὶ εἰς τὸν διάκονόν του Καλλίνικον τὸν ἐκ Βεῤῥοίας τὸν παρὰ τῆς τῶν Φιλικῶν Ἑταιρείας ἀποσταλέντα εἰς Κρήτην ὡς διδάσκαλον. Συνέλαβον ὡσαύτως καὶ μετέφεραν ἀνυπόδητον εἰς τὴν φυλακήν, τὸν Ἐπίσκοπον Κυδωνίας Καλλίνικον, ὅστις μετὰ ἀνυποίστων βασάνων, ἂς καρτερῶς διὰ τὴν πίστιν τοῦ Χριστοῦ ὑπέμεινε, παρέδωκε τὴν ψυχὴν τοῦ εἰς τὸν Κύριον. Εἰς τὸ Ῥέθυμνον συνέλαβαν καὶ ἐφυλάκισαν τὸν Ἐπίσκοπον Ῥεθύμνης Γεράσιμον εἰς ἕνα καταφρονεμένον ὀσπίτιον τόσον δυσῶδες, ὕστερον δὲ κατόπιν πολλῶν βασάνων ἀπηγχόνισαν. Ἀλλ᾿ ἡ μεγαλύτερα σφαγή, ἡ ἐν Κρήτῃ κατὰ τοὺς δυσχειμέρους χρόνους τῆς δουλείας διαπραχθεῖσα, γνωστὴ ὡς ὁ μεγάλος ἀρμπεντές, ἔλαβε χώραν εἰς τὸ Μεγάλον Κάστρον (νῦν δὲ Ἡράκλειον). Τῇ 23ῃ Ἰουνίου 1821 ἐγένετο Σύνοδος εἰς τὴν τῆς Κρήτης Μητρόπολιν, ἐν τῷ ναῷ τοῦ ἁγίου Μεγαλομάρτυρος Μηνᾶ, παροτρυνθέντων καὶ τῶν Ἀρχιερέων καὶ Ἱερέων καί τινων Χριστιανῶν καὶ ὁ ἅγιος Κρήτης ἤρχισε νὰ ἀναγινώσκῃ ἓν πουγιουρτού, ἀπεσταλμένον παρὰ τοῦ Βεζίρη. Οἱ ἐχθροὶ καιροφυλακτοῦντες, ὥρμησαν ἐξαίφνης εἰς τὸν ναόν, καί, ἀποκλείσαντες τὰς θύρας τῆς αὐλῆς, εἰσέδησαν εἰς αὐτὸν μετ᾿ ἀλαλαγμοῦ καὶ ἐγείραντες τὰ ὅπλα αὐτῶν φονεύουσι πρῶτον τὸν εὐλογημένον γέροντα ἅγιον Κρήτης Γεράσιμον, χωρὶς νὰ εὐλαβηθῶσιν οἱ ἀλιτήριοι τὸ σεβάσμιον γῆράς του. Μετὰ ἐκεῖνον ἐφόνευσαν καὶ τὸν ἅγιον Κνωσοῦ Νεόφυτον, τὸν Χεῤῥονήσου Ἰωακείμ, τὸν Σητείας Ζαχαρίαν καὶ τὸν Διοπόλεως Καλλίνικον, δέκα καὶ ἑπτὰ Ἱερεῖς καὶ πέντε Ἁγιορείτας πατέρας ἐκ τῆς Ἱερᾶς Μονῆς Βατοπεδίου, προσκομίσαντας εἰς τὸ Μέγα Κάστρον πρὸς προσκύνησιν κατὰ τῆς ἐπιδημίας τῆς πανώλους τίμια λείψανα καὶ τὴν ἁγίαν Ζώνην τῆς Ὑπεραγίας Θεοτόκου. Ἐπίσης ἐφόνευσαν ὡς τριακοσίους παρευρεθέντας Χριστιανούς, ἐν οἷς ἔτυχε καὶ ὁ ἐν ἰατροῖς τὰ πρῶτα φέρων Ἰωάννης Λευθεραῖος, ὁ καὶ Λογοθέτης τῆς Ἐκκλησίας Κρήτης. Ἐκεῖθεν εἶτα διασπαρέντες εἰς τὴν πόλιν ἐδίωκον τοὺς λοιποὺς Χριστιανοὺς φονεύοντες ἀνηλεῶς ὅσους ἀπήντων εἰς τοὺς δρόμους, ὁποῦ ὑπήντησαν καὶ τὸν Ἐπίσκοπον Λάμπης Ἱερόθεον, καί, φονεύσαντες αὐτὸν μετὰ τοῦ Διακόνου του, ὥρμησαν καὶ εἰς τὸ ὀσπίτιον τοῦ Γεωργίου Παυλάκη, φονεύσαντες αὐτὸν καὶ ἄλλους ὀκτὼ τοῦ ὁσπιτίου του. Τὴν ἑπομένην εἰς τὸ χωρίον Ἐπάνω Φουρνή, ἔνθα ἡ ἕδρα τῆς Ἐπισκοπῆς Πέτρας, ἐτυφεκίσθη ὁ αὐτῆς Ἀρχιερεὺς Ἰωακεὶμ ἔξωθεν τοῦ ἱεροῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγριππίνης.
Πλησθεῖσα δεινῶν τραυμάτων ἐκ τυμμάτων,
Πολλῶν μετέσχε στεμμάτων Ἀγριππῖνα.
Αὕτη ἡ Ἁγία, γέννημα καὶ θρέμμα τῆς περιδόξου Ῥώμης ἦν, ἐξ ἁπαλῶν ὀνύχων, ὥσπερ ἐν λειμῶνι ῥόδον εὔοσμον , κατευωδιάζουσα πιστῶν τὰς καρδίας, καὶ τὸ δυσῶδες τῶν παθῶν ἀποδιώκουσα. Παρθενίᾳ γὰρ καὶ ἀνδρείᾳ τὴν ψυχὴν ὡραΐσασα, καὶ τῷ Θεῷ νυμφευθεῖσα, θαρσαλέως καὶ ἀνδρείως πρὸς τὸ μαρτύριον χωρεῖ, καὶ διὰ τὸν ἔρωτα καὶ τὴν ἀγάπην τοῦ ἑαυτῆς νυμφίου Χριστοῦ, πολλαῖς βασάνοις ἑαυτὴν ἐκδίδωσι. Ῥάβδοις οὖν τὸ σῶμα τυπτομένη, τὰ ὀστᾶ τῆς ἀσεβείας συνέτριψε. Καὶ τοῦ χιτῶνος γυμνωθεῖσα, τοῦ ἐχθροῦ τὴν γύμνωσιν ἐστηλίτευσε. Καὶ δεσμοῖς πεδηθεῖσα, καὶ στρέβλαις καθυποδηθεῖσα, διὰ θείου τε Ἀγγέλου λυθεῖσα, πᾶσαν δυσσέβειαν διέλυσεν. Ὅθεν καὶ ἐν αὐταῖς ταῖς βασάνοις τὴν ἑαυτῆς ψυχὴν τῷ Θεῷ παρατίθεται. Βάσσα δὲ καὶ Παῦλα καὶ Ἀγαθονίκη, λάθρα λαβοῦσαι τὸ σῶμα τῆς Μάρτυρος ἀπὸ τῆς Ῥωμαίων πόλεως καὶ τόπον ἐκ τόπου διαμείβουσαι καὶ μακρὰ πελάγη τὴν Σικελῶν ἐπαρχίαν καταλαμβάνουσι, κἀκεῖσε τοῦτο διαναπαύουσιν. Ἐπεὶ δὲ ἡ Σικελῶν τοῦτο ἐδέξατο, παραυτίκα τῆς ζοφώδους τῶν δαιμόνων λυτροῦται δεινότητος. Ἀγαρηνοὶ δὲ τολμήσαντες συλλῆσαι τὸ φρούριον τοῦ ταύτης ναοῦ, ἀπωλείᾳ παντελεῖ παρεδόθησαν. Ἔκτοτε δὲ καὶ μέχρι τῆς σήμερον, λεπροὶ καθαρίζονται προσερχόμενοι πίστει, καὶ λοιπὴ πᾶσα νόσος τῇ ταύτης πρεσβείᾳ δραπετεύει.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀριστοκλέους πρεσβυτέρου, Δημητριανοῦ (ἤ Δημητρίου) διακόνου, καὶ Ἀθανασίου ἀναγνώστου.
Ἀριστοκλῆς ἄριστος ὄντως ὁπλίτης,
Πάντως γὰρ ἠρίστευσεν τμηθεὶς τὴν κάραν.
Ἀθανάσιος εὗρεν ἀθανασίαν,
Δημητριανῷ συνθανῶν ἀπὸ ξίφους.
Ὁ Ἅγιος Ἀριστοκλῆς, ἦτο Κύπριος κατὰ τὸ γένος, καταγόμενος ἀπὸ τὴν πόλιν Ταμασσόν, καὶ ἱερεὺς αὐτῆς ὑπάρχων. Ἐν ἔτει 302, κατὰ δε τους χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ, ἀνέβη εἰς τὸ ἐκεῖ βουνόν, καὶ ἐκρύφθη εἰς ἕν σπήλαιον, φοβούμενος τὸν διωγμόν, ὅστις ἐκινήθη κατὰ τῶν χριστιανῶν. Εἰς τὸ σπήλαιον δὲ προσευχόμενος, ἠστράφθη ἀπὸ ἕν φῶς, τὸ ὁποῖον ἦτο λαμπρὸν ὑπὲρ τὸν ἥλιον, καὶ φωνὴ ἦλθεν ἐκ τοῦ οὐρανοῦ παρακινοῦσα αὐτὸν νὰ ὑπάγῃ εἰς τὴν Μητρόπολιν τῆς Κύπρου Σαλαμῖνα, ἤτοι εἰς τὴν Ἀμμόχωστον, καὶ ἐκεῖ νὰ ὑπομείνη τὸ διὰ μαρτυρίου τέλος. Πορευθεὶς λοιπόν, ἔφθασεν εἰς τὸν ναὸν τοῦ Ἀποστόλου Βαρνάβα, καὶ ἐκεῖ εὗρε Δημητριανὸν τὸν διάκονον, καὶ Ἀθανάσιον τὸν ἀναγνώστην, καὶ ξενοδοχηθεὶς ὑπ’ αὐτῶν, ἐδιηγήθη τὴν ὀπτασία τὴν ὁποίαν εἶδε καὶ τὴν φωνὴν ἣν ἤκουσε. Καὶ ἔλαβεν αὐτοὺς συγκοινωνοὺς τοῦ μαρτυρίου του, καθόσον προθυμοποιήθησαν καὶ αὐτοὶ νὰ ἀποθάνωσι διὰ τὸν Χριστόν. Ἐλθόντες δὲ εἰς τὴν Ἀμμόχωστον καὶ οἱ τρεῖς, ἐστάθησαν πάνω εἰς ἕνα ὑψηλὸν καὶ ὁλοφάνερον τόπον. Τούτους δὲ βλέπων ὁ ἡγεμών, τοὺς προσκάλεσε, καὶ μαθὼν ἐκ τῶν ἰδίων ὅτι εἶναι χριστιανοί, πρῶτον μὲν ἔδειρε καὶ κατεξέσχισε τὸν Ἀριστοκλῆν, ἔπειτα ἀπεκεφάλισε αὐτόν.  Τοὺς δὲ Δημητριανόν, καὶ Ἀθανάσιον, βασάνισε πρῶτον μὲ διαφόρους τιμωρίας, ἔπειτα πρόσταξε νὰ βληθῶσιν εἰς τὸ πῦρ. Ἐπειδὴ δὲ ἐφυλάχθησαν ἀβλαβεῖς ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, πρόσταξε καὶ τοὺς ἀπεκεφάλισαν, καὶ οὕτως ἔλαβον οἱ ἀοίδιμοι της ἀθλήσεως τοὺς στεφάνους.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Βαρβάρου τοῦ Μυροβλύτου, τοῦ ἐν Τρυφῷ Ξηρομέρου Ἀκαρνανίας.
Βάρβαρον οὐχί, εὐγενῆ δὲ δεικνύει,
ἡ μυρόβλυσις ἐκ τάφου τοῦ σοῦ Πάτερ.
Ὁ Ἅγιος Βάρβαρος ἤκμασεν ἐπὶ τῶν χρόνων τῆς βασιλείας Μιχαὴλ τοῦ Τραυλοῦ (820-829) ἀποτελῶν μέλος πειρατικῆς συμμορίας Ἀράβων ἐκ τῆς χώρας τῶν Ἄφρων, οἵ τινες ἐπέδραμον κατὰ τῆς Κρήτης καὶ Σικελίας καὶ εἶτα κατὰ τῆς Νικοπόλεως τῆς Ἠπείρου, ἐξ ἧς διέβησαν εἰς τὴν Ἀκαρνανίαν δῃοῦντες καὶ ἐρημοῦντες τὸν τόπον. Ἀλλὰ μάχης κρισίμου γενομένης παρὰ τὸν Δραγαμέστον ἡττήθησαν ὁλοσχερῶς οἱ βάρβαροι, ἄλλων μὲν τούτων σφαγέντων ἐν τῇ ξηρᾷ, ἄλλων δὲ καταποντισθέντων εἰς τὰ ἄγρια τῆς θαλάσσης κύματα. Ἐκ τῶν βαρβάρων τούτων διεσώθη ἐπὶ τῆς Ἀκαρνανικῆς γῆς μόνος ὁ Βάρβαρος ἐναποκρυβεὶς εἰς περίφραγμα ἀμπέλου τινός. Ἐπεδόθη δὲ εἰς τὸν λῃστρικὸν βίον διαρπάζων, λεηλατῶν, φονεύων, ἐκβιάζων τοὺς Χριστιανοὺς κατοίκους τῶν ἐν οἷς διῆγε χωρίων, δυσαπαλλακτότατον κακὸν γενόμενος. Πολλὰ ὄρη της Ἀκαρνανίας διελθὼν ὁ ἐπίφοβος οὗτος λῃστὴς κατήντησε καὶ εις τὸ ὄρος Νύσσαν, ἔνθα συναντᾷ ναὸν τοῦ Μεγαλομάρτυρος Τροπαιοφόρου, εἰς ὃν κατὰ τὴν ὥραν ἐκείνην ἱερούργει ὁ ἱερεὺς Ἰωάννης Νικοπολίτης. Ὁ Βάρβαρος, δι’ ἀοράτου θείας δυνάμεως ἑλκύεται εἰς τὴν εἰς τὴν Χριστὸν πίστιν ἰδὼν θαυμάσια γεγονότα κατὰ τὴν θείαν μυσταγωγίαν. Πιστεύει εἰς Χριστὸν καὶ βαπτίζεται. Τὸ βάπτισμα καθαίρει τοῦτον ἀπὸ τῶν ἁμαρτημάτων. Κείρεται μοναχός, καὶ ἀσκεῖται ἐν τῇ ἐρήμῳ ἐπὶ ἔτη τρία διηνεκῶς νηστεύων καὶ προσευχόμενος. Ἡ χριστιανικὴ πίστις, τοὺς ἀγρίους μεταβάλλει εἰς Ἁγίους. Ἀλλ’ ἡμέραν τινὰ κυνηγοὶ ἐκ Νικοπόλεως, περιπλανώμενοι εἰς τὸ ὄρος πρὸς θήραν, σκότος ἤδη ἐπελθόντος εἰς τὴν οἰκουμένην, συναντῶσι τὸν Βάρβαρον καὶ ἐκλαβόντες τοῦτον ὡς θηρίον ἄγριον ἐκτοξεύουσι κατ’ αὐτοῦ καὶ τοῦτον βάλλουσι θανασίμως. Πνέων τὰ λοίσθια ὁ Βάρβαρος μέμνηται τοῦ εὐεργέτου ἱερέως Ἰωάννου Νικοπολίτου, κατηχήσαντος τοῦτον καὶ βαπτίσαντος. Οἱ κυνηγοὶ εὑρίσκουσι τὸν Βάρβαρον, ὅν κατὰ λάθος ἐτόξευσαν ὡς κτῆνος. Μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων, ἀναφωνεῖ: Μνήσθητί μου Κύριε ἐν τῇ βασιλείᾳ Σου. Οἱ κυνηγοὶ θλίβονται διὰ τὸ γενόμενον καὶ εἰδοποιοῦσι τὸν ἱερέα Ἰωάννη νὰ δράμῃ πρὸς τὸν ἑτοιμοθάνατον, ὅν νεκρὸν εὗρε. Τὸ λείψανόν του ἐνταφιάζεται, ἔνθα καὶ ναὸς πρὸς τιμήν του ἀνεγείρεται ἐν Τρύφῳ Ξηρομέρου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἐθελδρέδας (Etheldreda)

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐστοχίου πρεσβυτέρου, Γαΐου (ἤ Γαϊανοῦ) καὶ τῶν τέκνων αὐτοῦ Λολλίας (ἤ Λουλώ), Πρόβης καὶ Οὐρβανοῦ (ἤ Οὐρβασίου).
Ἔνθους ὑπάρχων Εὐστόχιε πρὸς ξίφος,
Οἶμαι στοχάζη ποῖον ἔσται σοι στέφος.
Θείοις Γάϊος θυρεοῖς πεφραγμένοις,
Ψυχὴν ἄτμητον τῷ ξίφει τμηθεὶς μένει.
Χριστῷ προσῆλθες Λολλία διὰ ξίφους,
Φύκει βαφεῖσα νυμφικῶς σῶν αἱμάτων.
Ἐξ αὐχένος χέουσα κρουνοὺς αἱμάτων,
Χαίρουσά μοι πρόβαινε πρὸς Θεόν, Πρόβη.
Τμηθεὶς τράχηλον Μάρτυς Οὐρβανὲ ξίφει,
ἀφυπτιάζεις ὡς σπαραχθὲν ἀρνίον.
Οὗτοι ἦσαν κατὰ τοὺς χρόνους τοῦ Μαξιμιανοῦ, καὶ Ἀγρίππα ἡγεμόνος ἐν ἔτει 300.
Εὐστόχιος, ἦτο ἐκ τῆς πόλεως καλουμένης Οὔσαδα, πρότερον μὲν ἱερεὺς τῶν εἰδώλων, ὕστερον δέ, βλέπων τοὺς Ἁγίους μαρτυροῦντας διὰ τὸν Χριστόν, καὶ ποιοῦντας παράδοξα θαύματα, ἀπεστράφη τὴν θρησκείαν τῶν εἰδώλων, καὶ ἐλθὼν εἰς τὸν ἐπίσκοπον Ἀντιοχείας Εὐδόξιον, ἐβαπτίσθη καὶ ἔλαβε καὶ τὸ ἀξίωμα τοῦ πρεσβυτέρου. Μεταβὰς δέ, εἰς τὸ χωρίον Λύστραν τῆς Λυκαονίας, εὗρεν ἐκεῖ τὸν ἀνεψιόν του Γάϊον, ὁμοῦ καὶ τὰ τρία τέκνα του· Λολλίαν, Πρόβην καὶ Οὐρβανόν, καὶ διδάξας αὐτοὺς τὴν τοῦ Χριστοῦ πίστιν, ἐβάπτισεν αὐτούς, ὁμοῦ και ὅλους τοὺς συγγενεῖς του. Ὅθεν διὰ τοῦτο πιασθεὶς ἀπὸ τοὺς Ἕλληνας, ἐφέρθη εἰς τὸν ἡγεμόνα καὶ ἐκρέμασαν αὐτὸν πάνω εἰς ξύλον καὶ τὸν ξέσχισαν δυνατά. Ἔπειτα ὑπῆγεν ὁμοῦ μὲ τοὺς ἀνωτέρω εἰς τὸν ἡγεμόνα τῆς Ἄγκυρας Ἀγγριππῖνον. Ὅθεν, πρῶτον μέν, ἡ Λολλία καὶ ὁ Οὐρβανὸς ἐβλήθησαν ἀντίκρυ ὁ εἷς τοῦ ἄλλου, καὶ ἐξεσχίσθησαν εἰς τὰς παρειάς. Ἐπειδὴ δὲ ὁ Γάϊος, ἐδέχθη εὐλαβῶς τὸ αἷμά των εἰς τὰς χεῖράς του πρὸς ἁγιασμόν, ἐδάρη εἰς τὴν πλάτην καὶ τὴν κοιλίαν. Μετὰ δὲ ἡμέρας τινάς, ὁ Γάϊος καὶ τὰ τέκνα τοῦ Εὐστοχίου ἐδέθησαν εἰς ἕνα χαλκοῦν τροχόν, ἐφυλάχθησαν ὅμως ὑπὸ τοῦ Θεοῦ ἀβλαβεῖς, ἐστάθη ἤτοι ὁ τροχός, καὶ ἔσβεσεν ἡ φωτιὰ ἥτις ἔκαιεν ὑποκάτω τοῦ τροχοῦ. Διὰ τοῦτο ἐξύρισαν τὰς κεφαλάς των, καὶ διεπέρασαν αὐτὰς μὲ καρφία. Καὶ τῆς μὲν Πρόβης καὶ Λολλίας ἔκοψαν τοὺς μαστούς, τὸν Οὐρβανὸν ἔδειραν μὲ σπάθας ξυλίνας. Τελευταῖον δέ, ἀπεκεφαλίσθησαν οἱ μακάριοι, καὶ ἀνέβησαν στεφανηφόροι εἰς τὰ οὐράνια.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικήτα τοῦ ἐκ Θηβῶν, ὡς καὶ σύναξις τῶν ἀναφερομένων ἐν τῷ βίῳ αὐτοῦ Ὁσίων· Θεοδώρου τοῦ εὐλαβοῦς ἱερέως, Δανιὴλ τοῦ ἐν Κάστρῳ Πατρῶν, καὶ Γρηγορίου τοῦ ἐκ Μυστρᾷ.
Νίκην νικήσας ὁ Θήβηθεν Νικήτας,
Στέφος Ὁσίων εἴληφεν ἀφθαρσίας.
Τετρὰς Ὁσίων ἀρετῶν τὴν τετράδα,
ὑπενδυθεῖσα τῆς Ἐδὲμ ἔνδον ἔστη.
Οὗτος ὁ θαυμαστὸς Πατὴρ ἡμῶν Νικήτας, τὸ γέννημα καὶ κλέος τῶν ἑπταπύλων Θηβῶν, ἔφυ ἐκ γονέων πάνυ εὐλαβῶν, ἀφιερωσάντων τοῦτον ὡς ἀνάθημα ἱερὸν τῷ Κυρίῳ, ὡς αἰσθομένων τὴν ἀπὸ κοιλίας μητρὸς αὐτῷ δοθεῖσαν ἄνωθεν χάριν. Ὃς οὖν δεκαεξαετὴς γενόμενος τὴν μοναστικὴν ἐξελέξατο τρίβον μετὰ τοῦ αὐτοῦ συναίμονος καὶ εἶτα τὴν κατὰ μόνας ἀσκητικὴν ζωὴν ἐπιλεξάμενος, ἐν ᾗ πολλὰ τῷ Θεῷ εὐαρεστήσας ἐν ἀδιαλείπτῳ προσευχῇ, ἰσοβίῳ νηστείᾳ, παννύχοις στάσεσιν, ἀκαμάτοις γονυκλισίαις, εἰλικρινεῖ φιλανθρωπίᾳ καὶ καύσει καρδίας ὑπὲρ τῆς λογικῆς τε καὶ ἀλόγου φύσεως, μέγας διδάσκαλος ἐφάνη τῆς κατὰ Θεὸν ζωῆς. Ὅθεν τοῖς μελιχροῖς λόγοις, τὴν ὁσιακὴν βιοτὴν αὐτοῦ συνοδεύουσι, πολλοὺς ἐξ ἀναξίων ἀξίους τῷ Δεσπότῃ προσήγαγε καὶ ἀληθῆ χριστέκτυπα ἀνέδειξεν. Ἀξιωθεὶς δέ, καὶ τοῦ θαυματουργικοῦ πρὸς τοῖς λοιποῖς χαρίσματος, ἰατρὸς ἐφάνη ψυχῶν ἐμπειρότατος καὶ σωμάτων ἰαματικώτατος, θείῳ ἐλαίῳ ἐπιχρίων τοὺς πάσχοντας καὶ ἱλέως τούτοις ἐπευχόμενος. Τῷ ἀκτίστῳ δὲ φωτὶ ἀεί που περιλαμπόμενος, ὡς εἶδε τοῦτο καὶ εὐλαβής τις ἱερεὺς τὴν κλῆσιν Θεόδωρος, εἵλκυσεν ὡς ἡ μαγνῆτις τὸν σίδηρον πολλοὺς θεοφιλεῖς ἐγγύθεν καὶ πόῤῥωθεν, ἐν εἷς καὶ τὸν ἐκ Πατρῶν φιλόξενον μοναχὸν Δανιήλ, μεθ’ οὗ ἔσχε ψυχωφελεστάτην τὴν ἔντευξιν. Πλήρης δὲ ἡμερῶν γενόμενος καὶ τοῖς πνευματικοῖς φοιτηταῖς αὐτοῦ τὰ προσήκοντα διαθέμενος ἀπῆλθεν νικηφόρος πρὸς Ὃν ἠγάπησε Κύριον κατὰ τοὺς χρόνους τῆς βασιλείας Νικηφόρου τοῦ Βοτανειάτου ἐν ἔτει ᾳσθ΄ ἀπὸ Χριστοῦ. Τούτου τοῦ ἐξαισίου πατρὸς συνόμιλος ἐγένετο καὶ ὁ ἐν τῷ βίῳ ἀναφερόμενος μέγας Ὅσιος Γρηγόριος, ὁ ἐκ Μυστρᾶ μὲν καταγόμενος, ἐν νήσοις δὲ τῇ Εὐβοία προσκειμέναις ἐξασκήσας τὸν θεοφιλῆ καὶ ἀσκητικὸν αὐτοῦ δίαυλον.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Εἰκόνος τῆς Θεοτόκου τοῦ Βλαδιμήρου ἐν τῇ Ῥωσσίᾳ
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.














ᾨδὴ ζ΄. Θεοῦ συγκατάβασιν.
Λουτρῷ τοῦ σοῦ αἵματος, Ἀγαρηνῶν τὴν φλόγα κατέσβεσας, καὶ χορείαν τῶν νέων, ἐν τοῖς Χανίοις τῆς Κρήτης Ἅγιε, τῶν ἐντολῶν ἐν τῇ πέτρᾳ ἐστήριξας, καὶ διδαχῶν σωστικῶν, Εὐαγγελίου Χριστοῦ.
Λελόγισαι σφάγιον, καὶ ἱερεῖον τίμιον Ἅγιε, διὰ δόξαν κυρίου, ᾧ καὶ συνήφθη στεῤῥῶς Καλλίνικε, καὶ νῦν συμψάλλεις Ἀγγέλοις τοῖς μέλπουσι· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ὸς τοῦ ἀλάστορος, τῶν ἀλλοφύλων ὤφθη τὰ ῥήματα, ἀπειλαὶ βλασφημίαι, ὀνειδισμὸς καὶ ἡ λύττα Ἅγιε, ἀλλὰ κραυγάζων ἀντέστης Καλλίνικε· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Νυκτίμορφον δράκοντα, καὶ ζοφοφόρον δίωξον δέομαι, τῶν Σῶν δούλων τηλόθι, τῶν εὐλογούντων ἐνθέως Δέσποινα, τὸν Σὸν Υἱὸν καὶ λεγόντων τὸ μέλισμα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ᾨδὴ ή. Ἑπταπλασίως κάμινον.
δόντες πάντες ἔνδοξε, τῆς ψυχῆς σου τὸ εὔτονον, καὶ τὴν καρτερίαν, ἐν τοῖς μαρτυρίοις σου, τὸν Κύριον ᾔνεσαν, τὸν σοὶ διδόντα δύναμιν, ἵνα τῶν ἀνδρῶν, Ἀγαρηνῶν τὴν ἀγχόνην, τοῦ σώματος αἰκίας, τὰ ὀνείδη καὶ ψεύδη, γενναίως ὑποστήσῃ, Καλλίνικε θεόφρον.
Κεκαθαρμένος Ἅγιε, ὡς χρυσίον τὸ δόκιμον, ἐν πυρὶ βασάνων, καὶ τῶν θείων ἄθλων σου, ἐσχάτως κατήστραψας, ἐν οὐρανῷ ὡς ἥλιος, διὸ ταῖς λιταῖς, μὴ διαλίπῃς πρεσβεύων, ὑπὲρ τῶν οἰκητόρων, τῆς ἐνδόξου Βεῤῥοίας, καὶ πάσης τῆς Ἑλλάδος, Καλλίνικε παμμάκαρ.
λοσχερῶς ἐμίσησας, τὰ ἐπίγεια ἅπαντα, καὶ ὅλως ἠράσθης, οὐρανοῦ Καλλίνικε, καὶ χαίρων ἀπέβαλες, ἐκ τῆς ψυχῆς τὸ δέλεαρ, δόξης χοϊκῆς, καὶ ἡδονῶν τῶν ἀθέσμων, βοῶν ἀκαταπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Νῦν ταῖς λιταῖς Σου νεύρωσον, Θεοτόκε πανάχραντε, τῆς ψυχῆς μου τόνον, καὶ νοὸς τὴν δύναμιν, καὶ ἔγειρον τάχιστα, ἐκ τοῦ βυθοῦ με θλίψεως, καὶ ἀντιβολῶν, ἐκ τῶν παθῶν τυραννίδος, Ἁγνή με ἀπαλλάξαι, τῶν βροτῶν γὰρ ὑπάρχεις, ἡ σώτειρα καὶ ῥύστις, ἐκ τῶν πολλῶν κινδύνων.







ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ.
σχὺν καὶ πανουργίαν Ὀθωμανῶν, ἐπηρμένην ὀφρὺν καὶ ἀναίδειαν, καταβαλών, ταῖς στεῤῥαῖς ἐνστάσεσιν Ἀθλητά, Χριστοῦ τὸ θεῖον ὄνομα, ἐν πόλει Χανίων τῇ θαυμαστῇ, ἐξύψωσας ἐσχάτως, Καλλίνικε Βεῤῥοίας, πόλεως δόξα ἀξιέραστος.
ς ἔχων παῤῥησίαν ἐν τῷ Χριστῷ, στεφανῖτα Καλλίνικε πρέσβευε, διηνεκῶς, ὑπὲρ τῆς Ἑλλάδος ταῖς σαῖς εὐχαῖς, καὶ τῆς Βεῤῥοίας Ἅγιε, καὶ τῶν Ὀρθοδόξων ταύτης πιστῶν, ὑπὲρ δὲ καὶ τοῦ κλήρου, καὶ τῆς χορείας νέων, καὶ ὑπὲρ πάντων τῶν τιμώντων σε.
δέως τοὺς σοὺς ὕμνους ὁ ταπεινός, ἐμελούργησα Μάρτυς Καλλίνικε, ἐπιζητῶν, τὴν σὴν προστασίαν καὶ ἀρωγήν, ἐν τῷ σκληρῷ ἀγῶνί μου, βίου πολυμόχθου ἐπὶ τῆς γῆς, καὶ δός μοι ἔτι πλέον, τῇ σῇ ἐπιστασίᾳ, ψυχῆς ὑγείαν καὶ τοῦ σώματος.
Θεοτοκίον.
Λιμὴν χειμαζομένων Χριστιανῶν, ὁδηγὸς τῶν ἀνθρώπων ἡ ἄτρεπτος, καὶ χορηγός, πάντων τῶν πενήτων καὶ θησαυρός, βροτῶν ἡ ἀγαλλίασις, τέρψις θλιβομένων ἡ ἀσφαλής, ἐλπὶς ἀπηλπισμένων, τοῦ κόσμου σωτηρία, Μῆτερ ἐδείχθης ἀειπάρθενε.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸ τῆς Βεῤῥοίας καύχημα, καὶ τῆς Κρήτης τὸ κῦδος, τὸν Ἀθλητὴν Καλλίνικον, σέμνωμα διακόνων, τὸν ἐν ἐσχάτοις τοῖς χρόνοις, ἀδιστάκτῳ ἐφέσει, Ἀγαρηνῶν μαρτύρια, καὶ βασάνους ἀφάτους ὑπὲρ Χριστοῦ, ὄντως ὑποστάντα φιλομαρτύρων, τῶν Ὀρθοδόξων σύλλογοι, εὐφημήσωμεν ὕμνοις.
Θεοτοκίον.
Χαῖρε ἡ θεία τράπεζα, χαῖρε βάτος ἁγία, χαῖρε τοῦ κόσμου γέφυρα, πρὸς τοὺς δήμους ἀΰλων, χαῖρε ἀνθρώπων ἡ σκέπη, καὶ τὸ θάρσος Μαρτύρων, χαῖρε πιστῶν ἑδραίωμα, χαῖρε τὸ εὔλαλον στόμα τῶν Προφητῶν, χαῖρε ἀγαλλίαμα τῶν Ἀγγέλων, χαῖρε Μαρτύρων στήριγμα, παναμώμητε Κόρη.












Αἶνοι. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τὸ πολυέραστον ἄνθος, Χριστοῦ Καλλίνικον, Νεομαρτύρων κλέος, καὶ Βεῤῥοίας τὸν ὄλβον, τὸν στήσαντα ἐν Κρήτῃ Ἀγαρηνῶν, ἀπιστίας τὰ ῥεύματα, ταῖς διδαχαῖς καὶ ἀθλήσει περιφανῇ, ἐγκωμίοις εὐφημήσωμεν.

Πόλις Βεῤῥοίας ἀγάλλου, ἡ ἁγιότοκος, ἐπὶ τῇ θείᾳ μνήμῃ, τοῦ ἐνδόξου σου τέκνου, ἐφύη γὰρ ὡς δένδρον, πλῆρες καρπῶν, ὁ παμμάκαρ Καλλίνικος, οὗ ταῖς πρεσβείαις σωθῆναι ἐκ τῶν δεινῶν, οἱ πιστοὶ πάντες ἐλπίζομεν.

Γῆ τῶν Χανίων ἐδέχθη, τὸ θεῖον αἷμά σου, Καλλίνικε τρισμάκαρ, στεφανῖτα Κυρίου, καὶ πᾶσα τῶν Ἑλλήνων χώρα ᾠδαῖς, μεγαλύνει τὴν μνήμην σου, ἣν ταῖς λιταῖς σου μὴ παύσῃ ἐκ τῶν κακῶν, διασώζων τοῦ ἀλάστορος.

Οἱ Βεῤῥοιεῖς τε καὶ Κρῆτες, ὁμοῦ ἀγάλλονται, ἐπὶ τῇ φαιδροτάτῃ, πανηγύρει σου Μάρτυς, καὶ ᾄδουσι εὐτόνως τὰ ἱερά, καὶ σεπτά σου μαρτύρια, τοὺς αἰκισμοὺς τὴν ἀγχόνην καὶ φυλακήν, παναοίδιμε Καλλίνικε.

Δόξα. Ἦχος πλ. α΄.
Ἅγιε Νεομάρτυς Καλλίνικε, τῶν διακόνων ἀμφιεσθεὶς τὸν χιτῶνα, ἀλλὰ καὶ τοῦ Παρακλήτου ἐνδεδυμένος τὴν ἰσχύν, Ὀθωμανῶν τῶν κακούργων, συνετάραξας τὴν παράταξιν, τῶν Ὀρθοδόξων ἐν τῇ ἀληθινῇ τοῦ Θεοῦ λατρείᾳ, τὰ πλήθη ἐστήριξας, καὶ τὴν κάραν συνέτριψας, τοῦ πολεμήτορος Βελίαρ, τῇ ἀθλήσεσι σου, ὅθεν ἐν οὐρανοῖς, μετὰ τῶν Μαρτύρων συνδιαιτώμενος, μὴ διαλίπῃς Χριστὸν τὸν Θεὸν ἡμῶν ἀντιβολῶν, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τὴν ἐτησίαν σου μνήμην καὶ πανήγυριν.

Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς Βεῤῥοίας ὀ στολισμός, Καλλίνικε μάκαρ, διακόνων ἡ καλλονή, χαίροις καὶ τῆς Κρήτης, διδάσκαλος ὁ σώφρων, τῶν Νέων Ἀθλοφόρων τὸ ἀκροθίνιον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου