ΑΠΡΙΛΙΟΣ Ι΄!!
ΜΑΡΤΥΡΕΣ 40 ΚΑΡΘΑΓΕΝΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χαραλάμπους
Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν
οὐρανίων ταγμάτων.
Φωτολαμπεὶς
Ἀθλοφόροι καλλωπιζόμενοι, στεφάνοις ἀφθαρσίας, σὺν Μαρτύρων χορείαις, ἀγάλλεσθε
ἐν δόμοις τῶν οὐρανῶν, λαμπροτάτοις Τερέντιε, Ἀφρικανὲ καὶ Πομπήϊε γεραρέ, ἅμα
Μάξιμε πανθαύμαστε.
Τὸν
θεοσύλλεκτον δῆμον τῶν Τεσσαράκοντα, Ἀφρικανῶν Μαρτύρων, τῶν ἐν χρόνοις Δεκίου,
στεῤῥῶς συναθλησάντων πανευλαβῶς, δι’ εὐσέβειαν μέλψωμεν, ἀναβοῶντες· θεόλεκτε
ὁρμαθέ, χαῖρε Κτίσαντος τῆς πίστεως.
Τοῦ
μαρτυρίου τὴν τρίβον λαμπρῶς βαδίσαντες, τῆς ἀθανάτου δόξης, κοινωνοὶ καὶ
εὐκλείας, ἐδείχθητε ὁπλῖται τοῦ Ἰησοῦ, γεραροὶ Τεσσαράκοντα, σὺν Πομπηΐῳ Μαξίμῳ
Ἀφρικανῷ, καὶ συμμάρτυσι Τερέντιε.
Τοὺς
ἐκτελοῦντας τὴν μνήμην ὑμῶν τὴν πάμφωτον, ὑψόθεν Ἀθλοφόροι, ἐποπτεύετε θεῖοι,
Τερέντιε τρισμάκαρ Ἀφρικανέ, Ζήνων θεῖε Πομπήϊε, σὺν Ἀλεξάνδρῳ Θεόδωρε κραταιέ,
καὶ σταδίου πρῶτε Μάξιμε.
Δόξα.
Ἦχος β΄.
Μαρτυρικὸν
ἐν Καρθαγένῃ ἀγῶνα ὐπήλθετε, Τεσσαράκοντα ἐπώνυμοι καὶ ἀνώνυμοι Μάρτυρες, καὶ
ἀθλητικῆς εὐκλείας ἠξιώθητε ἐν σκηνώμασιν ἀφθίτοις. Χριστὸν γὰρ εὐθαρσῶς
ὁμολογήσαντες, καὶ Φουρτουνιανοῦ τοῦ εἰδωλόφρονος ἡγεμόνος, τὸ θράσος
καταισχύναντες, σύμφρονες τῇ γνώμῃ καὶ τοῖς τρόποις ἐδείχθητε. Καὶ νῦν
μαρτυρικαῖς συνῶντες χορείαις, καὶ τῆς ἀδιαδόχου τρυφῆς ἀπολαύοντες, Χριστὸν
ὁμοφώνως ἱκετεύσατε, ὑπὲρ τῶν τιμώντων ὑμῶν τὴν πάντιμον ἄθλησιν.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
Σου.
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Μέγιστοι
Ἀθληταί, Χριστοῦ τῆς Ἐκκλησίας, ἐδείχθητε φωσφόροι, τῆς Καρθαγένης ἄνδρες,
γενναῖοι Τεσσαράκοντα.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Χαίρετε
Ἀθληταί, Ἀφρικανὲ στεῤῥόφρον, Τερέντιε παμμάκαρ, Πομπήϊε γενναῖε, καὶ Μάξιμε
τρισόλβιε.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ
ἡμῶν.
Δῆμον
περιφανῆ, Ἀφρικανῶν Μαρτύρων, στυγνῶς σφαγιασθέντων, λαμπρῶς ἀνευφημοῦμεν, ἐν
ὅλῳ Τεσσαράκοντα.
Δόξα.
Τριαδικόν.
Αὔξησον
τῆς ψυχῆς, τὸ σθένος μου δυνάμει, τῇ Σῇ Τριὰς Ἁγία, καὶ ἴσχυσόν με πλάνον,
πατῆσαι τὸν μισόκαλον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἄχραντε
Μαριάμ, Ἀφρικανῶν Μαρτύρων, λιταῖς τῶν ἀλκιφρόνων, ἐλέησον Σοὺς δούλους, ἀεί Σε
μακαρίζοντας.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος
δ’. Ταχὺ προκατάλαβε.
Στρατὸς θεοσύλεκτος, πανευκλεῶν Ἀθλητῶν, στεῤῥότητι πίστεως, ἐξ
Ἀφρικῆς συνδρομῶν, γενναίως ἠγώνισται σύμφρονες γὰρ τὴ γνώμη, καὶ τοὶς τρόποις
ὀφθέντες, σύναθλοι ἐν ἀγώσιν, ἀνεδείχθησαν πάντες. Καὶ νῦν καθικετεύουσι,
σώζεσθαι ἀπαντᾷς.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀφρικῆς
τοὺς φωστῆρας λαμπρῶς ὑμνήσωμεν, ὡς καθαιρέτας εἰδώλων, καὶ Ἀθλητῶν καλλονάς,
σὺν Τριάκοντα καὶ Ἓξ ἐνδόξους Μάρτυρας, Μάξιμον καὶ Ἀφρικανόν, καὶ Πομπήϊον
στεῤῥόν, σὺν ἔμφρονι Τερεντίῳ, βοῶντες· σκέπετε πάντας, ὑμῶν λαμπρὰν τιμῶντας
ἔνστασιν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος
ἀνήρ. Εἰς
δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν
Μαρτύρων. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι
Μάρτυρες Χριστοῦ, Καρθαγένης λείρια, πανευσταλεῖς Τεσσαράκοντα, ὁπλῖται
πίστεως, τῶν εἰδώλων τὴν πλάνην, εὐσθενῶς ᾐσχύνατε, καὶ τμῆσιν κεφαλῶν
ὑπεμείνατε, ἡμῶν ὡς σφάγια, ἱερώτατα μακάριοι· ὅθεν μνήμην, ὑμῶν θείαν σέβομεν.
Μαρτύρων
φωστῆρες θεαυγεῖς, Ζήνων παναοίδιμε, Ἀφρικανὲ καὶ Πομπήϊε, σεπτὲ Τερέντιε,
Μάξιμε φωσφόρε, παμφαὲς Θεόδωρε, καὶ πάνσεμνε Ἀλέξανδρε Κύριον, καθικετεύσατε,
δοῦναι πᾶσι τοῖς γεραίρουσι, τοὺς τιμίους, ὑμῶν ἄθλους δύναμιν.
Χερσὶ
συσχεθέντες μιαρῶν, ὡς ἀρνία ἄκακα, αὐχένων τμῆσιν ἠνέγκατε, καὶ ἐπληγώσατε, τῇ
ὑμῶν ἀνδρείᾳ, μισοχρίστων φρύαγμα, Τερέντιε Πομπήϊε Μάξιμε, Ζήνων Ἀλέξανδρε,
δᾷς Ἀφρικανὲ συνέσεως, καὶ σὺν ἄλλοις, γενναίοις Ἀλέξανδρε.
Ἕτερα Στιχηρὰ τῶν Μαρτύρων. Ἦχος δ'. Ὡς
γενναῖον ἐν Μάρτυσιν.
Πολυώνυμον
σύνταγμα, πολυποίκιλα βάσανα, Ἀθλητῶν ὑπέμεινε, καρτερώτατα, καὶ πρὸς τὸν μόνον
Θεὸν ἡμῶν, μετέστη γηθόμενον, μυριάσιν Ἱερῶν, Ἀσωμάτων ἀγάλλεσθαι, ὡς τοῦ
δράκοντος, τὰς πολλὰς μυριάδας ἐκνικῆσαν, τῇ ἐνστάσει τῇ γενναίᾳ, καὶ τῇ τοῦ
Πνεύματος χάριτι.
Ὁ
περίδοξος Μάξιμος, καὶ ὁ μέγας Τερέντιος, ὁ κλεινὸς Πομπήϊος, καὶ Μακάριος,
Ἀφρικανὸς ὁ θειότατος, τιμάσθωσαν ᾄσμασι, σὺν αὐτοῖς καὶ ὁ λοιπός, τῶν Μαρτύρων
κατάλογος, οἱ τῷ αἵματι τῷ οἰκείῳ τὴν ἄνω βασιλείαν, ὠνησάμενοι καὶ δόξης,
ἀδιαδόχου πληρούμενοι.
Οὐ
λιμὸς οὐδὲ κίνδυνος, οὐ ζωὴ οὐδὲ θάνατος, τῆς ἀγάπης Ἔνδοξοι τοῦ ποιήσαντος,
ὑμᾶς χωρίσαι κατίσχυσαν· διὸ ἐκληρώσασθε, βασιλείαν οὐρανῶν, καὶ τρυφήν
ἀδαπάνητον, καὶ μὴ λήγουσαν, μηδαμῶς εὐφροσύνην. Ἀλλ' αἰτεῖσθε, καὶ ἡμῖν
ἀγαθοδότως, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος.
Δόξα.
Ἦχος πλ. β΄.
Σήμερον
ὡς σέλας πολύφωτον ἀνέτειλεν, ἡ τῶν Τεσσαράκοντα Μαρτύρων τῆς Καρθαγένης μνήμη,
τῶν εὐσεβῶν αὐγάζουσα τὰς διανοίας, τοῖς αὐτῶν κατορθώμασι. Τῶν γὰρ ἀνεκλαλήτων
αὐτῶν ἄθλων ταῖς ἀκτῖσι, τὴν σκοτομήνην ἀπελαύνει τῆς νέας τῶν εἰδώλων
λατρείας, τῆς λάγνου καὶ τρυφηλῆς χαμαιζηλίας καὶ ῥαστώνης, καὶ Ὀρθοδόξων
χορείας φωτίζει, πρὸς εὐθαρσῆ πίστεως ὁμολογίαν· ὅθεν αὐτῶν τιμῶντες τὰ
παλαίσματα, τὰς αὐτῶν πρὸς Κύριον θεοπειθεῖς εὐχὰς ἐκζητοῦμεν, πρὸς βίον
κρείττονα καὶ ἀγήρω μακαριότητα.
Καὶ
νῦν. Θεοτοκίον
Τίς μὴ
μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως
ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς
δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε,
σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος.
Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)
Τάδε λέγει Κύριος· πάντα τὰ
ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα;
ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ
δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει
Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ
συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ
Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ
τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ
Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ' 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν
ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς
αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη,
καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες
ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι
χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή.
Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ Καρθαγένη ἡ ἁγιοτόκος
καὶ ἁγιοτρόφος, καὶ τέρπου Ἀφρικὴ ἡ φιλόθεος, τοὺς ἐν σοὶ Τεσσαράκοντα Μάρτυρας
βλαστήσασα. Οὗτοι γὰρ τὴν κιβδηλίαν τῆς τῶν εἰδώλων πλάνης ἀποπτύξαντες,
σύμφρονι γνώμῃ, μαρτυρίου τὴν ὁδὸν διήνυσαν, καὶ ξίφει τὰς κεφαλὰς ἀπετμήθησαν.
Πανευλαβῶς οὖν σήμερον τὴν μνήμην αὐτῶν ἑορτάζοντες, τὰς πρὸς Κύριον τὸν ἀγωνοθέτην
Θεάνθρωπον, αὐτῶν πρεσβείας ἐκδεχόμεθα, πρὸς ἀρετῆς τελείωσιν καὶ σωτηρίαν τῶν
ψυχῶν ἡμῶν
Ἦχος β΄.
Θαυμαστὸς εἶ Κύριε ὁ Θεὸς ἡμῶν, ἐν
τοῖς Ἁγίοις Σου Μάρτυσι, καὶ ἐξαιρέτως ἐν τῇ σύμφρονι ἀθλητικῇ γνώμῃ, τῶν ἐν
Καρθαγένῃ αἵμασι δοξασάντων Σε! Αὐτοὶ γὰρ μιμηταὶ τοῦ πάθους Σου γενόμενοι, ἐνώπιον
τυράννων Σε ἐδόξασαν, τὸν νῦν ἐν ταῖς μνείαις αὐτῶν δοξαζόμενον. Πρεσβείαις οὖν
αὐτῶν παράσχου ἡμῖν δεόμεθα, ἄφεσιν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος εὐσυμπάθητε
Κύριε.
Ἦχος γ΄.
Ἀνδρειοτάτῃ ψυχῇ καὶ ἑνὶ στόματι καὶ
μιᾷ καρδίᾳ, ἠθλήσατε Τεσσαράκοντα ἡμῖν γνωστοί τε καὶ ἀνώνυμοι Μάρτυρες, ὑμεῖς
γὰρ ἐν Καρθαγένῃ, τὰ προστάγματα Δεκίου ἀψηφήσατε, καὶ τὰς κεφαλὰς ἐκλίνατε τῇ
μαχαίρᾳ Φουρτουνάτου τοῦ ἀνόμου. Καὶ νῦν Τερέντιε, Πομπήϊε, Ἀφρικανὲ καὶ
Μάξιμε, σὺν Ζήνωνι, Ἀλεξάνδρῳ, Θεοδώρῳ καὶ τοῖς ὑμῶν συνάθλοις, μὴ παύσηθε
Χριστῷ πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν δεόμεθα.
Δόξα. Ἦχος δ΄.
Τῆς ἀληθείας ἐνδεδυμένοι ποδήρη χιτῶνα,
τοῦ ψεύδους ἐστηλιτεύσατε τὴν πλάνην, ἀθλητικῇ ὑμῶν ἐνστάσει καλλιμάρτυρες,
Καρθαγένης βλαστοὶ ἐνθεώτατοι. Καὶ νῦν τῆς ἄνω ζωῆς τὰ ἀγαθὰ δρεπόμενοι, ἐκ
βυθοῦ ἁμαρτίας κόσμον ἑλκύσατε ὑμῶν πρεσβείαις, τὸν λαμπρῶς ἑορτάζοντα σήμερον,
τὴν κοινὴν ὑμῶν ἐνάθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους
Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἱερὸς ὁρμαθός, τῶν
Τεσσαράκοντα Μαρτύρων τῆς πίστεως, τὰ ῥοδα τῆς Καρθαγένης, τοῦ μαρτυρίου ὀδμαῖς,
πᾶσαν Ἐκκλησίαν, καθηδύνατα, Τερέντιον πάνσεπτον, γενναιόφρονα Μάξιμον, Ἀφρικανόν
τε, τὸν στεῤῥὸν καὶ Πομπήϊον, τὸν ἀήττητον, στρατιώτην τοῦ Κτίσαντος, ἅμα κλεινὸν
Ἀλέξανδρον, πανένδοξον Ζήνων, καὶ τὸν Θεόδωρον ὕμνοις, σὺν τῷ χορῷ τῷ θεόφρονι,
ὑμῶν τῶν συνάθλων, ἀνυμνήσωμεν ἐκθύμως, ᾠδαῖς εὐσχήμοσι.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις,
τῶν Ἀθλοφόρων χορός, οἱ καρτερόψυχοι τῆς πίστεως Μάρτυρες, προστάγματα τοῦ
Δεκίου, καὶ τοῦ Φουρτουνιανοῦ, τὴν ὀφρὺν αἱμάτων, ταῖς ἐκχύσεσιν, οἰκείων
πατήσαντες, καὶ τὴν χθόνα φοινίξαντες, τῆς Καρθαγένης, τῆς ἀγούσης πανήγυριν,
νῦν περίλαμπρον, καὶ φαιδρὰν καὶ ἑόρτιον, ἐπὶ τῇ μνήμῃ Ἅγιοι, ὑμῶν τῆς
ἀθλήσεως, δι’ ἧς στεφάνους ἀξίως, παρὰ Θεοῦ ἐκομίσασθε, εὐκλείας ἀλήκτου, καὶ
χαρᾶς ἀδιαλείπτου, ἐν θείοις δώμαις.
Στ.: Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν.
Χαίροις, τῶν ἀριστέων ὁμάς, σταδίου
πόθῳ ἡ Θεὸν ἀγαπήσασα, καὶ ξόανα τῶν εἰδώλων, ἐνστάσει τῇ σταθηρᾷ, τῇ ὑμῶν
φωσφόροι, Τεσσαράκοντα, εὐψύχως συντρίψαντες, καὶ τοὺς λάτρεις αἰσχύνατες, δεινῆς
ἀπάτης, τοῖς ὑμῶν ῥείθροις αἵματος, καρτερότατοι, ἐν βασάνοις μεγάλαθλοι· κάρας
γὰρ ὑποκλίναντες, ὡς ἄμωμα πρόβατα, καὶ ἱερεῖα τῷ ξίφει, αὐτῶν ἐτύθητε Ἅγιοι,
καθομολογοῦντες, Ἰησοῦ τοῦ Ζωοδότου, τὸ θεῖον ὄνομα.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε ἅπαντες πιστοί ἐν ἀγαλλιάσει,
τὴν ἱερὰν καὶ εὐσταλῆ τῶν Μαρτύρων συστοιχίαν, τῶν Τεσσαράκοντα ἐν Καρθαγένῃ ἀθλησάντων,
ὕννοις εὐσχήμοσιν εὐφημήσωμεν. Οὗτοι γὰρ ὁμοφρίνως διήνυσαν, τοῦ μαρτυρίου τὰ
σκάμματα, καὶ ἰσοτίμους στεφάνους ἔλαβον, ἐκ χειρῶν τοῦ Κυρίου. Αὐτῶν οὖν καὶ ἡμεῖς
τὴν μνήμην σήμερον ἑορτάζοντες, τὰς πρὸς Κύριον πρεσβείας ἐκδεχόμεθα, ἵνα ἡσύχως
τὸν βίον τελέσαντες, σὺν αὐτοῖς ἀπολαύσωμεν τῆς ἀφθίτου μακαριότητος.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν
δούλων Σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος
δ’. Ταχὺ προκατάλαβε.
Στρατὸς θεοσύλεκτος, πανευκλεῶν Ἀθλητῶν, στεῤῥότητι πίστεως, ἐξ
Ἀφρικῆς συνδρομῶν, γενναίως ἠγώνισται σύμφρονες γὰρ τὴ γνώμη, καὶ τοὶς τρόποις
ὀφθέντες, σύναθλοι ἐν ἀγώσιν, ἀνεδείχθησαν πάντες. Καὶ νῦν καθικετεύουσι,
σώζεσθαι ἀπαντᾷς.
Δόξα.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀφρικῆς
τοὺς φωστῆρας λαμπρῶς ὑμνήσωμεν, ὡς καθαιρέτας εἰδώλων, καὶ Ἀθλητῶν καλλονάς,
σὺν Τριάκοντα καὶ Ἓξ ἐνδόξους Μάρτυρας, Μάξιμον καὶ Ἀφρικανόν, καὶ Πομπήϊον
στεῤῥόν, σὺν ἔμφρονι Τερεντίῳ, βοῶντες· σκέπετε πάντας, ὑμῶν λαμπρὰν τιμῶντας
ἔνστασιν.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε
τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε,
ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων,
καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Ὡς
θείους Ἀθλητάς, καὶ Κυρίου ὁπλίτας, ὑμᾶς πανευλαβῶς, ἀνυμνοῦμεν βοῶντες· σεπτοὶ
Τεσσάρακοντα, Καρθαγένης κλεΐσματα, καλλιμάρτυρες, οἱ κάρας τοῦ Φουρτουνάτου,
ξίφει κλίναντες, καὶ ὥσπερ ἄρνες κτανθέντες, ἡμῶν ἔστε πρόμαχοι
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Χορεῖαι
τῶν βροτῶν, καθ’ ἑκάστην Παρθένε, προσφεύγουσαι τῇ Σῇ, πρὸς Θεὸν παῤῥησίᾳ, καὶ
τῇ ἀντιλήψει Σου, τῇ σεπτῇ ἀνακράζομεν· χαῖρε Δέσποινα, ἡμῶν προστάτις ταχίστη,
παραμύθιον, ἐν λύπαις καὶ ἐν κινδύνοις, ἑτοίμη βοήθεια.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὡς
ἄστρα πολύφωτα τὴν Ἐκκλησίαν Χριστοῦ, ἀεὶ καταυγάζετε ὑμῶν εὐψύχου βολαῖς,
ἀθλήσεως Μάρτυρες, ἄριστοι Καρθαγένης, νῦν τῆς ἑορταζούσης, μνήμην ὑμῶν τὴν
θείαν, Τεσσάρακοντα ὄντως, γενναῖοι στεφηφόροι λαμπρῶς, οἱ ἐναθλήσαντες.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Σεμνὴ
παμμακάριστε Θεογεννῆτορ ἁγνή, προστάτις ἀνύστακτε καὶ ἀρωγὲ τῶν πιστῶν, πιστῶς
μεγαλύνοντες, Σῶν θαυμασίων πλῆθος, εἰς αἰῶνας αἰώνων, χάριν Σου ἐκζητοῦμεν,
ἵνα πλεύσωμεν βίου, τὸ πέλαγος ἀφόβως οἱ Σοί, δοῦλοι πανύμνητε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοῦς
κάρας κλίναντας, προθύμως μέλψωμεν, τοὺς εἰδωλόφροσιν, ἐνδόξους Μάρτυρας,
Τερέντιον Ἀφρικανόν, Πομπήϊον τὸν γενναῖον, Μάξιμον Ἀλέξανδρον, χριστομίμητον
Ζήνωνα, καὶ σοφὸν Θεόδωρον, εὐψυχίας ὑπόδειγμα, αὐτῶν σὺν τῇ χορείᾳ συνάθλων,
τῶν ἐν τῇ πόλει Καρθαγένης.
Δόξα. Καὶ νῦν. Θεοτοκίον
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ
Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ
Λιβάνῳ πληθυνθήσεται.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, Μαρτυρικόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.:
Ἐλέησόν με ὁ Θεός...
Σήμερον,
ὁ χορὸς τῶν Τεσσαράκοντα Μαρτύρων, δίκην σελασφόρων ἀστέρων, ἐκ τῆς Καρθαγένης
ἐξέλαμψε, τῷ τῆς Ἐκκλησίας νοητῷ στερεώματι. Δεῦτε οὖν πάντες γεγηθότες, τὰς
φωταυγῆ αὐτῶν ἆθλα αἰνέσωμεν, ἵνα λάβωμεν πλουσίας τὰς δόσεις τῶν οὐρανίων
δωρημάτων, ταῖς αὐτῶν θερμαῖς πρεσβείαις, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου ἢ τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων οὗ ἡ
Ἀκροστιχίς: Πληθύς με σῷζε, καλλινίκων Μαρτύρων. Ἰωσήφ.
ᾨδὴ
α'. Ἦχος πλ. δ' Ὑγρὰν διοδεύσας
Πληθὺς Ἀθλοφόρων
πανευκλεῶν, Χριστὸν ἐκδυσώπει, πλῆθος ἔχοντα οἰκτιρμῶν, τὰ πλήθη μειῶσαι τῶν
κακῶν μου, ὅπως τὴν σὴν εὐφημήσω πανήγυριν.
Λατρεύοντες ζώντι καὶ
ἀληθεῖ, Θεῷ Ἀθλοφόροι, τοῖς ἀψύχοις σέβας θεοῖς, οὐδόλως ἐνείματε, καὶ ζῶσα, τῷ
ζωοδότῃ θυσία προσήχθητε.
Ἠκύρωσαν δόγμα θεοστυγές,
καὶ μέσον σταδίου, τεσσαράκοντα Ἀθληταί, ἐκήρυξαν Λόγον σαρκωθέντα, τὸν ἀλογίας
τὸν κόσμον ῥυσάμενον.
Θυμὸν ἀλογώτατον δυσσεβοῦς,
τυράννου γενναίως, ἀπεκρούσαντο οἱ σοφοί, ἀγάπῃ τηρούμενοι τῇ θείᾳ, καὶ πρὸς
θυμὸν κινηθέντες τὸν δίκαιον.
Θεοτοκίον
Ὑμνῶ σε Παρθένε ὅτι Θεόν,
πανύμνητε μόνη, ἐσωμάτωσας ἐκ τῶν σῶν, τιμίων αἱμάτων Παναγία, καὶ ὑπὲρ λόγον
φρικτῶς ἀπεκύησας.
ᾨδὴ
γ'. Σὺ εἶ τὸ στερέωμα
Στόμασιν ἐκήρυξαν, τοῖς
ἱεροῖς αὐτῶν Κύριον, οἱ Ἀθληταί, ἔναντι τυράννων, ἐναθλοῦντες στερρότατα.
Μίαν γνώμην ἔχοντες, οἱ
Ἀθληταὶ θανεῖν εἵλοντο, διὰ Χριστόν, καὶ πολυθεΐας, πλάνην πᾶσαν ἐπάτησαν.
Ἔλυσαν τὸν σύνδεσμον, τῆς
ματαιότητος δέσμιοι, διὰ Χριστόν, οἱ περὶ τὸν θεῖον, γεγονότες Τερέντιον.
Θεοτοκίον
Σῶσόν με κυήσασα τὸν
ὑπεράγαθον Κύριον, Μήτηρ ἁγνή, παῦσον τῆς ψυχῆς μου, πολυτάραχον κλύδωνα.
Κάθισμα.
Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον
Ἐξ
αἱμάτων οἰκείων οἱ Ἀθληταί, ἑαυτοῖς πορφυρίδα βάψαντες, νῦν ὡραῖοι τοῖς
στίγμασι, τῷ Χριστῷ προσηνέχθησαν, τρισηλίου δόξης φωτὶ λαμπρυνόμενοι, καὶ ἡμᾶς
φωτίζοντες, αὐτοὺς μακαρίζοντας· ὅθεν τὴν φωσφόρον, καὶ σεπτὴν αὐτῶν μνήμην,
τελοῦντες λαμβάνομεν, ἰαμάτων χαρίσματα, οἷς ἐν πίστει βοήσωμεν· Πρεσβεύσατε
γενναῖοι τῷ Χριστῷ, δωρηθῆναι ἄφεσιν τοῖς μέλπουσι, καὶ πιστῶς ἐκτελοῦσι, τὴν
πάμφωτον μνήμην ὑμῶν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον
Ὁ
τῶν ὅλων Δεσπότης καὶ Ποιητής, ἐξ ἀχράντου σου μήτρας σάρκα λαβών, προστάτιν σε
ἔδειξε, τῶν ἀνθρώπων πανάμωμε· διὰ τοῦτο πάντες, πρὸς σὲ καταφεύγομεν, ἱλασμὸν
πταισμάτων, αἰτούμενοι Δέσποινα, καὶ αἰωνιζούσης, λυτρωθῆναι βασάνου, καὶ πάσης
κακώσεως, τοῦ δεινοῦ κοσμοκράτορος, ἵνα πίστει βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ
καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσί σε πόθῳ, καὶ πίστει
πανύμνητε.
ᾨδὴ
δ'. Εἰσακήκοα Κύριε
Ὡραιώθητε μάρτυρες, πόνων
ἐπιδόσεσι φαιδρυνόμενοι, ὑπὲρ σάπφειρον χρυσίον τε, καρτεροῖς ἀγῶσιν
ἐλαμπρύνθητε.
Ζωηφόρον ἐνέργειαν, ἐκ
ζωαρχικῆς Τριάδος δεξάμενοι, πάντα πόνον, πᾶσαν νέκρωσιν, ψυχῶν καὶ σωμάτων
ἀπελαύνετε.
Οὐκ ἀρνούμεθα Κύριον,
δαίμοσιν ἀφρόνως οὐκ ἐπιθύομεν, οἱ θεόφρονες ἐκραύγαζον, ὁμιλοῦντες πόνοις καὶ
κολάσεσιν.
Ἰαμάτων χαρίσματα, χάριν
ἀδαπάνητον, ῥῶσιν ἄπαυστον, ἀναβλύζοντες Μακάριοι, τῶν ἀνθρώπων πάθη θεραπεύετε.
Θεοτοκίον
Σὲ πανάμωμε Δέσποινα,
πειρασμοῖς κυκλούμενος εἰς βοήθειαν, προσκαλοῦμαι· Σπεῦσον σῶσόν με, τὸν Σωτῆρα
Λόγον ἡ κυήσασα.
ᾨδὴ
ε'. Ὀρθρίζοντες βοῶμέν σοι Κύριε
Καθείλετε τῆς πλάνης
ὀχύρωμα, Ἀθλοφόροι, ταῖς ἀναμοχλεύσεσι, τῆς καρτερίας πανεύφημοι.
Αἱμάτων ἐπιρροαῖς
ξηράναντες, τῆς ἀπάτης, τὸν βυθὸν μακάριοι, πᾶσαν ψυχὴν κατηρδεύσατε.
Λογίων τῶν ἐνθέων
πληρούμενοι, Ἀθλοφόροι, τῶν σοφῶν ἐλύσατε, τὴν ἀλογίαν ἐν Πνεύματι.
Θεοτοκίον
Λυτρούμενος ἐπέφανεν
Ἄχραντε, τοὺς ἀνθρώπους, ἐκ σοῦ ὁ ὑπέρθεος, ἄνθρωπος Κόρη γενόμενος.
ᾨδὴ
ς'. Τὴν δέησιν
Ἰσχύϊ σου Ἰησοῦ
νευρούμενοι, ἐξενεύρισαν ἐχθροῦ δυναστείαν, καὶ δυνατοί, ἀνεδείχθησαν ὄντως,
δι' ἀσθενείας σαρκὸς προσπαλαίοντες, καὶ ῥίψαντες τὸν ἰσχυρόν, οἱ σεπτοὶ καὶ
καλλίνικοι Μάρτυρες.
Νενίκηκας, τὸν πολυμορφον
ὄφιν, καὶ τὴν τούτου τοῖς ποσί σου συντρίψας, ὡς ἀληθῶς, κεφαλὴν νικηφόρον, τῇ
κορυφῇ σου διάδημα εἴληφας, Τερέντιε Μάρτυς Χριστοῦ, τῶν ἁγίων Ἀγγέλων
συμμέτοχε.
Ἰάματα, ἡ σορὸς τῶν
Μαρτύρων, ἀναβλύζει, καὶ τὰ πάθη καθαίρει, καὶ τῶν ψυχῶν, ἀποπλύνει τὸν ῥύπον,
καὶ τῶν δαιμόνων βυθίζει τὰς φάλαγγας, ἁπάντων δὲ τῶν εὐσεβῶν, τὰς καρδίας
ἀρδεύει τῇ χάριτι.
Θεοτοκίον
Κατάσκιον, προεώρα σε ὄρος,
ὁ Προφήτης Ἀββακοὺμ Θεοτόκε, ἐκ σοῦ Θεός, ὑπὲρ λόγον προῆλθε, σεσαρκωμένος, καὶ
κόσμον διέσωσε, τῷ κλύδωνι τῆς χαλεπῆς, ἁμαρτίας δεινῶς συνεχόμενον.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.
Τῆς
Καρθαγένης Ἀθλητὰς τοὺς καρτερόφρονας, τοὺς ὁμοθύμως τὸν Χριστὸν ὁμολογήσαντας,
Τεσσαράκοντα ἐν ὅλῳ πανευσχημόνως, ἀνυμνήσωμεν τυθέντας ὥσπερ σφάγια, καὶ
θυσίας λογικὰ ψαλμοῖς καὶ ᾄσμασι, πόθῳ κράζοντες· χαίροις δῆμε θεόληπτε.
Ὁ
Οἶκος.
Ἄριστοι
Ἀθλοφόροι, Τεσσαράκοντα Κτίστου, ἠθλήσατε ἐν τῇ Καρθαγένῃ, καὶ αἰσχύναντες
πλάνην οἰκτράν, τῶν εἰδώλων κάρας ὡς ἀρνοὶ ἄμωμοι, ὑμῶν ἐχθροῖς ἐκλίνατε·
διόπερ ἐν χαρᾷ βοῶμεν·
Χαῖρε,
Τερέντιε Ἀθληφόρε·
χαῖρε,
Πομπήϊε στεφηφόρε.
Χαῖρε,
τοῦ Κυρίου ὁπλῖτα, Ἀλέξανδρε·
χαῖρε,
ὑπερφώτου ἀγῶνος δᾷς, Μάξιμε.
Χαῖρε,
στῦλε γενναιότατε ἀῤῥαγές, Ἀφρικανέ·
χαῖρε,
φάρε τιμιότητος, Ζήνων, Μάρτυς γεραρέ.
Χαῖρε,
τῆς εὐψυχίας, ὦ Θεόδωρε, κρίνον·
χαῖρε,
στεῤῥοψυχίας, θεῖε ὅμιλε, ῥόδον.
Χαῖρε,
ὁμὰς ἀνδρείας θεόλεκτος·
χαῖρε,
λαμπρὰς Μαρτύρων πολύφωτος.
Χαίρετε,
κλέη τῆς εὐσεβείας·
χαίρετε,
αὖχη τῆς Ἐκκλησίας.
Χαίροις,
δῆμε θεόληπτε.
Συναξάριον.
Τῇ Ι΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων
Ἀφρικανοῦ, Θεοδώρου, Μαξίμου, Πομπηίου, Τερεντίου και ἑτέρων τεσσαράκοντα.
Ἔπαθλα
ποῖα τῆς τομῆς Τερεντίῳ;
ἃ μὴ προσέσχεν ὄψις, οὖς ἡ καρδία.
Ἴδωμεν οὓς τέμνουσιν ἀθλητάς, ὅσοι.
δεκὰς τετραπλῆ, πρὸς δὲ καὶ ἄλλοι μάλα.
Ἀσφάραγον δεκάτῃ γε Τερέντιος ἐξυπεκάρθη.
ἃ μὴ προσέσχεν ὄψις, οὖς ἡ καρδία.
Ἴδωμεν οὓς τέμνουσιν ἀθλητάς, ὅσοι.
δεκὰς τετραπλῆ, πρὸς δὲ καὶ ἄλλοι μάλα.
Ἀσφάραγον δεκάτῃ γε Τερέντιος ἐξυπεκάρθη.
Οὗτοι
ὑπῆρχον κατὰ τοὺς χρόνους Δεκίου βασιλέως καὶ Φουρτουνιανοῦ ἡγεμόνος. Ὥρμηντο
δὲ ἐξ Ἀφρικῆς, καὶ φοιτήσαντος δόγματος ἐξόμνυσθαι τὴν εἰς Χριστὸν πίστιν, τοὺς
δὲ ταύτης ἀντεχομένους, καὶ μὴ πειθομένους τῷ βασιλεῖ, παντοίως κολάζεσθαι,
ὁρῶντες οὗτοι οἱ Τεσσαράκοντα πολλοὺς ὑποσκελιζομένους, καὶ πρὸς τὴν πλάνην
αὐτομολοῦντας, συνωμονόησαν ἀλλήλοις ἀνδρείως ἐνστῆναι, καὶ τῇ τῆς ψυχῆς καὶ
τοῦ σώματος γενναιότητι ὑπὲρ Χριστοῦ καλῶς ἀνδρίσασθαι, ἀναμνήσαντες ἀλλήλους
καὶ τῶν τοῦ Κυρίου ῥημάτων, ἃ πρὸς τὸ μαρτύριον τοὺς πιστοὺς ἐπείληγε, μὴ
δεδοικέναι λέγοντος ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τῆς δὲ ψυχῆς ἐπιλαβέσθαι μὴ
δυναμένων. Ἐπεὶ δὲ προσαχθέντες τῷ ἡγεμόνι Φουρτουνιανῷ, περὶ τῆς τοῦ Χριστοῦ
δυνάμεως, καὶ τῆς ἀσθενείας τῶν παρὰ τοῖς Ἕλλησι τιμωμένων ξοάνων διεξῆλθον,
τούτους μὲν ὁ ἡγεμὼν προσέταξε βληθῆναι εἰς φυλακήν, τοὺς δὲ περὶ τὸν μακάριον
Ζήνωνα, καὶ Ἀλέξανδρον καὶ Θεόδωρον μεταστειλάμενος, ἤδη καὶ πρότερον εἰς
ἐξέτασιν ἐλθόντας, ἀποστῆναι τῆς τοῦ Χριστοῦ πίστεως παρήνει, καὶ προσελθεῖν
τοῖς εἰδώλοις. Ἐνστάντων δὲ αὐτῶν, καὶ τὸ τῆς πίστεως ἄτρεπτον ἐνδυσαμένων, ἐξ
ὧν εἶπον καὶ ἔπαθον, ῥάβδοις ἀκανθώδεσι καὶ τραχείαις, καὶ νεύροις βοῶν
ἐτύφθησαν, ἐκ διαδοχῆς τῶν τυπτόντων ἐπὶ τοσοῦτον, ὡς διαδείκνυσθαι τὴν ἔνδον
τῶν σπλάγχνων αὐτῶν οἰκονομίαν. Εἶτα, ὀβελίσκοις πυρωθεῖσι κατὰ τῶν νώτων ἐπάρησαν,
καὶ καταχυθέντες κράματι ὄξει συντεθέντι καὶ ἅλατι, τριχίνοις ὑφάσμασιν
ὑπετρίβησαν. Ἀπογνοὺς οὖν τὰ κατ’ αὐτῶν ὁ ἡγεμών, μᾶλλον δὲ περιαλγῆς
γενόμενος, οἷα διὰ προσευχῆς οἱ Ἅγιοι, ἐπὶ τῆς γῆς τὰ ξόανα κατέβαλον,
ἀποτμηθῆναι τὰς κεφαλὰς αὐτῶν προσέταξεν. Ἀχθέντες δὲ οἱ περὶ Τερέντιον καὶ
παῤῥησιασάμενοι, αὖθις εἰς τὴν φυλακὴν ἐνεβλήθησαν, προσδεθέντες κλοιοῖς περὶ
τὸν τράχηλον, καὶ πέδαις ὑποβληθέντες τὰς χεῖρας, καὶ τοὺς πόδας ἁλύσεσι
περιδεθέντες, ὑπήνεγκαν, ὑποκειμένων αὐτοῖς τριβόλων σιδηρῶν, καὶ ἐπὶ πλείστας
ἡμέρας ἄσιτοι διαμείναντες. Εἰσαγωγὴ γὰρ σίτων ἀπηγορεύθη παρὰ τοῦ ἡγεμόνος
τοῖς δεσμοφύλαξιν. Ἀλλ’ ὅμως ἐν αὐτοῖς τοῖς δεινοῖς, ἀντιλήψεως ἔτυχον παρὰ
Θεοῦ, δι’ ἐπιστασίας Ἀγγέλων, τῶν δεσμῶν ἀποπεσόντων, καὶ τροφῆς αὐτοῖς
χορηγηθείσης, αὖθις νεαροὶ τῷ ἡγεμόνι παρέστησανν, καὶ ξεσθέντες, θηρίοις
ὑπεβλήθησαν, ὧν οὐδὲν αὐτῶν ἥψατο. Ἀπειπὼν οὖν καὶ τὰ αὐτῶν ὁ ἡγεμών, ξίφει τὰς
κεφαλὰς αὐτῶν ἀπέτεμεν.
Τῇ
αὐτῇ ἡμέρα, ἡ Ἁγία Προφῆτις Ὀλδά, ἐν εἰρήνῃ τελειοῦται.
Ἀφῆκεν
Ὀλδᾶ πνεῦμα μέλλοντα βλέπον,
ἡ Πνεύματος γέμουσα θείου πυθία.
ἡ Πνεύματος γέμουσα θείου πυθία.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἀγίων Ιερομαρτύρων Ἰακώβου τοῦ
Πρεσβυτέρου καὶ Ἀζᾶ τοῦ Διακόνου
Τὸν
Ἰάκωβον καὶ τετμημένον γράφω,
καὶ τῆς τομῆς φέροντα μισθὸν τὸ στέφος.
Τμηθεὶς ὁ Χριστοῦ Λευΐτης, Ἀζᾶ κάραν,
Χριστοῦ τὸν ἐχθρὸν Λευϊαθὰν αἰσχύνει.
καὶ τῆς τομῆς φέροντα μισθὸν τὸ στέφος.
Τμηθεὶς ὁ Χριστοῦ Λευΐτης, Ἀζᾶ κάραν,
Χριστοῦ τὸν ἐχθρὸν Λευϊαθὰν αἰσχύνει.
Οὗτοι
ὑπῆρχον κατὰ τοὺς χρόνοις Σαβωρίου, βασιλέως Περσῶν. Καὶ ὁ μὲν Ἰάκωβος, ὥρμητο
ἀπὸ κώμης λεγομένης Βιθνισαρᾶ· ὁ δὲ Ἀζᾶς, ἀπὸ κώμης λεγομένης Βιθνηορᾶ.
Συλληφθέντες καὶ παραστάντες τῷ ἀρχιμάγῳ Ἀχοχαργάν, καὶ τὸν Χριστὸν παῤῥησίαν
ὁμολογήσαντες, σίνηπι μετὰ ὄξους τοῖς μυκτῆρσιν ἐδέξαντο. Εἶτα τύπτονται, καὶ μετεωρίζονται
γυμνοὶ καὶ ὑπαίθριοι τῷ νυκτερινῷ ψύχει καταπηγνύμενοι, εἶτα κατενεχθέντες, καὶ
μὴ πεισθέντες θῦσαι τῷ Ἡλίῳ καὶ Πυρί, προστάξει τοῦ ἄρχοντος, τὰς κεφαλὰς
ἀποτέμνονται. Καὶ οὕτω στεφανηφόροι ἀνῆλθον ἐν οὐρανοῖς.
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυς Μιλτιάδη ἢ Μελχιάδη, πάπα Ρώμης
Τῇ
αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων
Ὁσιομαρτύρων τῶν ἐν τῇ Μονῇ Νταοῦ Πεντέλης
Χριστὸν
αἰνοῦντες, τὸν Ἀναστάντα, δόξῃ,
λαμπρῶς,
Πατέρες, συνετμήθητε ξίφει.
Οὗτοι,
ἐν τῷ ὄρει τῆς Πεντέλης κειμένης Μονῆς Παντοκράτορος Ταώ, ξίφει ἐτελειώθησαν
ὑπὸ τῶν ἀθέων Ἀγαρηνῶν, κατ’ αὐτὴν τὴν λαμπρὰν ἡμέραν τῆς Ἀναστάσεως τοῦ Κυρίου
καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Δήμος ἢ Δημήτριος ὁ
ἀλιεύς, ἐν ἔτει 1763, ξίφει τελειοῦται
Δήμοις
αθλητών, μη φοβηθείς δημίους,
Δήμος συνηρίθμηται αθλητής νέος.
Δήμος συνηρίθμηται αθλητής νέος.
Οὗτος
ὁ νέος τοῦ Χριστοῦ ἀθλητὴς ὥρμητο ἔκ τινος χωρίου ἐγγὺς τῆς Ἀδριανουπόλεως, οὗ
ἡ κλῆσις τουρκιστὶ Οὐρτζοὺν Κιοπροῦ. Ἐν Σμύρνῃ οἰκῶν, καὶ τὸ τοῦ ἰχθυοβόλου
ἐπιτήδευμα μετερχόμενος, συκοφαντηθεὶς ὑπὸ Ἀγαρηνοῦ, βουληθέντος ὑπαγαγεῖν
τοῦτον, καὶ μὴ θέλοντα, τῇ ἑαυτοῦ ἐργασίᾳ, ὡμολόγησεν ἀπτοήτῳ ψυχῇ, τὴν καλὴν
τῆς εὐσεβείας ὁμολογίαν, κηρύξας τὸ ὄνομα τοῦ Χριστοῦ. Καὶ σκληρῶς μαστιγωθείς,
καὶ ποικίλως αἰκισθείς, καὶ ἐν εἱρκτῇ κατακλεισθείς, τελευταῖον ἀπετμήθη τὴν
κεφαλήν τῇ ι΄. Ἀπριλίου μηνός, τοῦ σωτηρίου ἔτους αυξγ΄(1763), καὶ ἐτάφη ἐν τῷ
ἐκεῖσε ναῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, λαβὼν παρὰ
Χριστοῦ τὴν τῶν θαυμάτων χάριν. Προσελθὼν γὰρ τῷ τάφῳ αὐτοῦ ῥάπτης τις πάσχων
τῆς δεξιᾶς χειρὸς τὸν μεγάλον δάκτυλον, ἔτυχεν ἰάσεως· καὶ ἡ τούτου γυνὴ
θάτερον τῶν ὀφθαλμῶν πηρωθεῖσα, ἀπέλαβε τὸ φῶς καὶ σφοδρᾶς κεφαλαλγίας
ἀπηλλάγη, προσπεσὼν τῷ τοῦ Μάρτυρος τάφῳ, ὁ ταύτῃ σφοδρῶς συνεχόμενος.
Τῇ αὐτῇ ἡμέρα, ὀ Ἅγιος Νέος
Ἱερομάρτυς Γρηγόριος ὁ Ε', Πατριάρχης Κωνσταντινουπόλεως, ἐν ἔτει
1821, ἐν ἀγχόνῃ τελειοῦται.
Ἐν
ἀγχόνη κὰν τέθνηκας Πατριάρχα,
ὁμως γε ἀεὶ ζῆς ἐν Ἐδὲμ τῇ θείᾳ.
ὁμως γε ἀεὶ ζῆς ἐν Ἐδὲμ τῇ θείᾳ.
Τῇ αὐτῇ ἡμέρα, ὁ Ἅγιος Νεομάρτυς Χρύσανθος ὁ
Ξενοφωντινός, ἐν ἔτει 1821, ἐν Κωνσταντινουπόλει, ξίφει τελειοῦται.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες οἱ
ἐν τῇ Μονῇ τοῦ Καμπτακούια τῆς Γεωργίας, πυρὶ τελειοῦνται, ἐν ἔτει 1386, ὑπὸ
τῶν Μογγόλων.
Τῇ αὐτῇ ἡμέρα, οἱ Ἅγιοι Μάρτυρες οἱ
ἐν τῇ Μονῇ τοῦ Κβακπτακέβι τῆς Γεωργίας, πυρὶ τελειοῦνται, ἐν ἔτει 1386, ὑπὸ
τῶν Μογγόλων.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ὁσίας Ἀναστασίας τῆς ἡγουμένης τῆς
Μονῆς τοῦ Οὔγκλιχ ἐν Ῥωσσίᾳ.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ'. Παῖδες Ἑβραίων
Ὦτα εὐήκοα πρὸς θείαν,
ἀποπλήρωσιν Χριστοῦ τῶν προσταγμάτων, κεκτημένοι Σοφοί, ἐμέλπετε προθύμως·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Νόμους ἐνθέους Ἀθλοφόροι,
ἀντεθήκατε προστάγμασιν ἀνόμων, κελευόντων Χριστὸν ἀρνεῖσθαι· ᾧ βοῶμεν·
Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Μέλη ποιναῖς ἐκδεδωκότες,
ἀπηρνήσασθε τὸ σῶμα δι' ἀγάπην, τοῦ ὀφθέντος ἐν γῇ, καὶ σάρκα εἰληφότος· ᾧ
μελῳδεῖτε Μάρτυρες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἄνω τὸ ὄμμα διανοίας,
ἀνατείναντες Γενναῖοι τὰς βασάνους, στερροτάτῃ ψυχῇ, ἠνέγκατε βοῶντες·
Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ῥεύσαντας πάλαι τοὺς
γεννάρχας, παραβάσεως ἀτόπου πλημμελείᾳ, ἐν νηδὺϊ Χριστόν, ἀρρεύστως
συλλαβοῦσα, πρὸς τὴν ζωὴν ἀνήγαγες, τὴν ἀρχαίαν Θεοτόκε.
ᾨδὴ
η'. Ἑπταπλασίως κάμινον
Τυραννικοῦ πρὸ βήματος, ὁ
θεόφρων Τερέντιος, σὺν Ἀφρικανῷ τε, Μάξιμος Πομπήϊος, ὁ θεῖος Μακάριος, καὶ ὁ
κλεινὸς Θεόδωρος, ἅμα τῇ λοιπῇ τῶν συμμαρτύρων χορείᾳ, Χριστὸν ὁμολογοῦσι, τὸν
Σωτῆρα τῶν ὅλων, καὶ τούτου τῇ ἀγάπῃ, γενναίως ἐναθλοῦσιν.
Ὑπὲρ Χριστοῦ στρεβλούμενοι,
καὶ βουνεύροις τυπτόμενοι, καὶ ἀνηλεῶς, οἱ Ἀθληταὶ ξεόμενοι, τριβόλοις
κεντούμενοι, καὶ τοῖς θηρσὶ ῥιπτούμενοι, καὶ πυρακτωθεῖσιν, ὀβελίσκοις τὰ
στέρνα, φλεγόμενοι ἐβόων· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ῥῆμα ζωῆς προφέροντες, οἱ
καλλίνικοι Μάρτυρες, τεθανατωμένους, ἐν τῇ πλάνῃ ἔσωσαν, ἐχθροὺς ἐθανάτωσαν,
καὶ τοῦ Χριστοῦ τὸν θάνατον, καὶ τὰ φωταυγῆ ἐξεικονίζοντες πάθη, βασάνοις
πολυτρόποις, τὸ μακάριον τέλος, ἐδέξαντο ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὥσπερ κιθάρα εὔρυθμος,
κρουομένη τῷ Πνεύματι, καὶ τὰς διανοίας, τῶν πιστῶν ἡδύνουσα, τετράριθμος
πέφυκε, τῶν Ἀθλοφόρων θεία δεκάς, θεῖον κορυφαῖον, κεκτημένη βοῶντα· Τερέντιον
τὸν μέγαν, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἴωνας.
Θεοτοκίον
Νενεκρωμένην ζώωσον,
πεπτωκυῖαν ἀνάστησον, τετραυματισμένην, τὴν ψυχήν μου ἴασαι, τῇ λόγχῃ Πανάμωμε,
τῇ κεντησάση θείαν πλευράν, τοῦ ἐκ τῆς γαστρός σου, σαρκωθέντος Σωτῆρος, ὃν
Παῖδες εὐλογοῦσιν, Ἱερεῖς ἀνυμνοῦσι, λαοὶ ὑπερυψοῦσιν, εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ'. Ἔφριξε πᾶσα ἀκοή
Ἴαμα βρύει ἡ σορός, τῶν
Μαρτύρων ἐκ πηγῆς θείου Πνεύματος, ἐπαρδομένη ἀεί, προθύμως δεῦτε ἀπαρυσώμεθα,
σῶμα, καρδίαν καὶ ψυχήν, καθαγιαζόμενοι, καὶ τόν Σωτῆρα Χριστόν, μεγαλύνοντες
πιστῶς φιλομάρτυρες.
Ὡς ἄνθη θεῖα τοῦ ἀγροῦ,
ὥσπερ ῥόδα μυστικὰ ἐξηνθήσατε, καὶ εὐωδίας σεπτῆς, τὴν Ἐκκλησίαν ἀπεπληρώσατε,
πλάνην δυσώδη τοῦ ἐχθροῦ, μακρὰν ἀπελαύνοντες, τῇ θείᾳ χάριτι, Ἀθλοφόροι τοῦ
Χριστοῦ ἀξιάγαστοι.
Σήμερον Μάξιμον πιστοί, καὶ
Ἀλέξανδρον ὁμοῦ καὶ Θεόδωρον, Ζήνωνα, Πομπήϊον, Ἀφρικανόν τε καὶ τὸν Τερέντιον,
σὺν τοῖς λοιποῖς συναθληταῖς, πιστῶς εὐφημήσωμεν, καὶ μακαρίσωμεν, ἀνυμνοῦντες
τὰ αὐτῶν προτερήματα.
Ἤγγικε, πρόσεχε ψυχή, ἡ τοῦ
Κτίστου τελευταία ἐπέλευσις, οἱ θρόνοι τίθενται, καὶ τὸ κριτήριον ἤδη πάρεστιν,
ὁ δὲ Κριτὴς ὡς ἀγαθός, βοᾷ· Ἑτοιμάσθητε· Σπεῦσον οὖν βόησον, τῶν Μαρτύρων σου
λιταῖς Σῶτερ σῶσόν με.
Θεοτοκίον
Φώτισον πύλη τοῦ φωτός, τὴν
ψυχήν μου ταῖς δειναῖς ἀμαυρότησι, τῶν παραβάσεων, ἐσκοτισμένην καὶ
κινδυνεύουσαν, καὶ τῆς ἡμέρας κοινωνόν, τῆς θείας ἀνάδειξον, ὅπως δοξάζω σε,
προστασία τῶν Πιστῶν ἀκαταίσχυντε.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Ἀθλήσει
ἐδοξάσατε, ἀνδρεῖοι Τεσσαράκοντα, ὑμῶν εὐψύχῳ ἐνστάσει, ἐν Καρθαγένῃ τὸν
Κτίστην, γνωστοί τε καὶ ἀνώνυμοι, ἡμῖν· διὸ γεραίροντες, τὴν ἀνδρίκην
παράστασιν, ὑμῶν πρὸ βήματος πλάνων, ὑμᾶς δοξάζομεν πόθῳ.
Θεοτοκίον
Τὸν
Φωτοδότην Κύριον, ἐν Σῇ γαστρί χωρήσασα, Θεογεννῆτορ Παρθένε, φωτὸς ἀστέκτου
δοχεῖον, ἐδείχθης καὶ φωτόλαμπρον, Παντάνακτος παλάτιον· διό Σε οἱ καθεύδοντες,
ἐν τῇ σκιᾷ ἁμαρτίας, Σὲ μακαρίζομεν πίστει.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Θεῖοι,
Καρθαγένης σύναθλοι, ἐν πόλῳ συγκοινωνοί, τῆς εὐκλείας τῆς κρείττονος, ἀληθῶς
γεγόνατε, εὐκλεεῖς Τεσσαράκοντα· ὑμεῖς γὰρ πόνους, καθυπομείναντες, αἰκίας
πλείστας, καὶ πολυώδυνον, τμῆσιν μακάριοι, κεφαλῶν ἐτύθητε, ὥσπερ ἀμνοί,
εὐθαρσῶς κηρύττοντες, Χριστοῦ τὸ ὄνομα,
Χαίροις,
συνοδία πάνσεπτε, περιφανῶν Ἀθλητῶν, ἡ Χριστὸν μεγαλύνασα, ἀηττήτοις πράξεσι,
καὶ τὴν γῆν ἁγιάσασα, τῆς Καρθαγένης, σῶν λύθρων αἵματος, ἀναβοῶντες, πιστῶς
δεόμεθα· μὴ διαλίπητε, θεῖοι Τεσσαράκοντα, ὑπὲρ ἡμῶν, δυσωποῦντες Κύριον, τὸν
πολυεύσπλαγχνον.
Δεῦτε,
Ἀθλοφόρον Μάξιμον, ἀνδρεῖον Ἀφρικανόν, στεφηφόρον Τερέντιον, θαυμαστὸν ομπήϊον,
φωτοφόρον Θεόδωρον, Ζήνωνα θεῖον, κλεινὸν Ἀλέξανδρον, καὶ ἀνωνύμων, ἑτέρων
σύλλογον, τῶν Τεσσαράκοντα, μεγαλάθλων πίστεως χαρμονικῶς, πάντες ἀνυμνήσωμεν,
ψαλμοῖς καὶ ᾄσμασι.
Χαίροις,
καρτερόφρον ἵμιλος, τῆς Καρθαγένης σεπτῶν, Ἀθλητῶν Τεσσαράκοντα, θεαυγὴς
ὁμήγυρις, καὶ ἀήττητον σύνταγμα, μὴ φεισάμενων, οἰκείου αἵματος, στεῤῥῶν
Μαρτύρων, Χριστοῦ τῆς πίστεως· μὴ δειλιάσαντες, πρὸς γὰρ θέας Ἅγιοι ξίφους
ἀκμῆς, τῶν ἐχθρῶν ὡς πρόβατα, ἐσφαγιάσθητε.
Δόξα.
Ἦχος πλ. α΄.
Τοὺς
εὐθαρσῶς Χριστὸν ὁμολογήσαντας πρὸς βήματος ἀνόμων, Τεσσαράκοντα τῆς Καρθαγένης
Μάρτυρας, ἐπωνύμους τε καὶ ἀνωνύμους, ὕμων τοῖς ἄνθεσι καταστέψωμεν· ἀπτοήτως
γὰρ ὑπελθόντες τὰ σκάμματα τοῦ μαρτυρίου, ὡς ἐθελόθυτα σφάγια ὑπέκλιναν τοὺς
ἑαυτῶν αὐχένας, εἰδωλοφρόνων τοῖς ξίφεσι. Χριστὸν οὖν ἐν ἄθλοις δοξάσαντες, τῆς
οὐρανίου δόξης ὤφθησαν κληρονόμοι, καὶ πρεσβευταὶ ἡμῶν πρὸς Αὐτὸν θερμότατοι.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ
θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος,
τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς
ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν
πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις Καρθαγένης θεολαμπές, δῆμε Ἀθλοφόρων, Τεσσαράκοντα
εὐσταλῶν, ὁπλιτῶν Κυρίου, τομὴν ὑπομεινάντων, αὐχένων καὶ λαβόντων, στέφη
χρυσόπλοκα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου