ΑΝΔΡΕΑΣ ΟΣΙΟΣ ΣΑΛΛΟΣ
ΑΚΟΛΟΥΘΙΑ
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τὸν
πρωτοκλήτου Ἀνδρέου σεπτὸν ἐπώνυμον, καὶ Βυζαντίου κλέος, εὐφημήσωμεν πόθῳ
μωρίαν ἑκουσίως διὰ Χριστόν, ὡς ποθήσαντα κράζοντες· σοφίας δεῖξον συνοίκους
τῆς τοῦ Θεοῦ, τοὺς ἀεὶ σὲ μακαρίζοντας.
Τὸν
σὺν κυσὶν ἐν ταῖς ῥύμαις κατακοιμώμενον, τῆς Βασιλίδος, δεῦτε, θεοφόρον
Ἀνδρέαν, σοφίαν συνοικοῦσαν ἐπιμελῶς, ἐν αὐτῷ ἀποκρύπτοντα, καὶ προσποιούμενον
ἅπασι τὸν σαλόν, δι᾿ εὐσέβειαν τιμήσωμεν.
Τὸν
πειρασμούς, ταπεινώσεις, ὕβρεις τε γέλωτας, χειμῶνος σφοδρότατου, ψῦχος,
διαπομπεύσεις, εἰς ἅπασαν τὴν Πόλιν καὶ ῥαβδισμούς, ἀκλινῶς ὑπομείναντα, διὰ
Χριστοῦ τὴν ἀγάπην πανευλαβῶς, νῦν Ἀνδρέαν εὐφημήσωμεν.
Ἐν
Βλαχερνῶν τῷ σεμνείῳ τὸν θεασάμενον, ἐν μέσῳ τῶν Ἀγγέλων καὶ Ἁγίων ἁπάντων, τὴν
μόνην Θεοτόκον τοὺς εὐσεβεῖς, περισκέπουσαν ἄνωθεν, διὰ σεπτοῦ μαφορίου αὐτῆς
σαλόν, νῦν Ἀνδρέαν ὕμνοις στέψωμεν.
Δόξα.
Ἦχος α´.
Τὸν
οὐρανομήκη στῦλον τῆς ἐν Χριστῷ σοφίας, καὶ ὑπὸ πάντων ἐξουθενημένον ὡς ἐξηχον
δι᾿ εὐσέβειαν, Ἀνδρέαν, εὐσχημόνως οἱ πιστοὶ τιμήσωμεν κράζοντες· ὁσίων ἀκρέμον
καὶ Ἀγγέλων ἰσοστάσιε, ὁ μωραῖς προσποιήσεσι τὸν πάνσοφον Θεὸν δοξάσας, μὴ
παύσῃ Αὐτὸν ἰλεούμενος ἡμῖν τοῖς ἄγουσι τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Σθένει
τῷ τοῦ Σταυροῦ, περιφραχθεὶς δαιμόνων, οὐκ ἔπτηξας ἐνέδρας· ἀλλά, σοφὲ Ἀνδρέα,
ὡς δαιμόνων ἐβίωσας.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Ἤνυσας
ἀληθῶς, μέσον πολλῶν θορύβων, τὸν βίον σου, Ἀνδρέα, τὸν σοφιστὴν μωράνας,
μωραῖς σου προσποιήσεσι.
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει
σφόδρα.
Ἔφθασας
θαυμαστῶς, θεωριῶν εἰς ὕψος, θειότατε Ἀνδρέα, ἀθέατα ἀῤῥήτως, τοῦ πόλου
θεασάμενος.
Δόξα.
Τριαδικόν.
Δόξα
Σοι, Παντουργέ, Θεότης Τρισάγια, πρὸς Σού τῆς δόξης πλάτος, ἑλκύσασα Ἀνδρέαν,
σαλὸν τὸν προσποιούμενον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἄνασσα
οὐρανοῦ, καὶ γῆς λιταῖς Ἀνδρέου, τοῦ διὰ τὸν σὸν Τόκον, μωροῦ ἡμῖν ὀφθέντος,
ἐλέησον τοὺς δούλους σου.
Νῦν
ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Μωρίαν
ἑκούσιον διὰ Χριστὸν τὸν Θεόν, ἐπόθησας Ὅσιε, τὸν σοφιστὴν ἀληθῶς, μωράνας καὶ
ἤνυσας, μέσον πολλῶν θορύβων, τὸν ἀγῶνα Ἀνδρέα· ὅθεν σε ὁ Δεσπότης, Παραδείσου
πρὸς πλάτος, ἐσκήνωσε πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.
Δόξα.
Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν
μωραῖς προσποιήσεσι καὶ σαλότητι, καθυποτάξαντα πάθη τὰ ψυχοκτόνα σαρκός, καὶ
συντρίψαντα μισόκαλον τὸν δόλιον, ὡς θείου Πνεύματος ναὸν καὶ ὁσίων ἀσκητῶν,
τιμήσωμεν λαμπηδόνα, σοφὸν Ἀνδρέαν, πρεσβείας αὐτοῦ πρὸς Κύριον αἰτούμενοι.
Καὶ
νῦν. Θεοτοκίον.
Χαῖρε
πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ·
Χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ
Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν
τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς
τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος
β´. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε
ἐκ τῶν τῇδε καὶ φθαρτῶν, Πάτερ, ὁ διάπυρος πόθος, Χριστοῦ ἀφήρπασε, τότε σου
τὴν ἔφεσιν πᾶσαν ἀνέθηκας, καὶ αὐτῷ ἠκολούθησας, μωρὰς προσποιήσεις, σοφῶς
μετερχόμενος, ἐμπαροινούμενος· ὅθεν τὴν τρυφὴν τὴν ἀγήρω, πρὸς Χριστοῦ
ἀπείληφας μάκαρ, τῶν σὲ νῦν τιμώντων προϊστάμενος.
Πᾶσαν
τρικυμίαν τῶν παθῶν, μάκαρ κατεμάρανας σφόδρα, τῇ ἐγκρατείᾳ σαρκός, ἄλλος ὥσπερ
ἄσαρκος ἀγωνισάμενος, τὰς ὀρέξεις νεκρώσας σου, τοῖς πόνοις καὶ μόχθοις· ὅθεν
καταγώγιον Πνεύματος γέγονας· πόθῳ οὖν τὴν μνήμην τὴν θείαν, σοῦ ἐπιτελοῦντας
Ἀνδρέα, σῷζε ταῖς πρεσβείαις σου δεόμεθα.
Ὅτε
ἀνεπτέρωσας τὸν νοῦν, πρὸς τὸν σοὶ ποθούμενον Πάτερ, καὶ ἐκ δυνάμεως, εἰς
μείζονα δύναμιν Ἀνδρέα ἔφθασας, τότε φῶς σε οὐράνιον, κατήστραψεν ὅλον καὶ
σοφίας χάρισμα, δέδωκε πλούσιον· ὅπερ οἱ πολλοὶ ἀγνοοῦντες, ἔξηχόν σε ᾤοντο
εἶναι τὸν πλήρη σοφίας ἐνυπάρχοντα.
Σμῆνος
τῶν δαιμόνων τῷ ἑσμῷ, τῶν σῶν ἀρετῶν ὡς κηφῆνας, δεινοὺς ἐσκόρπισας, καὶ πάσας
ἐῤῥύθμισας αἰσθήσεις ἄριστα, τῆς ψυχῆς καὶ τοῦ σώματος, πρὸς μόνην τοῦ κτίστου,
θείαν εὐαρέστησιν, Ἀνδρέα πάνσοφε· ὅθεν εὐχερῶς τοὺς ἀγῶνας, τῶν ἀσκητικῶν
παλαισμάτων, καὶ πολλῶν ἱδρώτων ἐξετέλεσας.
Ἕτερα
ἐκ τοῦ Σιναϊτικοῦ χειρογράφου. Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Τῆς
θαυμαστῆς καὶ γενναίας, καὶ ἐνάρετου σοῦ, ἐνθέου πολιτείας, καὶ φαιδρότητος
βίου, καὶ τῶν κατορθωμάτων τῶν σῶν θαυμαστέ, ὁσιώτατε Πάτερ σοφέ, οὐκ ἐξισχύει
εὐφήμως βρότειος νοῦς, ἀνυμνῆσαι Παμμακάριστε.
Ὑπομονῆς
καρτερίᾳ, καὶ περιστάσεσι, καὶ πάσαις κακουχίαις, ἐμπαιγμούς τε μαστίγων,
κολάσεις ἀφορήτους διὰ Χριστόν, πάντα θέλων ὑπήνεγκας, ἵνα ζωῆς αἰωνίου
ἀξιωθῇς, ὦ Ἀνδρέα Ὁσιώτατε.
Σὺν
ἀσωμάτοις χορείαις, ἐν οὐρανοῖς κατοικῶν, καὶ σὺν Ὁσίων δήμοις, συναγάλλει
τρισμάκαρ, μέμνησο τῶν πίστει εἰλικρινεῖ, εὐφημούντων σε Πάτερ σοφέ, ὡς
παρεστὼς τῷ Σωτῆρι ὑπὲρ ἡμῶν, καθικέτευε σωθῆναι ἡμᾶς.
Δόξα.
Ἦχος β´.
Τὸν
ἰσάγγελον βίον ἐπὶ γῆς ποθήσας μακάριε, προσποιουμένην μωρίαν ἐκέκτησο, τὸν σοφιστὴν
τῆς κακίας μωράνας ἀοίδιμε, καὶ σῳζομένους προσάγων τῷ κτίστῃ σου, ἐν πενίᾳ καὶ
κακουχίᾳ ἄκρᾳ διήνυσας, τυπτόμενος, λιθαζόμενος, ἐμπαινούμενος διὰ Κύριον, καὶ
πάντα ἀνδρείως ὑπέμεινας Ἀνδρέα πανόλβιε· ὅθεν ἡ οὐράνιος τρυφή σε ὑπεδέξατο·
καὶ νῦν ἐπαπολαύεις τὸ ἄχραντον φῶς, σὺν ἀγγέλοις ἀγαλλόμενος. Ἀλλὰ πρέσβευε
ὑπὲρ ἡμῶν δεόμεθα τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία
σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται.
Ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(ε´ 15-23, στ´ 1-3).
Δίκαιοι
εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ
Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ
κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι
ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν
κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται
κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ
ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας.
Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ
σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.
Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως.
Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ
ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους Δυναστῶν.
Ἀκούσατε οὖν Βασιλεῖς καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ
κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις Ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ
κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία
γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ
ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ
ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τῶν
λαμπρῶν σου ἀγώνων τὰ ἐξαίρετα τρόπαια, οὐρανῶν αἱ δυνάμεις κατεπλάγησαν, ὅπως
ἐν σώματι θνητῷ μωραῖς προσποιήσεσι, τὸν ἀσώματον ἐχθρὸν ἐξενεύρισας καὶ ταῖς
ἀνδρείαις σου ἐνστάσεσι, τὴν αὐτοῦ ἀνισχυρὸν δύναμιν ἐταπείνωσας, καὶ πολλοὺς
τῶν σῳζομένων τῷ Δεσπότῃ προσήγαγες, τοῖς τερατώδεσι κατορθώμασι· διὸ
θαυμάζουσί σε στρατιαὶ τῶν ἀγγέλων. Δοξάζομεν καὶ ἡμεῖς τὸν στεφοδότην Χριστόν,
τὸν σὲ λαμπρῶς στεφανώσαντα· ὃν ἐκτενῶς ἱκέτευε Ἀνδρέα μακάριε, σωθῆναι τοὺς
τιμῶντας τὴν μνήμην σου.
Ὁ
αὐτός.
Διὰ
πόνων πολλῶν, τὸν βίον ὅλον διήνησας, ἀπαθείᾳ καὶ φρονήσει τὴν ψυχὴν
κατελάμπρυνας, Ἀνδρέα ἀείμνηστε, δεξάμενος δὲ δύναμιν παρὰ Θεοῦ τῶν ἐναντίων
τὰς φάλαγγας ἔτρεψας, τῇ πανσθενίᾳ τοῦ Πνεύματος δυναμούμένος, ἐν ἀσιτίᾳ καὶ
γυμνότητι διετέλεσας· νῦν δὲ ἐν παῤῥησίᾳ τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος
παριστάμενος, μνημονεῦε καὶ ἡμῶν τῶν τελούντων σου τὸ μνημόσυνον, τῆς τῶν παθῶν
τυραννίδος, ῥυσθῆναι ταῖς ἱκεσίαις σου.
Ὁ
αὐτός.
Τῶν
ἀγγέλων ἰσοστάσιος γέγονας, βίον ἅγιον ἐπὶ γῆς κτησάμενος, ἐμπαιγμοὺς ὑποφέρων,
δαίμονας ἐτροπώσω, τὸν βίον ὁσίως τελέσας, πρὸς Κύριον ἐξεδήμησας· διὸ πρέσβευε
Χριστῷ τῷ Θεῷ Πατὴρ ἡμῶν Ἀνδρέα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος
β´.
Τίς
ἰσχύσει πρεπωδὼς ἀνυμνῆσαί σε, Ὅσιε; Τῇ δυνάμει γὰρ τοῦ σταυροῦ περιφραχθείς,
τῶν δαιμόνων τὰς ἐνέδρας οὐκ ἔπτηξας, ἀλλ᾿ ἀκλινεῖ γνώμῃ, τὰς φάλαγγας τούτων
διώλεσας, καὶ τελέσας ἀνδρικῶς τὸν ἀγῶνά σου, ὡς τῆς ἀνδρείας φερώνυμος, ἐν
οὐρανοῖς ἀπολαύεις τῶν ποθούμενών σοι· διὸ παῤῥησίαν πεπλουτηκὼς πρὸς Χριστὸν
τὸν Θεὸν αἴτησαι δωρηθῆναι καὶ ἡμῖν τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος δ´.
Τὸν
ἰσάγγελον ἐπὶ γῆς πολιτευσάμενος βίον, μακάριε, ὡς ἄσαρκος διετέλεσας καὶ ἐν
μέσῳ θορύβων διάγων, τὸν νοῦν πρὸς οὐρανὸν ἀνεπτέρωσας, ἀδιαλείπτως ἐμμελετῶν
τὰ κρείττονα· διὸ καὶ ἡ μνήμη σου σήμερον, εὐφροσύνης πρόξενος ἡμῖν ἐπέστη· καὶ
ἑορτὴν χαρμόσυνον ἐκτελοῦντες, δοξάζομεν Χριστὸν τὸν Θεὸν τὸν σὲ δοξάσαντα, καὶ
παρασχόντα ἡμῖν, πρὸς αὐτὸν πρέσβυν ἄγρυπνον, εἰς τὸ σῴζεσθαι ἡμᾶς ἀτρώτους,
τῶν τοῦ πονηροῦ ἐπινοιῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Χαίροις
ὁ τὴν ὁδὸν τοῦ Σταυροῦ, ὑπερτιμήσας ἀνδρικῶς τῇ ἀσκήσει σου, ἑκὼν γὰρ πλαστὴν
μωρίαν, τρόπον τοῦ ζῇν ἐφευρῶν, τὸν σοφὸν ἐχθρὸν σοῦ ἀπεμώρανας· στολὴν γὰρ
ἐνδέδυσαι, ταπεινώσεως Ὅσιε, ἣν ἐνεδύθη, ὁ ὑπέρθεος Κύριος, καὶ κατήργησε, δι᾿
αὐτῆς τὸν ἀντίπαλον. Ὅθεν στοχεύων πάντοτε, Ἀνδρέα θεόσοφε, εὐαρεστεῖν Αὐτῷ
μόνον, τῶν ὑπὲρ λόγον ἠξίωσαι, φρικτῶν μυστηρίων, ἃ ὁρῶσιν οἱ τελείως, Χριστῷ
συνήνωνται.
Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν
κοιτῶν αὐτῶν.
Χαίροις
ὁ δι᾿ ἀγάπην Χριστοῦ, κόσμον μισήσας καὶ κενόδοξον ἐπαρσιν, καὶ στέφει λαμπρῷ
τῆς χλεύης, καὶ ἐμπαιγμοῦ κοσμηθείς, ὡς ὁ Βασιλεύων πάσης κτίσεως· καθ᾿ ὅσον
γὰρ μέγιστε, ἐταπείνους τὸ φρόνημα, τοσαύτην εἶχες, ἐκ Θεοῦ τὴν ἀντίδοσιν, ἣν
χαρίζεται, τοῖς πτωχοῖς ἐν τῷ πνεύματι. Μέμνησο οὖν δεόμεθα, Ἀνδρέα πανόσιε,
τῶν ἐν βαθείᾳ ἀγάπῃ, ἐπιτελούντων τὴν μνήμην σου, καὶ χάρισμα δίδου,
ταπεινώσεως τὸ μέγα, τοῖς σὲ γεραίρουσι.
Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς
δεήσεώς μου.
Χαίροις
τοῖς οὐρανίοις χοροῖς, ἀμιλληθεὶς σαρκίον φέρων τὸ εὔθραυστον, καὶ ἅπασιν ἐκδιδάσκων,
κατορθωτὴν τὴν ὁδόν, ἣν ὁ Πανοικτιρμῶν καθυπέδειξε, γενόμενος ἄνθρωπος, ἵνα
σώσῃ τὸν ἄνθρωπον, θείᾳ κενώσει, καὶ θανάτῳ ἀσχήμονι, οὗ τὴν μίμησιν, ἐξελέξω
μακάριε· χαῖρε Ἀνδρέα ὅσιε, σαλῶν θεῖον προτύπον, καὶ νομιζόντων νοῦν ἔχειν, ὁ
ταπεινῶν ἅπαν φρύαγμα, Χριστὸν μὴ ἐλλίπῃς, ἱκετεύειν δωρηθῆναι, ἡμῖν τὸ ἔλεος.
Δόξα.
Ἦχος πλ. β´.
Τὸν
τῆς ἀνδρείας ἐπώνυμον, καὶ τοῦ πρωτοκλήτου συνώνυμον, Βυζαντίου τὸν τρόφιμον
καὶ ἀσκητῶν τὸν ἐφάμιλλον, Ἀνδρέαν τὸν διὰ Χριστὸν σαλὸν ἐπαίνοις τιμήσωμεν·
δι᾿ ἀμυθήτων γὰρ πόνων, καὶ ἀγώνων πλείστων Θεῷ εὐηρέστησε, καὶ εἰς ὕψος
θεωριῶν καὶ ἀποκαλύψεων ἔφθασε, τὰ ἀθέατα ἀῤῥήτως θεασάμενος, καὶ τὰ ἀνήκουστα
ξενοτρόπως ἀκουτισθείς. Πρὸς ὃν βοήσωμεν παῤῥησίαν κεκτημένος πρὸς Χριστόν,
ἱκέτευε, καὶ ἡμᾶς τὰς τοῦ πονηροῦ ἐνέδρας ἐκφυγεῖν καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Νῦν
ἀπολύεις, Τρισάγιον
Ἀπολυτίκιον.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Μωρίαν
ἑκούσιον διὰ Χριστὸν τὸν Θεόν, ἐπόθησας Ὅσιε, τὸν σοφιστὴν ἀληθῶς, μωράνας καὶ
ἤνυσας, μέσον πολλῶν θορύβων, τὸν ἀγῶνα Ἀνδρέα· ὅθεν σε ὁ Δεσπότης, Παραδείσου
πρὸς πλάτος, ἐσκήνωσε πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.
Δόξα.
Ἕτερον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν
μωραῖς προσποιήσεσι καὶ σαλότητι, καθυποτάξαντα πάθη τὰ ψυχοκτόνα σαρκός, καὶ
συντρίψαντα μισόκαλον τὸν δόλιον, ὡς θείου Πνεύματος ναὸν καὶ ὁσίων ἀσκητῶν,
τιμήσωμεν λαμπηδόνα, σοφὸν Ἀνδρέαν, πρεσβείας αὐτοῦ πρὸς Κύριον αἰτούμενοι.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α´ Στιχολογίαν, Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ὡς
ἥλιος λαμπρός, ἐν τῷ μέσῳ τοῦ κόσμου, ἐκλάμπεις μυστικῶς, ἀρετῶν ταῖς ἀκτῖσι,
καὶ ἅπαντας διέλαθες, ἱερῶς βιωσάμενος, ὥσπερ ἄγγελος, μετὰ σαρκὸς θεοφόρε·
ὅθεν χαίροντες, τὴν σὴν γεραίρομεν μνήμην, Ἀνδρέα μακάριε.
Δόξα.
Ὅμοιον.
Μωρὸς
διὰ Χριστὸν, κατὰ Παῦλον τὸν μέγαν, γενόμενος σοφέ, ἐν φρονήσει τελείᾳ, εἰς
τέλος ἀπεμώρανας, τὸν ἀρχέκακον δράκοντα, καὶ τοῦ Πνεύματος, ὤφθης πολύτιμον
σκεῦος, λαμπρυνόμενος, πλούτῳ χαρίτων αὐλῶν, Ἀνδρέα θεόσοφε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὴν β´ Στιχολογίαν, Κάθισμα. Ἦχος γ´. Θείας πίστεως.
Πλήρης
γέγονας, θείας σοφίας, προσποιήσεσι, μωραῖς ἐμφρόνως, διανύων τὸν ἰσάγγελον
βίον σου, καὶ μυστικῶν θεαμάτων ἠξίωσαι, τῶν ἐσομένων προλέγων τὴν ἔκβασιν.
Ἀνδρέα Ὅσιε, Χριστὸν τὸν θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος δ´. Κατεπλάγη Ἰωσήφ.
Κατεπλήττετο
ὁρῶν, τὴν σὴν ἰσάγγελον ζωήν, Ἐπιφάνιος, σοφέ, ὁ φοιτητής σου, ὁ κλεινός, καὶ
τὴν δοθεῖσάν σοι χάριν παρὰ Κυρίου, ὅτι τὰ κρυπτά, ἁπάντων ἔβλεπες, οἷα ἐμφανῆ,
πλουσίᾳ χάριτι, πρὸς ἀρετὴν ἰθύνων τοῖς τρόποις σου, ἐν ἀποκρύψει τοῦ βίου σου,
Ἀνδρέα μάκαρ· μεθ᾿ οὗ δυσώπει, σῴζεσθαι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον. Κάθισμα. Ἦχος γ´. Τὴν ὡραιότητα.
Σταυρὸν
ἐπ᾿ ὤμων σου, ἀναλαβόμενος, προθύμως ὅσιε κατηκολούθησας, τῷ σταυρωθέντι δι᾿
ἡμᾶς, ἀδίκως μαστιζόμενος, λίθοις τε βαλλόμενος, δαιμόνων προσποιούμενος, ζήσας
ὑπὲρ ἄνθρωπον, μάκαρ βίον ἰσάγγελον διὸ καὶ σὺν ἀγγέλοις χορεύων, μέμνησο μάκαρ
τῶν τιμώντων σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου
αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ´ 17-23). Τῷ καιρῷ
ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ...
Ὁ Ν´ Ψαλμός.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν
ἐγκλημάτων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ
τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἰδιόμελον. Ἦχος β´.
Συνελθόντες
οἱ πιστοί, ἐν εὐφροσύνῃ ψυχῆς, τὴν εὔσημον ἑορτὴν Ἀνδρέου τοῦ θεόφρονος
εὐφημήσωμεν οὗτος γὰρ ἐκτινάξας τὴν φθορὰν τῆς σαρκός, ἐν πόνοις τῆς ἐγκρατείας
εἰς ἄφθαρτον νῦν κατήντησε ζωήν, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Οἱ Κανόνες· τῆς Ἑορτῆς μετὰ τῶν Εἱρμῶν εἰς στ´ καὶ τοῦ Ἁγίου οἱ
ἑξῆς δύω εἰς η´.
Κανὼν πρῶτος.
ᾨδὴ
α´. Ἦχος δ´. Θαλάσσης τὸ ἐρυθραῖον.
Μεθέξει
τῇ πρὸς Θεὸν πανόλβιε, φῶς ἐχρημάτισας, καὶ πρὸς αὐτὸ χωρήσας ἀληθῶς, ἐφετῶν τὸ
ἀκρότατον, τῶν ἀγαθῶν ἀπείληφας, Ἀνδρέα μάκαρ, τὸ ἀκρότατον.
Ἐφέσει
τῇ πρὸς Θεὸν πληρούμενος, πάντα κατέλιπες, διὰ Χριστὸν στενοῦ μένος σοφέ, ὦ
Ἀνδρέα, καὶ εἴληφας, τὰ μηδαμῶς ἐκλείποντα Χριστοῦ βασίλεια, θεόσοφε.
Πλουτήσας
τὰ μηδαμῶς κενούμενα, ποθῶν μακάριε, πλοῦτον καὶ δόξαν πρόσκαιρον σοφέ, καὶ
τρυφὴν διαῤῥέουσαν, καταφρονήσας εὕρηκας τὸν μαργαρίτην, τὸν πολύτιμον.
Θεοτοκίον.
Ὡραίαν
καὶ ἐκλεκτὴν καὶ πάνσεμνον, κατανοήσας σε, ὁ τοῦ Θεοῦ Πανάμωμε Υἱός, σὸς Υἱὸς
ἐχρημάτισεν, υἱοθετήσας χάριτι, τοὺς Θεοτόκον, σὲ γεραίροντας.
Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς· Ἀνδρέαν, τὸν διὰ Χριστὸν σαλὸν
ὑμνέω. Χ.Μ.
ᾨδὴ
α΄. Ἦχος β´. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Ἀνυμνῆσαι, Λόγε τοῦ Θεοῦ,
ἐμμελῶς ἀξίωσον κἀμὲ Σὸν δοῦλον, Ἀνδρέαν τὸν ὅσιον, τὸν περιγελώμενον,
ἐμπαιζόμενον καὶ ἀδίκως τυπτόμενον διὰ Σὴν ἀγάπην κράζοντα· Χριστὲ σαφῶς
δεδόξασαι.
Νικηφόρον ἔσχες ποδηγόν,
ἱερέα ἔνθεον ναοῦ Ἁγίας Σοφίας, θεσπέσιε, ἐν τοῖς σοῖς παλαίσμασι πρὸς
ἀπόκτησιν ἀρετῆς ὑπὲρ ἔννοιαν, θαυμαστὲ Ἀνδρέα, κλέϊσμα λαμπρὸν Χριστοῦ τῆς
πίστεως.
Δεῦτε, Σκύθην πάντες ἱερόν,
ὕμνοις εὐφημησωμεν, Ἀνδρέαν πάνυ, σαλὸν προσποιούμενον ἐν τῇ Βασιλίδι, οὗ τὰ
σκάμματα οὐρανόθεν ηὐλόγησεν ἡ Ἀναστασία, ἡ πανευσθενὴς Φαρμακολύτρια.
Θεοτοκίον.
Ῥῦσαι, Θεοτόκε, συμφορῶν,
σὲ τοὺς μεγαλύνοντας καὶ ἐκζητοῦντας σὴν θείαν ἀντίληψιν, Κεχαριτωμένη,
καταφύγιον τοῦ βροτείου συστήματος καὶ παραμυθία, πάντων θλιβομένων
οὐρανόσδοτε.
ᾨδὴ
γ´. Εὐφραίνεται ἐπὶ σοί.
Προθύμως
πρὸς νοητά, ἐναπεδύσω τοῦ ἐχθροῦ σκάμματα, τρέπων αὐτοῦ φάλαγγας, θεία συμμαχία
τοῦ Πνεύματος.
Ἀνάλωτος
ἡδονῶν, ἀναδειχθεὶς πυρκαίαν ἔσβεσας, ὕλης παθὼν ἄνθραξι, θείων προσευχῶν σου
ἀοίδιμε.
Ταῖς
μάστιξι τῶν εὐχῶν, καὶ ἐγκρατείας ταῖς πληγαῖς, Ὅσιε, τὴν τῶν παθῶν Αἴγυπτον,
σὺ Ἀνδρέα, ὄντως ἐμάστιξας.
Θεοτοκίον.
Ῥυόμενον
τοὺς βροτούς, παρακοῆς τοῦ χαλεποῦ πτώματος, τὸν τοῦ παντὸς Αἴτιον, ἄχραντε
Πανάμωμε τέτοκας.
Κανὼν
δεύτερος. Ἐξηνθησεν ἡ ἔρημος.
Ἐν πόνοις σου σαλότητος,
Ἀνδρέα θειότατε, τὸν θεολόγον καὶ φίλτατον μαθητὴν Χριστοῦ τοῦ Παντάνακτος ἔσχες,
τὸν σὲ ἰσχύσαντα, μακάριε.
Ἀνδρέα, ὥσπερ ἔξηχος ἐβίως
καὶ ἄσωτος ἐν Βυζαντίω ὑπέρσοφε, ὁ ἐχέφρων ὄντως καὶ πάνσεπτος καὶ ἐγκρατής,
ἁγνὸς καὶ θεοφρούρητος.
Νικήσας τὸν ἀλάστορα μωραῖς
προσποιήσεσι ταῖς σαῖς, Ἀνδρέα θεόληπτε, τῶν Ἀγγέλων δήμους κατηύφρανας καὶ πάντων
εὐσεβῶν χοροὺς ἠγλάϊσας.
Θεοτοκίον.
Τῆς ἁμαρτίας καύσωνα εὐχῶν
σου τοῖς νάμασι δρόσισον, Θεογεννήτρια, ὀμβροφόρον νέφος θεοδρόσον πιστῶν τὸ
καταρδεῦον τὰ συστήματα
Κάθισμα.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Πυρᾷ
τῆς ἀσκήσεως δοκιμασθεὶς τὴν ψυχήν, καὶ μέλη τεφρώσας σου τὰ ἐπὶ γῆς ἀνδρικῶς,
Ἀνδρέα ἀοίδιμε, ἤχθης ἐν τῇ τραπέζῃ, τῆς ἁγίας Τριάδος, πνέων τὴν εὐωδίαν, τῶν
ἐνθέων ἱδρώτων· ὀσμὴ γὰρ ὑπάρχεις τοῦ Χριστοῦ, μακαριώτατε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ
δ´. Ἐπαρθέντα σε ἰδοῦσα.
Συνωθούμενος
πρὸς τρῖβον δικαιοσύνης, ὑπὸ μωρῶν Ἀνδρέα θείας πρὸς ἐπαύλεις, Ὅσιε κατήντησας,
σωτήριον ἔλλαμψιν, πρὸς Χριστοῦ πλουτήσας πανόλβιε.
Τὴν
καρδίαν σου πυξίον κεκαθαρμένον, ἡ τοῦ ἁγίου Πνεύματος χάρις εὐραμένη, Πάτερ
κατέγραψατο, τελείαν ἀπάθειαν, πίστιν καὶ ἀγάπην ἀνόθευτον.
Νικητικῷ
σε στεφάνῳ, Ἀνδρέᾳ μάκαρ, ὁ βασιλεὺς κατέστεψε πάντων τῶν αἰώνων στησάμενον
τρόπαια, κατὰ τοῦ ἀλάστορος, λίαν θαυμαστὰ καὶ ἐξαίρετα.
Θεοτοκίον.
Ὁ
καθήμενος τῷ θρόνῳ τῷ ἐπηρμένω, χερουβικὸν ὡς θρόνον σε, ἔσχεν ἐν ἀγκάλαις, σοῦ
ἀναπαύσεως, Μαρία πανάχραντε ὁ δεδοξασμένος Θεὸς ἡμῶν.
Κανὼν
δεύτερος. Ἐλήλυθας ἐκ Παρθένου.
Ὁ νοῦς σου, Ἀνδρέα μάκαρ,
πρὸς θεῖον τεινόμενος τῶν προσυλῶν σχέσεων ἀνέδειξέ σε ὑπέρτερον· ὅθεν ξένοις
τρόποις σου Χριστὸν ἐδόξασας, πάτερ, ταπεινώσεως ἄγαλμα.
Νικήσας τὸν παλαμναῖον
μωραῖς προσποιήσεσι, προσευχαῖς ἀόκνοις σου καὶ κακουχίαις καὶ θλίψεσι, νίκης
στέφος εἴληφας, Ἀνδρέα σοφώτατε, ἐκ χειρῶν τοῦ σὲ ἐνισχύσαντος.
Δυνάμει Χριστοῦ, Ἀνδρέα,
δαιμόνων ἠσθένησας ζοφερὰ τοξεύματα ἐνδυναμούμενος, ὅσιε, τὴν ψυχήν, καὶ
τάγματα πιστῶν κατηγλάϊσας, πόθῳ νῦν τιμῶντα τὴν μνήμην σου.
Θεοτοκίον.
Ἱλέωσαι τοῖς τὸν Τόκον ἡμῖν
μακαρίζουσι σὲ ἀπαύστως, Δέσποινα, Θεογεννῆτορ πανύμνητε, ἱεροῖς μελίσμασι καὶ
πίστει κραυγάζουσι· Δόξᾳ τῇ δυνάμει Σου, Κύριε.
ᾨδὴ
ε´. Σὺ Κύριέ μου φῶς.
Ὑπέρφωτον
αὐγήν, σὺ Ἀνδρέα δεξάμενος, ὡς ἥλιος καθωράθης, τῶν δαιμόνων τὸ στῖφος, Ἀνδρέα,
μειωσάμενος.
Τῷ
ἔρωτι Χριστοῦ, ἐπτερώθης ἀοίδιμε, τοὺς ἔρωτας δαιμόνων, ὡς ἀφροὺς θαλαττίους,
σοφῶς ἀποκρουσάμενος.
Δυνάμει
θεϊκῇ, τὴν ψυχὴν δυναμούμενος, ἠσθένησας τῶν δαιμόνων, τὰ τόξα καὶ τὰ βέλη
Ἀνδρέα πανσεβάσμιε.
Θεοτοκίον.
Ῥοῦς
ἕστη τῆς φθορᾶς, ἡ Παρθένος· ἀφθόρως γὰρ ἐκύησε Θεὸν Λόγον, ὑπὲρ φύσιν καὶ
λόγον, Παρθένος διαμείνασα.
Κανὼν
δεύτερος. Μεσίτης Θεοῦ.
Ἀνδρέα σοφέ, ὁ
συναυλιζόμενος ἀγέλαις κυνῶν, ἐν ταῖς ῥύμαις Πόλεως, καὶ τῶν ἐπαιτῶν ταῖς
ὁμηγύρεσιν, ἠξιώθης Ἀγγέλοις σὺν τοῖς χοροῖς εὐφραίνεσθαι.
Χάριτι Θεοῦ διήνυσας βίον
σου, καθάπερ μωρὸς καὶ τῆς ἐπαιτείας σου ξένως διεμοίραζες τὰ ἀργύρια σὺν
κολάφοις, Ἀνδρέα, ἵνα σαλόν σε νομίσωσι.
Ῥάβδῳ
σῆς σοφίας, Ἀνδρέα, προσείλκυσας τῶν θείων Γραφῶν γνώστην Ἐπιφάνιον, ὅνπερ ἐν
ἀγῶνι καλῷ ἐνίσχυσας καὶ οὗ μέλλον, Ἀνδρέα, τὸ εὐκλεὲς προεώρακας.
Θεοτοκίον.
Ἰοβόλα
βέλη ἐχθροῦ ἀπεδίωξας, ἀσπίδι τοῦ σοῦ Τόκου ἐκ τοῦ γένους τῶν βροτῶν, Παρθένε
Θεογεννήτρια, τὸ νῦν ὕμνοις εὐτάκτοις καὶ μελίχροις μακαρίζον σε.
ᾨδὴ
στ´. Θύσω σοι μετὰ φωνῇς.
Ὁ
νοῦς σου, ὁλικῶς πρὸς τὸ θεῖον τεινόμενος, ταῖς ἀνενδότοις μελέταις, σαρκικῆς
στοργῆς ἐνετρύφησεν, ἀγαθῶν σοι, ὦ Ἀνδρέα, προξενῶν τὴν ἀντίδοσιν.
Μωρίαν,
προσποιήσει σοφῶς ὑποκρίνεσαι, τὸν σοφιστὴν τῆς κακίας, ἐκμωραίνων μάκαρ
σεσοφισμέναις, ἐνεργείας, τοῦ τὰ πάντα σοφίζοντος Πνεύματος.
Ὑπάρχων,
σαρκικῶς φρονημάτων ἀνώτερος, τὸν λογισμὸν οὐκ ἐτρώθης, τῶν πορνῶν ἐν μέσῳ
ἱστάμενος, ἀπαθείας τὴν στολὴν γὰρ Ἀνδρέα ἐνδέδυσαι.
Θεοτοκίον.
Στόματι,
λογισμῷ καὶ καρδίᾳ Πανάχραντε, σὲ Θεοτόκον κηρύττω, διὰ γὰρ σοῦ καταλλαγὴν
ἀπωσμένος, εὑρὸν Κόρη, παραβάσει τὸ πρὶν τοῦ προπάτορος.
Κανὼν
δεύτερος. Ἐν ἀβύσσω πταισμάτων.
Σφοδροτάτου χειμῶνος τὴν
ἔφοδον αἴθριος ὑπέμεινας, Ἀνδρέα ὅσιε, καὶ ἀκλινῶς εὐχόμενος ἄχρι δόμων Ἐδὲμ
ἀναβέβηκας.
Τῆς τρυφῆς Παραδείσου
ἀπήλαυσας δύο ἑβδομάδας, ὦ θεοφορούμενε, καὶ ταύτην διηγούμενος Νικηφόρῳ ὡς
κρίνον ἐμύριζες.
Ὁσιώτατε πάτερ, ὑπέμεινας
χάριτι τοῦ Κτίσαντος, Ἀνδρέα, σκώματα, αἰκίας τε καὶ γέλωτας καὶ δεινοὺς
ῥαβδισμοὺς ὥσπερ ἄσαρκος.
Θεοτοκίον.
Νεκταρόβρυτον κρίνον
ἐξήνθησας Λόγον τοῦ Παντάνακτος, Θεογεννήτρια, ἡδῦνον κόσμου σύμπαντα σωτηρίας
ὀδμαῖς, μητροπάρθενε.
Κοντάκιον.
Ἦχος α´. Χορὸς ἀγγελικός.
Τὸν
βίον εὐσεβῶς, ἐκτελέσας θεόφρον, δοχεῖον καθαρόν, τῆς Τριάδος ἐδείχθης, Ἀνδρέα
μακάριε, καὶ Ἀγγέλων ὁμόσκηνος· ὅθεν αἴτησαι τὸν ἱλασμὸν καὶ εἰρήνην, τοῖς
τιμῶσί σε, καὶ ἐκτελοῦσι σὴν μνήμην, δοθῆναι πρεσβείαις σου.
Ὁ
Οἶκος.
Ἄγγελοι
προσποιήσεις τὰς μωράς σου, Ἀνδρέα, ἐθαύμασαν, πανόσιε πάτερ, ὅτι πέλων σοφὸς
ἀληθῶς ὡς σαλὸς ἐβίως, δαιμόνων, ἔξηχος καὶ ἀνο μος· διόπερ νῦν βοῶμέν σοι
ἀξιόχρεως·
Χαῖρε,
ἀπαύγασμα ἐγκρατείας·
χαῖρε,
θησαύρισμα ἀπαθείας.
Χαῖρε,
τοῦ Χριστοῦ ἐν σαρκὶ φέρων στίγματα·
χαῖρε,
τοῦ ἐχθροῦ ὁ συντρίψας φρυάγματα.
Χαῖρε,
πάτερ, ἐνδιαίτημα προσποιήσεων μωρῶν·
χαῖρε,
ἄνερ, καλλιέργημα προσφερθεὶς διὰ Χριστόν.
Χαῖρε,
ὅτι κατεῖδες Παραδείσου τὸ κάλλος·
χαῖρε,
ὅτι ἀνεῖλες ἀρχεκάκου τὸ μένος.
Χαῖρε,
αὐτόπτης τῆς Σκέπης Παρθένου·
χαῖρε,
ὁ λάτρης τοῦ Λόγου Ὑψίστου.
Χαῖρε,
σοφῶς σὺν κυσὶν ὁ βιώσας·
χαῖρε,
σαφῶς ὡς σαλὸς διαπρέψας.
Χαίροις,
Πάτερ θεόληπτε.
Συναξάριον.
Τῇ
ΚΗ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Ἀνδρέου τοῦ διὰ
Χριστὸν σαλοῦ.
Ὁ διὰ Χριστὸν
Ἀνδρέας σαλὸς πάλαι
συνετὸς νῦν
πέφυκεν ἐν τῷ Κυρίῳ.
Ὀγδοάτῃ εἰκάδι
Ἀνδρέας ἔκθανε πυκινόφρων.
Ὁ
μακάριος οὗτος καὶ ὅσιος πατὴρ ἡμῶν Ἀνδρέας, Σκύθης ὧν τῷ γένει, ἐπωλήθη ὡς
δοῦλος ἄρχοντί τινι, τῆς Βασιλίδος τῶν πόλεων, ᾧ ὄνομα Θεόγνωστος, κατὰ μὲν τὸν
βίον αὐτοῦ ἐπὶ τῆς βασιλείας Λέοντος Α´ τοῦ Θρᾳκὸς (457-474), κατὰ νεωτέρους δὲ
ἐρευνητὰς τὸ δεύτερον ἥμισυ τοῦ θ´ αἰῶνος. Ἔχων ἀγαθὴν φύσιν καὶ ὀξεῖαν
διάνοιαν πλεῖστα τῶν μαθημάτων, καὶ δὴ τὰ ἑλληνικὰ καὶ θεῖα, ἐν βραχεῖ
ἐκαρπώσατο, εὔνουν αὐτῷ τὸν Θεόγνωστον προσκτησάμενος, μυρίοις τε ἄλλοις
κεκοσμημένος χαρίσμασιν. Οὕτω τοιγαροῦν διάγων καὶ ὑπὸ πάντων φιλούμενος εἶδε
τὸν Χριστὸν ἐν ὁράματι, καλοῦντα αὐτὸν εἰς τὸν βίον τῆς σαλότητος καὶ λέγοντα:
Τρέχε οὖν τὸν καλὸν ἀγῶνα γυμνὸς καὶ γενοῦ σαλὸς δι᾿ ἐμέ. Ἠκολούθησεν ἔκτοτε τῷ
τραχεῖ τῆς διὰ Χριστὸν σαλότητος βίῳ, ἐμπαίζων τὸν κόσμον ποικίλαις
προσποιήσεσι καὶ σαλότησι καὶ ἐμπαιζόμενος ὑπὸ τῶν ἀνθρώπων, ἄστεγος, πένης καὶ
ξένος, κακοπαθῶν ἐν τῷ καύματι καὶ τῷ ψύχει, ἔχων σύμβουλον ἐν τῇ ἀρχῇ τῶν
ἀγώνων ἱερέα τινὰ τοῦ ναοῦ τῆς τοῦ Θεοῦ Σοφίας Νικηφόρον, ὅστις συνέγραψε καὶ
τὸν κατὰ πλάτος θαυμαστὸν αὐτοῦ βίον, συνόμιλόν τε καὶ μαθητὴν εὐγενῆ καὶ ἄμεμπτον
νέον, Ἐπιφάνιον καλούμενον, οὗ προεῖπεν ὁ ὅσιος τὴν εἰς πατριάρχην ἀνάδειξιν.
Προσευχομένου ποτὲ τοῦ ἰσαγγέλου Ἀνδρέου ἐν τῷ ναῷ τῶν Βλαχερνῶν, παρόντος καὶ
τοῦ Ἐπιφανίου, ὠράθη αὐτοῖς ἡ Ὑπεραγία Θεοτόκος, εἰσερχομένη ἐν τῷ ναῷ μετὰ
συνοδίας Ἁγίων καὶ εἶτα ἀπὸ τῆς πύλης τοῦ Ἱεροῦ Βήματος ἁπλοῦσα τὸ μαφόριον
Αὐτῆς ὡς σκέπην ἐπὶ τὸν περιεστῶτα λαόν. Τὸ δρᾶμα αὐτὸ τοῦ Ὁσίου ἐστάθη αἰτία,
ἵνα ὁρίσῃ ἡ Ἐκκλησία τὴν ἑορτὴν τῆς Ἁγίας Σκέπης, ἀγομένην τὸ πάλαι τῇ α´
Ὀκτωβρίου, νῦν δὲ τῇ κη´ τοῦ αὐτοῦ μηνός. Προϊδὼν τὸ τέλος αὐτοῦ, πολλά τε περὶ
τοῦ τέλους τῆς Βασιλίδος καὶ τοῦ Ἀντιχρίστου διδάξας, ἀσπασθεὶς καὶ χαιρετήσας
τὸν Ἐπιφάνιον ἐπορεύθη εἰς τὸν συνήθη αὐτῷ τόπον, ἔνθα ἄστεγος μετὰ τῶν κυνῶν
ἔζη, καὶ ἀνακλιθεὶς ἐπὶ τῆς γῆς παρέδωκε τὸ πνεῦμα αὐτοῦ, μετατεθεὶς εἰς τὴν
θαλπωρὴν καὶ γλυκύτητα τοῦ Παραδείσου, οἰκίαν ἀχειροποίητον ἐν οὐρανοῖς
κτησάμενος καὶ πρεσβεύων ἀπαύστως Χριστῷ τῷ Θεῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς,
Ἐπισκόπου Μελιτινῆς.
Ὡς εὐτυχῶς σὺ
εὐτύχησας, τρισμάκαρ,
Θείαις τετευχώς,
Εὐτυχές, κληρουχίας.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος.
Ἑλικωνὶς
τμηθεῖσα τὴν κάραν ξίφει,
Οὐχ Ἑλικῶνα,
ἀλλ᾿ Ἐδὲμ τρυφὴν ἔχει.
Αὕτη
ἧν ἐπὶ Γορδιανοῦ καὶ Φιλίππου τῶν Βασιλέων, ἐκ πόλεως Βυταλίας ἐν ἄλλοις, Θεσσαλονίκης.
Συσχεθεῖσα δὲ, καὶ πρὸς Περίνιον τὸν Δοῦκα Κορίνθου ἀχθεῖσα, καὶ τοῖς εἰδώλοις
θῦσαι μὴ πεισθεῖσα, ἀλλὰ τὸν Χριστὸν ἀληθῆ ὄντα Θεὸν κηρύξασα, πρῶτον μὲν
δεσμεῖται τοὺς π’΄οδας ἐν ζυγῷ βοῶν καὶ πτερνίζεται. Εἶτα, λυθέντος μολύβδου
καὶ ἀσφάλτου καὶ πίσσης, ἐν αὐτοῖς βληθεῖσα, ἀβλαβὴς ἐξέρχεται· καὶ οὕτω
ξυρᾶται τὴν κεφαλὴν, καὶ πῦρ φέρει καθ’ ὅλου τοῦ σώματος. Ἀνελθοῦσα δὲ, καὶ εἰς
τὸν ναὸν τῶν εἰδώλων εἰσελθοῦσα, τὸ τῆς Ἀθηνᾶς ξόανον, καὶ τοῦ Διὸς, καὶ τοῦ
Ἀσκληπιοῦ δι’ εὐχῆς κατέῤῥάξεν εἰς γῆν· εἶτα τέμνεται τοὺς μασθοὺς. Διαδεξαμένου
δὲ τὸν τύραννον Ἰουστίνου τοῦ Ἀνθυπάτου, ἀχθεῖσα καὶ πρὸς αὐτὸν ἡ Μάρτυς, καὶ
μὴ πεισθεῖσα τοῖς εἰδώλοις σπονδὰς ἐνεγκεῖν, ἐν καμίνῳ ῥίπτεται· τῆς δὲ φλογὸς
μὴ ἁψαμένῃς αὐτῆς, ἀλλ’ ἐκ τῶν στρατιωτῶν ἑβδομήκοντα ἄνδρας λυμηναμένης, ἐν
κραββάτῳ πυρωθέντι ἁπλοῦται. Ἐπιφανέντων δὲ τῶν Ἀρχαγγέλων Μιχαὴλ καὶ Γαβριὴλ,
τὰς ἐκτακείσας αὐτῆς ἐν ταῖς βασάνοις σάρκας ὑγείωσαν· ἀλλὰ καὶ ἔτι, ἀβλαβὴς
διαφυλαχθεῖσα, θηρίοις ἐκδίδοται· ὧν οὐδενὸς αὐτῆς ἁψαμένου, ἐκ τῶν ὑπηρετούντων
δὲ μᾶλλον δι’ αὐτῶν ἀναιρεθέντων ἀνδρῶν ρκ΄ τὴν διὰ ξίφους ἀπόφασιν δέχεται·
καὶ οὕτως ἐν οὐρανοῖς στεφηφόρος ἀνέρχεται.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τῶν Ἁγίων Μαρτύρων Κρήσκεντος,
Παύλου καὶ Διοσκορίδου.
Ἐν τῇ καμίνῳ
Σεδρὰχ Διοσκορίδης,
Μισὰχ δὲ
Παῦλος, Αὐδεναγὼ δὲ Κρήσκης.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ Ἁγίου Ἱερομάρτυρος Ζαχαρίου τοῦ
Προυσαέως, ἀθλήσαντος ἐν ἔτει ͵αωβ´ (1802).
Καὶ Ζαχαρίας
ἀθλητὴς νέος ὤφθη
Ἐχθρὸν
αἰσχύνας παραστάσει γενναίᾳ.
Οὗτος,
ἥτον Ἱερομόναχος ἀπὸ τὴν Προῦσαν, ἐφημέριος εἰς τὴν Ἐκκλησίαν τῆς ἐνορίας ὁποῦ
λέγεται Καγιάμπασι. Ἀλλ’ ἡ κατάχρησις καὶ ἡ πολλὴ μεταχείρησις τοῦ οἴνου, τὸν
ἔκαμεν ἀρνησίχρηστον.Οὗτος λοιπὸν εὐρισκόμενος μεθυσμένος ἐν μιᾷ τῶν ἡμερῶν,
καὶ ἔχων ἔκστασιν τῶν ὀρθῶν λογισμῶν, καὶ παραφροσύνην καὶ τὐφλωσιν τοῦ νοὸς,
ὑπῆγε καὶ ἠῥνήθη τὸν Ποιητὴν καὶ Σωτῆρα του Ἰησοῦν Χριστὸν, καὶ ἐδέχθη τὴν
πλάνην καὶ τὴν ἀσέβειαν τῶν Ἀγαρηνῶν. Ἀλλἀ ὅταν ἥῥθς εἰς ἑαυτὸν, παρουσιάστηκε
εἰς τὸν Κριτὴν, ἐπέταξε τὸ σαρίκιον καὶ ὁμολόγησεν τὴν πίστιν του εἰς τὸν
Χριστὸν. Τότε, ἐβλήθῃ εἰς τὴν εἰρκτὴν. Μένοντας στἐῤῥεος εὶς τὴν ἀπόφασίν του,
οἱ ἀλλόπιστοι τὸν ἔδειραν ἀνελέητα, ἔσφιξαν τὴν κάραν του με πυρακτωμένα
σίδηρα, ξερίζωσαν τοὺς ὅνυχας τῶν ἄκρων του μὲ μυτερὰ καὶ κοφτερὰ καλάμια, καὶ
ἐξάρθρωσαν τᾶς χεῖρας του. Συνέχιζε ὅμως ὁ Ἅγιος νὰ μένει στέῤῥεος εὶς τὴν
πίστιν του, τὸν ἀποκεφάλισαν εἰς τᾶς 28 Μαιου 1802, ἔτῶν 38.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ Ἁγίου Νεομάρτυρος Δημητρίου ἢ
Μήτρου τοῦ ἐκ Πελοποννήσου καταγόμενου καὶ ἀθλήσαντος ἐν ἔτει ͵αψϞδ´ (1794) ἀπὸ
Χριστοῦ.
Ὁμολογήσας
Χριστὸν λαμπρῶς ὁ Δημήτριος,
Μάρτυς
ἐδείχθη ἐκτμηθεις τὸν αὐχένα.
Οὗτος
ἥτον ἀπὸ τὸν Μωρέα, εὐσεβῶν γονέων υἱὸς, ὤν δὲ μικρὸν παιδίον, ἔως ἔνδεκα ἐτῶν,
διὰ τὴν νηπιοφροσύνην του ἠπατήθη ἐκ τῶν Ἀγαρηνῶν, καὶ ἠρνήθη τὸν Χριστὸν, καὶ
ἔγινεν Τοῦρκος, καὶ αὐξάνων εἰς τὴν ἡλικίαν προσεκολλήθη εἰς διαφόρους Πασσάδες
καὶ μὲ παρέλευσιν χρόνων προεβιβάσθη εἰς διάφορα Ὀφφίκια, εἰς τρόπον ὅτι ἔγινε καὶ
Ἰμπροχώραγας, ἤτοι Ἕπαρχος. Ὅμως, ἐλθὼν εἰς ἑαυτὸν, ἥλθεν εἰς τὴν Τριπολιτςὰν,
καὶ πωλήσας ὅλα τὰ περὶ αὐτὸν εὑρισκόμενα, ἐπῆγεν εἰς τοὺς συγγενεῖς του, καὶ
ἐξομολογηθεὶς εἰς Πνευματικὸν τὴν ἁμαρτίαν του, ἔκαμε τὴν πρέπουσαν διόρθωσιν,
κατὰ τὴν ἱερὰν τάξιν τῆς Ἐκκλησίας μας, καὶ οὕτως ἐπολιτεύετο ὡς εὐλαβὴς καὶ
θεοφοβούμενος Χριστιανὸς χρόνους δέκα. Ἐγνωρίσθη ὅμως ὑπὸ τινων γνωρίμων του
Ἀγαρηνῶν εἰς Μυστρὰν, οἱ ὁποῖοι ἔπιασαν αὐτὸν, καὶ τὸν ἔφεραν εἰς τὸν Ἡγεμόνα
τὴς Τριπολιτσὰς. Μένοντας ὅμως στέῤῥεος ὁ Ἅγιος εἰς τὴν πίστιν του, ἐκλείσθῃ
εἰς τὴν εἰρκτὴν καὶ ἐν τἐέλει ἀπεκεφαλίσθῃ ἐν ἔτει 1794, Κυριακὴ τὴς
Πεντηκοστὴς.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
Ἀλεξάνδρου ἐπισκόπου Θεσσαλονίκης.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικήτα,
Ἀρχιεπισκόπου Χαλκηδόνος.
Τῇ
αὐτῇ ἡμέρᾳ μνήμῃ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰγνατίου
Ἐπισκόπου Ῥοστοβίας τοῦ θαυματουργοῦ.
Ταῖς
αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ´. Ἐν τῇ καμίνῳ.
Κεκρατημένος,
μάκαρ θεομιμήτῳ θείᾳ στοργῇ, ἄλλους εἰς τὸ σῴζειν περιχαρῶς ἑαυτὸν βοῶν
ἐξέδωκας· εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σοῦ Κύριε.
Μισήσας
κόσμον, καὶ τὰ ἐν κόσμῳ ἰσάγγελον βίον ἠρετίσω μάκαρ, καὶ τῇ στοργῇ τοῦ Κυρίου
πυρπολούμενος, συνετὼς ἐψαλλας· εὐλογημένος εἰ ἐν τῷ ναῷ τῆς δόξης σοῦ Κύριε.
Κατακρατήσας,
ἐρως ὁ θεῖος, Πάτερ, σοῦ ὁ τὴν ψυχήν, ἐνεποίει πόνων ἀσκητικῶν, ἐκβοὰν σὲ
προτρεπόμενος, εὐλογημένος εἰ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον.
Ἀνακληθεῖσα
ἡ ἀνθρωπότης διὰ σοῦ Ἁγνή, πρὸς τὴν ἀφθαρσίαν γέγονε κοινωνός, Παναγία θείας
φύσεως, εὐλογημένη σὺ ἐν γυναιξὶ ὑπάρχεις Πανάμωμε Δέσποινα.
Κανὼν
δεύτερος. Ἀντίθεον πρόσταγμα.
Σαλότητος τρόποις σου τοῖς
ξένοις ὤφθης, Ἀνδρέα, κυάθιον τοῦ Παρακλήτου Πνεύματος χρυσοῦν καὶ πολύτιμον,
ἀσκητικῆς ἀγωγῆς μάργαρον, θεόπνευστε, δικαία τυμβωρύχου ὄντως ἐκτύφλωσις.
Ἁγνείας φυτούργημα καὶ
μυροβόλον σεμνότητος κύμινον, τὴν οἴησιν ἀπέβαλες ἑκὼν καὶ ἠγάπησας μωρίαν διὰ
Χριστόν, ἵνα Τούτῳ φρόνιμος ὀφθῇς σοφὲ Ἀνδρέα, τῷ σὲ δοξάσαντι.
Λαμπὰς ἐκ τοῦ στόματος
οὐρανομήκης ἐξήρχετο θείου σου, δηλοῦσα σὴν ὁλόθερμον ἀγάπην πρὸς Κύριον,
Ἀνδρέα θεοειδές, Ὃν δυσώπει πάντοτε ὑπὲρ τῶν εὐφημούντων σὰ κατορθώματα.
Θεοτοκίον.
Ὁ θρόνος ὁ πάνσεπτος τοῦ
Βασιλέως ἁπάσης τῆς κτίσεως, καὶ οἶκος ὁ πανάγιος τοῦ πάντων δεσπόζοντος, ἡ
Θεοτόκος ἁγνή, πόθῳ ἀνυμνείσθω μοι ᾠδαῖς μελισταγέσι καὶ ὕμνοις πρέπουσι.
ᾨδὴ
η´. Χεῖρας ἐκπετάσας Δανιήλ.
Ὁλόφωτος
πέφυκας ἀστήρ, τοὺς ἐν βορβόρῳ παθὼν χειραγωγὼν πρὸς ζωήν, ποιεῖς γὰρ σώφρονας
ἄφρονας, σωφροσύνῃ πολιτεύεσθαι, καὶ ἐκδιώκεις χαλεπὰ βοῶν νοσήματα· εὐλογεῖτε
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὑπάρχων
ἀκέραιος τὸν νοῦν, ἐν ἀποκρύψει σοφῶν, θαυμάτων Ὅσιε, πολλοὺς ἐζώγρησας
παίζεσθαι, διὰ Κύριον ἑλόμενος, καὶ μυκτηρίζεσθαι βοῶν, καθαρωτάτῃ ψυχῇ·
εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τεσσαράκοντα
νήστις ἡμέρων, ἀνύων δίαυλον, Πνεῦμα τὸ ἅγιον εἶχες σιτίζον σε, Ὅσιε, οὐρανίαν
ἀγαλλίασιν· ᾧ γεγηθότι ἐψαλλες Ἀνδρέᾳ πνεύματι· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν
Κύριον.
Θεοτοκίον.
Ῥυόμενος
ἐλαμψεν ἡμῖν, ἐκ σοῦ ὁ Κύριος Παρθένε ἄχραντε, ὃν καθικέτευε πάντοτε, τοῦ
φωτίσαι τοὺς ὑμνοῦντάς σε, καὶ περιστάσεως ἡμᾶς ἀπολυτρώσασθαι τοὺς βοῶντας·
πάντα τὰ ἔργα εὐλογεῖτε τὸν Κύριον.
Κανὼν
δεύτερος. Κάμινός ποτε.
Νύκτωρ, θεαυγὲς Ἀνδρέα, τῷ
Κυρίῳ καὶ Λυτρωτῇ σου προσευχόμενος, τὸ πνεῦμα ἀνέτεινας πρὸς Αὐτόν, καὶ χάριν
εἴληφας πάντα γιγνώσκειν, πάτερ, ἐσόμενα, ἃ Ἐπιφανίω σεπτῷ ἀπεκάλυπτες.
Ὕψωσον τὰς σὰς παλάμας πρὸς
τὸν Κτίστην, ὑπὲρ τῶν πίστει ἐκτελούντων σου τὴν μνήμην τὴν πάντιμον, καὶ
φοιτώντων τῷ τεμένει σου, Ἀνδρέα σῶφρον, τῷ ἐν τῷ Ἄθωνι, ἵνα βίου κρείττονος
τύχωσι τάχιστα.
Μέσον γυναικῶν, Ἀνδρέα,
πανασέμνων, σεμνέ, διέκεισο ὡς ἄσαρκος, προβάλλων τὴν νέκρωσιν Ἰησοῦ Χριστοῦ,
ἐν μέλεσι τοῖς σοῖς καὶ ψάλλων ἐκθύμως ἤσκησας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν
Κύριον.
Θεοτοκίον.
Νεῦσον ταῖς ἡμῶν δεήσεσι,
Παρθένε, σαρκὸς ὀρέξεις καταπαύουσα σὺ γὰρ Μητροπάρθενε, πέλεις χοϊκῶν
ἀντίληψις, τῶν ἐκβοώντων τρανῶς τῷ Τόκῳ σου· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν
Κύριον.
ᾨδὴ
θ´. Λίθος ἀχειρότμητος.
Ὅλῃ
τῇ Τριάδι προθύμως, ἀνατεθεὶς ἀπὸ καρδίας, καὶ τὰς ἐξ αὐτῆς μαρμαρυγὰς
ἀγαθοδότως ὑποδεξάμενος, φωτοειδὴς γενόμενος, Ἀνδρέα, ταύτῃ νῦν παρίστασαι.
Πόθῳ
θεϊκῷ τετρωμένος, καὶ τῇ ἀγάπῃ συνημμένος, τῶν ἐλπιζομένων ἀγαθῶν ἐν μετουσίᾳ
Ἀνδρέα γέγονας, καὶ μακαρίαν εἴληφας, θεομακάριστε ἀπόλαυσιν.
Ὁ
τὰς τοῦ ἐχθροῦ μεθοδείας, γυμνώσει σώματος πατήσας, πάθη τῆς σαρκός τε
νεκρώσας, καλῶν ἰδέαις καταστραπτόμενος, πρὸς οὐρανὸν ἐχώρησας, Ἀνδρέα νῦν
ἐπαγαλλόμενος.
Θεοτοκίον.
Σῶσόν
με τὸν πάντων τεκοῦσα, καὶ λυτρωτὴν καὶ εὐεργέτην, λῦσον τῆς ψυχῆς μου τὰ νέφη,
Κυρία πάντων ἁγία Δέσποινα, καὶ δυνατὸν ἀπέργασαι, κατὰ παθὼν πολεμούντων με.
Κανὼν
δεύτερος. Ἀνάρχου Γεννήτορος.
Ἐγένου τοῖς μέροψι καὶ τοῖς
Ἀγγέλοις θέατρον ἐν μωρίᾳ ἀνύσας, Ἀνδρέα, βίον σου, ἔμφρον, ἀφροσύνῃ τε ἄκρᾳ,
τοῖς μὲν σοῖς πόνοις ἐκπληττομένοις, τοῖς δὲ ἀσπλάγχνως σε κολαφίζουσι καὶ
τύπτουσιν.
Ὦ πάτερ θεόληπτε, ὁσίων
θάμβος ἄῤῥητον, νῦν οὐρανοπολίτης, Ἀνδρέα, περίδοξος πέλων μονοτρόπων χορείας,
ἀεὶ ἰθύνεις πρὸς σωτηρίαν τοῖς σὲ τιμῶσιν ὡς ἀπλανέστατον ἰθύντορα.
Χριστὸν ἐπεπόθησας ἐξ ὅλης
τῆς καρδίας σου καὶ Αὐτοῦ τὴν μητέρα, Ἀνδρέα, ἑώρακας, σκέπουσαν αὐτῆς μαφορίῳ
τοὺς εὐσεβοῦντας ἐν ταῖς Βλαχέρναις, καὶ πάντα χριστώνυμον ὕμνοις θείοις σε
γεραίροντας.
Θεοτοκίον.
Μετάνοιαν δίδου μοι γνησίαν
σαῖς δεήσεσι, Θεοτόκε Παρθένε, Ἀνδρέαν τῷ μέλποντι, καὶ λαμπρῶς τελοῦντι τὴν
μνήμην αὐτοῦ τὴν θείαν καὶ σεβασμίαν, πιστῶν ὁμηγύρεως ἡ στεῤῥὰ κρηπὶς θεώσεως.
Ἐξαποστειλαριον.
Ἦχος γ´. Ἓν πνεύματι τῷ ἱερῷ.
Ὑπερτέρα
καὶ τοῦ νοός, ἡ καρτερία σου Πάτερ, διὸ καὶ μισθοὺς μείζονας ἐκ Θεοῦ ἐκομίσω,
Ἀνδρέα ὦ Θεομάκαρ, τῶν Ὁσίων σύσκηνε, καὶ νοῶν τῶν οὐρανίων, τοὺς τιμῶντάς σε
πιστῶς, ἐπιθυμίας τῶν παθῶν, ῥῦσαι ταῖς σαῖς μεσιτείαις.
Καὶ
τῆς Ἑορτῆς.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν
στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου
θαύματος.
Ἀνδρέα
μάκαρ ἀοίδιμε, ἱερωτάτην ψυχήν, θεοφρόνως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας,
θείᾳ πίστει ῥωννύμενος, καὶ δι᾿ ἀγάπης Θεῶ ἑνούμενος, τῇ τῶν πραέων γῇ
κατεσκήνωσας, ὡραϊζόμενος ἀρετῶν λαμπρότησιν ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι,
πανηγυρίζομεν. (δίς)
Πάτερ
Ἀνδρέα τρισόλβιε, διὰ πολλῶν πειρασμῶν, καὶ συντόνου δεήσεως, τῆς σαρκὸς τὸ
φρόνημα, τῇ ψυχῇ καθυπέταξας, καὶ χαρισμάτων ἔμπλεως γέγονας, τοῦ Παναγίου
Πνεύματος Ὅσιε· ᾧ στηριζόμενος, τῶν πνευμάτων φάλαγγας τῶν πονηρῶν, ἔτρεψας
τοῖς ἄθλοις σου, καὶ καθυπέταξας.
Μάκαρ
Ἀνδρέα ἀείμνηστε, διὰ τὴν ὄντως ζωήν, τῆς παρούσης ἠλόγησας, καὶ τοῖς πόνοις
ἔκδοτον, σοῦ τὸ σῶμα παρέδωκας, πρὸς τὴν ἀγήρω καὶ ἀτελεύτητον, τρυφὴν ἐνθέως
ἀποσκοπούμενος· ἧς καὶ ἐπέτυχες, σὺν ὁσίων τάγμασι διηνεκῶς, θρόνῳ τοῦ
παντάνακτος, νῦν παριστάμενος.
Δόξα.
Ἦχος πλ. α´.
Ἀνδρέα
πανόσιε, σὺ τὴν στενὴν καὶ τεθλιμμένην τρῖβον, ἐξ ἁπαλῶν ὀνύχων διήνυσας, ἐν τῇ
τοῦ Βύζαντος πόλει ὡς παρατετραμμένος διερχόμενος, καὶ τὰ φερέπονα γενναίως
ὑπενεγκών, ὑπὲρ ἥλιον ἔλαμψας, τοῦ ἡλίου τῆς δικαιοσύνης ἐπιποθῶν τὴν βασιλείαν
ἰδεῖν καὶ ἀπολαύσαι ἧς ἐν μετοχῇ γεγονώς, συναυλίζῃ νῦν τοῖς χοροῖς τῶν
ἀσωμάτων. Διὸ πρέσβευε Χριστῷ τῷ θεῷ, λυτρωθῆναι ἡμᾶς, ὁρατῶν καὶ ἀοράτων
ἐχθρῶν, πολεμίων τε βαρβάρων ἀθέων, καὶ παντοίων νόσων ψυχοφθόρων, τοὺς ἐτησίως
τιμῶντας τὴν πανσεβάσμιον μνήμην σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Μεγαλυνάριον.
Σοῦ
ἡ ὑπὲρ ἄνθρωπον βιοτή, ἐξέπληξε νόας, καὶ δαιμόνων τοὺς ζοφερούς, πῶς γυμνὸς
Ἀνδρέα, καὶ ἔξηχον τὸν τρόπον, λαθὼν ἐπολιτεύσω· διὸ τιμῶμέν σε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου