Σάββατο 1 Σεπτεμβρίου 2018

ΜΑΪΟΣ 10 ΤΩΝ ΑΓΙΩΝ ΣΥΜΜΑΡΤΥΡΩΝ ΤΟΥ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΤΟΥ ΕΝ ΒΟΥΝΕΝΟΙΣ ΑΚΟΛΟΥΘΙΑ


ΜΑΪΟΥ 10!!
ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΣΥΝΑΘΛΩΝ
ΤΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΝΙΚΟΛΑΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)


ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ ἑξῆς. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, Νικολάου σύναθλοι, τοῦ ἐν Βουνένων τοῖς ἄλσεσι, καρτερικώτατα, λόγχῃ κεντηθέντος, καὶ λαβόντος στέφανον, παρὰ τοῦ Ζωοδότου μὴ παύσητε, Αὐτῷ πρεσβεύοντες, δωρηθῆναι μέγα ἔλεος, τοῖς τιμῶσιν, ὑμῶν τὴν ἐνάθλησιν. (Δίς).

Πανεύφημοι Μάρτυρες Χριστοῦ, ἐν Τυρνάβῳ κότινον, ζωῆς ἀλήκτου ἐδράξασθε, κατατροπώσαντες, τῶν Ἀράβων στίφη, εἰ καὶ ὀλιγάριθμοι, ὑπήρχετε ὁπλῖται τῇ χάριτι, τοῦ Παντοκράτορος, καὶ Μαρτύρων νῦν τοῖς τάγμασιν, ἐν τῷ πόλῳ, λαμπρῶς ἠριθμήθητε.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, στῖφος δωδεκάριθμον, τοῦ Νικολάου συνέκδημοι, ἀνδρείας πρότυπα, προσευχῆς ταμεῖα, καρτερίας σκύμβαλα, ἐκ στόματος Ἀγγέλου ἐλάβετε, ὑμῶν ἀθλήσεως, τῆς ἀρίστου θεῖοι μήνυμα, καὶ ὡς ἄρνες, ἐτύθητε ἄμωμοι.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, τὴν ὑμῶν πανέορτον, τελοῦντες μνήμην ἐν ᾄσμασι, Χριστὸν δοξάζομεν, τὸν ὑμᾶς ἐν μάχαις, δαψιλῶς κρατύναντα, καὶ πρὸ τοῦ Νικολάου τοῦ μάκαρος, ναὸν προστρέχοντες, ἐν Διρφύοις ἀνακράζομεν· ἐκ κινδύνων, ἡμᾶς διασῴζοιτε.

Πανεύφημοι Μάρτυρες Χριστοῦ, ἱερὰ ὁμήγυρις, Λαρίσης ἥδιστα λείρια, Τυρνάβου ἴασμοι, τόλμης ἐκμαγεῖα, ἀρετῶν ἀκρότητες, ὑπὲρ τῶν εὐφημούντων ἑκάστοτε, ὑμᾶς πρεσβεύσατε, τῷ Κυρίῳ καὶ Παντάνακτι, ἵνα πάντες πλησθῶμεν συνέσεως.







Δόξα. Ἦχος πλ. Β΄.
Δεῦτε Ὀρθοδόξων τὰ συστήματα, συναθροισθέντα σήμερον, ἐν τῷ πανσέπτῳ τεμένει, τοῦ Ὁσιομάρτυρος Νικολάου τοῦ νέου, ᾄσωμεν ψαλμοῖς εὐήχοις, τῇ δωδεκαρίθμῳ χορείᾳ τῶν αὐτοῦ συνάθλων, καὶ ἐν ἀγαλλιάσει βοήσωμεν· χαίροις ἀθλοφόρων συστὰς ἁγία, δωδεκάχορδον παναρμόνιον ὄργανον, τὸ τὰς καρδίας εὐφραῖνον Ὀρθοδόξων, δῆμε γενναιότατε ὁ ἐν Τυρνάβῳ ἐξαστράψας, θάρσει εὐψυχίᾳ τε καὶ ἀνδρείᾳ, ὡς ἄστρον ἑωθινὸν φαεινότατον. Ἀντιλήπτορες καὶ ἀνύστακτοι προστάται, τοῦ φιλοχρίστου λαοῦ, ἀπὸ πάσης προσβολῆς ἐναντίας, καὶ περιστάσεως διασῴζοιτε, τοὺς πόθῳ ὑμνοῦντας ὑμῶν τὰ σκάμματα, καὶ πιστῶς ἐκτελοῦντας τὴν μνήμην ὑμῶν, τὴν φωταυγῆ καὶ πανέορτον.

Καὶ νῦν. Τῆς ἑορτῆς.


Εἴσοδος· Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Σοφιὰς Σειράχ, τὸ ἀνάγνωσμα. (Κεφ. ια΄, 1-9).
Σοφία ταπεινοῦ ἀνυψώσει κεφαλὴν αὐτοῦ, καὶ ἐν μέσῳ μεγιστάνων καθίσει αὐτόν. Μὴ αἰνέσῃς ἄνδρα ἐν κάλλει αὐτοῦ καὶ μὴ βδελύξῃ ἄνθρωπον ἐν ὁράσει αὐτοῦ. Μικρὰ ἐν πετεινοῖς μέλισσα, καὶ ἀρχὴ γλυκυσμάτων ὁ καρπὸς αὐτῆς. Ἐν περιβολῇ ἱματίων μὴ καυχήσῃ καὶ ἐν ἡμέρᾳ δόξης μὴ ἐπαίρου, ὅτι θαυμαστά, τὰ ἔργ Κυρίου, καὶ κρυπτά, τὰ ἔργα αὐτοῦ ἐν ἀνθρώποις. Πολλοὶ τύραννοι ἐκάθισαν ἐπὶ ἐδάφους, ὁ δὲ ἀνυπονόητος ἐφόρεσε διάδημα. Πολλοὶ δυνάσται ἠτιμάσθησαν σφόδρα, καὶ ἔνδοξοι παρεδόθησαν εἰς χεῖρας ἑτέρων. Πρὶν ἐξετάσῃς μὴ μέμψῃ. Νόησον πρῶτον καὶ τότε ἐπετίμα. Πρὶν ἤ ἀκοῦσαι, μὴ ἀποκρίνου καὶ ἐν μέσῳ λόγων μὴ παρεμβάλλου. Περὶ πράγματος, οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἔριζε καὶ ἐν κρίσει ἁμαρτωλῶν μὴ συνέδρευε.

Παροιμιῶν το Ἀνάγνωσμα. (Κεφ. ι΄, 21-32).
Χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου. Αὕτη πλουτίζει καὶ οὐ μὴ προστεθῇ αὐτῆ λύπη ἐν καρδίᾳ. Ἔν γέλωτι ἄφρων πράσσει κακά, ἡ δε σοφία ἀνδρὶ τίκτει φρόνησιν. Ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή. Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σῴζεται εἰς τὸν αἰῶνα. Ὥσπερ ὄμφαξ ὁδοῦσι βλαβερόν, καὶ καπνός, ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ. Φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται. Ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Ὀχύρωμα ὁσίου φόβος Κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. Δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει ἀσεβεῖς δὲ οὐκ οἰκήσουσι γῆν. Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται.

Προφητείας Ἡσαΐου το Ἀνάγνωσμα. [Κεφ. ΜΓ 9-14].
Τάδε λέγει Κύριος` πάντα τά ἔθνη συνήχθησαν ἅμα, και συναχθήσονται ἄρχοντες ἐξ` αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα τά ἐξ αύτῆς; Ἤ τά ἐξ ἀρχῆς, τίς ἀκουστά ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τούς μάρτυρας αύτῶν, και δικαιωθήτωσαν, και εἰπάτωσαν ἀληθῆ. Γίνεσθε με μάρτυρες, και ἐγώ Μάρτυς Κύριος ὁ Θεός, και ὁ παῖς ὅν ἐξελεξάμην, ἵνα γνῶτε και πιστεύσητέ μοι, και συνῆτε ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου ουκ ἐγένετο ἄλλος θεός, και μετ’ ἐμέ οὐκ ἔσται. Ἐγώ εἰμί ὁ Θεός, και οὐκ ἔστιν πάρεξ ἐμοῦ ὀ σώζων. Ἐγώ ἀνήγγειλα και ἔσωσα, ὀνείδισα και οὐκ ἦν έν ἡμῖν ἀλλότριος. ‘Υμεῖς ἐμοί Μάρτυρες, και ἐγώ Κύριος ὁ Θεός` ὄτι ἀπ’ ἀρχῆς ἐγώ εἰμί, και οὐκ ἔστιν ὀ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, και τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ

Εἰς τὴν Λιτήν. Ἦχος α΄.
Τοὺς γενναίους ἀθλητὰς καὶ ἀδάμαντας τῆς πίστεως, τοὺς τοῦ Νικολάου συνεκδήμους, ἐπαξίως μακαρίσωμεν. Οὗτοι γὰρ καρτερῶς ἐναθλήσαντες, ἐν τοῖς τοῦ Τυρνάβου ἄλσεσι, τὰς τῶν Ἀράβων ὀδμὰς δυνάμει τοῦ Σταυροῦ κατέβαλον. Στέφη οὖν ἀφθαρσίας παρὰ Χριστοῦ λαβόντες, ὡς πόνων ἀντιμίσθιον, ὑπὲρ πάντων ἡμῶν ἀπαύστως πρεσβεύουσι.

Ἦχος β΄.
Τέρπεται σήμερον ἡ τοῦ Τυρνάβου περίοικος, ἐν ᾗ ἡ δωδεκάριθμος χορεία, μαρτυρικῶς τὸν ἀγῶνα ἐτέλεσεν, ἐπὶ τῆ αὐτοῦ λαμπρᾷ ἐτησίᾳ πανηγύρει, ἅπας δ’ ὁ φιλάγιος λαός, εὐφραίνεται καὶ ἐπαξίως αὐτὴν γεραίρει, σὺν τῷ ἐνδόξῳ αὐτῆς παραστάτῃ Νικολάῳ, αἰτούμενος παρὰ Κυρίου τὸ μέγα ἔλεος.
Ἦχος γ΄.
Δεῦτε ἅπαντες πιστοί, πνευματικῶς εὐωχηθῶμεν, καὶ πανηγυρίσωμεν σήμερον, ἐπὶ τοῖς μεθεόρτοις τοῦ σοφοῦ Νικολάου, καὶ τῆς μνήμης τῆς δωδεκάδος, τῶν συνάθλων αὐτοῦ, ἔχοντες οὖν αὐτοὺς συμμάχους, ἐν τῷ κατὰ τοῦ προαιωνίου ἐχθροῦ ἀγῶνι, ἀκουσοίμεθα τοῦ Κυρίου καλοῦντος ἡμᾶς, μετὰ τῶν ἐκλεκτῶν Αὐτοῦ, ἐν τῇ ἠμέρᾳ τῆς Κρίσεως.






Δόξα. Ἦχος δ΄.
Τοῦ θεοφιλοῦς Νικολάου τῇ εὐσεβεῖ χορείᾳ, ἀριθμηθέντες δωδεκάριθμοι Μάρτυρες, Λαρισαίων τοὺς δήμους ηὐφράνατε, καὶ πάσης Ἑλλάδος τὰ μέρη ἠγαλλιάσατε. Τυρνάβου λύχνοι ἀείφωτοι, ἐκκλησίας θεμέλιοι ἄῤῥηκτοι, μὴ παύσητε δυσωποῦντες τὸν Κύριον, ὑπὲρ τῶν πίστει τιμώντων, ὑμῶν τὴν θαυμαστὴν καὶ πανίερον ἄθλησιν.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Εἰς τὸν στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Ὅτε, τῆς ἀθλήσεως καιρός, Μάρτυρες Κυρίου ἐπέστη, ἀκαταβλήτῳ ψυχῇ, τότε ἐπατάξατε Ἀράβων φάλαγγας, καὶ βραβεῖα εἰλήφατε, ἀνδρείας καὶ τόλμης, στέφος κομισάμενοι αἰωνιότητος, σύναθλοι στεῤῥοὶ Νικολάου, τοῦ δουκὸς Λαρίσης τοῦ θείου, καὶ Χριστοῦ ὁπλῖται τοῦ θεόφρονος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Ὅτε, ἐν Τυρνάβῳ σθεναρῶς, τὸν ἐχθρὸν ᾐσχύνατε τότε, κατεδοξάσατε, τὸν Χριστὸν Ἁρμόδιε σοφὲ Γρηγόριε, Ἰωάννη Δημήτριε, κλεινὲ Παντολέων, Μιχαὴλ Ἀκίνδυνε λαμπρὲ Παγκράτιε, Αἰμιλιανὲ Χριστοφόρε, σὺν τῷ Θεοδώρῳ τῷ θείῳ, καὶ τῷ Εὐωδίῳ τῷ στεῤῥόφρονι.

Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἠμῶν.
Ὅτε, στρατιῶται τοῦ Χριστοῦ, τῆς Λαρίσης εὔοσμα ῥόδα, ἐν τῷ Τυρνάβῳ στεῤῥῶς, αἷμα τὸ πανάσπιλον ὑμῶν ἐκχέατε, καὶ ὀρδὰς κατῃσχύνατε, ἀπίστων Ἀράβων, Νικολάου σύναθλοι τοῦ γενναιόφρονος, τότε τῶν Ἀγγέλων οἱ δῆμοι, τὰς ψυχὰς ἡμῶν πρὸς τὰ ἄνω, δώματα γηθόμενοι προέπεμπον.

Δόξα. Ἦχος πλ. Δ΄.
Τοῦ ἐξ Ἑῴας ἄρχοντος Λαρίσης Νικολάου, τοῦ καθαγιάσαντος Βουνένων τὴν χθόνα, ἐκθύμως τοὺς συνάθλους ἐπαινέσωμεν, Ἁρμόδιον τὸν ἔνθεον, Αἰμιλιανὸν τὸν ἔνδοξον, Ἀκίνδυνον τὸν ἐν μάχαις ἀήττητον, καὶ Ἰωάννη τὸν καρτερόψυχον. Γρηγόριον τὸν ἐγρηγόρσει τηρούμενον, Δημήτριον τὸν ἄτρωτον ἐν μάχαις, καὶ Μιχαὴλ τὸν τοῦ Ἀρχαγγέλου συνώνυμον. Εὐώδιον τὸν εὐωδίαν πνέοντα τόλμης, Παγκράτιον τὸν κρατύναντα πάντας, Παντολέοντα ὡς λέοντα μαχόμενον, καὶ σὺν τούτοις τὸν κλεινὸν Χριστοφόρον· ἀθλητὰς οὖν δωδεκαρίθμους καταστέψωμεν ἐγκωμίοις, τὰς πρὸς Χριστὸν λιτὰς αὐτῶν αἰτούμενοι.
Καὶ νῦν. Τῆς ἑορτῆς.


Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Τὸ δωδεκάριθμον στῖφος τῶν ἀθλητῶν τοῦ Παντάνακτος, θείου Νικολάου τοῦ νέου, κλεινοὺς συνάθλους τιμήσωμεν, τοὺς ἐν Τυρνάβῳ ἐναθλήσαντας πίστει, εὐψυχίας στήλας σῴζειν ἡμᾶς τὸν Κύριον ἱκετεύοντας· Ἁρμόδιον γενναῖον σὺν τῷ Γρηγορίῳ Δημήτριον, καὶ Μιχαὴλ Ἰωάννην, Χριστοφόρον τε Ἀκίνδυνον, ἅμα Εὐωδίῳ Αἰμιλιανῷ, εὐθαρσεῖ ὁμοῦ Παντολέοντι, Θεόδωρον τὸν θεῖον, καὶ τὸν Παγκράτιον τὸν ἔνδοξον.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Δωδεκάριθμε, τοῦ Νικολάου, δῆμε πάντιμε, σεπτῶν συνάθλων, Ἰωὰννη Χριστοφόρε Ἁρμόδιε, ὑπὲρ ἡμῶν Ἰησοῦν ἱκετεύσατε, καὶ Μιχαὴλ Παντολέον Εὐώδιε, Αἰμιλιανὲ Ἀκίνδυνε καὶ Δημήτριε, Γρηγόριε Θεόδωρε Παγκράτιε.

Καὶ νῦν. Τῆς ἐορτῆς.

Ἀπόλυσις.
























ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἐν Τυρνάβου τοῖς δρυμοῖς, ὁπλῖται δώδεκα Χριστοῦ, προετάξατε στεῤῥῶς, στήθη Ἀράβων ταῖς ὀρδαῖς, καὶ ἀριστείας εἰλήφατε τὰ βραβεῖα. Μάρτυρες σεπτοὶ γενναιότατοι, λάμψεσιν ὑμῶν κατηυγάσατε, τῆς Ἐκκλησίας τὰ πέρατα θεῖοι, τοῦ Νικολάου συνέκδημοι. Διὸ ἐν ὕμνοις ὑμῶν τιμῶμεν, τὴν πανίερον μνήμην.
Δόξα. Καὶ νῦν. Θεοτοκίον .
Ὁ Προφήτης Ἀββακούμ, σὲ ὡς κατάσκιον δασύ, ὄρος εἶδε Μαριάμ, Μῆτερ τοῦ πάντων Λυτρωτοῦ, σὲ οὖν ἐκλέξας ὁ Κύριος ὥσπερ μόνην, γένους τῶν βροτῶν παναμώμητον, σάρκα χοϊκὴν ἀναλήψεσθαι, ἐκ τῶν ἁγνῶν σου αἱμάτων κατῆλθεν, ὐπερφυῶν ἐν τῇ μήτρᾳ σου, ἥν ἁγιάσας σὲ εἰς αἰῶνας, ἐμεγάλυνε Κόρη.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Δεῦτε καταστέψωμεν, ψαλμοῖς καὶ ὕμνοις, δῆμον δωδεκάριθμον, τῶν στεῤῥοψύχων ἀθλητῶν, σὺ Νικολάῳ κραυγάζοντες· ἡμῶν προστάται, στεῤῥόψυχοι πέλετε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον .
Θεοτόκε Δέσποινα, σὺν τοῖς συνάθλοις, Νικολάου πρέσβευε, τῷ Σῷ Υἱῷ ὑπὲρ ἡμῶν, τῶν σὲ ὐμνούντων ἐκάστοτε, ὡς προστασίαν, ἡμῶν ἀκαταίσχυντον.

Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος α΄. Τὸν Τάφον Σου Σωτήρ.
Λαρίσης οἱ κλυτοί, στρατιῶται καὶ κλέη, Ἑλλάδος τὰς ὀρδάς, τῶν ἀπίστων Ἀράβων, εὐτόλμως κατετρόπωσαν, καὶ ὡς κόνιν ἐλέπτυναν, τὴν ὀφρῦν αὐτῶν, Χριστοῦ δὲ ηὔφραναν δήμους, στερεώσαντες, αὐτοὺς τῇ πίστει διόπερ, στεφάνους εἰλήφασι.
Δόξα. Καὶ νῦν. Θεοτοκίον .
Σὲ κλῖμαξ Ἰακώβ, προετύπου Παρθένε, καὶ βάτος ἐν Σινᾷ, θαυμαστῶς φλεγομένη. Τῷ ὄντι γὰρ ἥνωσας, γῆν τε καὶ τὰ οὐράνια, τῆς Θεότητος, ὅλον τὸ πῦρ δεξαμένη, ἐν τῇ μήτρᾳ σου, καὶ μὴ φλεχθεῖσα ἀλλ’ οἶκος, ὀφθεῖσα τῆς χάριτος.

Οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Εὐαγγέλιον· Ματθ. ι’, 17-22.
Ὁ Ν΄ ψαλμός.



Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Σήμερον ἅπασαν Θετταλία αὐγάζεται, ταῖς τῶν Ἀθλοφόρων λαμπραῖς ἀκτῖσι, καὶ Τυρνάβου τὰ ὄρη εὐφραίνονται καὶ γάνυνται. Σήμερον Νικόλαος προτρέπει, τοὺς ὁπλῖτας αὐτοῦ εἰς μαρτύριον, ἵνα μὴ δειλιάσαντες, μείνωσιν ἔξω τοῦ νυμφῶνος Χριστοῦ. Αὐτῶν ταῖς ἀόκνοις πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐνδυνάμωσον ἡμᾶς ἐν τῇ μάχῃ, κατὰ τοῦ ἀρχεκάκου ἀλάστορος.

Ὁ Κανὼν τῆς Ἑορτῆς· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: ΝΙΚΟΛΑΟΥ ΣΥΝΑΘΛΟΥΣ ΥΜΝΩ. ΧΑΡΑΛΑΜΠΟΥΣ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νικῆσαι τὰς φάλαγγας, τοῦ παμβεβήλου ἀλάστορος, συνάθλων ἐντεύξεσι, τοῦ Νικολάου Χριστέ, καταξίωσον, κἀμὲ τὸν εὐφημοῦντα, αὐτῶν τὰ παλαίσματα, ὕμνοις ἐμπρέπουσιν.
λέωσαι πρώταθλε, Χριστοῦ ὁπλῖτα Νικόλαε, τὸν μόνον φιλάνθρωπον, ὑπὲρ ἡμῶν τῶν πιστῶς, τῷ τεμένει σου, τῷ θείῳ προστρεχόντων, τιμῆσαι συνάθλων σου, μνήμην τὴν πάντιμον.
Κυρίου δεήθητε, ὐπὲρ ἡμῶν ἀθλοφόρητοι, Ἁρμόδιε ἔνδοξε, σὺν Γρηγορίῳ σοφῷ, Ἀκινδύνῳ τε, ἐνθέῳ Εὐωδίῳ, καὶ τῷ Παντολέοντι, πίστεως πρόμαχοι.
Θεοτοκίον.
Οὐ παύω τὴν δόξαν σου, ἐκδιηγούμενος Πάναγνε, ἀπείρανδρε Δέσποινα, καὶ ὡς Μητέρα Θεοῦ, μεγαλύνων σε, δι’ ὅλης τῆς ἡμέρας, ἑσπέραν πρωΐαν τε, καὶ μεσονύκτιον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Λαμπρύνετε πᾶσαν τὴν Ἑλλάδα, θαυμάτων πολλῶν ταῖς ἀστραπαῖς, τοῦ Νικολάου σύναθλοι, Πατέρες δωδεκάριθμοι, καὶ τοὺς ὑμᾶς γεραίροντας, δεινῶν παθῶν ἀπαλλάττετε.
γίων ζηλώσαντες τὸν βίον, ὑπόδειγμα ὤφθητε λαμπρόν, τῆς ἀκηράτου πίστεως, Μαρτύρων δωδεκάριθμοι. Διὸ τανῦν ἐν δώμασι, τοῖς οὐρανίοις ἀγάλλεσθε.
Δοὺξ τῆς Λαρίσης ὡς συντρόφους, ἐντίμους ἐπέλεξεν ὑμᾶς, καὶ μέσῳ τῆς ἀθλήσεως, εἰς ἥν ὑμᾶς παρώτρυνε, πρὸς τὰς νομὰς ὡδήγησε, τῶν οὐρανῶν καρτερώτατοι.
Θεοτοκίον.
ψίστου ἀνάκτορον τὸ ἔμπνουν, καὶ θρόνος Αὐτοῦ φωτοειδής, ἐδείχθης Ἀειπάρθενε, Παντάνασσα ὡς φέρουσα, τὸν Βασιλέα Κύριον, ἐν ταῖς ἀγκάλαις ταῖς θείαις σου.




Κάθισμα. Ἦχος πλ. Δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Δυναμούμενοι σθένει τοῦ Ἰησοῦ, τὰς βουλὰς τῶν Ἀράβων τὰς μιαράς, εὐτόλμως καθείλετε, καὶ νομίμως ἠθλήσατε, τοῖς Νικολάου λόγοις, ἀσμένως ὑπείκοντες, καὶ σώμασιν αἰκίας, πανδείνους ἠνέγκατε, ὅθεν μαρτυρίου, τὴν ὁδὸν γηθοσύνως, ἠνύσατε Μάρτυρες, δωδεκάριθμοι ᾄδοντες, τῷ Σωτῆρι τῆς κτίσεως. Πάτερ ταῖς πρεσβείαις αὐτῶν, τῶν πταισμάτων ἄφεσίν μοι δώρησαι, τῶν τὴν αὐτῶν ἐκτελοῦντι, ἐτησίαν πανήγυριν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄.Ὁ καθήμενος ἐν δόξῃ.
Στρατηγίαι τῶν Ἀγγέλων, καθορῶσαι ἐξίσταντο, τοὺς ὑμῶν ἀγῶνας, καὶ τὰ πανσεβάσμια σκάμματα, δι’ ὧν τὴν χθόνα Τυρνάβου ἡγιάσατε, γενναιότατοι, Λαρίσης ῥόδα μυρίπνοα.
μνοις ᾄδομεν τοὺς ἄθλους, τοὺς ὑμῶν θεοφώτιστοι, στῦλοι εὐσεβείας, ἄστρα Θεσσαλίας ἀείφωτα, πυρσοὶ ἀνδρείας καὶ τόλμης φαεινότατοι, ἐναθλήσαντες, σὺν Νικολάῳ τῷ μάκαρι.
Νόμους τοῦ Εὐαγγελίου, ὁ φωσφόρος Νικόλαος, τῇ ὑμῶν χορείᾳ, καθ’ ἑκάστην χαίρων ἐκήρυττε, καὶ πρὸς ἀγῶνα σωτήριον παρώτρυνεν, ἕνα ἔκαστον, ὑμῶν ὁπλῖται στεῤῥότατοι.

Θεοτοκίον.
πειράνδρως τὸν Σωτῆρα, συλλαβοῦσα Πανύμνητε, χοϊκῶν τὸ γένος, Τόκῳ σου τῷ θείῳ ἀνέπλασας, διὸ ὑμνοῦμεν ἀπαύστως σε ὡς αἴτιον, τῆς θεώσεως, ἡμῶν ἁγνὴ Κοσμοσώτειρα.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Θαυμάτων ἐδείχθητε, ἀείῤῥοοι μακάριοι, κρῆναι ἀπαλλάτουσαι ἐκ νόσων, τοὺς προσιόντας ὑμῶν τοῖς τάφοις πιστῶς, ἐν πόλει Λαρίσης τῇ κλεινῇ, Μάρτυρες πανένδοξοι, δωδεκάριθμοι Ἅγιοι.
Λυττῶντας Ἁρμόδιε, ὡς κύνας σὺ τοὺς Ἄραβας, Μάρτυς ἐτροπώσω τῇ δυνάμει, τοῦ τρισολβίου καὶ ζωηφόρου Σταυροῦ, ὀφθεὶς στρατιώτης τοῦ Χριστοῦ, πίστεως ἀήττητος, ὅθεν πάντες ὑμνοῦμέν σε.
πλίτην θεσπέσιον, Δημήτριε σὲ ἔγνωμεν, ῥώμῃ τε καὶ θάρσει προικισθέντα, τὸν ἐν Τυρνάβῳ σὺν Νικολάῳ σοφῷ, καὶ δήμῳ λοιπῶν συναθλητῶν, τὰς Ἀράβων φάλαγγας, εὐθαρσῶς ἀντικρούσαντα.
Θεοτοκίον.
μνῆσαι οὐδέποτε, ἰσχύει γλῶττα βρότειος, ὦ Θεοκυῆτορ σὲ ἀξίως. Διό μοι δίδου ἰσχὺν τοῦ μέλψαι φαιδρῶς, τὰ σὰ μεγαλεία ἀγαθή, καὶ τὸν Τόκον ᾆσαί σου, ἀψευδέσι τοῖς χείλεσι.



ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Στολὴν ψυχῆς καθωράϊσας, τοῖς ῥείθροις τῶν οἰκείων αἱμάτων σου, σοφὲ Γρηγόριε, καὶ γρηγορῶν ἐξεδήμησας, ἐν πόλῳ κατοικῆσαι, σὺν τῷ Κυρίῳ σου.
πὸ τοῦ δόρατος Ἄραβος, ἐπλήγης Ἰωάννη τρισόλβιε, σὺν τοῖς συντρόφοις σου, ὑπὲρ Χριστοῦ ὅν ἠγάπησας, διὰ τῶν Νικολάου, ῥημάτων ἄριστε.
Μαρτύρων γέρας ἐπόθησας, ἀνῦσαι τῆς ἀθλήσεως δίαυλον, κλεινὲ Ἀκίνδυνε, ὁ ἐν κινδύνοις ἀήττητος, φανεὶς καὶ τῶν ἀπίστων, πατήσας φρύαγμα.
Θεοτοκίον.
Ναὸν Θεοῦ εὐπρεπέστατον, Παρθένε καὶ σκηνὴν ἁγιάσματος, ἡμεῖς σὲ ἔγνωμεν, ὅτι ἀῤῥήτως τὸν Κύριον, ἐν τῇ σῇ θείᾳ μήτρᾳ, Ἁγνὴ ἐκύησας.

Κοντάκιον. Ἦχος πλ. Δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς Θεσσαλίας τοὺς φρουροὺς καὶ ἀντιλήπτορας, καὶ Ὀρθοδόξων ἰατρεῖα ἀδαπάνητα, εὐφημήσωμεν ἐνθέοις ψαλμοῖς καὶ ὕμνοις, τοὺς ἐν ὄρεσι Τυρνάβου ἀριστεύσαντας, Νικολάου τοὺς συνάθλους ἐπαινέσωμεν, τούτοις κράζοντες· Δωδεκάς, χαίροις ἔνδοξε.
Ὁ Οἶκος.
Τοὺς ἐν Τυρνάβῳ ἐναθλήσαντας γενναίως κλεινοὺς ὁπλίτας τοῦ σοφοῦ Νικολάου τοῦ νέου ἐπαίνων στεφάνοις ἀναδήσωμεν· τὰ Λαρισαίων εὐθαλέστατα ἔρνη καὶ στρατιώτας πρότερον μὲν τῆς ἐπιγείου βασιλείας, ὕστερον δὲ τοῦ ἐπουρανίου Ἄνακτος χρηματίσαντας ᾄσμασι στέψωμεν· τοὺς μὴ φεισαμένους τοῦ οἰκείου αἵματος καὶ καταισχύναντας Ἀράβων τὴν ἀσέβειαν εὐφημήσωμεν, τούτοις κράζοντες· Δωδεκάς, χαίροις ἔνδοξε.















Συναξάριον.
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Σίμωνος τοῦ Ζηλωτοῦ.
Ἔοικε Χριστὲ τοῦτό σοι Σίμων λέγειν.
Ζηλῶν πάθος σόν, καρτερῶ Σταυροῦ πάθος.
Ἐν ξύλῳ ἀμφετάθη Σίμων δεκάτῃ μεγάθυμος.
Οὗτός ἐστι Σίμων, ὁ καὶ Ναθαναὴλ ὀνομαζόμενος, καὶ χρηματίσας νυμφίος ἐν τῷ γάμῳ, ἐν ᾧ ὁ Χριστὸς ἐκλήθη σῦν τοῖς αὐτοῦ μαθηταῖς ἐν Κανᾷ, καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν. Ὅθεν ὁ νυμφίος, τὸν γάμον καὶ τὸν οἶνον καταλιπών, τῷ φίλῳ καὶ θαυματοποιῷ καὶ νυμφαγωγῷ ἠκολούθησε, καὶ τοῖς Ἀποστόλοις ἐν τῷ ὑπερῴῳ συνῆν, ὅτε πυρίνων εἴδει γλωσσῶ τὸ Πνεῦμα ἐπεφοίτησε. Καὶ τούτου πλησθείς, καὶ τὴν γῆν ἅπασαν σχεδὸν εἰπεῖν διαδραμών, πᾶσαν κατέφλεξε τὴν τῆς πολυθεΐας ἀπάτην. Μαυριτανίαν δὲ πᾶσαν καὶ τὴν τῶν Ἄφρων χώραν διελθών, ἐκήρυξε τὸν Χριστόν. Ὕστερον δὲ ἐν Βρετανίᾳ γενόμενος καὶ πολλοὺς τῷ λόγῳ τοῦ Εὐαγγελίου φωτίσας, ὑπὸ τῶν ἀπίστων σταυρωθείς, καὶ τεθεὶς θάπτεται ἐκεῖ. Ὡς δὲ ζῆλον διάπυρον ζηλῶν Θεῷ παντοκράτορι, κλῆσιν τὸν τρόπον ἐκτήσατο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζομεν τήν Πάροδον τοῦ Ἱεροῦ καὶ Ἁγίου Λειψάνου, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Ἀρχιεπισκόπου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.
Νόων λαχόντα, νῦν χοροῦ δυσωποῦμεν.
Νικόλαο Πάροδον δεκάτη Σκήνους γέτοι αἰνῶ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἀλφειοῦ, Φιλαδέλφου, Κυπρίνου, Ὀνησίμου, Ἐράσμου καὶ ἐτέρων 14.
Ὁ Φιλάδελφος φιλαδέλφως τῷ ξίφει,
Σὺν τοῖς ἀδελφοῖς θεῖον εὕρατο στέφος.
Οὗτοι ὑπῆρχον τῆς τῶν Βασκάνων χώρας, πόλεως Πρεφακτῶν εὐγενεῖς καὶ τῇ περιουσίᾳ λαμπροί, υἱοὶ γεγονότες Βιταλίου ἄρχοντος τῆς αὐτῆς χώρας Πρεφακτῶν, τραφέντες ἐπ’ εὐσεβείᾳ καὶ τῶν θείων Γραφῶν ἀναγνώσει, διὰ Διονυσίμου τινὸς Ἁγίου ἀνδρός, κηρύττοντος τὸν Χριστόν. Ἐρωτῶνται οὖν πρῶτον παρὰ Λιγγελίωνος τινός, ἐκ Ῥώμης μετὰ γραμμάτων βασιλικῶν ἐκπεμφθέντος καὶ παρ’ αὐτοῦ ἀποστέλλονται εἰς Ῥώμην πρὸς Λικίνιον. Ὁ δὲ τούτους Βαλεριανῷ εἰς ἐξέτασιν δίδωσι, παρ’ οὗ ἐν Ποτιόλοις πρὸς τὸν ἡγεμόνα Διομήδην ἐκπέμπονται. Καὶ οὗτος αὐτοὺς πρὸς Τέρτυλλον ἀποστέλλει, τὴν τῆς Σικελίας ἀρχὴν διέποντα. Καὶ παρ’ ἑκάστω τούτων διαφόροις βασάνων ἰδέαις δοκιμασθέντες ἀφ’ ὧν οὐκ ἄν τις μιᾶς περιγένοιτο, ἀλλὰ θᾶττον ἀπαγορεύσας, τῷ θανάτῳ παραπεμφθείη, δυσυποίστων ὄντων οὕτω καὶ λίαν σφοδρῶν, τέλος ἐπὶ Τερτύλλου τὸ μακάριον ἐδέξαντο τέλος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἡσυχίου τοῦ Ὁμολογητοῦ.
Τὸν βίον Ἡσύχιος ἄγων ἡσύχως,
Ἐν ἡσυχίᾳ πρὸς Θεὸν διαβαίνει.
Οὗτος, ὥρμηττο ἐκ τῆς Ἀδραπηνῶν πόλεως, ἦν δὲ ἀνὴρ ἀγαθὸς καὶ πρᾶος, καὶ φρονίμως ἔχων τὸν τρόπον τῇ κλήσει κατάλληλον. Δεηθεὶς οὖν τοῦ Θεοῦ ὑποδεῖξαι αὐτῷ τόπον ἐν ᾧ κατὰ μόνας γενόμενος δουλεύσῃ καὶ εὐαρεστήσῃ αὐτῷ, ἀπεκαλύφθη αὐτῷ εἰσελθεῖν ἐπὶ τὰ πρὸς θάλασσαν μέρη, εἰς τὸ ὄρος τὸ λεγόμενον Μαΐωνος. Ἔνθα γενόμενος καὶ ἐπὶ πλεῖστον διαγαγών, εἶτα ἐκεῖθεν ἐπὶ τὸ ὕδωρ κατελθών, καὶ πλησίον εὐκτήριον τοῦ Ἁγίου Ἀνδρέου κατασκευάσας, καὶ τὸ λειπόμενον τῆς ζωῆς ἐν ἀσκήσει καὶ καρτερίᾳ διανύσας, καὶ πολλὰς θαυμάτων ἐνεργείας πεποιηκώς, πρὸς Κύριον ἐξεδήμησε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πασσαρίωνος τοῦ πρεσβυτέρου, διδάσκαλος τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου, καὶ τῶν μαθητῶν αὐτοῦ, Φιλήμονος καὶ Ἀγαπίου, των ἐν Παλαιστίνῃ ἀσκησάντων.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Λαυρέντιος, ὁ ἐν τῷ Πηλίῳ, ἐν εἰρήνῃ τελειοῦται.
Συναλλαγή τις πρὸς Θεὸν Λαυρεντίῳ,
Πόνοις Ἐδὲμ λαβόντι τὴν πόῤῥῳ πόνων.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ Ῥώσου, ἐπισκόπου Σουζδαλίας, τοῦ ἐν τῷ σπηλαίῳ.

Τῇ αὐτῇ ἡμέρᾳ, ἐν τοῖς μεθεόρτοις τοῦ Ὁσιομάρτυρος Νικολάου τοῦ νέου μνήμην ποιούμεθα τοῦ δωδεκαρίθμου χοροῦ τῶν αὐτοῦ συνάθλων· Ἁρμοδίου, Ἀκινδύνου, Γρηγορίου, Δημητρίου, Εὐωδίου, Θεοδώρου, Ἰωάννου, Μιχαήλ, Παγκρατίου, Παντολέοντος, καὶ Χριστοφόρου, τῶν κατὰ τὴν ἐπὶ τῆς Θετταλίας ἐπιδρομὴν τῶν Ἀράβων ἐν Τυρνάβῳ μαρτυρικῶς τελειωθέντων.
Νικολάου συντρόφους δωδεκαρίθμους,
Ἀράβων οὐ πτοεῖ ξίφος τεθειγμένον.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ὡς στεῤῥόψυχον, τοῦ Νικολάου σύναθλον, πιστῶς τιμῶμέν σε, πανευκλεὲς Μιχαήλ, τὸν θάρσει τροπώσαντα, στυγνὸν πολέμιον, ἀναμέλποντα· ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Χριστοφόρητε, ὁπλῖτα σὲ ἀντήμειψεν, ὁ πάντων Κύριος, δι’ αἰωνίου χαρᾶς, ἐν θείοις τοῖς δώμασιν, ἀντὶ τῶν πόνων σου, οὕς ὑπήνεγκας, ὦ Χριστοφόρε ἄριστε, εὐθαρσῶς ἐν τῷ σταδίῳ.
νθος εὔοσμον, ἀνδρείας δῶρον ἤνεγκας, σεπτὸν Θεόδωρε, τῷ Ζωοδότῃ Χριστῷ, αἱμάτων τοὺς ὄμβρους σου, βοῶν γηθόμενος· ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
ῦσαι θλίψεων, παθῶν καὶ βλάβης πάναγνε, Παρθένε Δέσποινα, τοὺς μελῳδοῦντας σποράν, τὴν ἀνεκδιήγητον, ἐν τῇ νηδύϊ σου, ὁ Φιλάνθρωπος, ἐξ ἧς ἐτέχθη Κύριος, καὶ Σωτὴρ τῆς οἰκουμένης.







ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
νωθεν λαβὼν παρὰ Κυρίου, ἰσχὺν τῶν Ἀράβων κατεπάτησας, τὴν ὀφρῦν Παγκράτιε, καὶ πιστοὺς ἐκράτυνας, τοὺς πόθῳ ἀναμέλποντας, τὴν σὴν ἐνάθλησιν, καὶ Κύριον τὸν ζῶντα ὑμνοῦντας, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας.
Λέοντος τὴν δύναμιν κατέχων, Ἀράβων ταῖς τάξεσιν ἐπέδραμες, Παντολέον ἔνδοξε, καὶ αὐτῶν ἀπέπτυσας, μανίαν τε καὶ ἔπαρσιν, βοῶν πρὸς Κύριον· ἰσχὺς καὶ βοηθός μου σὺ πέλεις, Πάτερ Παντοκράτορ, ἐν ὥρᾳ τοῦ κινδύνου.
ρωμα ἀῤῥήτου εὐωδίας, ὁ βίος ὁ σὸς Μάρτυς Εὐώδιε, ἀποπνέει ἅπασιν, εὐσεβέσι κράζουσι· τῆς ἀριστείας πρέπει σοι, στέφος ἀμάραντον, ὁμότροπε τῶν Νικολάου ἄθλων, καὶ τοῦ παντεπόπτου, ὁπλῖτα στεφηφόρε.
Θεοτοκίον.
Μέγας ἀρωγὸς τῶν ἐν ἀνάγκαις, ὑπάρχεις καὶ θεῖον παραμύθιον, θλιβομένων Δέσποινα, σύμπαντος Παντάνασσα, διὸ τῇ θείᾳ σκέπῃ σου, ἀπαύστως σπεύδομεν, καὶ κράζομεν βοήθησον πάντας, τοὺς πιστοὺς Μαρία, ὑπερδεδοξασμένη

ᾨδὴ θ΄. Ἅπας γηγενής.
Πόνους χαλεπούς, ἀνδρείως ὑπήνεγκας, διὰ τὴν πίστιν σου, Αἰμιλιανὲ κλεινέ, ἐν τῷ Τυρνάβῳ στεῤῥῶς μαχόμενος, πατάξας γὰρ ἀσέβειαν, ὁρμὰς ἀτάκτους τε, τῶν Ἀράβων καὶ τὴν πλάνου οἴησιν, τὴν ἀλήθειαν πᾶσιν ἑδραίωσας.
θεοφιλής, ἐπίσκοπος Φίλιππος, Λαρίσης λείψανα, τὰ ὑμῶν μετέφερεν, ἐκ τοῦ Τυρνάβου σεπτοὶ ἀλκίφρονες, καὶ προσηκόντως Μάρτυρες, ἐνεταφίασεν, ἐν τῇ πόλει τὰ ὀφθέντα ὕστερον, θείᾳ χάριτι νόσων λυτήρια.
ψωσον ἡμῶν, χορὲ δωδεκάριθμε, καρτερικώτατε, Νικολάου σύναθλοι, ἀνδρείας τόμοι κρουνοὶ χρηστότητος, Τυρνάβου ἀντιλήπτορες, πιστῶν καυχήματα, τὰς καρδίας πρὸς ἀγάπην κρείττονα, καὶ ἐχθροῦ τὰς ἐφόδους ματαίωσον.
Θεοτοκίον.
Στήριγμα πιστῶν, Παρθένε πανάμωμε, τῇ μεσιτείᾳ σου, ἅπαντες προστρέχομεν, καὶ ἐκβοῶμεν παθῶν σκιρτήματα, τὰ τῆς σαρκὸς Ἀπείρανδρε, ἡμῶν κατάπαυσον, καὶ μελλούσης βιοτῆς ἀξίωσον, σὲ τοὺς ὕμνοις φαιδροῖς μεγαλύνοντας.






Ἐξαποστειλάριον. Ὁ οὐρανὸς τοῖς ἄστροις.
Λαρίσης ἄστρα φωσφόρα, Πλειάδα νέων ἀθλητῶν, τοὺς ἐξαστράψαντας ἄθλοις, ἐν τοῦ Τυρνάβου τοῖς δρυμοῖς, σὺν Νικολάῳ τῷ νέῳ, χρεωστικῶς ἐπαινοῦμεν.
Τὴν δωδεκάδα Μαρτύρων, πανευκλεεῖς συναθλητάς, τοῦ Νικολάου τοῦ νέου, τοὺς τοῖς αἱμάτων ὀχετοῖς, καθαγιάσαντας χθόνα, Τυρνάβου μέλψωμεν ὕμνοις.
Θεοτοκίον.
Τράπεζα ὄντως ἀγία, θυμιατήριον χρυσοῦν, καὶ καθαρώτατον σκεῦος, τοῦ Ἀχωρήτου Μαριάμ, ἐπώφθης ὅθεν σὲ πάντες, ὡς Θεοτόκον ὑμνοῦμεν.

Εἰς τοὺς αἴνους. Ἦχος πλ. Δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Μάρτυρες, Κυρίου πάγκαλοι, οἱ τὰς Ἀράβων ὀρδάς, ἀντικρούσαντες χάριτι, τοὺς ὑμᾶς κρατύναντος, Ἰησοῦ ἀνεδείχθητε, ταμεῖα τόλμης, καὶ γενναιότητος, μυροδοχεῖα, στεῤῥᾶς ἀθλήσεως, καὶ σκεύη τίμια, ἐν Χριστῷ φρονήσεως ὅθεν ὑμᾶς, πόθῳ μεγαλύνομεν, εὐήχοις ᾄσμασι.

Μάρτυρες Χριστοῦ πανεύφημοι, πανευκλεὲς ὁρμαθέ, δωδεκάχορδον ὄργανον, καὶ κινύρα πάντερπνος, θεϊκῆς τελειότητος, οἱ παριδόντες, ἀκμὴν νεότητος, καὶ πρεσβυτέρων, σύνεσιν ἔχοντες, καθικετεύσατε, τὸν ἀπάντων Κύριον καὶ Λυτρωτήν, σῶσαι τοὺς γεραίροντας, ὑμῶν τὰ σκάμματα.

Μάρτυρες στεῤῥοὶ τῆς πίστεως, Λαρίσης ἄνθη τερπνά, ἐν νεάζουσι σώμασι, πολιὰν τὴν φρόνησιν, ἐπεδείξατε ἄριστοι, ὅθεν Ἀράβων, καθυπεμείνατε, σὺ Νικολάῳ, τῷ νέῳ ἔφοδον, ἥν ἀντικρούσαντες, εἰ καὶ ὀλιγάριθμοι πανευσθενῶς, συμπολῖται ὤφθητε, ἀΰλων τάξεων.

Μάρτυρες Σωτῆρος αἵματος, ἰδίου τοῖς ὀχετοῖς, τῆς Τυρνάβου περίχωρον, σὺ τοῖς τούτου ἄλσεσιν, εὐθαρσῶς κατηρδεύσατε, ὅθεν τὴν μνήμην, τὴ πανακήρατον, ὑμῶν τελοῦντες, ψαλμοῖς καὶ ᾄσμασιν, ἐπικαλούμεθα, τὰς ὑμῶν πρὸς Κύριον θερμὰς λιτάς, ἵνα ἀπολαύσωμεν, αἰωνιότητος.

Δόξα. Ἦχος πλ. Δ΄.
Τίς ἐπαξίως ὑμῶν ὑμνήσει, τὴν ἀνένδοτον ἔνστασιν, πρὸς τὰς Ἀράβων ὀρδὰς Μάρτυρες δωδεκάριθμοι; Ὑμᾶς γὰρ οὐδόλως ἐσάλευσαν, τῆς πίστεως Χριστοῦ ἄνομοι ἀπειλαί, οὐδὲ τῶν ἀπίστων αἱ λόγχαι. Διὸ θεωθέντες κατὰ μέθεξιν, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, ὅπως καὶ ἡμεῖς τῆς ἀλήκτου βιοτῆς ἀπολαύσωμεν.
Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.
Σμῆνος δωδεκάριθμον ἀθλητῶν, τῶν ἐν τῷ Τυρνάβῳ, ἀθλησάντων πανευκλεῶς, εὐλαβῶν συντρόφων, τοῦ νέου Νικολάου, ψαλμοῖς καὶ μελῳδίαις, ἀνευφημήσωμεν.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου