ΑΠΡΙΛΙΟΣ Κ΄!!
ΘΕΟΔΩΡΟΣ ΟΣΙΟΣ ΤΡΙΧΙΝΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου Κογεράκη)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος πλ. β΄.
Τριήμερος ἀνέστης.
Χριστῷ
ἀκολουθήσας πιστῶς, Θεόδωρε ἀσκήσει σου, εἰς θαλάμους τῆς ἀφράτου χαρμονῆς, κατέπαυσας
τῶν πόνων, δεχόμενος τὰ γέρα, καὶ μνημονεύων τῶν ὑμνούντων σε.
Ἀγάπῃ
τοῦ Σωτῆρος Χριστοῦ, Θεόδωρε ὡς ἄγγελος, ἐν τῷ κόσμῳ δι’ ἀσκήσεως στεῤῥᾶς,
σαφῶς ἐπολιτεύσω· διὸ νῦν συγχορεύεις, Ἀγγέλων δήμοις εὐφραινόμενος.
Δυνάμει
τοῦ Τιμίου Σταυροῦ, ἐχθρὸν τὸν πολυμήχανον, ἐτροπώσω καὶ ἀνῆλθες εὐκλεῶς,
ἀσκήσεως τεθρίππῳ, πρὸς ὔψος Βασιλείας, τῶν οὐρανῶν Πάτερ Θεόδωρε.
Ἀσκήσεως
σοφὲ τὸ τραχύ, ἀνδρείῳ καθυπέμεινας, ἐν τριχίνοις περιστείλας εὐσεβῶς, ῥάκεσι
τὸ σαρκίον· διὸ καὶ ἐνεφύσω, δικαιοσύνης τὴν εὐπρέπειαν.
Δόξα.
Ἦχος α΄.
Τὸν
πανεύφημον ἀσκητήν, καὶ μοναστῶν τὸ ἐγκαλλώπισμα, Θεόδωρον ἐν ὕμνοις τιμήσωμεν,
ὅτι τῶν προσκαίρων καταφρονήσας· διὰ Χριστὸν ἐν τῷ κόσμῳ διετέλεσεν, ὡς ἄσαρκος
μετὰ σαρκὸς διαιτώμενος, ἐν κακουχίαις καὶ ἄκρᾳ σκληραγωγίᾳ· διὸ τῆς ἀλήκτου
ἀναψυχῆς, τῶν τῇδε ἀναλύσας κατηξίωται, καὶ παρέστη τῷ Τρισηλίῳ Φωτί, τὸν
φτισμὸν ταῖς ψυχαῖς ἡμῶν αἰτούμενος, καὶ τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ
ἁγνῶν λαγόνων Σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἔφεσιν
πρὸς Χριστόν, ἀνένδοτον πλουτήσας, Θεόδωρε τρισμάκαρ, ὡς πάροικος καὶ ξένος, ἐν
κόσμῳ πεπολίτευσαι.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Γνώσεως
ὑποδύς, τῆς θείας τῇ νεφέλῃ, ἀσκητικοῖς ἀγῶσι, Θεόδωρε κατεῖδες, τὸ φῶς Θεοῦ τὸ
ἄδυτον.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Θείαις
τοῦ Ἰησοῦ, σχολάσας ὑποθήκαις, ὁδὸν τὴν τεθλιμμένην, ἐβάδισας ἐν κόσμῳ,
περιχαρῶς Θεόδωρε.
Δόξα.
Τριαδικόν.
Σῶσόν
με ὁ Θεός, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ἡ Παναγία, πρεσβείαις Θεοδώρου, τοῦ
εὐκλεοῦς Ὁσίου Σου.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
Μαριάμ, τὴν νοητὴν γαλήνην, Χριστὸν φρικτῶς τεκοῦσα, πρὸς σωτηρίας ὅρμον, εὐχαῖς
Σου μὲ κυβέρνησον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Οὐρανίων τῷ πόθῳ πτερωθεὶς τὴν διάνοιαν, πάσης κοσμικῆς συναφείας,
ἐχωρίσθης Θεόδωρε, καὶ ῥάκεσι τριχίνοις σεαυτόν, ὡς βύσσῳ περιστείλας νουνεχῶς,
ἀφθαρσίας ἐνεδύσω, τὸ ἀγλαόμορφον ἔνδυμα· δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ
σὲ ἐνισχύσαντι, δόξα τῷ δείξαντί σε ἱερόν σκεῦος τῆς χάριτος.
Δόξα. Ἕτερον. Ἦχος γ’. Θείας πίστεως.
Δῶρον ἔνθεον, τῆς ἐγκρατείας, σκεῦος ἔμψυχον, τῆς ἀπαθείας,
ἀνεδείχθης θεοφόρε Θεόδωρε, τὸν γὰρ Θεὸν θεραπεύσας τοὶς ἔργοις σου, τῶν παρ'
αὐτῶν δωρημάτων ἠξίωσαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ὁσίου. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος.
Ὅσιε Πάτερ Θεόδωρε,
δῶρον Θεοῦ ἐκλεκτόν, σεαυτὸν προσενήνοχας, ἀγρυπνίαν πάννυχον, καὶ ἀγάπην
στησάμενος, μελέτην θείαν, ἄκραν ταπείνωσιν, ἐλπίδα, πίστιν καὶ καθαρότητα,
ἄκραν συμπάθειαν, ἀληθῆ ἐγκράτειαν, καὶ προσευχήν, στῦλον σε δεικνύουσαν, φωτοειδέστατον.
Πάτερ θεόφρον Θεόδωρε,
καταστολὴν ἀληθῆ, καὶ σωτήριον ἔνδυμα, εὐσεβεῖ φρονήματι, ἐκζητῶν ἐπενδύσασθαι,
τῷ ἐκ τριχίνων ῥακίῳ πάντοτε, σοῦ τὸ σαρκίον, σκέπειν οὐκ ἔλιπες, καὶ
ἀπεγύμνωσας, τοῦ ἡμᾶς γυμνώσαντος, τὰς μηχανάς, σθένει δυναμούμενος, τοῦ θείου
Πνεύματος.
Τῷ σαρκωθέντι Θεῷ
ἡμῶν, ἐκ παναμώμου Μητρός, δι' ἡμᾶς τε πτωχεύσαντι, ὡς πτωχὸν τῷ πνεύματι,
σεαυτὸν προσενήνοχας, θυσίαν ζῶσαν, καὶ ὁλοκάρπωμα, σεπτόν παμμάκαρ, καὶ δῶρον
τίμιον· ὅθεν καὶ ἔλαβες, οὐρανῶν ἀπόλαυσιν, πρὸς ὃν ἀεί, πρέσβευε δεόμεθα, τοῦ
ἐλεῆσαι ἡμᾶς.
Τὸ δυσμενὲς καὶ
ἐπίβουλον, τῆς φθειρομένης σαρκός, ὡς οὐράνιος ἄνθρωπος, ἀσφαλῶς ἐξέκλινας, τὰ
τῆς γῆς παρωσάμενος, καὶ ἁμαρτίαν τὴν ψυχολέτειραν, ἀσκητικοῖς σου πόνοις
ἐξέφυγες· ὅθεν κατέπαυσας, θαυμαστὲ Θεόδωρε ἔνθα Θεοῦ, καταυγάζει πάντοτε, φῶς
τὸ ἀνέσπερον.
Τοῦ ἑκουσίως
πτωχεύσαντος, διὰ τὴν φύσιν ἡμῶν, τὴν πτωχείαν μιμούμενος, θησαυροὺς ἐσύλησας,
ἀσυλήτους τῆς χάριτος, καὶ ταπεινώσει ἐπερειδόμενος, ἀθανασίας εἰς τὰ Βασιλεία,
Πάτερ Θεόδωρε, σεαυτὸν ἀνύψωσας περικλεῶς, ἔνθα νῦν θεούμενος, ἡμῶν μνημόνευε.
Βέλη ἐχθροῦ τοῦ
ἀλάστορος, ἀσκητικῷ θυρεῷ, καρτερῶς ἐναπέκρουσας, ἐγκρατείᾳ ἔφοδον, τῶν παθῶν
κατετρόπωσας, καὶ τῶν δακρύων καταρδευόμενος, ψυχὴν τοῖς ὄμβροις,
ἐκαρποφόρησας, Πάτερ Θεόδωρε, κρείττονα τῶν δωρεῶν, τοῦ Θεοῦ ὡς ἔνθεος, αὐτῶν
ἐπώνυμος.
Δόξα.
Ἦχος πλ. β΄.
Τῷ στερεώματι τῆς τοῦ
Χριστοῦ Ἐκκλησίας, ὡς ἑωσφόρον ἀνέσπερον λάμποντα, ἡ χάρις σε τοῦ Παρακλήτου
ἀνέδειξε, Θεόδωρε Πάτερ ἀοίδιμε· διὸ οἱ εὐσεβεῖς συναθροισθέντες, ἐν τῇ μνήμῃ
σου ἑορτάζομεν λέγοντες· χαίροις, ὁ τῷ πόθῳ τοῦ Χριστοῦ, πυρποληθεὶς ἀστέκτως
τὴν καρδίαν, καὶ σχέσεις ἡδονῶν παντοδαπῶν, ὡς πλήρης συνέσεως καταλείψας·
χαίροις, ὁ ἀγρύπνῳ λογισμῷ, παθῶν ἐπαναστάσεις κατακοιμίσας, καὶ ἀπαθείας τὴν
φαιδράν, ἡμέραν φθάσας τοῖς ἀγῶσί σου· χαίροις, ὁ ἑκατοστεύοντα καρπόν, τῷ
γεωργῷ τῶν ψυχῶν προσενεγκών, ἀσκητικῶς γεωργηθείς, ὡς γῆ εὐφορωτάτη. Ἀλλὰ
πρέσβευε δεόμεθα Χριστῷ, ὡς παῤῥησίαν πολλὴν πλουτήσας, τὴν εἰρήνην τῷ κόσμῳ
δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 4, 7-15)
Δίκαιος ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν
ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες
ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι
χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (ε´ 15-23, στ´ 1-3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι,
καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο
λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν.
Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ
σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ
γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ
δυναστεία παρὰ Ὑψίστου.
Λιτή.
Ἦχος α΄.
Δεῦτε δημαγωχηθῶμεν οἱ
πιστοί, πρὸς ἑόρτιον σήμερον αἴνεσιν, τοῦ τῶν θεϊκῶν δωρεῶν ἐπωνύμου, Θεοδώρου
τοῦ παμμάκαρος· ἐπέφανε γὰρ ἡμῖν, διὰ τῆς ἐτησίου αὐτοῦ μνήμης, ἐν τοῖς ὠσὶ τῶν
καρδιῶν ἡμῶν, σωτηρίας ἀναφθεγγόμενος ῥήματα· ὅεθν δαυϊτικὴν ἀναλαβόντες ῥῆσιν,
αὐτῷ ἐν κατανύξει βοήσωμεν· μακάριος εἶ Πάτερ παμμακάριστε, καὶ τὸ μνημόσυνόν
σου εἰς γενεὰν καὶ γενεάν, ὅτι τῇ ὑπὲρ φύσιν πολιτείᾳ σου, τῆς αἰωνίου Θεοῦ
Βασιλείας, τῶν μεγίστων μυστηρίων πεπλήρωσαι, οἷα δὴ φῶς ἐκλάμπων τοῖς πέρασι,
τὴν χάριν τῶν μεγίστων θαυμάτων σου, δι’ ἧς καταυγάζεις τοὺς μελῳδοῦντας·
Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός, ὁ θαυμαστὸς ὑπάρχων, ἐν τῷ χορῷ τῶν Ὁσίων Σου.
Ἦχος
β΄.
Σήμερον ἡ γῆ
πανηγυρίζει, ἐπὶ τῇ πανσεβάστῳ σου μνήμῃ, Θεόδωρε θεράπον Χριστοῦ· διὸ καὶ
ἡμεῖς συνελθόντες, πνευματικήν σοι χορείαν ἱστῶμεν, καὶ πίστει θερμῇ
ἐπαινοῦντές σε, διατόρως κραυγάζομεν· χαίροις, ὁ γνώμῃ ἱλαροτάτῃ, θεραπεύσας
τὸν Θεόν, ὡς παρεπίδημος ἐπὶ γῆς βιοτεύσας, τῇ προσδοκίᾳ τῆς αἰωνίου ζωῆς·
χαίροις, ὁ ἐν βίῳ σου παντί, τριχίνοις περιστείλας τὸ σῶμα ῥάκεσι, καὶ σεαυτῷ
σεπτῶς ἐξυφάνας, τῆς θεώσεως τὸ φωτεινὸν περιβόλαιον· χαίροις, ὁ τῆς σαρκὸς τὰ
πάθη, ἐγκρατείᾳ συντόνῳ ἀπομείωσας, καὶ χάριν οὐρανόθεν ἰατρεύειν νοσήματα.
Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πολλήν, ὑπὲρ μὴ ἐλλίπῃς πρεσβεύων, τῶν ἀνακειμένων τῇ
προστασίᾳ σου.
Ἦχος
γ΄.
Ὅσιε Πάτερ Θεόδωρε,
ὥσπερ παρόδιον σκηνήν, τὴν ἐπὶ γῆς ἀναστροφὴν ἐπιγμούς, τοῦ κόσμου καὶ τῶν ἐν
κόσμῳ κατεφρόνησας· διὸ καὶ ἐν νεαρᾶς ἡλικίας, ἐπωμάδιον τὸν Σταυρὸν ἀναλαβών,
τῷ δι’ ἡμᾶς σταυρωθέντι, ἀσκητικῶς κατηκολούθησας· ὅθεν τὴν στενοτάτην καὶ
τεθλιμμένην ὁδόν, ἐν τῇ ἐλπίδι τῶν ἐλπιστῶν σοι ἀγαθῶν, ἐν ἄκρᾳ σκληραγωγίᾳ
διοδεύσας, πρὸς πλατυσμὸν οὐρανίου λαμπρότητος, χάριτι τοῦ πανοικτίρμονος Θεοῦ,
ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει κατήντησας. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν πολλήν, τὴν
εἰρήνην ταῖς ψυχαῖς ἡμῶν αἴτησαι.
Ἦχος
δ΄.
Ὅσιε Πάτερ Θεόδωρε,
πλοῦτον τε δόξαν καὶ γένους περιφάνειαν, τῇ τοῦ Κυρίου ἀγάπῃ καταλιπών, τὸν
ζυγὸν τῆς ἀσκήσεως ἀνέλαβες, ἀμέτρῳ σκληραγωγίᾳ ἑαυτὸν ὑποβαλλών, ὡς νεκρὸς
φαίνεσθαι τῷ κόσμῳ. Τριχίνοις γὰρ ῥάκεσι τὸ σῶμα καλυπτόμενος, κρύει τε καὶ παγετῷ
πηγνύμενος, δι’ ὅλης ἡμέρας καὶ νυκτός, ἵστασο αἴθριος προσευχόμενος, καὶ τὸν
ἐν ἐλέει πλούσιον Θεόν, ἐκ καρδίας δαυϊτικῶς προσδεχόμενος· ὅθεν τὴν τῶν
δαιμόνων ἀπάτην παογυμνώσας, ὡς κατ’ αὐτῶν τὴν ἐξουσίαν λαβών, καὶ θαύματα
πολλὰ ἀπεργασάμενος, τὸν Δικαίος πρέποντα ὕμνον κεκοίμησαι· ἐκ δὲ τοῦ τάφου σου
μύρον εὐῶδες, θεϊκῇ εὐδοκίᾳ ἀνέβλυσε, τοῖς κομιζομένοις πρὸς σωτηρίαν
ἐπιτήδειον· διὸ εὐφημοῦμέν σε, τὴν μνήμην σου ἐπιτελοῦντες, καὶ αἰτοῦμέν σε
προστάτην, ἐν δυσχερέσι περιστάσεσιν.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε Πάτερ, τὴν πρὸς
Θεὸν ἀγάπην σου καὶ στοργήν, τῶν ἀσωμάτων Ἀγγέλων αἱ οὐράνιαι τάξεις ἐθαύμασαν.
Μετὰ σώματος γὰρ γηΐνου, τὴν ζωὴν αὐτῶν ἐμιμήσω, ταῖς πρὸς Θεὸν σχολάζων
ἐντεύξεσι, καὶ δι’ ἀμέτρου ἐγκρατείας, ὑπὲρ φύσιν ἐπὶ γῆς διαιτώμενος· ὅθεν ἀγγελικῆς
κατηξίωσαι στάσεως, ὁσίως τῶν φθαρτῶν ἀναλύσας, ἀμέσως τῷ Λυτρωτῇ παριστάμενος,
καὶ θαύματα τοῖς ἐν τῷ κόσμῳ ἐνεργῶν, τῇ χάριτι τῇ ἀφθόνως δοθείσῃ σοι. Ἀλλ’
ἱκέτευε δεόμεθα Χριστόν, ἀξιοθαύμαστε Θεόδωρε, τὴν εἰρήνην τῇ Ἐκκλησίᾳ
δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Μακαρίζομέν Σε,
Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε ὁ διάπυρος Θεοῦ,
ἔρως ἐπυρπόλησε Πάτερ, τὴν δεκτικήν σου ψυχήν, τότε κατεφρόνησας, κόσμου
τερπνότητος, καὶ σαυτὸν πάσης σχέσεως, προσκαίρου χωρίσας, δρόμον τῆς ἀσκήσεως,
χαίρων διήνυσας· ὅθεν τὸ πολίτευμα ἔχεις, νῦν ἐν οὐρανοῖς μετ’ Ἀγγέλων, Ὅσιε
Θεόδωρε ἀοίδιμε.
Στ.: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Βίου
ματαιότητα λιπών, καὶ τῆς ἐγκρατείας καμάτοις ἀπογυμνώσας σαυτόν, ὤφθης
ἱλαρώτατος, εὐχῆς τὸ ἅγιον, ἀλειφόμενον ἔλαιον, τὸ δαίμοσιν πᾶσιν, ὄντως
φοβερώτατον, Πάτερ Θεόδωρε· ὅθεν Ἀθλητὴς ὡς γενναῖος, τῷ ἀμαραντίνῳ στεφάνῳ,
τῆς δικαιοσύνης ἐστεφάνωσαι.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Ἔνδυμα οὐράνιον ζωῆς,
ὡς ἀπεκδεχόμενος Πάτερ, τελειοτάτῳ νοΐ, ἔζησας σκεπόμενος, τριχίνοις ῥάκεσι,
καὶ τοῦ ψύχους καὶ καύσωνος, τὴν ταλαιπωρίαν, χαίρων καθυπέμεινας, ὥσπερ
ἀσώματος· ὅθεν ἀφθαρσίας θεόθεν, τὴν περιβολὴν ἐνεδύσω, τὴν φωτολαμπῆ μάκαρ
Θεόδωρε.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ Θεόδωρε, οἷάπερ κυβερνήτης σοφός, πηδαλίῳ ἐγκρατείας χρησάμενος, τὴν
πολυκύμαντον θάλασσαν αἰσίως, τοῦ παρόντος βίου δέπλευσας, καὶ εἰς λιμένα
προσωρμίσθης ἀσφαλῶς, τὸν εὔδιον ζωῆς τῆς ἀμείνονος· ἔνθα τῆς ὑπὲρ νοῦν γαλήνης
ἀξιούμενος, πρὸς ὅρμον τῶν θαυμάτων σου ὁδήγησον, καὶ ἐκ κινδύνων παντοίων ἐλευθέρωσον,
τοὺς ἀφορῶντας πιστῶς, τῇ ἀντιλήψει σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Οὐρανίων τῷ πόθῳ πτερωθεὶς τὴν διάνοιαν, πάσης κοσμικῆς συναφείας,
ἐχωρίσθης Θεόδωρε, καὶ ῥάκεσι τριχίνοις σεαυτόν, ὡς βύσσῳ περιστείλας νουνεχῶς,
ἀφθαρσίας ἐνεδύσω, τὸ ἀγλαόμορφον ἔνδυμα· δόξα τῷ σὲ καλέσαντι Χριστῷ, δόξα τῷ
σὲ ἐνισχύσαντι, δόξα τῷ δείξαντί σε ἱερόν σκεῦος τῆς χάριτος.
Δόξα. Ἕτερον. Ἦχος γ’. Θείας πίστεως.
Δῶρον ἔνθεον, τῆς ἐγκρατείας, σκεῦος ἔμψυχον, τῆς ἀπαθείας,
ἀνεδείχθης θεοφόρε Θεόδωρε, τὸν γὰρ Θεὸν θεραπεύσας τοὶς ἔργοις σου, τῶν παρ'
αὐτῶν δωρημάτων ἠξίωσαι. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν
τὸ μέγα ἔλεος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν
τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ
σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος,
ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τῶν
θείων δωρεῶν, ὡς ἐπώνυμος Πάτερ, ἀΰλοις δωρεαῖς, ἐκ πηγῆς σοι προσούσαις, ἀεὶ
πλουτοδότιδος, θεομάκαρ Θεόδωρε, καταφαίδρυνον, τοὺς εὐλαβῶς σε ὑμνοῦντας, καὶ
γεραίροντας, ἐν ἱεροῖς ἐγκωμίοις, τὴν ἔνδοξον μνήμην σου.
Δόξα.
Νεκρώσεως
σοφέ, δερματίνους χιτῶνας, ἀπέξεσας τῇ σῇ, ὑπὲρ φύσιν ἀσκήσει· τὸ σῶμα
τριχίνοις γάρ, καλυπτόμενος ῥάκεσι, καθυπέμεινας, μεταλλαγὰς τοῦ ἀερός, ὡς
στἐρῥότατος, τῆς ἐγκρατείας ἀδάμας, παμμάκαρ Θεόδωρε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Ὡράθης
Χερουβίμ, ὑπερέχουσα Κόρη, ἐδείχθης Σεραφίμ, Μαριὰμ ὑπερτέρα, ἀγκάλαις Σου
βαστάσασα, τὸν Δεσπότην τῆς κτίσεως· Ὃν δοξάζουσι, τῶν οὐρανῶν αἱ Δυνάμει· ὅθεν
πάντες Σε, ὡς ἀληθῆ Θεοτόκον, συμφώνως δοξάζομεν.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστοῦ
ἐπωμάδιον φέρων στεῤῥῶς τὸν ζυγόν, τῷ βάρει ἀσάλευτος τῶν πειρασμῶν τῆς σαρκός,
ἐδείχθης Θεόδωρε· ὅθεν πρὸς ἀπαθείας, τὸ περίβλεπτον ὕψος, κούφως διαπετάσας,
τῷ φωτὶ ἐλαμπρύνθης, φαιδρῷ τῷ τρισηλίῳ· διὸ εὐφημοῦμέν σε.
Δόξα.
Δακρύων
οἱ χείμαῤῥοι τὴν καθαράν σου ψθχήν, σεπτῶς ἐπικλύσαντες, γῆν καρποφόρον αὐτήν,
τῆς πίστεως ἔδειξαν, φέρουσαν ὥσπερ στάχυς, τὰς πολλὰς ἀρετάς σου, χάριν τε τῶν
θαυμάτων, ὦ Θεόδωρε Πάτερ· δι΄ ὧν ἐμαρτυρήθης, οὐράνιος ἄνθρωπος.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Ῥοαῖς
τοῦ ἐλέους Σου ὡς τοῦ ἐλέους πηγή, ἀπόπλυνον δέομαι τὴν ῥυπωθεῖσαν ψυχήν, ἁγνὴ
τοῦ οἰκέτου Σου, ἵνα ἐν κατανύξει, καὶ συνέσει καρδίας, Δέσποινα μεγαλύνω, τὴν
φρικτήν σου λοχείαν, δι’ ἧς τῆς καταδίκης, Ἀδὰμ ἠλευθέρωμαι.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα
Θεῷ
προσήνεγκας, δῶρον φερώνυμον, σαὐτὸν Θεόδωρε, τῇ πολιτείᾶ σου, καὶ παρ’ Αὐτοῦ
ταῖς δωρεαῖς, θαυμάτων ἀντεδοξάσθης· ὅθεν καὶ ὁ τάφος σου, ῥεῖθρα μύρων ἀνέβλυσε,
Πάτερ εἰς τεκμήριον, οἷας χάριτος ἔτυχες, ἧς δίδου πλουτοδότως τὰς δόσεις, τοῖς
εὐλαβῶς σε εὐφημοῦσι.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Θεομακάριστε,
ἁγνὴ Μητρόθεε, νύμφη ἀνύμφευτε, καὶ ἀπειρόγαμε, Μαρία Μῆτερ τῆς ζωῆς, Παρθένε
εὐλογημένη, πάσης περιστάσεως, νοσημάτων κινδύνων τε, θλίψεων κακώσεων,
πολυτρόπων στενώσεων, καὶ μήνιδος ἐχθροῦ τοῦ δολίου, ῥῦσαι τοὺς πίστει Σε
τιμῶντας.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ.: Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει
σφόδρα.
Εὐαγγέλιον, Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Ὅσιε
Πάτερ Θεόδωρε, ἔτι ἐν σώματι ὤν, καθάπερ λύχνος ὑπῆρχες, ἄνωθεν ἀπὸ πυρός, τοῦ
θεϊκοῦ ἐκκαιόμενος· ὅθεν ἐπὶ λυχνίαν τεθείς, τοῖς πέρασι φαίνεις μυστικῶς, τῆς
χάριτος τῷ ἀκτίστῳ φωτί· διό σε γεραίρομεν, χαρμονικῶς ἐπιτελοῦντες, τὴν
πάνσεπτον μνήμην σου.
Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου ἢ τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου, οὗ ἡ
Ἀκροστιχίς: Δῶρο(ν σε θ)εῖον, εὐσεβῶς μέλπω μάκαρ. Ὁ Ἰωσήφ.
ᾨδὴ
α’. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσέ ποτε.
Δωρεαῖς ἐνθέους
πλουτισθείς, δῶρον ὡς πολύτιμον, τῷ Ποιητῇ σαυτὸν Πάτερ προσήγαγες· διό μου
χαρίτωσον, τὴν διάνοιαν εὐφημοῦντός σου σήμερον, μνήμην φωτοφόρον, καὶ τὴν
πολιτείαν τὴν ἰσάγγελον.
Ὡς στεφθεὶς ταῖς θείαις
καλλοναῖς, ἦρας ἐπὶ ὤμων σου, ἀσκητικῶς τὸν σὸν σταυρὸν Θεόδωρε, καὶ
κατηκολούθησας, τὴν ἑκούσιον διὰ σὲ ὑπομείναντι, σταύρωσιν παμμάκαρ, πάθη
θανατώσας τὰ τοῦ σώματος.
Ῥωμαλέως Πάτερ τῷ ἐχθρῷ,
προσπαραταττόμενος, καὶ τοῦ Σταυροῦ τῷ ὅπλῳ συμφραττόμενος, τοῦτον ἐταπείνωσας,
ταπεινούμενος καὶ σαφῶς ἀνυψούμενος· ὅθεν νικηφόρος, ὤφθης καὶ Ὁσίων
ἰσοστάσιος.
Θεοτοκίον
Οἱ σωθέντες Κόρη διὰ Σοῦ,
Σὲ τὴν παναμώμητον, ἐν γυναιξὶ καὶ τοῦ Χριστοῦ λοχεύτριαν, ὕμνοις μακαρίζομεν,
καὶ τὸ Χαῖρέ Σοι τοῦ Ἀγγέλου κραυγάζομεν· χαῖρε ἠ αἰτία, τῆς τῶν προπατόρων
ἀναπλάσεως.
ᾨδὴ
γ'. Ἐξήνθησεν ἡ ἔρημος.
Ἐπτώχευσας μιμούμενος,
θεοφόρε Ὅσιε, τὴν δι’ ἡμᾶς ἑκούσιον, τοῦ Σωτῆρος ἄκραν ταπείνωσιν, αἰωνίαν
πλουτήσας ἀγαλλίασιν.
Ἰσχύϊ δυναμούμενος, τοῦ
Σωτῆρος ὥδευσας, εὐσθενεστάτως ἔνδοξε, τὴν τραχεῖαν καὶ στενοτάτην ὁδόν, καὶ
πρὸς πλάτος τῆς ἄνω Σιών ἔφθασας.
Ὁρᾶταί σου ὁ τάφος, εὐῶδες
μύρον χάριτι, ἀναπηγάζων Ὅσιε, καὶ κηρύττει Θεοῦ γενόμενον, εὐωδίαν σε Πάτερ
ἱερώτατε.
Θεοτοκίον
Νυμφὼν ἀθανασίας, ἡ Σὴ
κοιλία γέγονε, ἐξ ἧς νυμφίος Κύριος, ἀναλάμψας Παρθένε ἄχραντε, τῶν Ὁσίων τοὺς
δήμους ἐπεσπάσατο.
Κάθισμα.
Ἦχος δ'. Ὁ ὑψωθείς.
Ὡς
καθαρὸς τῷ καθαρῷ προσπελάσας, διὰ συντόνου προσευχῆς καὶ ἁγνείας, καθηγιάσθης
Πνεύματι Θεόδωρε· ὅθεν σὺν Ἀγγέλοις νῦν, αὐλιζόμενος μέλπεις, ὕμνον τόν
τρισάγιον, τῷ τῶν ὅλων Δεσπότῃ, πρὸς ὃν δυσώπει Ὅσιε ἀεί, τοῦ ἐλεῆσαι τοὺς πόθῳ
ὑμνοῦντάς σε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον
Τῇ
Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν
μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα,
σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς·
σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
ᾨδὴ
δ'. Ἐλήλυθας ἐκ Παρθένου.
Ἐγκρατείας, ταῖς εὐτόνοις
πληγαῖς κατεμάστιξας, τῶν παθῶν τὴν Αἴγυπτον, καὶ καθηγήσω Θεόδωρε, γῆ πρὸς τὴν
οὐράνιον, καταφυτεύσας τοὺς πίστει ἑπομένους σοι.
Ὑφάσμασιν, ἀρετῶν ἐξειργάσω
Θεόδωρε, σαυτῷ περιδέξιον, καὶ καθαρώτατον ἔνδυμα, ὅπερ ἐνδυσάμενος, εἰς τὸν
νυμφῶνα τὸν ἄνω εἰσελήλυθας.
Στυγνότητι, σκυθρωπάζων
ἐτέλεις Θεόδωρε, τριχίνοις ὐφάσμασι, σοῦ τὸ σαρκίον σκεπόμενος· ὅθεν σοι
ἀνέτειιλεν, ἡ νοητὴ εὐφροσύνη θείῳ Πνεύματι.
Θεοτοκίον
Ἐν ὥρᾳ με, φοβερᾷ Παναγία
κρινόμενον, καὶ σῶσον καὶ λύτρωσαι, καὶ τῆς γεέννης ἐξάρπασον, ὅπως μακαρίζω
Σε, καὶ καταχρέως γεραίρω παναμώμητε
ᾨδὴ
ε'. Ὁ τοῦ φωτὸς χορηγός.
Βίον ἰσάγγελον, ἀναλαβὼν
ἐπὶ τῆς γῆς Ὅσιε, ἀσκητικῶς πάσῃ κακουχίᾳ, ἐνέκρωσας παθῶν, τὰς ἐπαναστάσεις,
θεόφρον Θεόδωρε.
Ὥραν τῆς κρίσεως, κατανοῶν
διηνεκῶς ἤλασας, ἀπὸ ψυχῆς ὕπνον ῥαθυμίας, ὀρθρίζων πρὸς Θεόν, καὶ τῇ πρὸς τὸ
θεῖον, στοργῇ καλλυνόμενος.
Στέργων τὰς ἄνω μονάς, ὡς
μοναστὴς ἀληθινὸς ἤγειρας, ἐπὶ τῆς γῆς μονὰς μοναζόντων, ἐν αἷς οἱ διὰ σοῦ,
καταφυτεθέντες τιμῶσί σε Ὅσιε.
Θεοτοκίον
Μόνη ἐκύησας, τὴν
ἐνυπόστατον ζωὴν ἄχραντε, τὸν Ποιητὴν πάντων καὶ Δεσπότην, Ὃν στέργουσα πληθύς,
Πατέρων Ὁσίων ὁσίως ἐβίωσε.
ᾨδὴ
ς'. Ἐν ἀβύσσῳ πταισμάτων.
Ἐλλαμφθεὶς θεωρίαις ταῖς
κρείττοσι, πάντων τὴν ψυχήν, τῶν γηΐνων ἐγύμνωσας, καὶ τῷ Θεῷ ἐσχόλασας,
ἀνενδότοις μελέταις Θεόδωρε.
Λαμπροτάτου σου βίου
λαμπρότησιν, ἡ ὑπ’ οὐρανὸν κατελάμφθη μακάριε, ἀνατολῆς ἡλίου σε, φεγγοβόλον
ἀστέρα κηρύττουσα.
Παγετῷ καὶ τῷ κρύει
πηγνύμενος, ταῖς πρὸς τὸν Θεὸν κατεθάλπου συννεύσεσι, καὶ τὸν κρυμὸν ἐμείωσας,
τῶν παθῶν θείᾳ θέρμῃ μακάριε.
Θεοτοκίον
Ὡς καλὴν ὡς ὡραίαν φανεῖσάν
Σε, Λόγος ὁ ὡραῖος ἠγάπησεν ἄχραντε, καὶ Σοῦ τὴν μήτραν ᾤκησεν, εἰς ἡμῶν τῶν
πιστῶν ἀπολύτρωσιν.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Δῶρον
Θεῷ φερώνυμον, ὅλον σαὐτὸν προσήνεγκας, τοῖς ἐν ἀσκήσει συντόνοις καμάτοις σου,
Πάτερ σοφὲ Θεόδωρε, καὶ θαυμάτων τὴν χάριν, ὡς ἀντίδωρον θεῖον, παρ’ Αὐτοῦ
ἔλαβες· δι’ ὧν ἀεὶ διασώζεις, κινδύνων τοὺς εὐφημοῦντάς σε.
Ὁ
Οἶκος.
Τὴν
τοῦ κόσμου μισήσας τερπνότητα, τὸν Σταυρὸν ἐπωμάδιον ἔλαβες, καὶ τὸν βίον
διήνυσας ἅπαντα, ἐν πολλῇ ἐγκρατείᾳ Θεόδωρε· διὸ ἀπάθειαν ἐπλούτησας, ὥσπερ
δῶρον τίμιον, καὶ χάριτας θαυμάτων, ἐθησαύρισας πλουσίως Ὅσιε, δι’ ὧν ἀεὶ
διασώζεις, κινδύνων τοὺς εὐφημοῦντάς σε.
Συναξάριον.
Τῇ
Κ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ὁσίου Θεοδώρου τοῦ Τριχινᾶ
Θνῄσκεις,
ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Εἰκάδι σός, Θεόδωρε, λίπ' ὀστέα θυμὸς ἀγήνωρ.
τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Εἰκάδι σός, Θεόδωρε, λίπ' ὀστέα θυμὸς ἀγήνωρ.
Οὗτος
ὁ ἀοίδιμος, πάσῃ κακουχίᾳ, καὶ σκληραγωγίᾳ ἑαυτὸν ὑποβαλών, καὶ κρύει καὶ
παγετῷ πηγνύμενος, τριχίνοις καὶ ἀδρανέσιν ἀμφίοις τὸ σαρκίον ἐκάλυπτεν· ὅθεν
καὶ τοῦ Τριχινᾶ μετέσχεν ὀνόματος. Διά τι τοῦτο καὶ τὴν τῶν δαιμόωνν ἀπεγύμνου
ἀπάτην, καὶ μῦρον εὐῶδες ὁ τάφος αὐτοῦ ἀναπηγάζει, πᾶσι τοῖς προστρέχουσι πόθῳ,
καὶ τὴν ψυχικὴν καὶ σωματικὴν ὑγείαν κομιζομένοις.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Βίκτωρος, Ζωτικοῦ, Ἀκινδύνου, Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, Ζήνωνος,
Θεωνᾶ καὶ Ἀντωνίνου
Σὺν
Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Οὗτοι
πάντες, ἐπὶ Διοκλητιανοῦ τοῦ δυσσεβοῦς τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν· ὅτε
καὶ ὁ πολύαθλος Μάρτυς Χριστοῦ Γεώργιος, συλληφθεὶς ἐτιμωρεῖτο, καὶ
τιμωρούμενος τὰ παράδοξα ἐπετέλει ἐκεῖνα. Καὶ ὁ μὲν Βίκτωρ, Ἀκίνδυνος, Ζωτικός,
Ζήνων καὶ Σεβηριανός, ἰδόντας τὸν Ἅγιον τῷ τροχῷ βληθέντα, καὶ μηδὲν
ἀδικηθέντα, μιᾷ φωνῇ Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, οἳ καὶ ξίφει τὰς κεφαλὰς
ἀπετμήθησαν. Ὁ δὲ Χριστοφόρος, Θεωνᾶς καὶ Ἀντωνῖνος, δορυφόροι ὄντες τοῦ
βασιλέως, καὶ παριστάμενοι αὐτῷ ἐν μιᾷ τῶν ἡμερῶν, τὸν Μεγαλομάρτυρα ἐτάζοντι
ἀπηνῶς, καὶ τὴν τοῦ νεκροῦ Ἕλληνος διὰ τῆς ἐπικλήσεως Χριστοῦ τοῦ Θεοῦ ἰδόντες
ἀνάστασιν, ὡς τάχος διὰ προσευχῆς γεγενημένην, παραυτίκα ῥίψαντες τὰς ζώνας,
καὶ τὰ ὅπλα αὐτῶν ἐνώπιον τοῦ βασιλέως, καὶ παντὸς τοῦ θεάτρου, τὸν Χριστὸν
ὡμολόγησαν Θεὸν εἶναι ἀληθινόν. Διά τοι τοῦτο κρατηθέντες, τῇ φυλακῇ
συνεκλείσθησαν. Μεθ’ ἡμέρας δέ τινας, παραστάντες τῷ τυράννῳ ἐκρεμάσθησαν καὶ
ἐξέσθησαν, καὶ τὰς πλευρὰς λαμπᾶσι κατεφλέχθησαν, καὶ τέλος ἐν πυρὶ βληθέντες,
τὸν τοῦ μαρτυρίου στέφανον ἐκομίσαντο.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ Παλαιολαυρίτου
Νέον
τι κέρδος, τὸν Παλαιολαυρίτην,
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Ἰωάννην, χαίρουσιν εὑρόντες νόες.
Οὗτος
ἐξ ἁπαλῶν ὀνύχων θείῳ πόθῳ τρωθείς, τῷ Θεῷ προσεκολλήθη. Καὶ καταλιπὼν τρυφὴν
καὶ περιφάνειαν βίου, καὶ ἀποξενωθεὶς πατρίδος καὶ τῶν οἰκείων, καὶ τὸν Σταυρὸν
ἀράμενος, ἦλθεν εἰς ξένην χώραν καὶ ἄγνωστον, διὰ τὸν ξενιτεύσαντα Κύριον, καὶ
ἐπὶ ξένης τεχθέντα. Καὶ καταλαβὼν τοὺς σεβασμίους τόπους, ἐν τῇ τοῦ μακαρίου
Χαρίτωνος Μονῇ ἐπιδημεῖ. Καὶ καλῶς τελέσας πᾶσαν ἰδέαν ἀρετῆς, μετῆλθε τῶν
τῇδε, πρὸς τὰς αἰωνίους καὶ μακαρίους μονάς.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Ἱερομάρτυς
Ἀναστάσιος, ἐπίσκοπος Ἀντιοχείας, ξίφει τελειοῦται.
Ἀναστάσιε,
σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ζακχαίου τοῦ Ἀποστόλου
Οὐχὶ
κατάβα, ἀλλ' ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀθανασίου, τοῦ κτίτωρος τῆς
Μονῆς τοῦ Μεγάλου Μετεώρου
Ἀθανάσιε
τὸν λίθον Mετεώρου,
πρὸς λίθον ἀκρόγωνον τρίβον εἰργάσω.
πρὸς λίθον ἀκρόγωνον τρίβον εἰργάσω.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, τοῦ συνασκητοῦ τοῦ Ὁσίου
Ἀθανασίου
Ἀθανασίῳ
ἐν πόλῳ Ἰωάσαφ,
νῦν συγχορεύεις συμμεριστὴς ὡς πόνων.
νῦν συγχορεύεις συμμεριστὴς ὡς πόνων.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου τοῦ Ὄσεβεν τῆς Ρωσίας
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Θεοτίμου ἐπισκόπου Τόμεως τῆς
Μικρᾶς Σκυθίας τῆς Ρουμανίας
Τῇ αὐτῇ ἡμέρα, ἡ ἀνάμνησις
τῆς Μετακομιδῆς τῶν
λειψάνων τοῦ Ἁγίου Νικολάου ἐπισκόπου Ἀχρίδος καὶ Ζίτσης.
Ταῖς
τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Ἀντίθεον πρόσταγμα.
Μυρίπνοος γέγονας, τῶν
ἀρετῶν σου, συνθέσει Θεόδωρε, καὶ μύρον εὐωδέστατον, λειψάνων τιμίων σου,
ἀναπηγάζεις ἡμῖν, πίστει τῶν τιμώντων σεψυχάς, καὶ τὰς καρδίας μυρίζων Ὅσιε.
Ἀρνίον ὡς ἄκακον,
ἐντεθραμμένον, ἀσκήσεως Ὅσιε, τῇ χλόῃ κατεσκήνωσας, πρὸς μάνδραν οὐράνιον, τῷ
Ἀρχιποίμενι, Λόγῳ συνευφραίνεσθαι· διὸ τῶν σῶν θρεμμάτων ἀεὶ μνημόνευε.
Κρουνοῖς τῶν δακρύων σου,
ἀποτεφρώσας, βραζούσας τοῦ σώματος, καμίνους ἱερώτατε, πυρὶ θείου Πνεύματος,
ἀναφλεγόμενος, λύχνος ἐγρηγόρσεως καὶ φῶς, τοῖς ἐν τῷ σκότει Πάτερ γεγένησαι.
Θεοτοκίον
Αἰνίττεται βάτος Σε,
σπαργανουμένη, πυρὶ παναμώμητε, μηδόλως φλεγομένη δέ· τὸ πῦρ γὰρ ἐβάστασας, τὸ
τῆς Θεότητος, ἄφλεκτον τηρῆσάν Σε ἁγνή, καὶ μετὰ τόκον Παρθένον ἄφθορον.
ᾨδὴ
η'. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ῥύπον ἀπέπλυνας ψυχῆς, τῶν
δακρύων ὀχετοῖς καὶ τὸν χείμαῤῥουν, τῆς τρυφῆς ἐκληρώσω, καὶ τῶν πραέων τὴν
γῆν, ὡς πρᾶος Ὅσιε καὶ ἄκακος, καὶ δικαιοσύνῃ, σαφῶς κεκοσμημένος.
Οἰκειοτάταις πρὸς Θεόν,
ἀναβάσεσιν ἀεὶ πεπυρσευμένος, ἀπροσκόπτως διέβης, τοὺς ἐμπαθεῖς λογισμούς, καὶ
πάντα ζόφον τὸν τοῦ σώματος, καὶ πρὸς φῶς μετῆλθες, τῆς ἀπαθείας Πάτερ.
Ἵνα τῷ ὄντως ἐφετῷ, προσπελάσῃς
ἐγκρατὴς καὶ ταπεινόφρων, καὶ μακρόθυμος ὤφθης, τριχίνοις ῥάκεσι δέ, ἀπαύστως
σκεπόμενος ἔνδοξε, σὺ τὰς τῶν δαιμόνων, ἀπογυμνοῖς ἀπάτας.
Θεοτοκίον
Ὡραιωθεῖσα καλλοναῖς,
ἀρετῶν καὶ κροσσωτοῖς πεοικιλμένη, διαχρύσοις Παρθένε, τὸν ὑπὲρ πάντας βροτούς,
ὡραῖον Λόγον ἀπεκύησας, Ὃν καθικετεύειν, ὑπὲρ ἡμῶν μὴ παύσῃ.
ᾨδὴ
θ'. Ἀνάρχου Γεννήτορος.
Σταυρώσα τὰς σάρκας σου, τῷ
φόβῳ τοῦ Δεσπότου σου, ἐνεκρώθης τῷ κόσμῳ, Πάτερ Θεόδωρε· καὶ νῦν μεταβέβηκας
χαίρων, πρὸς τὴν ζωήν, τῶν ζώντων παμμάκαρ, μεθέξει θεούμενος, καὶ φωτὸς ἀεὶ
πληρούμενος.
Ἡμέραν ἑόρτιον, καὶ πλήρη
ἁγιασμάτος, σοῦ τὴν ἔνθεον μνήμην, τελοῦμεν σήμερον· σὺ γὰρ καὶ φωτὸς καὶ
ἡμέρας, ὡς ἀληθῶς, υἱὸς ἀνεδείχθης, καὶ φῶς τὸ ἀνέσπερον, κατοικεῖς
ἀγαλλιώμενος.
Φωστὴρ διαυγέστατε, Θεοῦ
δώρων ἐπώνυμε, θεοπύρσευτε λύχνε, τῆς ἀνεσπέρου αὐγῆς, ἡ τῶν ἀρετῶν μυροθήκη, ὁ
ἀκλινής, πύργος μοναζόντων, τὴν ποίμνην σου λύτρωσαι, ταῖς εὐχαῖς σου πάσης
θλίψεως.
Θεοτοκίον
Φωτὸς οἰκητήριον, ἡ μήτρα
Σου γεγένηται, τοῦ φωτίσαντος κόσμον, αὐγαῖς θεότητος, πύλη τοῦ Ἡλίου τῆς
δοξης, ἐν γυναιξί, κεχαριτωμένη, Ὁσίων τὸ καύχημα, Παναγία ὑπερένδοξε.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἐαρινὴν
προέθηκε, σήμερον πανδαισίαν, θεορεπῶς ὡς τράπεζαν, τοῖς πιστοῖς ψυχοτρόφον,
τοὺς ἐν τελείᾳ ἀσκήσει, ἱεροὺς αὐτοῦ πόνους, ὁ θαυμαστὸς Θεόδωρος, μοναζόντων
τὸ κλέος, ἧς ἀδελφοί, δεῦτε νῦν τρυφήσωμεν ἀκορέστως, αἶνον Χριστῷ προσάγοντες,
τῷ Σωτῆρι τοῦ κόσμου.
Ἕτερον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀσκητικῶς
ὠνήσω, τὴν ἀκατάλυτον ζωήν, ἐν ᾗ λαμπόμενος Πάτερ, θείου φωτὸς μαρμαρυγαῖς, τὸν
φωτισμὸν ἡμῖν αἴτει, Θεόδωρε σαῖς πρεσβείαις.
Τῆς
Ἑορτῆς ἢ Θεοτοκίον
Χαῖρε
παράδεισε θεῖε, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς· χαῖρε ὁ λίθος Παρθένε, ἐξ οὗ ἡ πέτρα ὁ
Χριστός, ἐτμήθη τὴν ἁμαρτίαν, συντρίβων τοῦ πρωτοπλάστου.
Αἶνοι.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Κωνσταντίνου
τῆς πόλεως, τὸ οὐράνιον βλάστημα, μοναστῶν τὴν ἔμψυχον ὑποτύπωσιν, τῶν ἀρετῶν
τὸ θησαύρισμα, καὶ θεῖον ἐπώνυμον, δωρεῶν τῶν θεϊκῶν, τὸν πολύτλαν Θεόδωρον,
εὐφημήσωμεν, τῶν πιστῶν αἱ χορεῖαι ὁμοφρόνως, ἵνα λάβωμεν πρεσβείαις, αὐτοῦ
πταισμάτων τὴν ἄφεσιν.
Τῷ
Χριστῷ συσταυρούμενος, μοναστὴς ὡς θεόληπτος, τοῦ ἐχθροῦ τὰ ἔνεδρα κατεπάτησας,
καὶ ἀνδρικῶς κατετρόπωσας, τὰ πάθη τοῦ σώματος, καὶ ἀπάθειαν ψυχῆς, ὥσπερ δῶρον
οὐράνιον, ἐθησαύρισας· διὰ τοῦτο χειρὶ τῇ ἀοράτῳ, εὐκλεῶς ἐστεφανώθης, Πάτερ
θεόφρον Θεόδωρε.
Ὡς
πτωχεύσας τῷ πνεύματι, καὶ ταπείνωσιν ἄῤῥητον, ἐπιδείξας Ὅσιε τῇ ἀσκήσει σου,
μακαρισμοῦ κατηξίωσαι, τοῦ πρώτου Θεόδωρε, καὶ πολίτης τῆς Θεοῦ, Βασιλείας
γεγένησαι, ἔνθα πάντοτε, τῶν Ὁσίων τοῖς δήμοις συγχορεύων, ἐκδυσώπει ὑπὲρ
πάντων, τῶν ἐκτελούντων τὴν μνήμην σου.
Τὸ
σαρκίον σκεπόμενος, τοῖς τριχίνοις ὑφάσμασι, τῶν καιρῶν Θεόδωρε καθυπέμεινας,
μεταβολὰς ὡς ἀσώματος, καὶ θείαν ἐνδέδυσαι, τοῦ φωτὸς καταστολήν, καὶ εἰς
θάλψιν ἀείζωον, προσεχώρησας, κοινωνήσας Ὁσίων καὶ Δικαίων, τῆς τερπνότητος
ἀξίως, ἐν οὐρανῶν τοῖς σκηνώμασιν.
Δόξα.
Ἦχος πλ. α΄.
Ὅσιε
Πάτερ, πρὸς τὸν Θεὸν δαυϊτικῶς, ὀρθρίσας ἐκ νεότητος, ἀπὸ ψυχῆς ὕπνον ῥαθυμίας,
ἀρετῶν ἐγρηγόρσει ἀπήλασας. Τὴν ὥραν γὰρ τοῦ τέλους κατανοῶν, τῶν ἐπὶ γῆς
τερπνῶν κατεφρόνησας, καὶ ἀσκητικὸν βίον ἑλόμενος, τοῦ γηΐνου σου σκεύους οὐκ
ἐφρόντισας, ἀλλ’ ἐν ῥάκεσι τριχίνοις καλυπτόμενος, ἐν κακουχίᾳ διεπέρασας, τὸν
χρόνον τῆς ἐν κόσμῳ ἀναστροφῆς σου· ὅθεν τὰς τοῦ ἐχθροῦ μηχανὰς ἀπογυμνώσας, τὸ
περιβόλαιον τῆς δόξης ἐνεδύσω, καὶ τῷ θρόνῳ παρέστης τῆς Θεότητος, ὑπὲρ ἡμῶν
δεήσεις ἀναφέρων, τῶν τελούντων σου τὴν μνήμην Θεόδωρε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς ἢ Θεοτοκίον.
Μακαρίζομέν Σε,
Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν
ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν
ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Θείαν
ἐνεδύσω καταστολήν, ἐν τριχίνῳ ῥάκει, τὴν ζωήν σου διαγαγών, καὶ ὑψώθης Πάτερ,
ἔνθα χοροὶ Ἀγγέλων, ταπείνωσιν ἀρίστην, ἐπιδειξάμενος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου