Κυριακή 2 Σεπτεμβρίου 2018

ΙΟΥΝΙΟΣ 26. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΜΕΔΙΚΟΣ ΑΚΟΛΟΥΘΙΑ & ΠΑΡΑΚΛΗΣΙΣ


ΙΟΥΝΙΟΣ ΚΣΤ΄!!
ΜΕΔΙΚΟΣ ΜΑΡΤΥΣ ΑΝΑΡΓΥΡΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Καθηγουμένης Ἰσιδώρας μοναχῆς Ἁγιεροθεϊτίσσης)


ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Χοροστασίαι Ἀγγέλων νῦν ἐπαγάλλονται, αἱ τῶν Μαρτύρων τάξεις, εὐφροσύνης πληροῦνται, πλήθη τῶν πιστῶν τε μετὰ χαρᾶς, ἑορτίου συνέρχονται, τοῦ μεγαλῦναι τὸν Μέδικον τοῦ Χριστοῦ, Ἀθλητὴν τὸν καρτερόψυχον.

Τοῖς ἀσθενοῦσι παρέχεις τὴν ἐπικούφισιν, τοῖς ἐν ὀδύναις οὖσι, τὴν καλὴν θεραπείαν, Μέδικε θεράπον θαυματουργέ, ἰατρέ τε ἀνάργυρε, ὁ δαπανήσας τὸν πλοῦτόν σου ἐν πολλαῖς, βοηθείαις πρὸς τοὺς πάσχοντας.

Τῆς Ἰταλίας ἡ χώρα ἡ περιάκουστος, ἐν ἐξαιρέτῳ δόξῃ, τῇ σῇ μνήμῃ κοσμεῖτε, πόλις τε συνάμα ἡ ἐν αὐτῇ, τοῦ Ὀρτίκολι Μέδικε, ἐν μητρικοῖς ἐγκωμίοις τὸν θαυμασμόν, καὶ τὸν ἔπαινον προσφέρει σε.

Τὴν ἀρετὴν τῆς ἀγάπης τὴν προεδρεύουσαν, τὴν ἐκ Θεοῦ δοθεῖσαν, ὡς κεφάλαιον νόμου, πόθῳ φιλαδέλφῳ καὶ συμπαθεῖ, διαθέσει σου ἤσκησας, πρὸς τὸν πλήσιον ὦ Μέδικε ἰατρός, καὶ ἐπίκουρος ὡς ἄμισθος.

Δόξα. Ἦχος α’.
Εἰς ἑορτὴν χαρμόσυνον, καὶ εἰς πανδαισίαν εὐφρόσυνον ψυχικῆς ἀγαλλιάσεως, συνεκάλεσεν ἡμᾶς ὁ θεῖος Μέδικος, ὁ χαριτώνυμος τοῦ Χριστοῦ μεγαλομάρτυς, καὶ ἰατρὸς ἀνάργυρος. Δεῦτε οὖν πιστοί, αὐτὸν προσυπαντήσωμεν ἐν ᾄσμασι, τὰς ἀριστείας αὐτοῦ μετ’ ἐγκωμίων μακαρίζοντες· ἵνα λάβωμεν αὐτοῦ ἐν εὐλογίαις χρηστότητος, τὴν ἀντιμισθίαν τῆς πολλῆς συμπαθείας, καὶ τῆς πρὸς Κύριον αὐτοῦ μεσιτείας τὴν παράκλησιν.

Καὶ νῦν. Θεοτοκίον.
Ἀμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων Σου σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.




Εἰς τὸν Στίχον. Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέδικε ἰατροῦ, τὴν τέχνην ἐξασκήσας, τοῖς ἐν ὀδύναις νόσων, παρέσχες θεραπείαν, καὶ ἄμισθον βοήθειαν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Ἄλγη τῶν αἰκισμῶν, καὶ πόνους τῶν βασάνων, καὶ φυλακῆς τὰς θλίψεις, ὁ Μέδικος διῆλθε, τῇ πίστει κρατυνόμενος.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Λάμπει χρυσοειδεῖ, στεφάνῳ μαρτυρίου, καὶ νικηφόροις ἄθλοις, τὴν κτίσιν εὐπρεπίζει, ὁ Μέδικος ὁ ἔνδοξος.

Δόξα. Τριαδικόν.
Ἕναν συμπροσκυνῶ, Θεὸν τρισὶ προσώποις, ἐξ οὗ τὸ εἶναι ἔχω, Πατέρα σὺν Υἱῷ τε, καὶ Πνεῦμα τὸ ὁμότιμον.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Μαριάμ, Κυρία τῶν Ἀγγέλων, ἐλπὶς περάτων κόσμου, Θεὸν ταῖς μητρικαῖς Σου, πρεσβείαις ἐξιλέωσαι.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεραπείαν παρέχεις ἰατρὸς ὡς ἀνάργυρος, Μέδικε ἀεὶ τοῖς νοσοῦσιν, ῥωστικῇ συμπαθείᾳ σου, πικρίας γὰρ καὶ ἄλγη αἰκισμῶν, ὑπέμεινας γενναίῳ λογισμῷ, μαστιγώσεις τὰς ἐτάσεις τὴν φυλακήν, καὶ ξίφους τὴν ἀναίρεσιν, χαίροις τῆς Ἰταλίας ἀπαρχή, χαίροις σφραγὶς τῆς πίστεως, χαίροις ὁ θησαυρίσας ἐν Θεῷ, τὸν πλοῦτον τὸν αἰώνιον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.






ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Ὢ τοῦ παραδόξου θαύματος!
Ὢ τῆς ἐξαιρέτου χάριτος! Συμπαθῶς ἐνεργεῖ, ἐν ἀπείροις θαύμασιν, ὁ ἄμισθος ἰατρός, καὶ Μάρτυς Μέδικος· ἀγάλλου μητροπρεπῶς, τῆς Ἰταλίας ἡ χώρα ἡ ἔνδοξος, Ὀτρίκολι ἐν αὐτῇ, ἡ εὐκλεὴς θεία πόλις εὐφράνθητι, καὶ μεγαλοφώνως ᾄδε, τὰ τῆς νίκης τρόπαια, τῷ Κυρίῳ γὰρ οὗτος, εὐμενῆ πρεσβείαν κέκτηται.

Πολλὴν τιμὴν οὐρανόθεν λαβών! Τῇ ἀφθάρτῳ δόξῃ, διαπρέπεις Μέδικε, τὴν τέχνην τοῦ ἰατροῦ, καλῶς γὰρ ἔμαθες· καὶ ταύτην ἐν ἐμφανεῖ, εὐεργεσίᾳ τοῖς πάσχουσι ἔδειξας· τὰς νόσους γὰρ τὰς δεινάς, τῇ ῥωστικῇ σου σοφίᾳ ἐκούφισας, καὶ τῷ ἀναργύρῳ τρόπῳ, ἀσθενέσι γέγονας, εὐλογίας τὸ χρῆμα, ἀγαθότητος κεφάλαιον.

Ἰσχὺν ἀήττητον ἔλαβες, καὶ τὴν θείαν πίστιν, τρανῶς ὡμολόγησας, κατέναντι τῶν ἐχθρῶν, καὶ δυναστῶν ἰσχυρῶν· βασάνους οὖν χαλεπάς, καὶ δριμυτάτας αἰκίσεις ὑπέμεινας· τὰς θλίψεις ἐν φυλακῇ, καὶ τὰς ἐν ξύλῳ ἐτάσεις ὦ Μέδικε· ἀλλ’ ἀνδρειοτάτῳ σθένει, ἀβλαβὴς διέμεινας, εὐχαρίστως δοξάζων, τὸν Θεὸν τὸν σὲ δοξάσαντα.

Ἕτερα. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ἰταλία ἡ ἔνδοξος, μετὰ δόξης σεμνύνεται, τῇ ἁγίᾳ μνήμῃ σου θεῖε Μέδικε· πόλις ἐν ταύτῃ Ὀρτίκολι, ἐνθέως εὐφραίνεται, μητρικόν σοι ἀσπασμόν, ἐν αἰνέσει προσφέρουσα, καὶ κραυγάζουσα, ἐν χαρᾷ σοι τὸ χαῖρε ἀναργύρων, ἰατρῶν ἡ κοσμιότης, καὶ τῶν Μαρτύρων ἡ εὔκλεια.

Τοῖς τυράννοις ἐνώπιον, μετὰ τόλμης ὦ Μέδικε, τὸν Θεὸν τὸν Ἅγιον ὡμολόγησας· μὴ φοβηθεὶς τὴν δριμύτητα, βασάνων τὴν ἄστεκτον, μὴ πυρὸς τὴν ἀπειλήν, μὴ δεσμὰ φυλακίσεως· ἀλλ’ ἐκραύγαζες, προσκυνῶ τὸν Θεὸν τὸν ἐν Τριάδι, καὶ Αὐτῷ μόνῳ πιστεύω, ὅστις τὰ πάντα ἐποίησεν.

Ἰατροῦ τὸ ἐπάγγελμα, ἐπὶ γῆς ὡς ἐξήσκησας, ἐν σοφίᾳ Μέδικε ἱκανότητος· τὰς ἀσθενείας ἰώμενος, ὀδύνας κουφίζων τε, καὶ τὰ ἄλγη τὰ δεινά, οὕτω πάλιν θεράπευσον, συμπαθείᾳ σου, τὰς οὐλὰς τῶν παθῶν τῶν ψυχοφθόρων, καὶ παράσχου σοῖς ἱκέταις, τὸ προσδοκώμενον ἔλεος.




Δόξα. Ἦχος α’.
Εἰς δόξης ἀγαλλίασιν, καὶ εἰς εὐφρόσυνον χαράν, καὶ μακαρίαν ἀπόλαυσιν ἑορτῆς πνευματικῆς, ἡμᾶς συνάγει σήμερον, Μέδικος ὁ μέγας Χριστομάρτυς, καὶ ἰατρὸς συμπαθής τε καὶ ἀνάργυρος· ἐπὶ τῆς γῆς γὰρ οὗτος, χρῆμα τὸ φθειρόμενον οὐχ ἐκτήσατο, οὐδὲ πλοῦτον πρόσκαιρον καὶ ψεῦδη ἠγάπησε, Χριστοῦ πειθόμενος τοῖς ῥήμασιν, οὕτω ἡμῖν παραγγέλοντος· ὅστις ἐμὲ φιλεῖ, ἐμοὶ ἀκολουθείτω, καὶ ἡ καρδία αὐτοῦ ἐλευθέρα ἔστω, ἀπὸ δεσμῶν τῶν ὑλικῶν· διὸ πιστεύσας εἰς Αὐτόν, τὸ πολίτευμα Αὐτοῦ εἰς οὐρανοὺς μετέθηκεν, ἀνώτερος φανεὶς βασάνων καὶ ποινῶν μαρτυρικῶν· ὅθεν καὶ νῦν, ὡς νικηφόρος Ἀθλητὴς ἱστάμενος τῷ θρόνῳ τῆς Τριάδος, παρέχει ἡμῖν ἐν εὐμενείᾳ, τὴν ῥῶσιν πᾶσι συμπαθῶς, τοῖς κάμνουσι τοῦ βίου ταῖς ὀδύναις, ὡς θεράπων τοῦ Θεοῦ, τοῦ φιλανθρώπου καὶ ἐλεήμονος.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτός πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.




Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.










Λιτή. Ἦχος α’.
Ἐνθέως μεγαλύνθητι, ἡ λαμπρὰ καὶ ἁγιότεκνος χώρα, τῆς μεγάλης Ἰταλίας, τὸν μεγαλόδοξον υἱόν σου Μέδικον, ἐν ὕμνοις ἱεροῖς μεγαλοφώνως στέργουσα. Καὶ γὰρ οὗτός σε ἐδόξασεν, ἐν ἀριστείαις τῆς ἀναργύρου θεραπείας, τῶν ἐν νόσοις κεκμηκότων, καὶ πολυωδύνοις ἄλγεσι τεθλιμμένων, ὡς ἰατρὸς ἱκανώτατος, καὶ θεράπων σοφώτατος. Πρὸς αὐτὸν οὖν βόησον, ἐν ἱκεσίᾳ ἐκτενεῖ, καὶ τὴν αὐτοῦ πρὸς Κύριον πρεσβείαν αἴτησον, ἵνα λάβῃς πλουσίαν, τὴν ἐν εὐλογίαις χρηστότητα, καὶ τῆς ἀγαθῆς εὐνοίας τούτου τὴν ἀντίληψιν.

Ἦχος β΄.
Εἰς τὰ πέρατα τῆς γῆς, ὁ φθόγγος τοῦ ἱερωτάτου μαρτυρίου σου διέδραμε, Μέδικε στεφανηφόρε τοῦ Κυρίου Ἀθλητά, καὶ τῆς πίστεως ὁπλίτα καρτερίψυχε. Καὶ τοῦ Θεοῦ τὰ θαυμάσια, διαγγέλεις τοῖς λαοῖς, τὴν δύναμιν τῆς πίστεως περιτρανῶς δεικνύων, ἐν ἄθλοις θαυμαστοῖς τῆς σῆς ἀνδρειοτάτης ἀγωγῆς· ὡς νικητὴς δὲ ἄριστος, καὶ μέτοχος τῆς αἰωνίου δόξης καὶ τιμῆς, παρίστασαι καὶ νῦν ἐν μέσῳ τῶν τιμώντων σε, προεξάρχων τῆς πανηγύρεως, καὶ εὐλογῶν τοὺς εὐλογοῦντας τὸν Θεόν, τὸν σὲ ἁγιοπρεπῶς ἀντιδοξάσαντα.

Ἦχος γ’.
Τριάδος μιᾶς καὶ παντουργοῦ, τὴν ὁμόθρονον ἐξουσίαν καὶ ἀρχήν, καὶ τὴν ὁμοβασίλειον Θεότητα, ἐνώπιον ἐθνῶν τῶν πολυθέων ὡμολόγησε, μετὰ φωνῆς ἠχητικῆς, ὁ μεγαλώνυμος τῆς πίστεως ὁπλίτης Μέδικος, οὕτω κραυγάζων εὐθαρσῶς· οὐ θύω τοῖς εἰδώλοις οὐδαμῶς, οὐ κάμπτω γόνυ τοῖς ξοάνοις, οὐ προκυνῶ τὰ ἄψυχα εἴδωλα, πλάνης γὰρ εἰσὶ ψεύδη, καὶ ἀπάτης ἀσθενέστερα, εἶς μοι Θεόν, Ὃν προσκυνῶ καὶ σέβω καὶ τιμῶ, ὁ ποιήσας τὰ πάντα ἐν σοφίᾳ, καὶ συνέχων ἐν χειρὶ τὴν κτίσιν πᾶσαν, Τούτῳ λατρείαν δίδωμι, καὶ προσπίπτων προσκυνῶ, Πατέρα καὶ Υἱὸν καὶ Πνεῦμα Ἅγιον, ἵνα ζωῆς ἀπολαύσω τὰ μένοντα ἀγαθά, εἰς τὴν Βασιλείαν τὴν αἰώνιον, σὺν τοῖς ἐκλεκτοῖς ἀναπαυόμενος.

Ἦχος δ΄.
Τοὺς σοὺς μακαρίζω πόνους, οὓς δι’ ἀγάπην τῆς πίστεως ὑπέμεινας, Μέδικε τῆς Ἐκκλησίας στρατιῶτα, καὶ τῆς παρατάξεως Κυρίου ὁπλίτα σημειοφόρε. Οὐ γὰρ ἡττήθης τῷ φρονήματι, οὐδὲ τῷ λογισμῷ ἐκάμφθης, ἔχων τὸν Ἀθλοθέτην σου Χριστόν, ἐνδυναμοῦντά σε καὶ λέγοντα· μετὰ σοῦ εἰμὶ πάσας τὰς ἡμέρας σου, τῇ ἐμὴ δυνάμει τοὺς ἐχθρούς σου καθελῶ, καὶ ἀναδείξω σε νικητήν, ἵνα γνώσοντα τὰ ἔθνη, τὰ τῶν πιστῶν μεγάλα καὶ γενναῖα κατορθώματα.



Ἦχος πλ. α΄.
Τὴν σὴν ἀνδρείαν κατεπλάγησαν αἱ τῶν οὐρανῶν δυνάμεις, Μέδικε ἀήττητε Ἀθλητά, καὶ τοῦ παμβασιλέως Χριστοῦ πιστότατε ἀκόλουθε. Σὺ γὰρ τὰς βασάνους, ὡς χαρὰν ἐλογίσω, καὶ ὡς κέρδος ἔσχες ἀληθὲς καὶ αἰώνιον· διὸ καὶ μετὰ Παύλου τοῦ οὐρανόφρονος, οὕτως ἐβόας ἐκ βαθέων σου· τίς μὲ χωρίσει Κύριε, τῆς πρὸς σὲ ἀφοσιώσεως; Οὔτε πῦρ δυνήσεται κατασβέσαι, τῆς στοργῆς Σου τὴν φλόγα, οὔτε φυλακῆς δεσμὰ τὴν πρὸς Σὲ ἐμποδίσουσιν ἀγάπην· ἀλλ’ ἐλευθέρας ἐκ ψυχῆς δουλεύσω Σοι, ἵνα παρὰ Σοὶ εὕρω, τὴν προσδοκωμένην ἀγαλλίασιν.

Ἦχος πλ. β΄.
Ἡ τοῦ Διδασκάλου Χριστοῦ φωνή, ἐν σοὶ εὗρεν ἐφαρμογῆς ἀπήχησιν, Μέδικε ἐργάτα τοῦ καλοῦ ἀμπελῶνος. Τὸ γὰρ δοθέν σοι τάλαντον, ἐν πόνοις τιμίοις καὶ ἱδρῶσιν ἀθλητικοῖς, ὑπερπλειόνως ηὔξησας, Θεοῦ γενόμενος εὐπρόσδεκτον σφάγιον· ἄχρι δὲ τέλους ἔμεινας πιστός, ὑπογράψας δι’ αἱμάτων μαρτυρικῶν, τὴν καλὴν ὁμολογίαν· ὅθεν καὶ ἐνώπιον τοῦ οὐρανίου Πατρός, ὁ Χριστὸς σὲ ὡμολόγησεν, τῆς δόξης λαβὼν τὴν ἀκήρατον εὔκλειαν, καὶ τὴν μαρτυρικὴν προσηγορίαν. Μὴ οὖν ἐλλίπῃς τὸν Θεὸν ἐκδυσωπεῖν, ὑπὲρ τῶν τελούντων σου χαρμονικῶς, τὴν ἁγίαν καὶ εὔσημον πανήγυριν.

Δόξα. Ἦχος πλ. δ΄.
Ὡς κρήνην εὐωδίας μυστικῆς, τὰ ἅγιά σου λείψανα κατέχομεν, μεγαλομάρτυς Μέδικε, τὰς τοῦ Παρακλήτου προχέοντα δωρεάς τε καὶ χάριτας. Θαυματουργοῦσι γὰρ ἑκάστοτε, τοῖς πόθῳ εὐσεβείας ταῦτα προσκυνοῦσι, καὶ περιέπουσιν ἡμᾶς ἐν τοῖς ἀμέτροις θλίψεσιν. Σοὶ γὰρ πρεπόντως ἐκ Θεοῦ, ἐδόθη ἡ τοιαύτη χάρις, ὅτι τὸ μέγα τοῦ ἰατροῦ ἐξήσκησας λειτούργημα, παρέχων δωρεὰς τῶν ἰαμάτων τοῖς ὀδυνωμένοις, ὡς ἄμισθος βοηθὸς καὶ θεράπων ἀνάργυρος. Καὶ νῦν ἰάματα προχέεις ἐκ τῆς σοροῦ σου τὰ πολλά, καὶ τὴν ταχεῖαν ἄνεσιν, ἐπικουφίζων πάθη τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἐξαλείφων τὰς νόσους, τῇ δυνάμει τῆς σῆς ἐνεργείας, ὅτι πλοῦτος ἡμῖν ἐστίν, τῶν Μαρτύρων ἡ εὔνοια.

Καὶ νῦν. Θεοτοκίον
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.






Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ Ἀθλητῆς τοῦ Χριστοῦ, ὁ ἐν ἀγῶσι τοῖς ἐνθέοις ἀήττητος, τὸ σθένος τῆς εὐτολμίας ἡ τῆς ἀνδρείας πυγμή, γενναιοφροσύνης ἡ ἀλήθευσις· εἰκὼν ἡ βεβαία, τῆς ἐν Χριστῷ ἐπιδόσεως, ἡ ἀκεραία, παῤῥησία τῆς πίστεως, ἣν ἐσφράγισας, τοῖς τιμίοις σου αἵμασιν, Μέδικε ἁγιώτατε, Μαρτύρων ἡ εὔκλεια, τῆς Ἐκκλησίας ἡ δόξα, τῶν ἐναθλούντων ὁ σύμμαχος, τὴν σὴν οὐρανόθεν, ἡμῖν εὔνοιαν παράσχου, ἐν περιστάσεσιν.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Τέχνην, ἰατρικπῆς ἐκμαθών, μετὰ σπουδῆς ἰδιαζούσης ὦ Μέδικε, μετέδωκας τοῖς νοσοῦσι, καὶ καμπτομένοις δεινῶς, σὴν ἐπικουρίαν, καὶ ἀντίληψιν, στοργὴ συμπαθείας, πολλῶν ἰάσω τὰ τραύματα, καὶ τὰς ὀδύνας, τῶν σωμάτων ἐξήλειψας, σὴν ἀνάργυρον, παρασχὼν περιποίησιν· χαίροις οὖν ἐκβοῶμέν σοι, Κυρίου ἀκόλουθε, τοῦ θαμαστὰ ἐνεργοῦντος ἐν τοῖς Ἁγίοις ἑκάστοτε, πρὸς Ὃν ἱκεσίας, ἐκτενῶς ὑπὲρ λαοῦ σου, ἀεὶ προσάγαγε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Αἴνων, χαριστηρίων ᾠδάς, ἡ Ἰταλία γηθομένη προσφέρει σοι, Ὀτρίκολι δὲ ἡ πόλις, ἡ ἐν αὐτῇ μητρικῶς, πλέκει σοι τὸν ὕμνον, θεῖε Μέδικε· υἱὸς σὺ γὰρ τάυτης, περιφανὴς ἀναδέδειξαι, τῆς ἰατρείας, διαπρέψας τοῖς θαύμασι, καὶ τῇ χάριτι, σῆς γενναίας ἀθλήσεως, ῥείθροις δὲ τῶν αἱμάτων σου, τὴν γῆν καθηγίασας, καρποφορίαν ἀρίστην, προσαγαγὼν τῷ Κυρίῳ σου, παρ’ Οὗ καὶ ἐκτήσω, Βασιλείας οὐρανίου, τὸν μέγαν ἔπαινον.

Δόξα. Ἦχος πλ. α΄.
Χαρμονικῶς συνελθόντες οἱ πιστοί, δεῦτε μεγαλύνωμεν ἐν ὕμνοις, Μέδικον τὸν ἀνάργυρον ἰατρόν, καὶ εὐκλεῆ μεγαλομάρτυρα. Οὗτος γὰρ ὁ μακάριος, εἰς πίστιν τὴ ἁγίαν προσῆλθε, τὴν χάριν τῶν λειψάνων ορῶν, τοῦ προαθλήσαντος ἀριστέως Βίκτωρος. Καὶ τὴν στενὴν τοῦ μαρτυρίου ὁδόν, ὡς ἐκεῖνος καλῶς διέβη, τὰς θλίψεις ἔχων ὡς ἀνάπαυσιν, τὰς βασάνους ὡς τρυφήν, τοὺς αἰκισμοὺς ὡς κέρδος χαρᾶς ἀνεξαλείπτου· ὅθεν, εἰς τὸν πλατυσμὸν τοῦ παραδέισου φθάσας, εὗρεν ἐκεῖ τὸν μισθὸν τῶν μαρτυρικῶν ἀγώνων, τὸν τοῖς καλοῖς ἀγωνισταῖς ἀποκείμενον. Πρεσβεύει τε ὑπὲρ ἡμῶν, ὅπως μὴ ὀκνήσωμεν ἐν τῷ σταδίῳ τοῦ βίου, ἀλλὰ ζηλωταὶ γενώμεθα τῶν ἐνδόξων Μαρτύρων, καὶ τῶν ἀρετῶν ἐργάται φιλοκάματοι



Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεραπείαν παρέχεις ἰατρὸς ὡς ἀνάργυρος, Μέδικε ἀεὶ τοῖς νοσοῦσιν, ῥωστικῇ συμπαθείᾳ σου, πικρίας γὰρ καὶ ἄλγη αἰκισμῶν, ὑπέμεινας γενναίῳ λογισμῷ, μαστιγώσεις τὰς ἐτάσεις τὴν φυλακήν, καὶ ξίφους τὴν ἀναίρεσιν, χαίροις τῆς Ἰταλίας ἀπαρχή, χαίροις σφραγὶς τῆς πίστεως, χαίροις ὁ θησαυρίσας ἐν Θεῷ, τὸν πλοῦτον τὸν αἰώνιον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Ἀπόλυσις.






















ΟΡΘΡΟΣ

Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Αἰσίαις ἐν φωναῖς, ἐγκωμίων τε ὕμνοις, τὰ πλήθη τῶν πιστῶν, ἐπαινέσωμεν δεῦτε, τὸν Μέδικον τὸν ἔνδοξον, ἰατρὸν τὸν ἀνάργυρον, τὸν ἐμπρέψαντα, μαρτυρικῷ ἐν σταδίῳ, καὶ δοξάσαντα, ἐν ἀριστείαις τῶν ἄθλων, τῆς δόξης τὸν Κύριον.
Δόξα.
Λαμπρὰν εἰς ἑορτήν, Ἰταλίαν συνάγει, ὁ Μέδικος Χριστοῦ, ὁ θεράπων ὁ μέγας, Ὀτρίκολι τὴν πόλιν τε, μητρικὴν εἰς πανήγυριν· ταύτης πέφυκε, καὶ γὰρ θειότατον ἄνθος, τὴν ἀνέκφραστον, τοῦ παραδείσου χαράν τε, δηλοῖ εἰς τὰ πέρατα.
Καὶ νῦν. Θεοτοκίον.
Ἡ κλίμαξ Ἰακώβ, ἣν τεθέαται πάλαι, συνάπτουσα τὴν γῆν, οὐρανοῖς Σὺ ὑπάρχεις, Παρθένε πανακήρατε, Μαριὰμ ὅτι ἔτεκες, τὸν ποιήσαντα, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ ἑνώσαντα, τὰ διεστῶτα τὸ πρώην, σαρκὸς τῷ προσλήματι.

Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος πλ. δ’. Τὸ προσταχθέν.
Ὁ Ἀθλητὴς τοῦ Χριστοῦ ὁ γενναιόφρων, ὁ εὐκλεὴς καὶ τρανὸς μεγαλομάρτυς, ὁ τῶν νόσων θεράπων ἄνευ ἀργυρίου· ὁ γόνος τῆς Ἰταλίας ὁ εὐκλεής, ὁ λύχνος τῆς Ἐκκλησίας ὁ εὐπρεπής, ταῖς ᾠδαῖς τῶν αἰνέσεων, μεγαλυνέσθω φαιδρῶς, ἐν δόξῃ στερεώματι, ὁ πανένδοξος Μέδικος.
Δόξα.
Τῶν διωκτῶν τὴν παράφρονα κακίαν, τὰς ἀπειλὰς τῶν τυράννων καὶ τὸ θράσος, τῶν ἐτάσεων πόνους καὶ τὰς μαστιγώσεις, γενναίῳ καὶ καρτερόφρονι λογισμῷ, ὡς ἄτλας τῆς ἀκραδάντου ὑπομονῆς, ὁ ἀήττητος Μέδικος, καθυπομείνας στεῤῥῶς, τῆς νίκης τὸ διάδημα, οὐρανόθεν ἐδέξατο
Καὶ νῦν. Θεοτοκίον.
Τῶν Προφητῶν ὁ χορὸς ὁ θεηγόρος, τὴν ὑπὲρ νοῦν Σου λοχεῖαν Θεοτόκε, ἀνυμνῶν ἐν ταῖς βίβλοις ταῖς θεοχαράκτοις, ἐκάλει Σε ὄρος σύσκιον καὶ δασύ, καὶ στάμνον καὶ μανναδόχον Ἄρτου ζωής, καὶ μετάρσιον κλίμακα, εἰς οὐρανῶν τὰς μονάς, ἀνάγουσα τοὺς ᾄδοντας· χαῖρε Νύμφη ἀνύμφευτε.







Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Κατεπλάγη Ἰωσήφ.
Τῶν ἐν λύπαις ἀρωγός, ὁ εὐσυμπάθητος σὺ εἶ, τῶν ἐν ἄλγεσι δεινοῖς, πανευμενέστατος λιμήν, τῶν ἐν ποικίλαις ὀδύναις συναντιλήπτωρ· τέχνην ἰατροῦ σὺ γὰρ ἔμαθες, Μέδικε σοφὲ ἣν ἐφήρμοσας, ἐν ἀναργύρῳ τρόπῳ τοῖς νοσοῦσι, τὸν σὸν Δεσπότην μιμούμενος, ὃς λόγῳ μόνῳ, τὰς ἀσθενείας, τῶν ἀνθρώπων ἰᾶτο.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Παραβάσεως καρπόν, Εὔα φαγοῦσα παρευθύς, ἐξεβλήθη τῆς Ἐδέμ, λύπης πλησθεῖσα τῆς πικρᾶς, καὶ ἀπογνώσεως βρόχοις συνεδεσμεῖτο. Σὺ δὲ Μαριὰμ ἀειπάρθενε, λόγοις Γαβριὴλ ὑπακούσασα, τῆς χαρμοσύνου αἴτιον ἐλπίδος, σαρκὶ τῷ κόσμῳ ἐκύησας, Χριστὸς Ὃς πάλιν, ἐν παραδείσῳ, τοὺς ἀνθρώπους οἰκίζει.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὢ τῶν ἱερωτάτων σου ἀγώνων! Πῶς μὴ θαυμάσω Μέδικε, τὰς θαυμαστάς σου ἀριστείας; ἢ τῶν πολλῶν σου μεγαλείων, πῶς μὴ αἰνέσω τὴν μεγαλοπρέπειαν; Τὴν ἀγάπην γὰρ ἐφήρμοσας, θεραπεύων τοὺς νοσοῦντας συμπαθῶς, ὡς ἰατρὸς ἀνάργυρος! Τὴν πίστιν σου ὡσαύτως ὡμολόγησας, ἐνώπιον διωκτῶν παρανομούντων, ἀντὶ βασάνων δὲ πολλῶν, καὶ τῆς πικρᾶς μαχαίας, ταύτην ὑπέγραψας ἀοίδιμε! Λοιπόν, ἀπόκειταί σοι τῆς ἐλπίδος ὁ μισθός, καὶ τῆς χαρᾶς τῆς αἰωνίου, τὸ ἀναφαίρετον κεφάλαιον.











Εἶτα, οἱ Κανόνες· τῆς Θεοτόκου, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Μέδικος δοξάζεται, ὁ ἰατρὸς καὶ Μάρτυς. Ἰσιδώρας.
ᾨδὴ α’. Ἦχος α’. Ἀναστάσεως ἡμέρα
Μεγαλύνωμεν ἐν ὕμνοις, καὶ ψαλμοῖς ἱεροῖς, Μέδικον ὁμοφώνως, τῶν ἀναργύρων ἰατρῶν, τὴν ἐξέχουσαν τιμήν, Μαρτύρων Χριστοῦ, τὴν θείαν τε εὔκλειαν, καὶ πιστῶν τὸν ἀκέστορα.
Ἑορτίως Ἰταλία, ἡ μεγάλη σκιρτᾷ, πόλις ἐξαιρέτως, ἡ τοῦ Ὀτρίκολι ὁμοῦ, μητρικῶς ἐπικροτεῖ, τὴν μνήμην τὴν σήν, θειότατε Μέδικε, Ἐκκλησίας ὁ ἔπαινος.
Δυναστείαι τῶν τυράννων, τῇ ἐνστάσει τῇ σῇ, Μέδικε ἐτροποῦντο, τὴν πανοπλίαν τοῦ Σταυροῦ, ἐνδυσάμενος καλῶς, πρὸς πάλην στεῤῥάν, εἰσῆλθες καὶ τρόπαια, θείας δόξης ἀνήγειρας.
Ἰατρείας ἐπιστήμην, τὴν μεγάλην μαθών, πάθη τῶν ἀσθενούντων, συμπαθεστάτῃ σου χειρί, θεραπεύσας ἀμοισθί, μισθὸν ἐκ Θεοῦ, αἰώνιον Μέδικε, ἐπαξίως ἐκέρδισας.
Θεοτοκίον.
Κυριώνυμε Παρθένε, τῶν Ἀγγέλων χαρά, ᾄσμα τῶν ᾀσμάτων, τὰς τῶν ᾀσμάτων μου πλοκάς, καὶ καρδίας τὴν ᾠδήν, προσδέχου ἁγνή, καὶ χάριν  ἀντίδος μοι, ὡς χαρίτων κειμήλιον.

ᾨδὴ γ’. Δεῦτε πόμα πίωμεν καινόν.
Ὅπλον ἐν πολέμοις κραταιόν, τὸν Σταυρὸν τοῦ Κυρίου ἐκράτεις Μέδικε, τὴν ἐπηρμένην ὀφρῦν· διὸ καὶ συνέτριψας ἐχθροῦ, ἐν δόξῃ ὑψούμενος.
Σέβω τὸν Θεὸν τὸν ἀληθῆ, καὶ εἰδώλων ἀρνοῦμαι τὴν ἀθεότητα, ἐν στεντορείᾳ φωνῇ, τυράννων ἐνώπιον πολλῶν, ὁ Μέδικος ἔκραζεν.
Δίψαν τε καὶ πεῖναν καὶ δεσμά, φυλακίσεως Μέδικε καθυπέμεινας, ἐν καρτερίᾳ πολλῇ, Χριστὸς γὰρ ὁ Ἄρτος τῆς Ζωῆς, τροφή σοι ἐγένετο.
Ὄμμασι καρδίας νοερῶς, ἐνητένιζες κάλλη τὰ ἐπουράνια· ὅθεν τῆς γῆς τὰ τερπνά κατέλιπες Μέδικε σοφέ, Ἀγγέλοις ἑνούμενος.
Θεοτοκίον.
Ξένον καὶ φρικτὸν ὡς ἀληθῶς, τὸ μυστήριον Κόρη τῆς Σῆς συλλήψεως, ἀπειρογάμως καὶ γάρ, Θεὸν ἀπεκύησας σαρκί, ἁγνὴ διαμείνασα.









Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἰατρίας τὴν τέχνην καταμαθών, καὶ ἀγάπης τοῦ πλούτου μεταλειφώς, τὰ ἄλγη ἐπεκούφισας, ἀσθενούντων ὦ Μέδικε· ἐν ἀναργύρῳ τρόπῳ, τὰς νόσους ὶώμενος, τῇ συμπαθοῦς χρηστότητος, τὴν χάριν δωρούμενος· ὅθεν εἰς αἰῶνας, θησαυρίζεις τὸν πλοῦτον, τὸν θεῖον καὶ ἄφθαρτον, τοῖς δικαίοις τὸν πρέποντα, Ὃν Πατὴρ ἡτοιμάστο· δώρησαι ἱκέταις τοῖς σοῖς, ἐν ἀγαθότητι βίου πορεύεσθαι, ἵνα μέτοχοι δόξης αἰωνίου γενώμεθα.
Δόξα.
Ἐν πυρὶ ἀνυποίστων τιμωρίων, ἐν δριμείᾳ φλογί τε τῶν αἰκισμῶν, βασάνων εἰς τὴν κάμινον, τὴν ἀγρίαν καὶ ἄστεκτον, διὰ τὴν θείαν πίστιν ἐῤῥίφθης ὦ Μέδικε, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα τρανῶς ἐμεγάλυνας, σθένος οὐρανόθεν, ἐνδυσάμενος μέγα, βαρβάρων τὸ φρύαγμα, κατὰ κράτος συνέτριψας, νικηφόρος δεικνύμενος, τρόπαια τῶν ἄθλων τῶν σῶν, καταπληττόμενοι πάντες, δοξάζομεν, τὸ πανένδοξον κράτος, Τρισαγίας θεότητος.
Καὶ νῦν. Θεοτοκίον.
Παρθενίας Σου βάθος καταπλαγείς, καὶ ἁγνείας Σου ὕψος ἐκθαμβηθείς, ὁ μέγας Ἀρχιστράτηγος, Γαβριήλ Σοι ἱστάμενος, ἐν εὐλαβείᾳ Κόρη, τὸ χαῖρε ἐφώνησε, καὶ τῆς χαρᾶς τὸ ἄγγελμα, Πατρόθεν Σοι ἔφερεν· ὅθεν ἀπειράνδρως, τοῦ Θεοῦ τε καὶ Λόγου, Μητέρα γεγένησαι, καὶ τῷ κόσμῳ ἐπήγαασας, τὴν αἰώνιον λύτρωσιν· χαῖρε Σοὶ διὸ καὶ ἡμεῖς, φωναῖς αἰνέσεως πάντες προσάδομεν, τὸ γὰρ πλήρωμα ὅλον, τὸ τῆς χάριτος κέκτησαι.

ᾨδὴ δ’. Ἐπὶ τῆς θείας φυλακῆς.
Ἀδαμαντίνης σου ψυχῆς, τὴν ἀκατάπτωτον ἰσχύν, ὕμνοις ἐξειπεῖν οὐκ ἰσχύω, γενναιόφρον Μέδικε, τῶν Ἀθλοφόρων ἄριστε· ὅθεν σοι κατὰ χρέος τὸ χαῖρε, ἀναβοῶ ἐν φωνῇ, ἀγαλλιάσεως.
Ζηλῶν ἐζήλωσας καλῶς, τὸν ἐν τοῖς χρόνοις τοῖς πρὸς σοῦ, νίκαις μαρτυρίου στεφθέντα, τὸν ἀνδρεῖον Βίκτωρα· ὅθεν προθύμως Μέδικε, ἔδραμες μαρτυρίου τὴν τρίβον, ὁμολόγησας Χριστοῦ, τὸ μέγα ὄνομα.
Ἐν τῇ καμίνῳ εἰσελθών, τῶν ἀνυποίστων ἀλγεινῶν, ὅλως τῇ ψυχῇ οὐχ ἐκάμφθης, οὐρανόφρον Μέδικε· ἀλλ’ ἐν πυρὶ καιόμενος, ἔμεινας ἀβλαβὴς παραδόξως, ὥσπερ οἱ παῖδες τὸ πρίν, οἱ ἀεισέβαστοι.
Τυραννικῆς ἐπιβουλῆς, τὴν ἀγριαίνουσαν ὁρμήν, Μέδικος ἐνίκα ὁ μέγας, τοῦ Θεοῦ γὰρ τέτρωται, τῷ ἀκροτάτῳ ἔρωγτι, σύμμαχον τὴν αὐτοῦ οὖν κατέχων, ἀμαχωμάτην ἰσχύν, ὤφθη ἀλύγιστος.
Θεοτοκίον.
Ἀπειρογάμως τὸν Θεόν, τὸν ἀπερίγραπτον σαρκί, ἔσχες ἐν γαστρί Σου Παρθένε, Παναγία Δέσποινα, καὶ ὡς παιδίον τέτοκας, φέρουσα ἐν χερσί Σου δὲ τοῦτον, τοὺς τῶν Ἀγγέλων χορούς, καθυπερβέβηκας.


ᾨδὴ ε’. Ὀρθρίσωμεν ὄρθρου βαθέος.
Ἰάτρευσον πάθη ψυχῆς μου, καὶ ἐπικούφισον ἄλγη, ἐπώδυνα τῆς σαρκός μου, σῇ προσψαύσει Μέδικε, ὡς ἰατρὸς ἀνάργυρος, ῥῶσιν κατ’ ἄμφω βραβεύων μοι.
Ὀξύτατον βέλος ὡράθης, καὶ τῆς δαιμόνων μανίας, ἀντίπαλος ἄχρι τέλους, συμμαχίᾳ κρείττονι, τῇ τοῦ Θεοῦ σου Μέδικε, τούτων συντρίψας τὰ ἔνεδρα.
Ἰσόκλεος ὤφθης Μαρτύρων, καὶ τοῖς Ἀγγέλοις τῇ δόξῃ, ἐφάμιλλος ἐγνωρίσθης, στεφανίτα Μέδικε, μετὰ τιμῆς δεξάμενος, νίκης ἀρίστης τὸν ἔπαινον.
Ἀήττητος Μέδικε ἔστης, ἐν ταῖς βασάνοις μὴ κάμψας, τὸ φρόνημα τῆς ψυχῆς σου· ἀλλ’ αὐτὴν τῷ φίλτρῳ σου, τῷ πρὸς Θεὸν ἀνέδειξας, πλέον χρυσοῦ ἀπαστράπτουσαν.
Θεοτοκίον.
Τὸν τόκον Σου Κόρη Παρθένε, οἱ τῶν Ἀγγέλων χορεῖαι, θαυμάζουσι μετὰ δέους, καὶ βροτοὶ δοξάζουσι, μετὰ φωνῆς αἰνέσεως, Μήτηρ Θεοῦ γὰρ γεγένησαι.

ᾨδὴ στ’. Κατῆλθες, ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Ῥαδίως, τὴν τοῦ μαρτυρίου ὁδόν, ὡς γενναῖος τοῦ Χριστοῦ στρατιώτης, διέβης ἀναδειχθεὶς νικητής, θεῖε Μέδικε, Ἀθλοθέτου σου Θεοῦ, μεγαλύνας τὸ κράτος.
Οὐ θύω, τοῖς ψευδοειδώλοις γλυπτοῖς, οὐ ξοάνοις τὴν λατρείαν προσφέρω, πιστεύω τῷ ἐν Τριάδι Θεῷ, ἀνεβόησας, θεῖε Μέδικε ἐχθροῖς, κατενώπιον πᾶσιν.
Σχοινίοις, καὶ τοῖς ἐκ σιδήρου αἰχμαῖς, θεῖε Μέδικε ἐτάθης ἐν ξύλῳ, δοξάζων ἀπὸ ψυχῆς σου Χριστόν, Ὃς ἀνήρτηται, ἐν τῷ ξύλῳ τοῦ Σταυροῦ, εἰς τὸ σῶσαι τὸν κόσμον.
Κηρύττει, σοῦ τὰ μεγαλεῖα ἡ γῆ, δεξαμένη σῶν αἱμάτων τὰ ῥεῖθρα, καὶ στέργει ὁ οὐρανὸς ἐν χαρᾷ, ὡς δεξάμενος, τὴν ἁγίαν σου ψυχήν, Μάρτυς Μέδικε μάκαρ.
Θεοτοκίον.
Ἀγγέλων, τοὺς ἁγιωτάτους χορούς, ὑπερέβης τῇ τιμῇ καὶ τῇ δοξῇ, Παρθένε Θεοκυῆτορ ἁγνή, ταῖς ἀγκάλαις Σου, ὡς παιδίον τὸν Θεόν, Σὺ γὰρ ἔφερες Κόρη.








Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῶν ἀναργύρων ἰατρῶν τὸ σεμνολόγημα, τῶν Ἀθλοφόρων τοῦ Χριστοῦ τὸ περιήχημα, Ἰταλίας τὸν γενναῖον σημειοφόρον, τοῦ Ὀτρίκολι τῆς πόλεως τὸ βλάστημα, Ἐκκλησίας τε τὸ ἄνθος ὑπαντήσωμεν, ὕμνοις ψάλλοντες· Χαίροις Μέδικε κράτιστε.
Ὁ Οἶκος.
Ἄμισθον ἰατρείαν τοῖς νοσοῦσι παρέσχες, ὦ Μέδικε θεράπον Κυρίου. Καὶ ἀρωγῇ συμπαθεστάτης σου χειρὸς ἐκούφισας, τοὺς πόνους τῶν ἀλγούντων ἐν ἀσθενείαις. Νῦν δὲ κουφίζεις τῇ προσψαύσει τῆς προνοίας σου, τοὺς πίστει προσπίπτοντάς σοι ἐν ἱκεσίαις, ἀπὸ ψυχῆς δὲ ἐκβοῶντας οὕτως·
Χαίροις, τὸ κλέος τῆς Ἰταλίας·
χαίροις, τὸ θαῦμα τῆς Ἐκκλησίας.
Χαίροις, ἀναργύρων ἰατρῶν τὸ θησαύρισμα·
χαίροις, Ἀθλοφόρων Χριστοῦ τὸ ἐκσφράγισμα.
Χαίροις, συμμαχίας θείας ὁ γενναῖος στρατιώτης·
χαίροις, τῆς ἐχθροῦ μανίας ὁ ἀνδρεῖος καθαιρέτης.
Χαίροις, τῆς ὁμολογίας ἡ ἀήττητος φωνή·
χαίροις, πίστεως ἁγίας ἀκαθαίρετος ἰσχύς.
Χαίροις, τῶν βασάνων πεῖραν ὁ λαβὼν ἐν καρτερίᾳ·
χαίροις, φυλακῆς καὶ ξίφους ὁ τεμὼν τὴν ἐξουσίαν.
Χαίροις, ὁ τοῖς αἵμασί σου νόμον τοῦ Θεοῦ σφραγίσας·
χαίροις, δόξαν Βασιλείας αἰωνίου ὁ κερδίσας.
Χαίροις, Μέδικε κράτιστε.
Συναξάριον.
Τῇ ΚΣΤ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μεδίκου τοῦ ἀναργύρου ἰατροῦ, τοῦ ἐξ Ἰταλίας, ἔνθα διὰ ξίφους ἐτελειώθη.
Νόσους συμπαθῶς ἰᾶσαι ἀσθενούντων,
Μέδικε ὡς ὢν ἀνάργυρος θεράπων.
Εἰκάδι ἕκτῃ Μέδικος ὁ ἰατρὸς και Μάρτυς,
στεφηφορῶν εἰς τῆς Ἐδὲμ μετέβη τὰς σκηνώσεις.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Δαβίδ, τοῦ ἐν Θεσσαλονίκ
Δαυῒδ συνήφθης τῷ πάλαι Δαυῒδ, νέε,
ἄλλον Γολιὰθ σαρκικὰ κτείνας πάθη.
Οὗτος ὁ μακάριος, ἐξ Ἑώας ἕλκων τὸ γένος, ὡς ἀστὴρ πολύφωτος τὴν Ἑσπέραν κατηύγασεν. Ἐξ ἁπαλῶν γὰρ ὀνύχων, ἐγκρατείᾳ καὶ ἁγνείᾳ τὰ πάθη τῆς σαρκὸς ὑποτάξας, ὡράθη μετὰ σώματος ἄγγελος. Καλιὰν γὰρ πηξάμενος ἐν ἀμυγδάλης φυτῷ, ὡς ὄρνις εὐκέλαδος, πάντας μὲν τοῖς λόγοις κατηύφρανεν, αὐτὸς δὲ τὸν νοῦν ἑαυτοῦ εἰς ὕψος ἔνθεον ἀνεπτέρωσεν· ὅθεν τῶν θαυμάτων πλουτήσας τὴν ἐνέργειαν, στύλος ὤφθη φωτοειδέστατος, πάντας καταφωτίζων τοῖς θαύμασι. Κρύει γὰρ πηγνύμενος, καὶ τῷ θέρει φλεγόμενος, πρὸς ἀπάθειαν ἤλασε. Καὶ φλέξας σαρκὸς τὰς ἡδονάς, ἐν χερσὶ τοὺς ἄνθρακας λαβών, πρὸ προσώπου τοῦ βασιλέως στάς, καὶ τοῦτον θυμιάσας, ἄφλεκτος ἔμεινε· διὸ πᾶσαν ἀνθρωπίνην φύσιν τῷ βίῳ καὶ τοῖς θαύμασι καταπλήξας, πρὸς Κύριον, Ὃν ἐκ βρέφους ἐπόθησε, μετετέθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰωάννου, ἐπισκόπου Γοτθίας
Tῇ σαρκὶ τὸν νοῦν δοὺς ἐπιστάτην Πάτερ,
ἀρνῇ τὰ σαρκός, ἀλλὰ καὶ ταύτην, τέλος.
Οὗτος ὥρμητο ἐκ τπης τῶν Ταυροσκυθῶν χώρας, τῆς ὑπὸ τὴν ἐξουσίαν Γότθων τελούσης, Λέοντος καὶ Φωτεινῆς υἱὸς γεγονῶς· ἤκμασε δὲ ἐπὶ Λέοντος τοῦ Ἰσαύρου, Κωνσταντίνου τε καὶ Εἰρήνης τῶν βασιλέων. Ἁγιασθεὶς δὲ ἐκ βρέφους, ὡς Ἱερεμίας ὁ Προφήτης, καὶ Σαμουὴλ ὁ μέγας, κατ’ ἐπαγγελίαν γεννηθείς, εὐθέως τῷ Θεῷ ἀνετέθη. Ἐπεὶ δὲ εἰς μέτρον ἡλικίας ἔφθασε τῆς τε πνευματικῆς καὶ τῆς σωματικῆς, καὶ ἔδει αὐτὸν εἰς τὸν ἀρχιερωσύνης θρόνον ἀνελθεῖν, ὑπὸ τοῦ οἰκείου λαοῦ πρὸς τὸν καθολικὸν τῆς Ἰβηρίας ἐπέμφθη, κἀκεῖθεν τὴν χειροτονίαν ἐδέξατο. Ἐπεκράτει γὰρ ἐν τοῖς Ῥωμαϊκοῖς μέρεσιν ἡ τῶν Εἰκονομάχων αἵρεσις. Μετὰ δὲ τὴν τελευτὴν Λέοντος, παρεγένετο πρὸς τὴν Βασιλεύουσαν πόλιν, καὶ πολλὰ περὶ τῆς Ὀρθοδόξου πίστεως πρὸς τὴν βασίλισσαν Εἰρήνην διαλεχθείς, πάλιν εἰς τὴν ἰδίαν χώραν ὑπέστρεψε. Καὶ πολλοὺς κινδύνους ὑποστάς, διὰ τὸ ἐκδοθῆναι ὑπὸ τοῦ ἰδίου λαοῦ τοῖς Λαζῶν ἄρχουσιν, ἐν Ἀμάστριδι τῇ κατὰ Πόντον φυγὰς παραγενόμενος, τὸν βίον μετήλλαξε, καὶ πρὸς Κύριον ἐξεδήμησε. Ἀπηνέχθη δὲ τὸ τίμιον αὐτοῦ λείψανον, πλοίῳ τεθέν, ἐν τῇ Μονῇ τῶν Ἁγίων Ἀποστόλων, καὶ ἐν αὐτῇ κατετέθη, πολλῶ  θαυμάτων πηγὰς τοῖς προσιοῦσι προχέον εἰς δόξαν Θεοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀνθίωνος
Δένδρον τι θεῖον καλλίφυλλον Ἀνθίων,
φυλλοῤῥοεῖ δὲ τῇ ῥύσει τοῦ σαρκίου.




Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νέος Ἱερομάρτυς Γεώργιος Στέπανιουκ, ὁ Ῥώσσος, ὑπὸ τῶν ἀθέων κομμουνιστῶν, ἐν ἔτει 1918, πυροβοληθεὶς τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.











ᾨδὴ ζ’.Ὁ παῖδας ἐκ καμίνου.
Ἰδέαις πολυτρόπων κολάσεων, ὡμίλησας Μέδικε, ἔχων εἰς Θεόν, τὴν σὴν ἐλπίδα σταθηράν, καὶ κρατήσας τὴν πίστιν σου ἄθραυστον, ἐξῆλθες στεφηφορῶν οὖν καὶ ᾄδων, Θεῷ τὰ νικητήρια.
Μαστίγων δοκιμάσας τὴν κάκωσιν, στρεβλώσεων πείραν τε, Μέδικε λαβών, οὐχ ἐσαλεύθης τῷ νοΐ, οὐχ ἐκάμφθη ψυχῆς σου τὸ φρόνημα· ἀλλ’ ἔσχες τὸν ἰατρὸν καὶ Σωτῆρα, Χριστόν σε ἐνισχύοντα.
Ἀκέστωρ νοσημάτων τοῦ σώματος, ὑπάρχων ὦ Μέδικε, πάθη χαλεπά, καὶ ἀῤῥωστήματα δεινά, ἀσθενούντων καλῶς ἐθεράπευσας, παρέχων τοῖς ἐν κακοῖς καμπτομένοις, ἀνάργυρον βοήθειαν.
Ῥοαίς σου τῶν αἱμάτων ἐπότισας, πανίερε Μέδικε, γῆν τὴν ἱεράν, τῆς Ἰταλίας καὶ καρπόν, ἐπιδόσεως θείας ἐθέρισας, τὸ κέρδος τῆς οὐρανῶν Βασιλείας, λαβὼν εἰς τὸ ἀκέραιον.
Θεοτοκίον.
Τοὺς ὅρους τῆς ἀγνείας ἐτήρησας, Παρθένε πανάσπιλε, πέραν τῆς φθορᾶς, ἀπειρογάμως γὰρ Χριστόν, τὸν τῶν ὅλων Θεὸν ἀπεκύησας, καὶ μένεις μετὰ τὸν θεῖόν Σου τόκον, ἁγνὴ ὥσπερ τὸ πρότερον.

ᾨδὴ η’. Αὕτη ἡ κλητή.
Ὕπνος ἀληθῶς, καὶ ἀνάπαυσις θεία, ὁ θάνατος ὑπάρχει, τῶν εὐσεβῶν καὶ δικαίων, τελευτὴ ὅθεν νῦν, τὸῦ Μεδίκου ἰατροῦ τε καὶ Μάρτυρος, πιστοὺς συγκαλεῖται χαρᾶς εἰς πανδαισίαν.
Σέλας νοητόν, ἐν λαμπρότητος αἴγλη, ἀνέτειλε τῇ κτίσει, ὁ φαεινὸς Χριστομάρτυς, Ἀθλητῶν ὁ φωστήρ, ἀναργύρων ἰατρῶν τὸ ἀπαύγασμα, ὁ Μέδικος δεῦτε, τιμὴν ἐν ὕμνοις δῶμεν.
Ἴδετε λαοί, Ἰταλία κραυγάζει, ἐτέχθη ἐκ τῆς γῆς μου, ὡς ἀπαρχὴ εὐλογίας, ὡς βλαστός τε τερπνός, ὁ θεόφρων καὶ ἀήττητος Μέδικος, Ἐδὲμ μετὰ δόξης, αὐτὸν ὑποδεχέσθω.
Σκεῦος ἐκλογῆς, θαυμαστῆς καὶ ἁγίας, ὁ Μέδικος ὑπάρχει, ὁ ἀριστεὺς τοῦ Κυρίου, ἐν ἀγῶσι καλοῖς, καὶ τιμίοις τῷ Θεῷ εὐηρέστησε, μισθὸν διὸ εὗρεν, τῆς ἄνω κληρουχίας.
Θεοτοκίον.
Ἴσον τῷ Πατρί, συναΐδιον Λόγον, συνέσχες ἐν γαστρί Σου, Παρθενομῆτορ Μαρία, κιβωτὸς οὖν ζωῆς, ἀθανάτου τε τροφῆς θεία Τράπεζα, ἐγένου Σωτῆρα, Χριστὸν ἀρτοφοροῦσα.








ᾨδὴ θ’. Φωτίζου, φωτίζου.
Δριμύτητα πόνων, καὶ ἀλγεινῶν ἐπιφορᾶς, στεῤῥοτάτῃ καρδίᾶ, ἐκαρτέρεις Μέδικε· σοὶ γὰρ τὸ ζῆν, ἧν Χριστὸς ὁ Θεός, καὶ τὸ θανεῖν, κέρδος ἐθεώρει, ὡς λέγει Παῦλος ὁ μέγιστος.
Ὡς ὄναρ, ὡς χόρτον, ὡσεὶ ἀράχνιον ἱστόν, θεωρῶ τὰς τοῦ βίου, εὐτελεῖς τερπνότητας, μία στοργή, εἷς μοι ἔρως ἐστίν, ὁ τοῦ Θεοῦ, ὃς τὸ πᾶν συνέχει, ἐβροντοφώνει ὁ Μέδικος.
Ῥαδίως, τὴν τρίβον, τοῦ μαρτυρίου τὴν στενήν, ἐν ἀνέσει διέβης, σῆς καρδίας Μέδικε· ἔφθασας οὖν, παραδείσου εἰς φῶς· ἔνθα χαρᾶς, ἔλαβες τὸ δῶρον, ἐν πανηγὐρει φαιδρότητος.
Ἀφάτου, προχέει, καὶ οὐρανίου χαρμονῆς, εὐωδίαν ἡ θήκη, σῶν λειψάνων Μέδικε· χαίρει λαός, Ἰταλίας σκιρτῶν, πᾶσα ὁμοῦ, ᾄδει Ἐκκλησία, τῶν σῶν θαυμάτων τὰς χάριτας.
Θεοτοκίον.
Σοὶ πρέπει, τὸ χαῖρε, εὐλογημένη Μαριάμ, Σοὶ ἁρμόζει ἡ δόξα, Σοὶ τιμὴ καὶ ἔπαινος, λύπης καὶ γάρ, ἡ ἀρχαία ἀρά, εὗρεν ἐν Σοί, τέλος Παναγία, ὅτι παράδεισος ἤνοικται.

Ἐξαποστειλάριον. Ἦχος γ’. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Τοῦ ἰατροῦ τὴν τέχνην, μεθ’ ἱκανότητος ἀσκῶν, τῶν ἀσθενῶν τὰς νόσους, τῇ ἀναργύρῳ σου σπουδῇ, εὐσυμπαθήτως ἰάσω, Μέδικε θεῖε θεράπον.
Ἕτερον. Ὅμοιον.
Πρὸς τοὺς ἀγῶνας χαίρων, ἐν ἱλαρότητι ψυχῆς, καὶ ἐν πολλῇ δυνάμει, ὁ θεῖος Μέδικος ἐλθών, παρὰ Κυρίου ἀξίως, ἔλαβε νίκης βραβεῖα.
Θεοτοκίον.
Ἡ φωτοφόρος πύλη, ἡ ὁδηγοῦσα τοὺς θνητούς, εἰς τῆς ζωῆς τὰς ἐπαύλεις, Σὺ εἶ Παρθένε Μαριάμ, καὶ διασώζεις θανάτου, τοὺς σέβοντάς Σου τὸν τόκον.














Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!
Χαίροις, θεοφόρε Μέδικε! ὁ βεβαιώσας καλῶς, τὴν στοργήν σου πρὸς Κύριον, ἐν ἔργοις χρηστότητος, καὶ ἐν ἄθλοις τῆς πίστεως, τοὺς γὰρ νοσοῦντας σὺ ἐθεράπευες, ἐν μεταδόσει τῆς συμπαθείας σου· χαίροις μακάριε, τοῦ Θεοῦ τὸ ἔλεος! εὗρες πολύ, ὅτι τὴν ἀνάργυρον, σπουδὴν μετέδωκας.

Πίστιν, τοῦ Χριστοῦ τὴν ἄμωμον! ἐν στεντορείᾳ φωνῇ, καὶ ἀπτώτῳ φρονήματι, τυράννοις ἐνώπιον, ὡμολόγησας Μέδικε· πικρὰς βασάνους ὅθεν ὑπέμεινας, καὶ πλείστους πόνους, καρτερικώτατε, στῦλος δεικνύμενος, ἀνδρικῆς ἐνστάσεως! τοῦ δυσμενοῦς, θραύσας τελεώτατα, τὰ πανουργεύματα.

Ἄγει, Ἰταλία σήμερον! Μητροπρεπῆ ἑορτήν, καὶ σκιρτῶσα τῷ πνεύματι, ἐν ὕμνοις αἰνέσεως, ὑπαντᾶ σε ὦ Μέδικε· ἐν ταύτῃ πόλις ἡ τοῦ Ὀρτίκολι, συνάμα χαίρει, καὶ ἐπαγάλλεται, κλῆμα κατάκαρπον, ἐξ αὐτῆς γὰρ πέφυκας! ἀθλητικήν, φέρων ἁγιότητα, χρηστοῖς ἐν νάμασιν.

Χαίροις, ἰατρὲ ἀνάργυρε! ὁ ἀγοράσας Θεοῦ, Βασιλείαν αἰώνιον, ἀντὶ τῆς ἀθλήσεως, τοῦ φρικτοῦ μαρτυρίου σου· ὡσεὶ ἀδάμας ἔστης ἀκράδαντος, ἐν τιμωρίαις, θεατριζόμενος, σθένος οὖν Μέδικε, τοῦ Χριστοῦ ἐτράνωσας! τὸ κραταιόν, δόξης εἰς ἀνάβασιν, προτρέπων ἅπαντας.

Δόξα. Ἦχος πλ. δ΄.
Δυνατωτέρα τοῦ πυρός, ἡ πίστις σου ἐδείχθη, Μέδικε τοῦ Κυρίου πανοπλία κραταιέ. Καὶ τῶν βασάνων ἡ ψυχή σου ἀκμαιοτέρα ἐφάνη, ὅτι τῷ Θεῷ τῶν δυνάμεων ἐστρατεύθης Ἀθλητά. Οὐχ ἐδειλίασας τῶν ἀπειλῶν τὰ φόβητρα, οὐχ ἔπτηξας τῶν ἀλγεινῶν τὴν δριμύτητα, οὐχ ἐπτοήθης τῶν κολάσεων τὰ ἐπίπονα, οὐδὲ τῆς ὁδοῦ ἐξέφυγες τῆς ἀληθείας, ἀλλ’ οὕτως ἔκραζες βοῶν· ἐμοὶ τὸ ζῆν Χριστός, ὁ τῶν ὅλων Ποιητὴς καὶ Βασιλεὺς ἀθάνατος. Τούτῳ πιστεύω ὡς Θεῷ, καὶ προσκυνῶ καὶ δοξάζω, Οὗ τῷ ὀνόματι κλίνει γόνυ πᾶσα ἡ κτίσις δουλικῶς. Τῆς φυλακῆς δι’ Αὐτὸν τὰ δεσμά, καὶ τὰς θλίψεις δεχθήσομαι, τὰς μαστιγώσεις οὐχ ἀρνοῦμαι, τὰς ἐτάσεις φέρω ἅμα ἐν χαρᾷ, ὅτι καὶ Χριστὸς δι’ ἐμὲ τὰ Πάθη καὶ τὸν Σταυρὸν ἐδέξατο, δωρούμενός μοι τὴν ἀπάθειαν, καὶ ἐλευθερίαν ἐκ φθορᾶς, Βασιλείαν τε ἀιώνιον, ὡς Θεὸς ἀγαθὸς καὶ πολυέλεος.

Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον
Χαίροις ὁ ἀνάργυρος ἰατρός, χαίροις Ἐκκλησίας στρατιώτης ὁ δυνατός, χαίροις Ἀθλοφόρων, ἡ ἔνθεος ἀκρότης, ὦ Μέδικε γενναῖε, στῦλε τῆς πίστεως.





































ΠΑΡΑΚΛΗΣΙΣ

Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.


Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν ἱερῶν Χριστομαρτύρων τὸ κλέος, τῶν ἀναργύρων ἰατρῶν τε ὁ πλοῦτος, ὁ στεφανίτης Μέδικος, στεφθείτω ᾠδαῖς· οὗτος γὰρ τὸ ὄνομα, τοῦ Θεοῦ τοῦ Ἁγίου, θείοις κατορθώμασι, μεγαλύνας ἐν δόξῃ· νῦν μεγαλείων θείων τὴν τιμήν, παρὰ Κυρίου, ἀξίως ἐδέξατο.
Δόξα.
Ἡ Ἰταλία μητρικῶς ὑπαντάτω, τὴν ἑορτὴν τοῦ θεοφόρου Μεδίκου, τοῦ ἰατροῦ καῖ Μάρτυρος, φωτὶ ἱλασμῶν· πόλις τοῦ Ὀρτίκολι, ἐν αὐτῇ τε σκιρτάτῳ, γόνος ἁγιόφυτος, ταύτης οὗτος ὑπάρχει, καὶ Ἐκκλησίαν πᾶσαν δαδουχεῖ, τῇ οὐρανίᾳ, αὐτοῦ τελειότητι.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: ᾌδω, Μεδίκου ἰατροῦ, μαρτυρικὰ βραβεῖα. Ἰσιδώρας.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ἀγώνων τῶν θείων σου τὴν σπουδήν, τῆς σῆς ἀναργύρου, πολιτείας τὴν ἀρετήν, ὦ Μέδικε ᾄδω ἐν αἰνέσει· τὴν ἁρμοστήν σου τιμῶν ἀγαθότητα.
Δανείσας ἐδάνεισας τὸν Θεόν, σὸν πλοῦτον σκορπίσας, εὐποιΐας ἐν παροχαῖς, καὶ γὰρ ἀναργύρων τοῖς νοσοῦσιν, τὴν θεραπείαν προσέφερες Μέδικε.
Ὡς λύχνος ὦ Μέδικε χρυσαυγής, τὴν χώραν αὐγάζεις, Ἰταλίας φωτοπρεπῶς, καὶ πόλιν Ὀτρίκολι σεμνύνεις, ἥτις ὡς μήτηρ καυχάται τῇ δόξῃ σου.
Μεγάλα σοὶ ὄντως καὶ θαυμαστά, ὦ Μέδικε μάκαρ, ἐποιήσατο ὁ Θεός, ὁ μέγας ὑπάρχων ἐν ἰσχύϊ, καὶ μεγαλύνων τοὺς Τοῦτον δοξάζοντας.
Θεοτοκίον.
Ἐλπὶς ἡ βεβαία Χριστιανῶν, τοῦ κόσμου τε τεῖχος, καὶ βεβαία καταφυγή, τῶν ζάλαις δειναῖς χειμαζομένων, Σὺ εἶ Μαρία Κυρία τοῦ σύμπαντος.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Δωρεὰν θεραπείαν τοῖς ἐν δεινοῖς ἔδωκας, Μέδικε Κυρίου θεράπον, φιλανθρωπότατε, ἐν ἀναργύρῳ σπουδῇ, καὶ συμπαθεῖ σου ἀγάπῃ, ἰατρὸς ὡς ἄριστος, καὶ ἱκανώτατος.
Ἰσχυρᾷ σου ἐνστάσει τὸν κραταιὸν Κύριον, ἔμπροσθεν τυράννων ἀθέων, καθωμολόγησας, τούτου ὁρμὴν τὴν σαθράν, ὑπὸ τὴν γῆν ταπεινώσας, πανοπλίτα Μέδικε, καρτερικώτατε.
Κέρδος ἔχω ὡς μέγα τὰ τῆς σαρκὸς βάσανα, θλίψεις ἀλγεινῶν τε ἡγοῦμαι, ὥσπερ ἀπόλαυσιν, τὸ τῆς καμίνου δὲ πῦρ, ὡς δρόσον φέρων ἁγίαν, τοῖς δυνάσταις ἔλεγε, χαίρων ὁ Μέδικος.
Οὐδαμῶς ἐπτοήθης τῶν αἰκισμῶν Μέδικε, τὰς δυσφορωτάτας ὀδύνας, οὐχ ἐδειλίασας, τῆς φυλακῆς τὰ δεσμά, καὶ τὰ ἀνύποιστα ἄλγη, τοῦ Θεοῦ μακάριε, ἐνδυναμοῦντός σε.
Θεοτοκίον.
Ὑψηλότατος θρόνος Σὺ εἶ ἁγνὴ Δέσποινα, καὶ τιμιωτάτη καθέδρα, τοῦ Παντοκράτορος, καὶ λογικὸς οὐρανός, τοῦ ἐν Ἁγίοις Ἁγίου, Σαῖς χερσὶ βαστάσασα, τοῦτον ὡς νήπιον.
Ἰάτρευσον, ἡμῶν τὰ πάθη καὶ νόσους τὰς ψυχοφθόρους, καὶ παράσχου ὡς ἰατρὸς ἀνάργυρος Μέδικε, τὴν ἄφθονον χάριν σῆς συμπαθείας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ταμεῖον χρηστῆς ἐδείχθης ἀγαθότητος, πληρότης καλῶν, ἐνθέου μεταδόσεως, ἰατρὲ ἀνάργυρε, θεοφόρε Μέδικε ὄλβιε, τῆς Ἰταλίας εὔσημε υἱέ, τῆς ἄνω πατρίδος ἡ εὐπρέπεια.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἱλαρότητι τρόπων σου, κόσμον ὡραΐζεις φωτοπρεπέστατα, καὶ ἐκφαίνεις θεῖε Μέδικε, τῶν σεπτῶν σου ἄθλων τὴν λαμπρότητα.
Ἀκωλύτως διέδραμες, τὴν τοῦ μαρτυρίου παλαίστραν Μέδικε, τῷ Θεῷ ἀνατιθέμενος, τὴν ἐλπίδα πᾶσαν τῆς καρδίας σου.
Τιτρωσκόμενος ἔχαιρες, καὶ κατακεντούμενος μάκαρ Μέδικε, ἐν χαρᾷ ἐπαγαλλόμενος, τὸν Θεὸν ηὐλόγεις τὸν Σωτῆρά σου.
Ῥαβδισμοὺς ἐκαρτέρησας, καὶ τὰς ἐπὶ ξύλου ἐτάσεις Μέδικε, ταπεινώσας τῇ ἐνστάσει σου, τοῦ ἐχθροῦ ὀφρὺν τὴν ὑπερήφανον.
Θεοτοκίον.
Ὁρμητήριον ἄκλυστον, τῆς καλῆς ἐλπίδος ὑπάρχεις Δέσποινα, τοῖς ἐν ζάλαις θαλαττεύουσιν, γαληνὴν παρέχουσα ἀνάπαυσιν.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕβριν τῶν ἐχθρῶν, τὴν κακόθεον ἐξύβρισας, τῇ εὐτόλμῳ σου ὦ Μέδικε φωνῇ, καὶ εὐσεβείας, κατετράνωσας τὰ δόγματα.
Μίαν ἐν τρισίν, ὑποστάσεσι θεότητα, προσκυνῶ καὶ μεγαλύνω καὶ τιμῶ, ἐν τῷ σταδίῳ, ὡμολόγησεν ὁ Μέδικος.
Ἄλγη τῇ σαρκί, καὶ ὀδύνας θεῖε Μέδικε, ὡς ἀδάμας καθυπέμεινας στεῤῥός, ἡ δὲ ψυχή σου, ἡ ἁγία ἔστη ἄτρωτος.
Ῥείθροις ἱεροῖς, τῶν αἱμάτων σου ἐφοίνιξας, Ἰταλίας θεῖε Μέδικε τὴν γῆν, ἐξ ἧς τὸν στάχυν, τὸν κατάμεστον ἐθέρισας.
Θεοτοκίον.
Τίς τῶν γηγενῶν, τοῦ Σοῦ τόκου τὸν παράδοξον, καὶ ἀπόῤῥητον Παρθένε Μαριάμ, εἰπεῖν ἐν λόγοις ἢ ἐν ῥήμασι δυνήσεται;













ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὑπέρτερος, τῆς σαρκὸς γεγένησαι, καὶ παθῶν τῶν χαμερπῶν ὑπεράνω, ὅτι τῆς γῆς, τὰ ἡδέα ἠρνήσω, καὶ οὐρανοῖς τὸ πολίτευμα Μέδικε, τὸ σὸν μετέθηκας καλῶς, τοῦ Θεοῦ καθορῶν τὴν τερπνότητα.
Ῥαπίσματα, καρτερήσας Μέδικε, κατεῤῥάπισας ἐχθροῦ τὴν μανίαν, καὶ στεῤῥεάν, τὴν καρδίαν σου ἔχων, πρὸς τὸν Θεὸν τῶν δυνάμεων ἔθραυσας, δαιμόνων ἄστατον ἰσχύν, τοῦ Σταυροῦ θριαμβεύσας τὰ τρόπαια.
Ἰνδάλματα, τὰ τῆς πλάνης ἔπεσον, τῇ ἀπτώτῳ ψυχικῇ σου ἀνδρείᾳ, καὶ ἡ ἰσχύς, τῶν εἰδώλων ἐῤῥάγη, ῥωμαλεότητι σθένους σου Μέδικε, τῆς πίστεως θριαμβευτά, καὶ Θεοῦ τοῦ τῆς δόξης συμμέτοχε.
Κρατούμενος, φυλακῆς εἰς στένωσιν, καὶ εἰς πείνης τὰ δεσμά τε καὶ δίψης· διὰ Χριστοῦ, τοῦ Θεοῦ σου τὸν πόθον, οὐχ ἐσαλεύθης ποσῶς θεῖε Μέδικε· ἀλλ’ ἔψαλλες ἀπὸ ψυχῆς· ἐλευθέρας ᾠδὴν ἐπινίκιον.
Θεοτοκίον.
Ἀνύμφευτε, νυμφοτόκε Δέσποινα, τῶν Ἀγγέλων ἡ τερπνὴ μελῳδία, τῶν γηγενῶν, ἡ ἐλπὶς ἡ βεβαία, τῆς οἰκουμένης τὸ τεῖχος τὸ ἄῤῥηκτον, περίσωζε τὸν Σὸν λαόν, ἐκ κινδύνου δεινῆς περιστάσεως.

Ἰάτρευσον, ἡμῶν τὰ πάθη καὶ νόσους τὰς ψυχοφθόρους, καὶ παράσχου ὡς ἰατρὸς ἀνάργυρος Μέδικε, τὴν ἄφθονον χάριν σῆς συμπαθείας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Ἀσθενείας τὰς σωματικὰς ἐθεράπευες, ἐπιστήμην τὴν ἰατρικὴν μετερχόμενος, ὡς ἀκέστωρ καὶ συμπαθὴς πρὸς πάντας ἀρωγός· διὸ κούφισον καὶ τὰς ἡμῶν, πολυωδύνους συμφοράς, τὰς δεινὰς ἀλγηδόνας τε· Μέδικε ἀναργύρως, παρέχων ἐν μεταδόσει, τὰς εὐμενεῖς σου δωρεάς, ἐν ἐλέει ἀγαθότητος











Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον. Κεφ.  10:1, 10:5-8
Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τοὺς δώδεκα Μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτὰ, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τούτους ἀπέστειλεν ὁ ᾿Ιησοῦς, παραγγείλας αὐτοῖς λέγων· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου ᾿Ισραήλ. Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες· Ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, νεκροὺς ἐγείρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.
Δόξα: Ταῖς τοῦ Ἀναργύρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τέχνην ἐπιστάμενος, ἰατρικὴν μετὰ κύρους, ἱλαρῶς μετέδωκας, ἀσθενέσι Μέδικε σὴν βοήθειαν· καὶ Θεῷ ἤνεγκας, προσφορὰν θυσίας, τὴν τελείαν σου ἀγάπησιν, αὐτὴν ἀπέδειξας, ἐν μαρτυρικοῖς ἀγωνίσμασιν, ἀνδρείως γὰρ ὑπέμεινας, τὰς ἐν τῷ σταδίῳ σκληρότητας· ὅθεν τὰ βραβεῖα, τῆς ἄνωθεν τιμῆς ἐπιτυχών, τῆς οὐρανίου λαμπρότητος, κοσμεῖς τὴν ὁμήγυριν.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βασιλεῖ τῶν αἰώνων ἠκολούθησας χαίρων θεόφρον Μέδικε· διὸ τῶν ἐπιγείων, παρεῖδες βασιλέων, προσταγάς τε καὶ δόγματα, μὴ φοβηθεὶς ἀπειλάς, αὐτῶν ὡς γενναιόφρων.
Ῥιζοτόμος κακίας φυτοκόμος καλῶν τε ἐδείχθης Μέδικε, τὴν πίστιν κατασπείρας, ἐν αὔλαξι ψυχῆς σου, καὶ σκαπάνῃ τῶν ἄθλων σου, καλλιεργήσας αὐτήν, καρπὸν πολὺν συνῆγες.
Ἀναργύρως ἰάσω ἀσθενούντων τὰ πάθη καὶ τὰ νοσήματα, πειθόμενος τοῖς λόγοις, καὶ ἔργοις τοῦ Κυρίου, θεοδίδακτε Μέδικε· Ὃς δωρεὰν ἐπὶ γῆς, ἰάσατο τὰ πλήθη.
Βαρυτίμου ἀξίας τὴν στολὴν ἐνεδύθης παμμάκαρ Μέδικε, ταῖς χρόαις μαρτυρίου, λαμπρῶς πεποικιλμένην, καὶ τῷ κάλλει τῶν ἔργων σου, σὺν Ἀθλοφόροις Θεῷ, ᾠδὰς ἐπισυνάπτων.
Θεοτοκίον.
Ἐγκωμίων προσφέρειν τὰς ᾠδὰς Σοὶ Παρθένε ἁγνὴ βουλόμενοι, τὸ χαῖρε τοῦ Ἀγγέλου, βοῶμεν γηθοσύνως, Σὺ γὰρ μόνη ἀπήλλαξας, ἐκ τῆς ἀρχαίας ἀρᾶς, τὸ γένος τῶν ἀνθρώπων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἱστὸν ἀράχνης, καὶ μαραινόμενον ἄνθος, καὶ σκιὰν ἐλογίσω τοῦ κόσμου, Μέδικε τὰ κέρδη, Θεοῦ ἐρῶν τὸν πλοῦτον.
Ἀστὴρ ὡς μέγας, ἀπὸ δυσμῶν ἀνατείλας, τῷ φωτὶ τῶν γενναίων σου ἄθλων, πᾶσαν οἰκουμένην, ὦ Μέδικε φαιδρύνεις.
Ἱδρῶσι θείοις, καὶ ἱεροῖς σου καμάτοις, τῶν ταλάντων ὃν ἔλαβες πλοῦτον, Μέδικε θεόφρον, ἐπηύξησας πλειόνως.
Σκιρτᾷ Μαρτύρων, καὶ τῶν Ἀγγέλων ὁ δῆμος, τῇ σεπτῇ σου ὦ Μέδικε μνήμῃ, τούτων γὰρ τοῖς τρόποις, ἐφάμιλλος ἐδείχθης.
Θεοτοκίον.
Ἱερωτέρα, τῶν Χερουβὶμ Σεραφίμ τε, οὐρανίων ταγμάτων τε πάντων, Σὺ τιμιωτέρα, ὑπάρχεις Θεοτόκε.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Διττῶς τὴν τοῦ Κυρίου, Μέδικε ἀγάπην, σὺ ἐπεσφράγισας Τούτου ὡς Μάρτυς σεπτός, ὡς ἰατρὸς συμπαθής τε θεῖε Ἀνάργυρε.
Ὡς ὄρθρος ὡς ἡμέρα, θείας εὐφροσύνης, ἡ ἱερά σου ἐπέστη ἡμῖν ἑορτή, τὰς τῶν πιστῶν διανοίας, Μέδικε θέλγουσα.
Ῥοαῖς τῶν σῶν αἱμάτων, γῆν τῆς Ἰταλίας, ἁγιωτάτως ποτίσας πλουσίως καρπόν, τῆς ἱερᾶς θημωνίας ἔδωκας Μέδικε.
Ἀνάργυρος τοῖς τρόποις, Μέδικε ὑπάρχων, ἐν μεταδόσει ἀγάπης τὴν ῥῶσιν πολοῖς, χριστομιμήτως παρέχεις, μεθ’ ἱλαρότητος.
Θεοτοκίον.
Στερεώμα καὶ τεῖχος, φύλαξ τε καὶ σκέπη, καὶ φοβερὰ προστασία, τοῦ κόσμου παντός, Σὺ εἶ Παρθένε Μαρία, θεομακάριστε.

Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Χαίροις ὁ θεράπων ὁ συμπαθής· χαίροις τοῦ Κυρίου, στρατιώτης ὁ εὐσθενής· χαίροις Ἐκκλησίας, ὁ μέγας στεφανίτης, τῆς πίστεως ἀδάμας, ἔνδοξε Μέδικε.
ᾌσωμεν ἐν σάλπιγγι ψυχικῇ, χείλεσιν ἁγνοῖς τε, καὶ αἰνέσεως ἐν φωνῇ, Μέδικον τὸν δόξης, στολῇ τετιμημένον, εἰς ὕψος ἀναβάντα, τῆς τελειότητος.
Ἴδωμεν τῆς πίστεως τοῦ Χριστοῦ, ἔργα τὰ μεγάλα, καὶ τὰ ἄπειρα θαυμαστά, ἃ τῇ θεοσδότῳ, ἐπέτυχε δυνάμει, ὁ Μέδικος ὁ ἄθλων, θείων ἐπάξιος.
Ῥώμῃ τοῦ Κυρίου τῇ κραταιᾷ, Μέδικε δαιμόνων, ἐτραυμάτισας τὰς ἀρχάς, καὶ τὰς ἐξουσίας, διέλυσας τοῦ σκότους, προβάλλων πολιτείαν, τὴν οὐρανόφωτον.
Ἔχαιρε τὸ πάλαι μητροπρεπῶς, χώρα Ἰταλίας, ἀναδείξει σου τῇ σεπτῇ· χαίρει ὑπερθέως, Ἐδὲμ ἡ οὐρανία, τῷ κάλλει τῆς ψυχῆς σου, ἔκλαμπρε Μέδικε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Χαίροις, ἀναργύρων ἰατρῶν, ὁ ὑπερτελέστατος πλοῦτος, καὶ ἀκριβὴς θησαυρός, πίστεως ἁγίας τε, ταμεῖον ἄσυλον, τῆς ἀγάπης πρὸς Κύριον, ἀκίβδηλον χρῆμα, θείας ἀντιδόσεως, τὸ μέγα τίμημα· χαίροις, ὁ χρυσοὺς μαργαρίτης, τῆς θεοπαγοῦς Ἐκκλησίας, Μέδικε θεόφρον παναοίδιμε.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δι’ εὐχῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου