ΜΑΪΟΥ 7!!
ΤΑΡΑΣΙΟΣ ΟΣΙΟΣ ΛΥΚΑΟΝΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰσιδώρας
μοναχῆς Ἁγιεροθεϊτίσσης, καθηγουμένης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Τοῦ
Ταρασίου τὴν μνήμην τοῦ οὐρανόφρονος, αἱ τῶν
Ἀγγέλων τάξεις, μετὰ δέους ὁρῶσαι, ἔχαιρον καὶ τούτῳ ὁσιακῆς, εὐπρεπείας
διάδημα, νικητικῶς ἐπετίθουν παρὰ Θεοῦ, τοῦ Αὐτὸν ἀντιδοξάσαντος.
Λυκαονία
ἀγάλλου καὶ ἐπισκίρτησον, τὴν ἑορτὴν τελοῦσα, τοῦ σεπτοῦ Ταρασίου, χαίροις ἐκβοῶσα τούτῳ πιστῶς, ὦ υἱέ μου
θειότατε, τῶν Μοναζόντων ἀκρότης τῶν Ἀσκητῶν, τὸ ἐξαίρετον ὡράϊσμα.
Διὰ
συντόνου νηστείας καὶ ἀγρυπνίας τε, διὰ πολλῶν δακρύων, προσευχῆς καθαρᾶς τε,
νήψει τοῦ νόος τε καὶ τῶν Γραφῶν, τῇ μελέτῃ Ταράσιε,
ἀγγελικὴν ἐπεδείξω διαγωγήν, τῷ Θεῷ τε εὐηρέστησας.
Τῆς
ἐκλογῆς ἀνεδείχθη σκεῦος Ταράσιε, ὥσπερ ὁ
θεῖος Παῦλος, εἰς ἀκρότατα ὕψη, φθάσας ἐξαιρέτου διὰ σπουδῆς, ὡς ἀστήρ τε
ἀνέτειλας, καὶ ὑπὲρ ἥλιον λάμπεις θεοπρεπῶς, ταῖς ἀκτῖσι τῶν θαυμάτων σου.
Δόξα.
Ἦχος α΄.
Τοὺς
ἀσκητικοὺς ἀγῶνάς σου Ὅσιε Πάτερ, ἐν αἰνέσεως ᾠδαῖς ἐγκωμιάζω, ὅτι πρόξενοι
εἰσὶ θαυμασμοῦ, καὶ πολλῶν ἐπαίνων ἄξιοι. Καὶ γὰρ ἐν τῇ ἐρήμῳ τῆς Λυκαονίας
ἀσκηθείς, εἰς μέτρον ἦλθας τῶν μεγάλων ἀρετῶν, τελειότητι ἠθῶν διακρινόμενος,
καὶ κρείττονι σπουδῇ ἐπιδιδόμενος. Θεῷ διὸ εὐάρεστος ἐγένου, καὶ πλήρης χαρισμάτων
τῶν τοῦ Πνεύματος, ὧν ἡμᾶς μετόχους ποίησον, ταῖς πανευπροσδέκτους πρεσβείαις
σου.
Καὶ
νῦν. Θεοτοκίον.
Ἁμαρτωλῶν
τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῶν ἐξ
ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς Παναγία Παρθένε.
Εἰς
τὸν στίχον. Ἦχος β΄. Οἶκος τοῦ Εὐφραθᾶ.
Χαίροις
ἡ ἐκλογή, Χριστοῦ τῆς Ἐκκλησίας, Λυκαονίας κλέος, Ὁσίων ἡ λαμπρότης, Ταράσιε θειότατε.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Τρόποις
ὁσιακοῖς, νηστείας ἀγρυπνίαις, καὶ προσευχαῖς ἀπαύστοις, Ταράσιε ἐκτήσω, τὴν χάριν τὴν τοῦ Πνεύματος.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.
Χαίρει
μητροπρεπῶς, τῇ μνήμῃ Ταρασίου, Λυκαονίας
χώρα, αἰνέσεως ἐν ὕμνοις, αὐτὸν ἐγκωμιάζουσα.
Δόξα.
Τριαδικόν.
Ἕναν
συμπροσκυνῶ, Θεὸν τρισὶ προσώποις, ἐξ οὗ τὸ εἶναι ἔχω, Πατέρα σὺν Υἱῷ τε, καὶ
Πνεῦμα τὸ Ὁμότιμον.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα
Μαριάμ, Κυρία τῶν Ἀγγέλων, ἐλπὶς περάτων κόσμου, Θεὸν ταῖς μητρικαῖς σου,
πρεσβείαις ἐξιλέωσαι.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν
Θεὸν ἀγαπήσας ἀπὸ βρέφους Ταράσιε, κόσμου
ταραχὰς καὶ φροντίδας, ἑκουσίως κατέλιπες, και ἴχνεσιν τῶν θείων Ἀσκητῶν,
ἀρίστῃ ἠκολούθησας σπουδῇ, τῶν θαυμάτων ὅθεν ἔλαβες τὴν ἰσχύν, καὶ χάριν τὴν
τοῦ Πνεύματος. Χαίροις Λυκαονίας ὁ φωστήρ, χαίροις Ὁσίων σέμνωμα, χαίροις τῆς
ἐγκρατείας ὁ ἀκνών, σφραγίς τε τῆς ἀσκήσεως.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν ῬΜΒ΄ ψαλμό, τό·
Μακάριος ἀνήρ. Εις δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Ταράσιον μέλψωμεν πιστοί,
Μοναστῶν τὸ καύχημα, Λυκαονίας τὸ σέμνωμα, αὐτοῦ δοξάζοντες, τοὺς σεπτοὺς
ἀγῶνας, οὓς καλῶς διήνυσε, Χριστοῦ διὰ τὸ Ἅγιον Ὄνομα, εἰς τόπον ἔρημον, τῇ
ἀσκήσει τελειούμενοἀ, καὶ τῷ κάλλει αρετῶν κοσμούμενον.
Ἐγκράτειαν
ἔστερξας σπουδῇ, ἀσκητὰ Ταράσιε, τὴν
ἀγρυπνίαν ἠγάπησας, εὐχὴν ἀθόλωτον, τῆς καρδίας πένθος, κακουχίαν σώματος, καὶ
πάσης ἀρετῆς ἐπιμέλειαν, Θεοῦ τῷ ἔρωτι, τῷ Ἁγίῳ πυρπολούμενος, καὶ τὰς Τούτου,
ἐντολὰς ποιούμενος.
Δοχεῖον
ἐδείχθης καθαρόν, τοῦ Ἁγίου Πνεύματος, τῶν χαρισμάτων ἀνάπλεων, σεπτὲ Ταράσιε, ἐκδιώκων πάθη, καὶ διώκων δαίμονας, διὸ
θαυματουργὸς ἐπικέκλησαι, ἀξίως Ὅσιε, θεραπεύων τὰ νοσήματα, καὶ κουφίζων,
εὐμενῶς τοὺς πάσχοντας.
Ἕτερα.
Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.
Τῶν
Ὁσίων τὰ τάγματα, Μοναζόντων τὸ ἄθροισμα, τῶν Πατέρων τάξεις τε ἐπαγάλλονται,
τῇ ἱερᾷ πανηγύρει σου, θεόφρον Ταράσιε,
ἐξαιρέτως τὰς πολλάς, ἀριστείας τῶν ἄθλων σου, μεγαλύνοντες, σὺ γὰρ μέγας
ἐγένου ἐν ἀσκήσει, καὶ Κυρίῳ τῷ Θεῷ σου, ὁσιακῶς εὐηρέστησας.
Τῶν
Ἀγγέλων ἐζήλωσας, πολιτείαν τὴν ἄϋλον, τῆς σαρκός σου πρόνοιαν μὴ ποιούμενος,
ἐν ἀγρυπνίαις Ταράσιε, νηστείαις καὶ
δάκρυσι, χαμευνίᾳ τε σκληρᾷ, τὸ γεῶδές σου φρόνημα, ἀπενέκρωσας, καὶ ἐδέξω ζωῆς
τὰς ἀντιδόσεις, μετ’ Ὁσίων συγχορεύων, εἰς τοῦ φωτὸς τὰ σκηνώματα.
Ἐκ
νεότητος γέγονας, θεοφόρε Ταράσιε, τοῦ Ἁγίου
Πνεύματος ἐνδιαίτημα, τὰς ἀρετὰς ἐργασάμενος, ἐν ζήλῳ τῷ κρείττονι, καὶ σπουδῇ
ἐπαινετῇ, ἀγαθῶν τε τὸ ἔσχατον, ἐπεπόθησας, τῷ Κυρίῳ προσάξας σὴν καρδίαν, καὶ
ὡς δοῦλος ὁ εὐγνώμων, τὰ σὰ ἐπηύξησας τάλαντα.
Δόξα.
Ἦχος α΄.
Τοῦ
μυστικοῦ ἀμπελῶνος Χριστοῦ τοῦ Θεοῦ, τὸν πιστὸν καὶ δόκιμον ἐργάτην, Ταράσιον
τὸν Ὅσιον, δεῦτε ἐν ᾠδαῖς μεγαλύνωμεν πιστοί. Οὗτος γὰρ τῆς ἡμέρας τὸν καύσωνα,
καὶ τῆς νυκτὸς τὸν παγετόν, θεοφρόνως ἐκαρτέρησας, καὶ ὡς φιλόπονος μέλισσα, τὸ
γλυκὺ τῆς ἡσυχίας μέλι ἀπεδέξατο, ἡμῖν δὲ παρέχει γλυκασμὸν πνευματικόν, τοῖς
δοξάζουσιν αὐτοῦ τὴν θείαν μνήμην τὴν πανέορτον.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος.
Φῶς ἱλαρόν. Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται
ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ
ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην·
ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ
σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς
ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ
ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει
Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς
ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ´ ἡμῶν πορεία
σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ
ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται ·
ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν
χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ρεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Εἰς
τὴν Λιτήν. Ἦχος α΄.
Τῆς
ὁσιότητος στολήν, τὴν ἱερὰν περιβαλλόμενος, δικαιοσύνης τε τῷ στέφει
κεκοσμημένος εὐπρεπῶς, Ταράσιος ὁ θεῖος
Πατὴρ ἡμῶν, ὁ θεοφόρος καὶ θαυματουργός, προσκαλεῖ ἡμᾶς εἰς τὴν ἑόρτιον χαράν,
τῆς αὐτοῦ λαμπρᾶς πανηγύρεως. Δεῦτε οὖν πιστοί, ὑπαντήσωμεν αὐτὸν ἐν ὕμνοις καὶ
ᾠδαῖς πνευματικαῖς, δοξάζοντες Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν θαυμαστῶς ἐν Ἁγίοις
δοξαζόμενον.
Ἦχος
β΄.
Τῆς
ἐγκρατείας τὴν ὁδόν, τὴν στενὴν καὶ τεθλιμμένην, περιχαρῶς ἐβάδισας, Ὅσιε Πάτερ
Ταράσιε. Καὶ γὰρ νηστείαις, προσευχαῖς καὶ
δάκρυσι, καὶ πάσῃ ἄλλῃ κακουχίᾳ τῆς σαρκός, ἠνάλωσας τὸν βίον σου,
προσδεχόμενος παρὰ Θεοῦ, την τοῦ Πνεύματος χαρὰν καὶ ἀγαλλίασιν, καὶ τῆς
αἰωνίου ζωῆς τὴν εὐφρόσυνον ἀπόλαυσιν.
Ἦχος
γ΄.
Δεῦτε
τοῦ Εὐαγγελίου τὸν ἐργάτην τὸν πιστόν, καὶ τῆς ἡμέρας τὸν υἱὸν τὸν περιώνυμον, Ταράσιον ὑμνήσωμεν, τὸν Ὅσιον καὶ θαυματουργὸν
Πατέρα ἡμῶν, οὗτος γὰρ τὰ ἔργα τοῦ φωτός, ἐπιμελείᾳ καὶ σπουδῇ ἐπαινετῇ, καὶ
ζήλῳ οὐρανόφρονι ἠργάσατο, ἐν σεμνότητι καὶ δικαιοσύνῃ ἐπὶ γῆς πολιτευσάμενος.
Παρὰ Θεοῦ διὸ δικαιωθείς, εὗρε δόξης αἰωνίου καὶ τιμῆς ἀληθινῆς, τὸ στέφος τὸ
ἀμάραντον.
Ἦχος
δ΄.
Τῶν
δωρεῶν τὸν πλοῦτον ἔλαβες καλῶς, παρὰ Θεοῦ τοῦ ἀγαθοῦ, Ὅσιε θαυματουργὲ Ταράσιε θεόφρον. Καὶ χαρίσμασι πολλοῖς Χριστὸς σὲ
ἐκόσμησε, γενόμενος τοῦ Παναγίου Πνεύματος δοχεῖον ἐκλεκτόν. Τὴν χάριν ὅθεν τὴν
ζωοποιόν, εὐχαῖς σου εὐπροσδέκτοις δώρησαι ἡμῖν, τοῖς μακαρίζουσι τὸν βίον σου,
τὸν ἱερόν τε καὶ ἰσάγγελον.
Ἦχος
πλ. α΄.
Ὤ
τῶν πολλῶν χαρισμάτων σου θαυματουργὲ Ταράσιε Ὅσιε,
ὅτι ἐδόθη σοι δαψιλῶς παρὰ Θεοῦ, τῶν θαυμάτων ἡ ἐνέργεια. Πάθη ὅθεν τῶν ἀσθενῶν
τὰ ἀνίατα, συμπαθεστάτῃ σου βοηθείᾳ ἐθεράπευσας, ὀδυνωμένους ἐπεκούφισας, καὶ
ἐκ δαιμόνων ἐῤῥύσω τοὺς πάσχοντας, ταῖς ἁγίαις προσευχαῖς σου, μὴ παύσῃ
δυσωπεῖν τὸν Κύριον, τοῦ ἀπαλλάξαι καὶ ἡμᾶς ἐκ παθῶν, τῶν ψυχοφθόρων, εἰς
ἀπαθείας πάντας ὁδηγῶν, τὸν λιμένα τὸν σωτήριον.
Δόξα.
Ἦχος πλ. δ΄.
Μακάριος
εἶ ἀληθῶς, ὅτι τῆς βεβαίας ἐλπίδος τῶν προσδοκωμένων ἀγαθῶν, τὴν ἔκβασιν ἔλαβες
ἐν ἀγαθοῖς, Ὅσιε Ταράσιε θεόληπτε. Καὶ γὰρ
ἐπ’ ὤμων ἦρας ἐν χαρᾷ, τὸν ζυγὸν Χριστοῦ τὸν Ἅγιον, καὶ ἠκολούθησας Αὐτῷ
προθύμως, ἐν πιστότητι φανεὶς ακέραιος, καὶ ἐν ὁσιότητι ὡσαύτως ἀπαράμιλλος. Τὰ
τάλαντά σου ἐπηύξησας ὡς φρόνιμος υἱός, καὶ ἤκουσας μάλα παρὰ Θεοῦ, τὸ εὖ δοῦλε
φρόνιμε, εἴσελθε εἰς τὴν πανήγυριν, τῆς λαμπρᾶς μακαριότητος.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Εἰς
τὸν στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
τῆς ἐγκρατείας εἰκών, τῆς ἡσυχίας ἡ λαμπὰς ἡ ἀκοίμητος, Ὁσίων ἡ κοσμιότης, τῶν
Μοναζόντων σφραγίς, πάσης ἀρετῆς τε, ὑποτύπωσις, Ταράσιε
Πάτερ, θαυματουργὲ ἱερώτατε, Λυκαονίας, ὁ φωστὴρ ὁ ὑπέρφωτος, θείου
Πνεύματος, τὸ σεπτὸν ἐνδιαίτημα. Βίον καὶ γὰρ ἰσάγγελον, ἐν γῇ πεπολίτευσαι,
ἀδιαλείπτοις εὐχαῖς σου, προσομιλῶν τῷ Κυρίῳ σου, παρ’ οὗ ἐκομίσω, τῆς τιμῆς
τῆς ἀκηράτου, τὸν θεῖον στέφανον.
Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίρει,
ἡ Ἐκκλησία Χριστοῦ, τῇ ἱερᾷ σου πανηγύρει Ταράσιε,
καὶ ψάλλει παναρμονίως, χαριστηρίους ᾠδάς, σοῦ τὴν πολιτείαν, μακαρίζουσα,
σεμνὸν γὰρ τὸν βίον, μετ’ ἀκριβείας ἐφήρμοσας, ἐν ἐγκρατείᾳ, καὶ νηστεία καὶ
δάκρυσι, τελειώσας τε, τὴν ὁδὸν τῆς ἀσκήσεως. Σάρκα σου γὰρ ὑπέταξας, τῷ
πνεύματι Ὅσιε, καὶ χαρισμάτων ἐδέξω, τὴν πλεονάζουσαν εὔκλειαν, ἡμῖν
ὑπεμφαίνων, τῆς ζωῆς τῆς αἰωνίου, τὴν ὡραιότητα.
Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.
Δοῦλος,
ὡς ἀγαθὸς καὶ πιστός, τὰ πιστευθέντα σοι ἐπηύξησας τάλαντα, Ταράσιε θεομάκαρ, δι’ ἡσυχίας καὶ γάρ, ἔφθασας εἰς
ὕψος θείας γνώσεως, κἀκεῖθεν τὸ κάλλος, τοῦ ἐραστοῦ σου τεθέασαι, καὶ τῆς
ἀῤῥήτου, καὶ γλυκείας μεθέξεως, τούτου γέγονας, κοινωνὸς ἐν λαμπρότητι. Χάριν
ὡσαύτως ἔλαβες, τελεῖν τὰ ἰάματα, καὶ θεραπεύειν τὰς νόσους, θαυματουργὸς ὅθεν
κέκλησαι, καὶ νέμεις πλουσίως, τοῖς πιστῶς σοι προσιοῦσι, θαυμάτων εὔνοιαν.
Δόξα.
Ἦχος πλ. α΄.
Τοῖς
ᾄσμασι πιστοὶ ἐγκωμιάσωμεν, τὸν φίλον τοῦ Χριστοῦ καὶ ἐραστὴν τῆς ἡσυχίας,
Ταράσιον τὸν ἐν Ὁσίοις μέγαν καὶ σεβάσμιον. Οὗτος γὰρ ἐν οἴκῳ Κυρίου, ὡσεὶ
ἐλαία ἐξήνθησε κατάκαρπος, καὶ τῆς ἀσκήσεως ἐπηύξησε τὰς ἐπιδόσεις. Νηστείᾳ
ἄκρᾳ ἐπιδοθείς, τῇ ἐγκρατείᾳ ἀριστεύσας, καὶ πάσῃ ἄλλῃ ἀρετῇ προκόψας
θεαρέστως. Αὐτὸν μακαρίσωμεν διό, καὶ τοῖς ἴχνεσιν αὐτοῦ ἀκολουθήσωμεν, ἵνα
γνῶμεν τοῦ Θεοῦ, τὴν πολλὴν ἐν ἀγαθοῖς ἀνταπόδοσιν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὸν
Θεὸν ἀγαπήσας ἀπὸ βρέφους Ταράσιε, κόσμου
ταραχὰς καὶ φροντίδας, ἑκουσίως κατέλιπες, και ἴχνεσιν τῶν θείων Ἀσκητῶν,
ἀρίστῃ ἠκολούθησας σπουδῇ, τῶν θαυμάτων ὅθεν ἔλαβες τὴν ἰσχύν, καὶ χάριν τὴν
τοῦ Πνεύματος. Χαίροις Λυκαονίας ὁ φωστήρ, χαίροις Ὁσίων σέμνωμα, χαίροις τῆς
ἐγκρατείας ὁ ἀκνών, σφραγίς τε τῆς ἀσκήσεως.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Τὸν
Ὅσιον Χριστοῦ, θαυμαστὸν ἐν ἁγίοις, Ταράσιον πιστοί,
εὐφημήσωμεν δεῦτε, αὐτοῦ τὰ κατορθώματα, μακαρίζοντες δι’ ἀσκήσεως, καὶ
ἐγκρατείας τελείας ἀπενέκρωσε, τὰς τῆς σαρκὸς γὰρ φροντίδας, Θεῷ οἰκειούμενος.
Δόξα.
Ὅμοιον.
Σπουδῇ
ἐπαινετῇ, σῆς καρδίας τὸν πόθον, ἀπέδωκας Θεῷ, ἐκ νεότητος Πάτερ, εἰς ἔρημον Ταράσιε, μεταβὰς ἔνθα ἔστερξας, βίον ἄϋλον, καὶ
πολιτείαν Ἀγγέλων, μεθ’ ὧν πρέσβευε, διηνεκῶς τῷ Κυρίῳ, ὑπὲρ των τιμώντων σε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
Τὸν
ἀσκητὴν τοῦ Χριστοῦ τὸν λαμπροφόρον, τὸν ἐραστὴν καὶ φοιτητὴν τῆς ἡσυχίας,
ἐγκρατείας τὸν φίλον τὸν ἐν ἀληθείᾳ, τοὺς νόμους τετηρηκότα τοὺς ἱερούς, καὶ
πράξει καὶ θεωρίᾳ θεοπρεπεῖ, θαυμαστῶς ἀριστεύσαντα, ὑμνωδιῶν ἀπαρχαῖς,
τιμήσωμεν συμψάλλοντες· χαίροις μάκαρ Ταράσιε.
Δόξα.
Ὅμοιον.
Τοὺς
εὐκλεεῖς ἐν τῇ ἐρήμῳ σου ἀγῶνας, ὁσιακῆς σου βιοτῆς τὰς ἐπιδόσεις, μετὰ δέους
Ἀγγέλων αἱ χοροστασίαι, ὁρῶσαι τὸ θεῖον στέφος ἐξ οὐρανοῦ, ἐτίθουν τῇ κεφάλῃ
σου τῇ ἱερᾷ, θεοφόρε Ταράσιε, σὺ γὰρ τοὺς
τρόπους αὐτῶν, ἐζήλωσας ἐν σώματι, ἀσκητὰ ὁσιόαθλε.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Μετὰ
τὸν Πολυέλεον, κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Ἀπὸ
βρέφους προσφορά, ὡς πανευώδη τῷ Θεῷ, προσενήνοχας σαυτόν, Πάτερ Ταράσιε σοφέ, καὶ τῆς ἀσκήσεως ἤνυσας τὰς πορείας.
Πόθῳ ἱερῷ δυναμούμενος, θείαις προσευχαῖς καὶ δεήσεσιν, διηνεκῶς τὸ ὄνομα
Κυρίου, τοῦ ἐραστοῦ σου ἐδόξαζες. Παρ’ Οὗ ἐδέξω, καὶ τοὺς στεφάνους, τῆς ζωῆς
ἐπαξίως.
Δόξα.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τὸ α΄ ἀντίφωνον, τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου.
Προκείμενον: Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσει
πρέπει αἴνεσιν.
Στ.: Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς
αὐτῶν παρὰ Ὑψίστῳ.
Εὐαγγέλιον Ὁσιακόν.
Ἀνάστασιν Χριστοῦ θεασάμενοι... Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τῶν
θαυμαστῶν ἀγώνων σου ταῖς ἄθλοις, Λυκαονία ἐγκαυχᾶται μητρικῶς, Ὅσιε
θαυματουργὲ Ταράσιε. Σὺ γὰρ τῇ ἀσκήσει τῇ
καλῇ ἠρίστευσας, ἐν τῇ ἐρήμῳ ἐγκαρτερήσας, καὶ σκεῦος ἀνεδείχθης ἐκλεκτόν, τοῦ
Πνεύματος τοῦ Παναγίου. Τῶν δωρεῶν τε τούτου ἐμπλησθείς, πᾶσι νέμει δαψιλῶς,
θεραπείαν ἐκ παθῶν καὶ νόσων ἀκεσώδυνον.
Οἱ Κανόνες· ὁ Ἀναστάσιμος ἤ τῆς ἑορτῆς· καὶ τοῦ ἁγίου, οὗ ἡ
Ἀκροστιχίς: Ταράσιον τὸν ἐν Λυκαονίᾳ ᾄδω. Ἰσιδώρας.
ᾨδὴ
α΄. Ἦχος α΄. Ἀναστάσεως ἡμέρα.
Τίς ἀξίως ἐπαινέσει, τῆς
σεμνῆς ζωῆς σου, Πάτερ τὰς ἐπιδόσεις. Σὺ γὰρ τῷ ἔρωτι Χριστοῦ, καταλείψας
νουνεχῶς, τῆς γῆς τὰ τερπνά, ἀσκήσει διέπρεψας, θεοφόρε Ταράσιε.
Ἀγγελότροπον τὸν βίον, ἐπὶ
γῆς διελθών, ἔλαβες επαξίως, παρὰ Κυρίου τοῦ Θεοῦ, ὦ Ταράσιε
σοφέ, χαρίτων πληθύν, ἰᾶσθαι νοσήματα, καὶ διώκειν τοὺς δαίμονας.
Ῥαθυμίαν ἐκδιώξας, ἐκ
ψυχῆς σου δεινήν, Ὅσιε ἐγνωρίσθης, τῆς θείας νήψεως λαμπάς, δαδουχούσα ἱλαρῶς,
πιστῶν τὰς ψυχάς, θεόφρον Ταράσιε, τῷ φωτὶ
τῆς ἀσκήσεως.
Θεοτοκίον.
Ἀτονοῦσι τῶν ῥητόρων, αἱ
τραναὶ λαλιαί, τρόπον τοῦ μυστηρίου, τῆς Σῆς λοχείας ἐξειπεῖν, Θεοτόκε Μαριάμ,
Θεὸν γὰρ ἐν σαρκί, ἀσπόρως ἐκύησας, καὶ Παρθένος διέμεινας.
ᾨδὴ
γ΄. Δεῦτε πόμα πίωμεν καινόν.
Σκεῦος τῆς τιμίας ἐκλογῆς,
ἀνεδείχθης αξίως σοφὲ Ταράσιε, εἰς θεωρίας
Θεοῦ, ἀνῆλθες τῷ ὕψει γὰρ πτεροῖς, τῆς θείας ἀσκήσεως.
Ἴσχυσας ὀλέσαι τοῦ ἐχθροῦ,
ὦ Ταράσιε Πάτερ τὰ μηχανήματα, δι’
ἐγκρατείας καὶ γάρ, ἐνέκρωσας πάθη τῆς σαρκός, ζηλώσας τὰ κρείττονα.
Ὄναρ ὡς βραχύ τε καὶ
σκιάν, ἐθεώρεις τοῦ κόσμου δεσμοὺς Ταράσιε,
διὸ ἀφῆκας αὐτόν, καὶ ἦλθες ὀπίσω τοῦ Χριστοῦ, ὡς δοῦλος πιστότατος.
Θεοτοκίον.
Νύμφη ἀπειρόγαμος Χριστού,
Μήτηρ τούτου ὡσαύτως Μαρία ἄχραντε, τὸ ἐπὶ σοὶ γὰρ πραχθέν, μυστήριον πᾶσαν τῶν
βροτῶν, ἐκπλήττει διάνοιαν.
Κάθισμα.
Ἦχος πλ. δ΄. Την Σοφίαν καὶ Λόγον.
Ἐγκρατείας
τοῖς κόποις τοῖς ἱεροῖς, καὶ ασκήσεως ἔργοις ὑψοποιοῖς, ἐνέκρωσας τὸ φρόνημα,
τῆς σαρκός σου Ταράσιε, τὰς τῶν Ἀγγέλων
τάξεις, αξίως ἐζήλωσας, καὶ ἀρεστῶς προσήγαγες, καρπὸν τὸν τοῦ Πνεύματος.
Μείνας ἐν ἐρήμῳ, ὥσπερ ἄσαρκος Πάτερ, νηστείαις καὶ δάκρυσι, προσευχαῖς καὶ
δεήσεσιν, ὁμιλῶν τῷ Κυρίῳ σου, ἔστερξας ἐκ πόθου καὶ γάρ, τὴν ὁλοπρόθυμόν Του
ἀγάπησιν, καὶ ἐδόξασας Τούτου, τὸ πανάγιον Ὄνομα.
Δόξα.
Ὅμοιον.
Χαρισμάτων
τιμίων σου τὴν πληθύν, καὶ θαυμάτων Ἁγίων σου τὴν ἰσχύν, ἐνθέοις μελωδήμασι,
μεγαλύνω Ταράσιε. Καὶ μακαρίζω πόθῳ, τὰ σὰ
προτερήματα. Καὶ ἐπαινῶ τὰ τρόπαια, τῆς σῆς ὁσιότητος. Σκεῦος γὰρ ἐδείχθης,
ἐκλογῆς τῆς τιμίας, εἰς ὕψη οὐράνια, ἀναβὰς δι’ ἀσκήσεως, ἔνθα μέτοχος γέγονας.
Δόξης τοῦ Δεσπότου Χριστοῦ, Ὃν καθικέτευε Πάτερ δεόμεθα, τοῦ δωρήσασθαι πᾶσι,
τῶν πταισμάτων τὴν ἄφεσιν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
ᾨδὴ
δ΄. Ἐπὶ τῆς θείας φυλακῆς.
Ταῖς προσευχαῖς ἀδολεσχῶν,
ταῖς ἀγρυπνίαις καρτερῶν, πόνοις ἐγκρατείας σχολάσας, ἱερὲ Ταράσιε, ὁσιακῶς διέπρεψας, στάδιον τοῦ παρόντος
τε βίου, μετὰ σπουδῆς ἀρεστῆς, Πάτερ ἐτέλεσας.
Οὐρανοδρόμος ἀσκητής, καὶ
τῆς ἐρήμου φοιτητής, λύχνος ἡσυχίας τε μέγας, Μοναστῶν τὸ ὑπόδειγμα, τῶν ἀρετῶν
τε ἔσοπτρον, δέδειξαι ἀληθείᾳ καὶ πράξει, καθοδηγῶν τοὺς πιστούς, μάκαρ Ταράσιε.
Ναμάτων κρήνη διαυγής, καὶ
ἰαμάτων προχοή, πλήρης ποταμός τε θαυμάτων, ἐν ἰσχύϊ δέδειξαι, ὦ ἀσκητὰ Ταράσιε. Πνεύματος τοῦ Ἁγίου ἡ χάρις, ὑπερπλειόνως
καὶ γάρ, ἐν σοὶ ἐσκήνωσεν.
Θεοτοκίον.
Ἐλευθερίαν καὶ ζωήν, οἱ
δουλωθέντες γηγενεῖς, νόμοις τῆς φθορᾶς τοῦ θανάτου, διὰ Σου Πανάμωμε,
Θεογεννῆτορ εὕρομεν, τέτοκας τὸν Σωτῆρα τοῦ κόσμου, καὶ Λυτρωτὴν γὰρ Χριστόν,
τὸν ὑπεράγαθον.
ᾨδὴ
ε΄. Ὀρθρίσωμεν ὄρθρου βαθέως.
Νηφάλιος σώφρων καὶ πρᾷος,
τῆς ἡσυχίας τε φίλος ἀσκήσεως ὁδηγός τε, ἀγρυπνίας λύχνος τε, τῆς προσευχῆς
διδάσκαλος, ὤφθης θεόφρον Ταράσιε.
Λαμπρότερον λάμπεις
χρυσίου, καὶ καθαρότητι βίου ἀστράπτεις ὑπερβαλλόντως, ἀσκητὰ Ταράσιε, καὶ δαδουχεῖς τὰ πέρατα, θείῳ φωτὶ τῶν
ἀγώνων σου.
Ὑψίκομος ὤφθης ὡς κέδρος,
ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου Ταράσιε θεοφόρε,
καὶ καρπὸν ἀπέδωκας, ἀγαθωσύνης ὤριμον, τὸν τὰς ψυχὰς κατευφραίνοντα.
Θεοτοκίον.
Κυρίαν Σε κτίσεως πάσης,
Ἀγγελικῶν τε ταγμάτων Βασίλισσαν Θεοτόκε, οἱ πιστοὶ καλοῦμέν Σε, τὸν Βασιλέα
Κύριον, μητροπρεπῶς γὰρ ἐβάστασας.
ᾨδὴ
στ΄. Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς.
Ἀνθήσας, ἐν ταῖς τοῦ
Κυρίου αὐλαῖς, ὡς κατάκαρπον Ταράσιε δένδρον,
τῷ μόχθῳ τῆς ἱερᾶς σου σπουδῆς, ἐναπέδωκας, τῷ Δεσπότῃ σου Χριστῷ, ἀγαθότητος
πλοῦτον.
Ὀρθρίσας, ταῖς
ἀδιαλείπτοις εὐχαῖς, ὦ Ταράσιε νυκτὸς καὶ
ἡμέρας, ἐβόας συντετριμμένῃ ψυχῇ, τῷ Κυρίῳ σου, τὴν τρισάγιον ᾠδήν, μετὰ πόθου
ἐνθέου.
Νικήσας, τὰς τοῦ διαβόλου
ἀρχάς, ταπεινώσεως Ταράσιε τρόποις, ἐγένου
Λυκαονίας φωστήρ, Μοναζόντων τε, ἀσφαλὴς χειραγωγός, εἰς τὴν θείαν πορείαν.
Θεοτοκίον.
Ἰδού Σε, αἱ τῶν γενεῶν
γενεαί, μακαρίζουσι Παρθένε Μαρία, ὡς εἶπας ἀποτεκοῦσα Θεόν, τὸν προχέοντα,
ἀκενώτως τοῖς πιστοῖς, εὐλογίας τὰ ῥεῖθρα.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Λυκαονίας
τὸν βλαστὸν τὸν ἱερώτατον, καὶ τῆς ἐρήμου φοιτητὴν τὸν χριστομίμητον,
ἐγκρατείας καὶ ἀσκήσεως τὴν λαμπάδα. Τὸν ἐκ βρέφους τῷ Χριστῷ ἀκολουθήσαντα,
καὶ θαυμάτων ἐνεργείαις διαπρέψαντα, πόθῳ μέλψωμεν· χαίροις μάκαρ Ταράσιε.
Οἶκος.
Ἄκρᾳ
σκληραγωγίᾳ ἐν ἐρήμῳ διῆλθες, Ταράσιε θειότατε
Πάτερ, Μοναζόντων σχῆμα ἐνδυσάμενος καὶ Ἀγγέλων τρόπους μιμησάμενος, μεθ’ ὧν σε
μεγαλύνοντες ἀναβοῶμεν ταῦτα·
Χαίροις,
Πατέρων ἡ κοσμιότης·
χαίροις,
Ὁσίων ἡ ὡραιότης.
Χαίροις,
ἡ τῆς ἐγκρατείας, θεοκόσμητος λαμπάς·
χαίροις,
ἡ τῆς ἡσυχίας, θεοκίνητος δορκάς.
Χαίροις,
Πνεύματος Αγίου, τὸ πληρέστατον ταμεῖον·
χαίροις,
θείων χαρισμάτων, τὸ μυρίπνοον δοχεῖον.
Χαίροις,
τῆς θεογνωσίας, ἡ αλάνθαστος πυξίς·
χαίροις,
τῆς θαυματουργίας, ἡ ἀκίβδηλος σφραγίς.
Χαίροις,
τῶν Ἀγγελικῶν ταγμάτων, ὁ ἐφάμιλλος ἐν τρόποις·
χαίροις,
τῶν Ὁσίων πάντων, ὁ ὁμόζηλος ἐν κόποις.
Χαίροις,
τῆς Λυκαονίας, ὁ ὑπέρφωτος φωστήρ·
χαίροις,
ὁ τῆς ἐκκλησίας, ἀξιάγαστος Πατήρ.
Χαίροις
μάκαρ Ταράσιε.
Συναξάριον.
Τῇ
7ῃ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Ταρασίου τοῦ ἐν Λυκαονίᾳ, τοῦ θαυματουργοῦ.
Ἄσκησιν
σκληρὰν Ταράσιε τελέσας,
ἔλαβες πολλῶν
θαυμάτων τὰς δυνάμεις.
Ἑβδόμῃ
καταπαύσεως εἰς τόπον ἦλθε,
Ταράσιος ὁ
Ὅσιος, ὁ τῆς εἰρήνης φίλος.
Τῇ
αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ
φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου
Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων.
Σταυροῦ
παγέντος, ἡγιάσθη γῆ πάλαι.
Καὶ νῦν
φανέντος, ἡγιάσθη καὶ πόλος.
Ἐν
ταῖς ἡμέραις τῆς Ἁγίας Πεντηκοστῆς, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐφάνη ὁ Τίμιος καὶ
Ζωοποιὸς Σταυρός, συνεστὼς ἐκ φωτός, ὁρῶντος παντὸς τοῦ λαοῦ, ὑπεράνω τοῦ Ἁγίου
Γολογοθᾶ ἐκτεταμένος, μέχρι τοῦ Ἁγίου Ὄρους τῶν Ἐλαιῶν, ὃς τις τῇ τῆς
μαρμαρυγῆς λαμπρότητι τὰς ἡλιακὰς ἀκτῖνας ἐκάλυψεν, ὅθεν πᾶσα ἡλικία, νέων τε
καὶ γερόντων, σὺν νηπίοις και θηλάζουσι τὴν Ἐκκλησίαν κατέλαβε καὶ ἐν ἀμέτρῳ
χαρᾷ καὶ θερμῇ κατανύξει, δόξαν και εὐχαριστίαν τῷ Θεῷ ἀνέπεμψαν, ἐπὶ τῷ
παραδόξῳ τούτῳ θεάματι.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου.
Εἴπερ τις
ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων,
Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει.
Οὗτος
ἦν ἐπὶ Μαξιμιανοῦ τοῦ βασιλέως, Καππαδόκης τὸ γένος, ἀριθμοῦ τῶν Μαρτησίων.
Προσαχθεὶς δὲ Φίρμῳ τῷ ἄρχοντι, ὡμολόγησε το ὄνομα του Χριστοῦ, καὶ πλεῖστα
παρ’ αὐτοῦ βασανισθείς, πέμπεται Βιβιανῷ, ἑτέρῳ ἄρχοντι, ὃς αὐτὸν ἤγαγε μεθ’
ἑτέρων δεσμωτῶν ἐν τῷ Βυζαντίῳ. Δειναῖς δὲ μάστιξι καὶ στρέβλαις συγκόψας, ἐν
φυλακῇ κατέθετο, ἔνθα ἐπιστάντες αὐτῷ Ἄγγελοι, κατέστησαν αὐτὸν ὑγιῇ. Μετὰ
τοῦτο πέμπεται Φυλακιανῷ, ἑτέρῳ ἄρχοντι, οὗ προστάξαντος, τὴν κεφαλὴν ξίφει
ἀφαιρεῖται.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ
τῶν σὺν αὐτῷ.
Ζωμοὺς χύτρας
σῆς τοὺς ἱδρῶτας, Κοδρᾶτε,
Ἅλατι τμηθεὶς
αἱμάτων παραρτύεις.
Οὗτος
ὑπῆρχεν ἐν Νικομηδείᾳ τῇ πόλει, ἐπὶ Δεκίου καὶ Οὐαλεριανοῦ. Διὰ δὲ τὴν εις
Χριστὸν πίστιν, κρατηθεὶς σὺν ἄλλοις πολλοῖς ὑπὸ ἑλλήνων, παρεδόθη τῷ τῆς
πόλεως Ἀνθυπάτῳ, καὶ ὁμολογήσας παῤῥησίᾳ τὸν Χριστόν, ἡπλώθη κατὰ γῆς, καὶ
ἐτύφθη βουνεύροις ξηροῖς, αἱμάτων δὲ πληρώσας τὴν γῆν, τῷ δεσμωτηρίω παρεδόθη.
Εἰς Νίκαιαν δὲ ἀχθείς, παρὰ τοῦ Ἀνθυπάτου, πάλιν ἐτιμωρήθη. Ἰδὼν δέ τινας τῶν
σὺν αὐτῷ, φόβῳ τῆς κολάσεως, μέλλοντας θύειν, τὸν τοῦ Θεοῦ φόβον ὑπομνήσας,
ἐστήριξεν, οὓς εἰς πῦρ ὁ Ἀνθύπατος ἔκαυσεν. Ὁ δὲ Ἅγιος Κοδράτος, ἐν τῷ ναῷ
εἰσελθὼν τῶν εἰδώλων, τὰ ἐν αὐτῷ πάντα συνέτριψε ξόανα. Ὅθεν κρεμασθεὶς ξέεται,
καὶ σάκκῳ βληθείς, τύπτεται βουνεύροις. Ἔνθα Σατορνῖνος και Ῥουφῖνος,
πιστεύσαντες τῷ Χριστῷ, κρεμασθέντες ξέονται, καὶ τὰς κεφαλὰς ἀφαιροῦνται. Εἰς
δὲ τὴν Ἀπολλωνίδα ἐλαύνων ὁ Ἀνθύπατος, επαγόμενος καὶ τον Ἅγιον, ἄλμην σὺν ὄξει
συγκεράσας, καταχέει κατὰ τῶν πληγῶν αὐτοῦ, και τριχίνοις ὑφάσμασιν ἀνατρίβει,
καὶ σίδηρα πυρωθέντα ἄγει ταῖς πλευραῖς αὐτοῦ. Διαβὰς δὲ τὸν Ῥουνδακόν, καὶ
Ἑρμούπολιν καταλαβών, ἦγε καὶ τὸν Ἅγιον ἐφ’ ἁμάξης, μὴ δυνάμενον βαδίσαι, ἔνθα
ἐπ’ ἐσχάρας πυρὸς ἁπλώσαντος τοῦτον, ἔλαιον καὶ πίσσαν ἄνωθεν ἐπέχεον. Εἶτα τὴν
κεφαλὴν αὐτοῦ ἀπέτεμον καὶ οὕτως ἐπληρώθη ἡ μαρτυρία.
Τῇ
αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ῥουφῖνος καὶ Σατορνῖνος, ξίφει τελειοῦνται.
Δυοῖν
συνάθλων πρὸς τομὴν τόλμη ξίφος,
Πίστει γαρ
ἐστομοῦντο τῇ τοῦ Κυρίου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ
Ψυχαΐτου.
Ψυχῆς μόνης
σὺ τὴν σχέσιν φέρων Πάτερ,
Ψυχαΐτης
κέκλησαι ἐνδίκως μάκαρ.
Οὗτος
ὁ μακάριος ἐκ νηπίου, Ἰωάννου καὶ Ἠλιοὺ τοὺς τρόπους μιμούμενος, ἐν σκληραγωγίᾳ
τὸν βίον ἑαυτοῦ ῥυθμίσας, τοὺς πολέμους τῶν δαιμόνων ἐνίκησεν ἀνδρικώτατα, ταῖς
τῶν δακρύων ῥοαῖς τὴν ψυχὴν προκαθαρθείς. Καὶ παννύχοις στάσεσι τὸν Θεὸν
ἱλασκόμενος, καὶ ἰκμάδας προχέων δακρύων, ποταμοὺς ἐξήρανε τῶν αἱρέσεων, τοῦ
Χριστοῦ τὸ ὁμοίωμα προσκυνῶν ὡς σεβάσμιον. Τῶν δὲ ἀσεβῶν τὰ βουλεύματα
καταστρεψάμενος, ἠρίστευσεν, ἐξορίας πικράς, καὶ φυλακὰς καρτερῶς ὑπομείνας,
καὶ νόμων προϊστάμενος, και πατρικῶν παραδόσεων, νόμων βασιλικῶν κατέπτυσεν,
ὅθεν και ἀθλήσας καρτερῶς, τὸν ἴσον και αὐτὸν τοῖς Ἁγίοις ἀγῶνα, ὁμοίως και τὸν
στέφανον ἤρατο, νοσούντων σώματα καὶ ψυχὰς θεραπεύων, ὡς τῶν θαυμάτων τὴν χάριν
ἐκ Θεοῦ δεξάμενος.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος
Μαξίμου.
Λίθοις ἐπιβὰς
Μάξιμος μεγαλόνους,
Ἀνῆλθε χαίρων
οὐρανοῦ εἰς τὸ πλάτος.
Οὗτος
ὁ μακάριος, παῤῥησίᾳ τὸν Χριστὸν κηρύξας, και πολλοὺς χειραγωγήσας πρὸς τὴν
εὐσέβειαν, καὶ διαφόρους ὑπομείνας αἰκίας, ἔσχατον λίθοις βληθείς, καὶ οἰονεὶ
στεφανωθεὶς ὑπ’ αὐτῶν, πρὸς Κύριον ἐξεδήμησε.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμην τοῦ Ἁγίου Ὁσιομάρτυρος Παχωμίου,
ἀσκήσαντος ἐν τῇ Νέα Σκήτη καὶ τῇ Σκήτη τῶν Καυσοκαλυβίων ἐν τῇ Καλύβη τοῦ
Γέροντος αὐτοῦ Ἁγίου Ἀκακίου καὶ ἀθλήσαντος ἐν ἔτει 1730 τῇ ἡμέρα τῆς Ἀναλήψεως
τοῦ Κυρίου.
Ποῦ πάχος ἐν
σοι Παχώμιε εὑρέθη,
Πόνοις ξίφεσι
τε λεπτύναντι τὸ βρίθον;
Τῇ
αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὑρέσεως τῶν λειψάνων τοῦ
Ὁσίου Νείλου τοῦ Μυροβλύτου.
Νεῖλος ἄρδει
νάμασι γῆν Αἰγυπτίων,
ὁ δὲ μοναστὰς
τοῦ Ἄθωνος ἀρδεύει.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς καταθέσεως τῶν λειψάνων
τοῦ Ὁσίου Εὐθυμίου τοῦ Μεγάλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουβεναλίου,
του μαρτυρήσαντος ἐν ἔτει 132
μ. Χ.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φλαβίου
ἐπισκόπου Νικομηδείας, καὶ τῶν σὺν αὐτῷ Μαρτύρων καὶ αὐταδέλφων Αὐγούστου καὶ
Αὐγουστίνου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου καὶ τῶν δώδεκα μαθητῶν αὐτοῦ· Σίω, Δαβίδ, Ἀντωνίου, Θαδδαίου, Στεφάνου, Ἰσιδώρου,
Μιχαήλ, Πύῤῥου, Ζήνωνος, Ἰσέ, Ἰωσήφ, καὶ Ἀβίβου, τῶν ἐκ Συρίᾳ ὁρμωμένων καὶ ἐν
Ἰβηρίᾳ ἀσκησάντων.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Σόρκϊυ, τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἱερέως Ἀλεξίου τοῦ Τόθ,
τοῦ Καρπαθορώσσου, τοῦ ἐκ τῆς αἱρέσεως τῶν Οὐνιτῶν, εἰς τὴν Ὀρθόδοξον πίστιν,
οὗτος μετὰ τῶν 3.614 ἐνοριτῶν του ἐν τῇ Ἀμερικῇ εἰσῆλθεν.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἠ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τοῦ
Λιούμπεχ Ῥωσίας.
Τῇ
αὐτῇ ἡμέρᾳ, ἠ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου τοῦ
Ζίροβιτς Ῥωσίας
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος.
Ἀκούσας, τοῦ Κυρίου
διδάσκοντος Ταράσιε Ὅσιε, θείαις ἐν Γραφαῖς,
ἀπαρνησάσθω ἑαυτόν, καὶ ἐλθέτω προθύμως ὀπίσω μου, ὁ θέλων εὐαρεστεῖν μοι
ἀξίως, εἰς πρᾶξιν τοῦτο ἔδειξας.
Αἰσίως τελειώσας Ταράσιε, ὁδὸν τῆς ἀσκήσεως, ἔδειξας καλῶς, τῆς
ἐγκρατείας τὴν σπουδήν, καὶ νηστείας τὸν ζῆλον τὸν ἄκαμπτον, μισήσας τὴν τῶν
παθῶν τυραννίδα, τοῦ Πνεύματος τῇ χάριτι.
Δακρύων ἀεννάων τοῖς
ῥείθροις σου, ἐπότισας Ὅσιε, γῆν τὴ ἀγαθήν, ἐν τῇ ἐρήμῳ καὶ καρπόν, τῆς πλουσίας
χρηστότητος ἔδωκας, καὶ εὗρες τοῦ θείου πένθους τὸ κέρδος, Ταράσιε μακάριε.
Θεοτοκίον.
Ὡραῖον ὑπὲρ λίαν τὸ κάλλος
Σου, Παρθένε Θεόνυμφε, Κόρη Μαριάμ, τὰ αἰσθητήρια ἡμῶν, καταθέλγεις καὶ γὰρ τῇ
λαμπρότητι, ὠθοῦσα εἰς θαυμασμὸν τῆς Σῆς δόξης, τὸ χαῖρε τοῦ κραυγάζειν Σοι.
ᾨδὴ
η΄. Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα.
Ἴδιον ἐν γῇ, οὐδαμῶς σὺ
ἐκτήσω, Ταράσιε θεόφρον, οὐ διακρίσεις
προσκαίρους, οὐ χρυσίον φθαρτόν, οὐδὲ δόξαν καὶ τιμὴν τὴν εὐμάραντον, ἀκτήμων
προσμείνας, τοῦ βίου ἄχρι τέλους.
Σκεῦος ἐκλογῆς ὡς ὁ Παῦλος
ἐδείχθης, τοῦ Πνεύματος τὴν χάριν, τὴν ἐπὶ σοὶ ἐνοικοῦσαν, ἐν ἰσχύϊ πολλῇ, ὦ Ταράσιε λαβὼν ὁσιώτατε, εἰς ὕψη ἀνῆλθες, τῆς θείας
θεωρίας.
Ἴσχυσας ἐχθροῦ διολέσαι τὸ
κράτος, ἐν ἄκρᾳ ἐγκρατείᾳ, καὶ ἐν πολλῇ ταπεινώσει, ἐπὶ γῆς διελθών, καὶ
νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα, Ταράσιε Πάτερ,
Ὁσίων ἡ σεμνότης.
Θεοτοκίον.
Δίκαιοι ἐν Σοὶ Παναγία
σκιρτῶσιν, ἀγάλλονται συνάμα, οἱ θεηγόροι Προφῆται, αἱ προῤῥήσεις αὐτῶν,
ἀληθείας ἐμφανῶς εὗρον ἔκβασιν, Θεὸν γὰρ τεκοῦσαν διέμεινας Παρθένος.
ᾨδὴ
θ΄. Φωτίζου, φωτίζου, ἡ νέα Ἱερουσαλήμ.
Ὡς στάχυς πολύχους,
Λυκαονίας ἐν τῇ γῇ, ὦ Ταράσιε Πάτερ,
εὐπρεπῶς ἐξήνθησας. Δοὺς τῷ Θεῷ, ἐγκρατείας καρπόν, καὶ παρ’ Αὐτοῦ, τῆς
δικαιοσύνης, τὴν εὐφορίαν ἀπέλαβες.
Ῥεόντων τὴν σχέσιν, καὶ
τῶν ματαίων τὴν σπουδήν, εὐχερῶς καταλείψας, ἀσκητὰ Ταράσιε,
ἦλθες σκιρτῶν, ἐν ἐρήμῳ σοφέ, ἔνθα Θεοῦ, ὄνομα τὸ μέγα, ὁσιακῶς ἐμεγάλυνας.
Ἀσκήσει ἐμπρέψας, Πάτερ Ταράσιε καλῶς, τῶν θαυμάτων τὴν χάριν, ἐκ Θεοῦ
ἀπείληφας. Τούτου καὶ γαρ, τῇ ἐνθέῳ σπουδῇ, κόσμου τερπνά, πάντα καταλείψας, ἐν
τῇ ἐρήμῳ κατώκησας.
Θεοτοκίον.
Σοὶ πρέπει, τὸ χαῖρε,
ευλογημένη Μαριάμ. Σοὶ ἁρμόζει ἡ δόξα, Σοὶ τιμὴ καὶ ἔπαινος. Λύπη καὶ γάρ, ἡ
ἀρχαία ἀρά, εὗρεν ἐν Σοί, τέλος Παναγία, ὅτι Παράδεισος ἤνοικται.
Ἐξαποστειλάρια.
Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὁσιακοῖς
σου τρόποις, εὐαρεστήσας τῷ Θεῷ, θαυματουργίας χάριν, εὗρες Ταράσιε πολλήν, τοῦ θεραπεύειν τὰς νόσους, τῶν
προσιόντων σοι πίστει.
Λυκαονίας
χώρα, τοῦ ἀσκητοῦ τῇ ἑορτῇ, τοῦ Ταρασίου χαίρει,
μητροπρεπῶς τε μελῳδεῖ, τὸν χαριστήριον αἶνον, μετὰ τιμῆς τε καὶ δόξης.
Καὶ
τῆς ἑορτῆς.
Αἶνοι.
Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Χαίροις,
ἀσκητὰ Ταράσιε, Λυκαονίας φωστήρ, Μοναστῶν ἡ
εὐπρέπεια, Ὁσίων τὸ καύχημα, τῶν Δικαίων στεφάνωμα. Δικαιοσύνῃ καὶ ὁσιότητι,
Θεῷ λατρεύσας ἀπὸ νεότητος. Εὗρες τῆς χάριτος, παρ’ Αὐτοῦ προνόμια, τοῦ
εὐχερῶς, θαύματα ἐξαίσια, τελεῖν ἑκάστοτε.
Σκεῦος,
ἐκλογῆς γενόμενος, ὥσπερ ὁ Παῦλος τὸ πρίν, εἰς τὰ ὕψη τοῦ πνεύματος, ἐν σώματι
ἔφθασας, θεοφόρε Ταράσιε, ἔνθα τὰ κάλλη
εἶδες τὰ ἄῤῥητα, καὶ τὴν ἐκεῖθεν μακαριότητα, ἧς ἐν λαμπρότητι, κοινωνεῖν
ἠξίωσαι χαρμονικῶς, ᾄδων τῷ Κυρίῳ σου, ᾠδὴν τρισάγιον.
Σάρκα,
τὴν θνητὴν καὶ ἄτακτον, δι’ ἐγκρατείας πολλῆς, καὶ νηστείας Ταράσιε, τοῖς νόμοις τοῦ Πνεύματος, νουνεχῶς
καθυπέταξας, εν τῇ ἐρήμῳ, σκληραγωγούμενος, καὶ τοῖς Ἀγγέλοις, συνδιαιτώμενος,
ὧν καὶ ἐφάμιλλος, τῇ τιμῇ γενόμενος ἐν οὐρανοῖς, δόξαν τὴν αἰώνιον,
ἐκληρονόμησας.
Ὤ
τῆς, ἐξαιρέτου χάριτος, ἣν ἠξιώθης λαβεῖν, ἐκ χειρὸς τοῦ Κυρίου σου, πλουσίως Ταράσιε, ἀσκητὰ ἐνθεώτατε, τῶν νοσημάτων παύειν
οἰδήματα, καὶ τῶν δαιμόνων, τρέπειν τὰς φάλαγγας, βρύειν τε θαύματα, καὶ
πηγάζει νάματα, ζωοποιά, τοῖς ἐγκωμιάζουσι, τὴν πολιτείαν σου.
Δόξα.
Ἦχος πλ. δ΄.
Τὸν
τῆς ἡσυχίας φίλον ἀληθῆ, καὶ τῆς ἐγκρατείας φίλεργον ἐραστήν, Ταράσιον τὸν Ὅσιον ἀσκητήν, τὸν ἐν Λυκαονίᾳ
λάμψαντα, φιλοτίμως μακαρίσωμεν. Οὗτος γάρ, ἔργον ἐποιήσατο τὰς θείας ἐντολάς,
τὸν Θεὸν ἀγαπήσας ὁλοσχερῶς, καὶ Τούτῳ ἀκολουθήσας, μετὰ πάσης εὐπειθείας καὶ
σεμνότητος. Σκεῦος οὖν τῆς τιμίας ἐκλογῆς ἐγένετο, εὔχρηστον καὶ καθαρόν, Θεῷ
εὐφράνας τοῖς τρόποις τῆς ἀσκήσεως, καὶ χάριν τῶν θαυμάτων εἰληφώς. Διὸ
θαυματουργὸς καλεῖται προσφυῶς, ἡμῶν ταῖς χρείαις παριστάμενος, καὶ τῶν ἀναγκῶν
παρέχων λυσιτελῶς, πᾶσι τὴν καλὴν καὶ θείαν ἔκβασιν.
Καὶ
νῦν. Τῆς ἑορτῆς.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις
τῆς ἀσκήσεως ἐραστά, λύχνε ἐγκρατείας, ἡσυχίας ὑφηγητά, τῆς Λυκαονίας, φωστὴρ
θαυματοφόρε, Ταράσιε Ὁσίων ἡ σεμνοπρέπεια.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου