ΙΟΥΝΙΟΥ 21!!
ΝΙΚΗΤΑΣ ΝΕΟΜΑΡΤΥΣ ΝΙΣΥΡΙΟΣ
ΑΚΟΛΟΥΘΙΑ
Ποιηθεῖσα ὑπὸ Κυρίλλου Μητροπολίτου Ρόδου
ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἱστῶμεν στίχ. δ΄ καὶ
ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Νικήτας
ὁ νέος τοῦ Χριστοῦ, Ἀθλητὴς φιλέορτοι, ἡμᾶς ἐνθέως συνήγαγε, νίκης τὰ τρόπαια,
τῆς αὐτοῦ ἐνθέοις, εὐφημῆσαι ᾄσμασι, δι᾿ ἧς τῇ πανοπλίᾳ τοῦ Πνεύματος, τὸν
πολυμήχανον, καὶ ἀρχέκακον πολέμιον, καὶ τὰς τούτου φάλαγγας κατέβαλεν.
Ἰδών
σου τὸν ζῆλον ὁ Θεός, τὸν οὐ κατ᾿ ἐπίγνωσιν, Νικήτα μάκαρ πρὸς θείαν σε, γνῶσιν
ὡδήγησε, τὴν αὐτοῦ ὡς πάλαι, Παῦλον τὸν Ἀπόστολον, πρὸς πόθον τε καὶ ζῆλον
διάπυρον· ὅθεν κατέλιπες, τὴν πατρίδα καὶ συγγένειαν, νεύσει θείᾳ Ἀβραὰμ ὡς
δεύτερος.
Καὶ
πίστιν ζητῶν προγονικήν, πόθῳ τὴν χριστώνυμον, τὴν νῆσον Χίον κατέλαβες, ἐν ᾗ
τετύχηκας, τοῦ πεποθουμένου, χάριτι τοῦ ἅπαντας, σωθῆναι βουλομένου Θεοῦ ἡμῶν,
δι᾿ οἶκτον ἄφατον, καὶ τρανῶς τὴν θεοσέβειαν, ἐμυήθης Νικήτα μακάριε.
Ἠλόγησας
εἶτα τοῦ σαυτοῦ, σώματος τρισόλβιε, ἀκηκοὼς τὸ μαρτύριον, καὶ ηὐτομόλησας,
γνώμῃ ῥωμαλέᾳ, θάνατον ἑκούσιον, λαβεῖν ὑπὲρ Χριστοῦ ἐφιέμενος, καὶ
ἀνδρικώτατα, ἐναθλήσας στέφος εἴληφας, τῶν ἀγώνων τῶν σαυτοῦ ἐπάξιον.
Δόξα.
Ἦχος β΄.
Φωστὴρ
ἐφάνης λαμπρότατος τοῖς ἐν Χίῳ πιστοῖς, Νικήτα πολύαθλε· φερωνύμως γὰρ νικητὴς
ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, ἐν τοῖς ὑπὲρ πίστεως ἀγῶσι γενόμενος, χάριν ἐδέξω
παρὰ Θεοῦ, τυφλοῖς τὸ βλέπειν παρασχεῖν, τῇ ἐπιχρίσει τοῦ θείου σου αἵματος,
καὶ σκότος παθῶν ἀνιάτων ἐκδιώκειν, τῇ ἐπικλήσει τοῦ σεπτοῦ σου ὀνόματος· διὸ
παῤῥησίαν ἔχων πρὸς αὐτόν, αἴτησαι δωρηθῆναι ἡμῖν, φωτισμὸν καὶ ἔλεος, τοῖς ἐκ
πόθου τιμῶσί σε.
Καὶ
νῦν. Θεοτοκίον.
Τὴν
πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην
σου.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὄλβιον ἀληθῶς, τὴν Χίον ἀπειργάσω, Νικήτα Ἀθλοφόρε· ἐν
γὰρ αὐτῇ τὸ αἷμα, ὑπὲρ Χριστοῦ ἐξέχεας.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Ῥῦσαι παθῶν ψυχῆς, καὶ σώματος εὐχαῖς σου, Νικήτα τοὺς
ἐκ πόθου, τελοῦντάς σου τῆν θείαν, καὶ μακαρίαν ἄθλησιν.
Στίχ.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν
ὁ Κύριος.
Ὅλος φωτολαμπής, ὡς ἥλιος τῇ αἴγλῃ, τῆς ἀπροσίτου
δόξης, ὑπάρχων Ἀθλοφόρε, τοὺς ὑμνητάς σου φαίδρυνον.
Δόξα.
Καὶ νῦν.
Ὑμνοῦμέν σε πιστῶς, Νικήτα Ἀθλοφόρε, τὸν Ἕνα τῆς
Τριάδος, τεχθῆναι ἐκ Παρθένου, τρανῶς ἀνακηρύξαντα.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΜΕΓΑΝ ΕΣΠΕΡΙΝΟΝ
Ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς
δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχ. η΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων. Κυρίλλου Ἀρχιερέως.
Τὸν Νεομάρτυρα πάντες, Νικήταν σήμερον, τὸν τῆς
Νισύρου γόνον, εὐφημήσωμεν πόθῳ· Μαρτύρων γὰρ τὸν δρόμον καρτερικῶς, ἐκτελέσας
ὡς πάνσοφος, ἐν τῷ νυμφῶνι κατέπαυσε τῆς ζωῆς, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Δαυϊτικῶς ὡς ἐκ λάκκου, ταλαιπωρίας ῥυσθείς, Ἀγαρηνῶν
τῆς πλάνης, Νεομάρτυς Νικήτα, ἐκήρυξας ἀνδρείως τοῦ Ἰησοῦ, τὸ γλυκύτατον ὄνομα,
καὶ διὰ ξίφους ἀθλήσας τῆς ὑπὲρ νοῦν, εὐφροσύνης κατηξίωσαι.
Νίκην ἀνδρείως τελέσας, Νικήτα ἔνδοξε, κατὰ τῆς
ἀσεβείας, τῇ στεῤῥᾷ σου ἀθλήσει, τὸν στέφανον τῆς νίκης παρὰ Θεοῦ, φερωνύμως
ἀπείληφας, καὶ ἐν Ἐδὲμ νῦν χορεύεις πάντων ἡμῶν, μνημονεύων τῶν τιμώντων σε.
Τοὺς καταφεύγοντας πίστει, Νικήτα ἔνδοξε, τῇ θείᾳ σου
πρεσβείᾳ, καὶ ὑμνοῦντάς σε πόθῳ, ὡς νέον Ἀθλοφόρον τοῦ Λυτρωτοῦ, ἀπὸ πάσης
κακώσεως, καὶ συμφορῶν καὶ κινδύνων καὶ πειρασμῶν, ἱκετεύομεν διάσωσον.
Ἕτερα.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Νέος ὢν τὸ σῶμα κομιδῇ, μέγας δὲ ψυχῇ τὸν ἀρχαῖον,
Σατᾶν κατέβαλες, καὶ τοῖς τῶν αἱμάτων σου, κρουνοῖς ἀπέπνιξας, οἷς Θεὸς
ἐπορφύρωσε, τὴν τῶν πρωτοτόκων, Ἐκκλησίαν ἔνδοξε, Νικήτα Μάρτυς Χριστοῦ· ᾧ ὑπὲρ
ἡμῶν μὴ ἐλλείπῃς, πάντοτε πρεσβείαν προσφέρειν, τῶν τελούντων πόθῳ σου τὴν
ἄθλησιν.
Ἄγει ἐτησίαν ἑορτήν, ἡ τερπνὴ Χριστοῦ Ἐκκλησία, Νικήτα
ἔνδοξε, μνήμην ἑορτάζουσα, τῆς σῆς ἀθλήσεως, καὶ γεραίρει τοὺς ἄθλους σου, οὓς
Μάρτυς ὡς ῥόδα, ταῖς χερσὶ κατέχουσα, τὰ ἑαυτοῖς στεφανοῖ, τέκνα συνελθόντα ἐν
πίστει, ἐν αὐτῇ αὐτοὺς καταστέψαι, τοῖς ἐν λόγων ἄνθεσι πανεύφημε.
Ὄντως ὡς κηρίον ἐκλεκτόν, τῆς Χριστοῦ τραπέζης Νικήτα,
μέλισσαι ἄγριαι, σὲ περικυκλώσαντες, ἔτυπτον ξίφεσι, καὶ ὡς κύνες ἀτίθασσοι, σὲ
καταλαβόντες, Ἄγαρ οἱ ἀπόγονοι· οὐδόλως δ᾿ ἔπτηξας, τούτων ἀπειλὰς ἀλλ᾿ ὡς
ἄλλου, πάσχοντος ἐτέλεις τὴν δόξαν, τὴν σὲ περιμένουσαν σκοπούμενος.
Φύλαττε τοὺς πόθῳ τὴν σεπτήν, μάκαρ ἐκτελοῦντάς σου
μνήμην, ταῖς σαῖς πρὸς Κύριον, θείαις παρακλήσεσι, καὶ δὸς τὴν ἴασιν, τοῖς
νοσοῦσι καὶ πρόφθασον, τοῖς ἐν τοῖς κινδύνοις· θάλασσαν δὲ κόπασον, τοῖς
θαλαττεύουσιν, ἥ σου τὸ πολύαθλον σῶμα, Μάρτυς δεξαμένη φυλάττει, μέχρι τῆς
κοινῆς ἐξαναστάσεως.
Δόξα.
Ἦχος β΄.
Ἡ Ἐκκλησία σήμερον πανηγυρίζει μυστικῶς, νέαν στολὴν
ἐνδυσαμένη, ὡς πορφύραν καὶ βύσσον, τὸ αἷμα τοῦ νέου Ἀθλοφόρου, ὃν ὡς θυσίαν
ἄμωμον, δεκτήν καὶ εὐάρεστον, Χριστῷ προσαγαγοῦσα, μετὰ παῤῥησίας βοᾷ πρὸς
αὐτόν· Ὁ νικητὴν τοῦτον τῶν παρανόμων ἀναδείξας, καὶ στεφανώσας καὶ δοξάσας,
κατάπεμψον ταῖς αὐτοῦ πρεσβείαις, τὸ μέγα καὶ πλούσιον ἔλεος, τοῖς ἐκ πόθου
τελοῦσι τὴν πανίερον αὐτοῦ, καὶ ὑπερλαμπρον ἄθλησιν.
Καὶ
νῦν. Θεοτοκίον.
Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς
γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος
ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωυσέως Χριστός,
ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος,
τὸ Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἠσαῒου τὸ Ἀνάγνωσμα. (Κεφ. μγ΄ 9)
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς,
τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ
εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὅν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε ὅτι ἐγώ εἰμι.
Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός,
καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν
ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ
εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς
ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ
ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων
ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε΄ 15)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς
αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς
εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ
σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον
αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα,
δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον,
ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος
ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου
τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται
χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν
ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς,
καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους
δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς·
ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη
παρὰ Κυρίου ἡ κράτησις ἡμῖν, καὶ ἡ δυναστείᾳ παρὰ Ὑψίστου.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ, Ἰδιόμελα. Ἦχος α΄. Κυρίλλου
Ἀρχιερέως.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ νῆσος τῆς Νισύρου, Νικήταν τὸν
στεῤῤὸν Νεομάρτυρα, ὡς ἄνθος μυρίπνοον ἐξανθήσασα. Οὗτος γὰρ τῆς ἀπιστίας τὴν
ὁδόν καταλείψας, τῆς εὐσεβείας τὸν σωτήριον λόγον, ἐναντίον τῶν τυράννων
ἀνεκήρυξε, καὶ τοῖς βασάνοις ἀπηνῶς δοκιμασθείς, ὡς ἀμνός τῷ ξίφει ἐσφαγιάσθη·
νίκης δὲ φερωνύμως, τὸν ἀμαράντινον στέφανον δεξάμενος, εἰς τὴν οὐράνιον
μάνδραν, τὴν κατάπαυσιν ἐν δόξῃ ἐκτήσατο, σὺν ταῖς ἀγγελικαῖς ταξιαρχίαις, εἰς
αἰῶνας τὸν ὕμνον ἀναμέλπων, τῷ ἐν Τριάδι Θεῷ, τῷ σῴζοντι τὰς ψυχὰς ἡμῶν.
Ὁ
αὐτός.
Πνευματικὴν χορείαν συγκροτήσωμεν, τὰ πλήθη τῶν
Ὀρθοδόξων, ἐπὶ τῇ μνήμῃ Νικήτα, τοῦ νεοφανοῦς Ἀθλητοῦ· καὶ πρὸς αὐτὸν
γηθοσύνως, βοήσωμεν λέγοντες· Χαίροις ὁ τὸν Χριστὸν κηρύξας, ἐν τῷ σταδίῳ τῶν
παρανόμων, Θεὸν εἶναι ἀληθινόν, τὸ δὲ ἀλόγιστον τούτων σέβας, μυθώδη πλάνην, τοῖς
θεοσόφοις λόγοις ἐλέγξας πανένδοξε· χαίροις ὁ τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενος,
καὶ τὸν τῆς δικαιοσύνης στέφανον, παρὰ Χριστοῦ κομισάμενος, τοῦ παρέχοντος
εἰρήνην καὶ ἔλεος, τοῖς ἐκ πόθου τελοῦσι, τὴν πανσέβαστον μνήμην σου.
Ὁ
αὐτός.
Τῷ θείῳ πόθῳ τοῦ Χριστοῦ, Νικήτα Μάρτυς φλεγόμενος,
τὰς τῶν ἀνόμων βασάνους, εἰς οὐδὲν ἐλογίσω· ἀλλὰ τὸν λογισμόν σου, τοῖς
οὐρανίοις κάλλεσι προσηλώσας, ἔσπευσας φθάσαι πρὸς τὸν ποθούμενον, οὗ καὶ τὰ
στίγματα, ἐν τῇ σαρκί σου χαίρων ἐβάστασας· οἷς σεμνυνόμενος, ἀδιαλείπτως πρέσβευε,
δωρηθῆναι ἡμῖν τό μέγα καὶ πλούσιον ἔλεος.
Ἦχος
δ΄.
Σήμερον ὁ Δεσπότης Χριστός, οὐρανῶν τὰς πύλας ἀνοίξας,
εἰς τοὺς ἀκηράτους δόμους δέχεταί σε, Νικήτα πανεύφημε, καὶ βασιλείας
συμμέτοχον δείκνυσιν· ᾧ παριστάμενος, μὴ ἐπιλάθου ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ
τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος
πλ. α΄.
Τῇ παμφαεῖ πανηγύρει τοῦ νέου Ἀθλητοῦ, δεῦτε
συνδράμωμεν· προὔθηκε γὰρ ἡμῖν τράπεζαν μυστικήν, τὰς λαμπρὰς αὐτοῦ ἀριστείας
καὶ τρόπαια, καὶ συγκαλεῖται πάντας πρὸς εὐωχίαν· μηδεὶς ἐξέλθῃ πεινῶν, τῆς
ἱερᾶς ταύτης πανδαισίας, καὶ γὰρ ἀμείβεται πάντας, τοῖς οὐρανίοις χαρίσμασιν·
ὧν ἐν μετοχῇ γενέσθαι ἀξιωθείημεν, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις αὐτοῦ
παρακλήσεσι
Δόξα.
Ὁ αὐτός. Πρὸς τό, Ἑλκόμενος ἐπὶ Σταυροῦ.
Ἑλκόμενος ἐπὶ σφαγήν, οὕτως ἐβόας Ἅγιε· Διὰ ποῖον
ἔργον θέλετέ με, παράνομοι ἀποκτεῖναι; ὅτι τὸν Ζωοδότην Χριστὸν ἐκήρυξα; ὅτι ὡς
Θεὸν τοῦτον κατήγγειλα; ὅτι τὸ ψεῦδος ἠλεγξάμην καὶ τὴν ἀπάτην ἐμείωσα· διὰ
ποῖον ἔργον θέλετέ με φονεῦσαι; ἀλλ᾿ ὄψεσθε ἡμεῖς, ἐν τῇ δόξῃ Χριστοῦ με
λάμποντα.
Καὶ
νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ
προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ, Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Τῷ Θεῷ διὰ πίστεως, στρατευθεὶς Μάρτυς ἔνδοξε,
ἑκουσίως ἔδραμες πρὸς τὸ στάδιον, παρανομούντων γηθόμενος, Νικήτα οὐ θάνατος,
οὐδὲ πῦρ οὐ αἰκισμοί, οὐ παρόντα οὐ μέλλοντα, τῆς ἀγάπης με, τοῦ Χριστοῦ
ἀνακράζων Ἀθλοφόρε, ἐξισχύουσι χωρίσαι· καὶ γὰρ ζωή μοι ὁ θάνατος.
Στίχ.
Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Μονιὸς ὥσπερ ἄγριος, κατασχών σε ὁ δήμιος, ξίφει
ἐναπέτεμεν ἀπηνέστατα, τὴν κεφαλήν σου τὴν πάνσεπτον, Νικήτα καὶ ἔμεινε, τρέμων
ὅλος ὁ δεινός, μέχρι τέλους δοξάσαντος, ὃν ἐδόξασας, τοῦ Θεοῦ σε· τὸ βλέπειν δ᾿
ἀπεδόθη, τοῖς τυφλοῖς τῇ ἐπιχρίσει, τοῦ ἐκχυθέντος σου αἵματος.
Στίχ.
Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ
ἐθαυμάστωσεν ὁ Κύριος.
Μετὰ τέλος μακάριον, ἐν θαλάσσῃ ὠμότατα, ἀπεῤῥίφθης
ἔνδοξε τοῦ δικάζοντος, τῇ προσταγῇ καὶ ἀνέδραμες, ἐκεῖθεν γηθόμενος, εἰς αὐτοὺς
τοὺς οὐρανούς, τοὺς στεφάνους ληψόμενος, καὶ παρίστασαι, τῇ Ἁγίᾳ Τριάδι μετ᾿
Ἀγγέλων, καὶ Μαρτύρων ὡς τὸν βίον, τούτων ζηλώσας πανεύφημε.
Δόξα.
Ἦχος δ΄.
Δεῦτε τῶν πιστῶν τὸ σύστημα, πνευματικὴν χορείαν
ἐπικροτήσωμεν, καὶ τὸν Ἀθλοφόρον Χριστοῦ, ἐν ὕμνοις τιμήσωμεν, Νικήτα τὸν
ἔνδοξον· σήμερον γὰρ ὡς ἑωσφόρος ἀνέτειλε, καὶ καταφωτίζει τὰς διανοίας τῶν
πιστῶν, τῶν ἐν πίστει καὶ πόθῳ ἐπιτελούντων, τὴν μνήμην αὐτοῦ τὴν σεβάσμιον.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε,
Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τῆς Νισύρου τὸν γόνον, καὶ τῆς Χίου τὸ καύχημα, τὸν
δεδοξασμένον Νικήταν, ἐν ᾠδαῖς εὐφημήσωμεν· νικήσας γὰρ ἀθλήσει τὸν ἐχθρόν, καὶ
νίκης τὸ διάδημα λαβών, τῶν θαυμάτων πρυτανεύει τὰς δωρεάς, τοῖς πόθῳ ἀναβοῶσι·
Δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δωρησαμένῳ σε
πιστοῖς, ῥύστην καὶ πρόμαχον.
Ἕτερον.
Ἦχος γ΄. Θείας πίστεως.
Θείας πίστεως, λαβὼν τὴν χάριν, χαίρων ἔδραμες, πρὸς
μαρτυρίου, τὸν ἀγῶνα Νικήτα μακάριε, καὶ φερωνύμως νικήσας τὸν τύραννον, νίκης
ἐδέξω τὸν ἄφθαρτον στέφανον. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δωρήσασθαι,
πταισμάτων ἱλασμὸν τοῖς εὐφημοῦσί σε.
Ἕτερον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀκαταγώνιστος ὀφθεὶς Ἀθλοφόρε, τῶν ἐκ τῆς Ἄγαρ μηχανὰς
ἐτροπώσω, καὶ ἐναθλήσας ἔνδοξε στεῤῥότατα, ξίφος κατεπάλαισας, δυσμενῶν
ἀοράτων· ὅθεν τὸ διάδημα, ἀνεπλέξω τῆς νίκης, ὑπὲρ ἡμῶν πρεσβεύων τῷ Χριστῷ,
θεῖε Νικήτα, τῶν πίστει τιμώντων σε.
Τὸ
ὁμόηχον Θεοτοκίον
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου.
Τῷ μόνῳ Βασιλεῖ, νῦν παρίστασαι χαίρων, διάδημα
φαιδρόν, καὶ στολὴν ἐξ οἰκείων, βαφεῖσαν αἱμάτων σου, περικείμενος ἔνδοξε, καὶ
θεούμενος, καθαρωτάτῃ μεθέξει· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, τελοῦντες
ὑμνοῦμέν σε.
Δόξα.
Ὅμοιον.
Μαρτύρων τὴν ὁδόν, ἐν τῇ Χίῳ τελέσας, Νισύρου ὁ
βλαστός, θεομάκαρ Νικήτα, τῆς νίκης τὸ ἀμάραντον, ὑπεδέξω διάδημα, καὶ
παρίστασαι, νῦν τῷ Χριστῷ στεφηφόρος· ὅθεν πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων,
τὴν πάνσεπτον μνήμην σου.
Καὶ
νῦν. Θεοτοκίον.
Τῷ πόθῳ τοῦ ἐκ σοῦ, ἀπειράνδρως τεχθέντος, τρωθεὶς ὁ
Ἀθλητής, γενναιόφρων Νικήτας, βασάνων κατεφρόνησε, καὶ θανάτου ὡς πάνσοφος·
μεθ᾿ οὗ πρέσβευε, Εὐλογημένη Παρθένε, ἵνα λάβωμεν, οἱ ταπεινοί σου ἱκέτες,
πταισμάτων τὴν ἄφεσιν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον φρόνημα, ἀνειλημμένος, ὦ ὑπέρμαχε, Χίου Νικήτα,
καὶ τοῦ Χριστοῦ ὁπλῖτα στεῤῥόψυχε, Ἀγαρηνῶν τε τὸ θράσος κατέβαλες, καὶ τὸν
βελίαρ γενναίως κατῄσχυνας· νίκης ἔπαθλα, σαφῶς ἐκ Θεοῦ δεξάμενος, δώρησαι τοῖς
πιστοῖς παθῶν ἰάματα.
Δόξα.
Ὅμοιον.
Ζήλῳ πίστεως, πεπυρωμένος, ἐξεφαύλισας, τῶν παρανόμων,
τὴν μανίαν Νικήτα μακάριε, καὶ τὴν σφαγὴν ἑκουσίως δεξάμενος, ἐκληρονόμησας
λῆξιν ἀθάνατον. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ πανεύφημε, δωρήσασθαι ἡμῖν τὸ μέγα
ἔλεος.
Καὶ
νῦν. Θεοτοκίον.
Θείῳ ἔρωτι, πεπυρσευμένος, ὁ ἐν Μάρτυσι, νέος Νικήτας,
τοῦ τεχθέντος ἁγνῶν ἐξ αἱμάτων σου, τοῦ μαρτυρίου τὸν δρόμον ἐτέλεσε, καὶ τῶν
τυράννων τὸ θράσος κατῄσχυνε. Ὅθεν πρέσβευε, ἀεὶ σὺν αὐτῷ Θεόνυμφε, ὑπὲρ τῶν
προσκυνούντων τὴν λοχείαν σου.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπεφάνη σήμερον, Μάρτυς Νικήτα, ἡ ἁγία μνήμη σου, ὡς
ἑωσφόρος φαεινός, καταφωτίζουσα ἅπαντας, τοὺς εὐφημοῦντας, τὴν θείαν σου
ἄθλησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τῷ Υἱῷ σου πρέσβευε, σὺν τῷ Νικήτᾳ, τῷ ἐνδόξῳ Μάρτυρι,
ἵνα ῥυσθῶμεν οἱ πιστοί, ἐκ πάσης βλάβης καὶ θλίψεως, Εὐλογημένη, Μαρία
Θεόνυμφε.
Οἱ Ἀναβαθμοί, ἤτοι τὸ α΄ Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄ ἤχου καὶ
τὸ Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῇ κγ΄ Ἀπριλίου.
Ὁ Ν΄.
Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Τὸν Νεομάρτυρα Νικήτα, τὸν ἐν Νισύρῳ βλαστήσαντα, καὶ
ἐν Χίῳ ἀθλήσαντα, οἱ εὐσεβεῖς τοῖς ἐπαίνοις στεφανώσωμεν. Οὗτος γὰρ μαρτυρικῶς,
κατὰ τῶν ἐχθρῶν τῆς πίστεως, νίκην τελείαν ἐργασάμενος, τῷ ἀθανάτῳ ἐστέφθη
στεφάνῳ τῆς ζωῆς· καὶ νῦν Χριστῷ παριστάμενος, πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν
τιμώντων αὐτὸν ἐν ᾄσμασιν.
Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου μετὰ τῶν
Εἱρμῶν εἰς στ΄, καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄. Κανὼν πρῶτος τοῦ Ἁγίου, οὗ ἡ
Ἀκροστιχίς· «Νίκης τὸν ἐπώνυμον Μάρτυρα μέλπω. Κυρίλ(λ)ου».
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Νικήτα μακάριε, Νεομαρτύρων τὸ καύχημα, τὸν νοῦν μου
καταύγασον, τῷ οὐρανίῳ φωτί, τῆς σῆς χάριτος, ὡς ἂν φαιδρῶς ὑμνήσω, τὴν μνήμην
σου σήμερον, τὴν ἀξιέπαινον.
Ἰδοὺ νῦν συνήλθομεν, οἱ εὐσεβεῖς πόθῳ σήμερον,
τελοῦντες τὴν μνήμην σου, Νικήτα Μάρτυς Χριστοῦ· σὺ γὰρ ἤθλησας, ἀνδρείως ἐν
ἐσχάτοις, καὶ ᾔσχυνας τέλεον, τὸν πολυμήχανον.
Καθεῖλες τοῖς ἄθλοις σου, Ἀγαρηνῶν τὴν αὐθάδειαν, ὡς
Μάρτυς ἀήττητος, τοῦ Βασιλέως Χριστοῦ· σὺ γὰρ πίστεως, ἐπλούτησας τὴν χάριν,
Νικήτα ὡς δύναμιν, ἀκαταγώνιστον.
Ἡ Νίσυρος γάνυται, πνευματικῶς τοῖς σπαργάνοις σου· ἡ
Χίος χορεύει δέ, τῷ μαρτυρίῳ τῷ σῷ, καὶ ἀμφότεραι, ἑόρτια κροτοῦσι, τελοῦσαι
τὴν μνήμην σου, Νικήτα σήμερον.
Θεοτοκίον.
Σωτῆρα ἐκύησας, ἐκ τῶν ἁγίων αἱμάτων σου, τὸν ἄνθρωπον
σῴζοντα, τῆς ἀρχεγόνου ἀρᾶς· διὸ ἅπαντες, ὑμνοῦμέν σε ἐκ πόθου, τὴν χάριν σου
Δέσποινα, ἀπεκδεχόμενοι.
Κανὼν δεύτερος τοῦ Ἁγίου,
ἄνευ Ἀκροστιχίδος. Ποίημα Ἀθανασίου Ἰβηρίτου.
Ἦχος
πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ταῖς εὐπροσδέκτοις ἱκεσίαις δέομαι, τοῦ νέου Μάρτυρος,
σὴν ἐξαιτῶ χάριν, ὅπως τὴν ὑπέρλαμπρον, καὶ θείαν αὐτοῦ ἄθλησιν, ἐξισχύσω
ὑμνῆσαι, καὶ τὸν πρὸς σὲ θεῖον ἔρωτα, καὶ τὰ ὑπὲρ σοῦ ἀγωνίσματα,
Ἄγε τῶν θείων Ἀθλοφόρων σήμερον, πᾶσα ἡ θεία πληθύς,
τὸν φαεινὸν λύχνον, Νικήτα τὸν σύναθλον, ἐνδόξως προσδεξάμενοι, συγχορεύσατε
τούτῳ· καὶ γὰρ ἡμᾶς ἐκμιμούμενος, ἤθλησε γενναίως ὁ ἔνδοξος.
Ὄντως εἰς τέλος ὁ ἐχθρὸς ἠφάνισται, ὁ γῆν καὶ
θάλασσαν, μεγαλαυχῶν πᾶσαν, ἐξαλείφειν ἔνδοξε· ποσὶ γάρ σου πεπάτηται, ὡς
στρουθίον Νικήτα, ἐν νεαζούσῃ ὑπάρχοντος, πάνυ ἡλικία Νεόμαρτυς.
Θεοτοκίον.
Τῶν λυπηρῶν ἐπαγωγαὶ χειμάζουσι, τὴν ταπεινήν μου
ψυχήν, καὶ συμφορῶν νέφη, τὴν ἐμὴν καλύπτουσι, καρδίαν Θεονύμφευτε· ἀλλ᾿ ἡ φῶς
τετοκυῖα, τὸ θεῖον καὶ προαιώνιον, λάμψον μοι τὸ φῶς τὸ χαρμόσυνον.
Κανὼν
πρῶτος. ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Τὴν μνήμην σου πόθῳ ἐκτελοῦμεν, Νικήτα βοῶντες οἱ
πιστοί· Μαρτύρων χαῖρε καύχημα, καὶ νέον ἐγκαλλώπισμα· χαῖρε τῆς Χίου σέμνωμα,
καὶ τῆς Νισύρου ἀγλάϊσμα.
Ὁ ἔρως Κυρίου ἐν ψυχῇ σου, ἀνάψας μακάριε ὡς πῦρ,
ἐχθροῖς σε ἀπειργάσατο, τῆς πίστεως ἀήττητον, ἐκπλήττοντα τὰ τάγματα, τῶν
ἀσωμάτων Δυνάμεων.
Νικήτα τρισμάκαρ Ἀθλοφόρε, κἄν ἄκων ἀπέστης τοῦ
Χριστοῦ, τοῖς ἄθλοις σου ἀπέλαβες, υἱοθεσίας χάρισμα, καὶ νῦν αὐτῷ παρίστασαι,
δόξῃ ἐκλάμπων καὶ χάριτι.
Θεοτοκίον.
Ἐλέους τεκοῦσα ὑπὲρ λόγον, τὸν ἄρχοντα Δέσποινα Ἁγνή,
ἐλέησον ὡς εὔσπλαγχνος, τῇ μητρικῷ ἐλέει σου, τοὺς πίστει καταφεύγοντας, τῇ
μεσιτείᾳ σου Ἄχραντε.
Κανὼν
δεύτερος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Οὐ ξίφος Μάρτυς τὸν στεῤῥόν, τῆς καρτερίας σου πύργον,
διετάραξε Νικήτα· ἀλλ᾿ ὤφθης, καρτερώτατος ποιναῖς, προσομιλῶν καὶ θλίψεσι,
ταῖς παρ᾿ ἐχθρῶν ἀσπλάγχνως, προσφερομέναις σοι ἔνδοξε.
Κατὰ τοὺς χρόνους Ἀθλητά, καθ᾿ οὓς ὁ λύχνος ἐσβέσθη,
τῆς ἀγάπης πρὸς Χριστὸν σὺ ἐφάνης, ὡς ὁ πρώταθλος θερμός, Στέφανος καὶ
ἐνήθλησας, κρουνοῖς τῶν σῶν αἱμάτων, καταβυθίσας τὸν τύραννον.
Οὐκ ἀπηρνήσω τὸν Χριστόν, ἰδίᾳ γνώμῃ ἀλλ᾿ ἄκων,
ἐκουσίᾳ δὲ τυράννων ἀθέων, κατενώπιον τρανῶς, ὁμολογήσας ἔφερες, τοὺς
σπαραγμοὺς τοὺς τούτων, οἵ σε αὐτῷ προσῳκείωσαν.
Πολλοὺς ὑπέστης σπαραγμούς, πρὸς τὸ τὴν θείαν Νικήτα,
ἀπαρνήσασθαι σωτήριον κλῆσιν, τοῦ Χριστοῦ ἀλλ᾿ εἰς κενόν, ὄντως κεκοπιάκασι·
καὶ γὰρ μέχρι θανάτου, ταύτην γενναίως ἐβάστασας.
Θεοτοκίον.
Θεοχαρίτωτε Ἁγνή, μετὰ τῶν ἄνω Ταγμάτων, μετὰ πάντων
τῶν σοφῶν Ἀποστόλων, καὶ Μαρτύρων ἱερῶν, καὶ Προφητῶν ἱκέτευε, ὅπως τελείαν
λύσιν, ἁμαρτημάτων ληψώμεθα.
Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Μαρτύρων ἐν αἵματι, καλλωπιζόμενος, Κυρίῳ παρίστασαι,
τῷ τοῦ παντὸς Βασιλεῖ, Νικήτα πανεύφημε· ὅθεν ἐν εὐφροσύνῃ, τὴν ἁγίαν σου
μνήμην, σήμερον ἐκτελοῦμεν, ὀφλημάτων τὴν λύσιν, αἰτούμενοι εὑρεῖν διὰ σοῦ, καὶ
μέγα ἔλεος.
Δόξα.
Ὅμοιον.
Ἡ μνήμη σου σήμερον, ἐπιφανεῖσα ἡμῖν, ἐκλάμπει ὡς
ἥλιος, ἀνατολῇ τῇ λαμπρᾷ, τῆς θείας σου χάριτος· ἣν ἐν ἀγαλλιάσει, τῶν πιστῶν
αἱ χορεῖαι, Μάρτυς Χριστοῦ Νικήτα, ἐκτελοῦντες βοῶμέν· Ἱκέτευε ἀεὶ τὸν Χριστόν,
ὑπὲρ τῶν τιμώντων σε.
Καὶ
νῦν. Θεοτοκίον.
Ταχὺ
δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ,
Κυρία Πανάμωμε· λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, σύντριψον
μηχανίας, καὶ κατάβαλε θράσος, τῶν νῦν ἐφοπλιζομένων, κατὰ τῶν δούλων σου.
Κανὼν
πρῶτος. ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.
Πάντων κατεφρόνησας τῶν ἐπὶ γῆς, καὶ τοῦ μαρτυρίου
διήνυσας, θεῖε Νικήτα, τὸ ἀγώνισμα καλῶς· διὸ ἐδέξω στέφανον, τῆς δικαιοσύνης
ἀμάραντον.
Ὤ τῆς καρτερίας σου Μάρτυς Χριστοῦ! δι᾿ ἧς ἀνεδείχθης
στερέμνιος, ἐν μαρτυρίου, τῇ ἐνδόξῳ συμπλοκῇ, Νικήτα καὶ φερώνυμον, ἔλαβες
ὑψόθεν τὸν στέφανον.
Νέος κἂν τῷ σώματι Μάρτυς σοφέ, πολιὸν ἐπέδειξας
φρόνημα, καὶ τὸν ἀρχαῖον, ἐν κακίᾳ ἀληθῶς, ἐχθρὸν κατετραυμάτισας, τῇ ὑπεροπλίᾳ
τῶν ἄθλων σου.
Ὕμνοις σε γεραίρομεν χαρμονικῶς, οἱ πιστοὶ Νικήτα
πανεύφημε· σὺ γὰρ ἀθλήσας, διὰ ξίφους ἀνδρικῶς, ἔχεις τὸ ζῆν ἀθάνατον, ἐν
Χριστῷ τῷ σὲ ἐνισχύσαντι.
Θεοτοκίον.
Μήτηρ ἀναδέδειξαι τοῦ δι᾿ ἡμᾶς, ἑκουσίως Κόρη
πτωχεύσαντος· ὅν ἐκδυσώπει, τοῦ δωρήσασθαι ἡμῖν, τοῖς εὐλαβῶς ὑμνοῦσί σε, ἔλεος
καὶ χάριν Πανάχραντε.
Κανὼν
δεύτερος. Εἰσακήκοα Κύριε.
Οὐκ εἱρκτὴ οὐδὲ μάστιγες, οὐ θυμὸς τυράννων, ἀλλ᾿ οὐδὲ
θάνατος, τῆς ἀγάπης ἠδυνήθησαν, ἐκχωρίσαι Μάρτυς τοῦ Δεσπότου σου.
Θαῦμα ὄντως παράδοξον! πῶς ἀσάρκους Μάρτυς ἐχθροὺς
κατέβαλες, ἁπαλῷ λίαν ἐν σώματι, ψυχῆς δὲ γενναίῳ ἐν φρονήματι;
Οὐκ ἀρνοῦμαι τὸ ὄνομα, τοῦ Χριστοῦ ἐβόας Μάρτυς
ἑλκόμενος, πρὸς σφαγὴν ὡς ἀμνὸς ἄκακος, ἀλλὰ φέρω πάντα νῦν γηθόμενος.
Θεοτοκίον.
Ἐπὶ κλίνης ὀδύνης μου, καὶ τῆς ἀῤῥωστίας κατακειμένω
μοι, ὡς φιλάγαθος βοήθησον, Θεοτόκε μόνη Ἀειπάρθενε.
Κανὼν
πρῶτος. ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁ ἔνθεος ζῆλος σου, ἐν Χίῳ σε ὡδήγησε, Νικήτα μακάριε
ὁπλῖτα, ἔνθα ἀνδρείως, ὁμολογήσας Χριστόν, βασάνους ὑπέστης χαλεπάς, ῥώμῃ
δυναμούμενος, ἀηττήτῳ τῆς χάριτος.
Νικήτα νεότητος, τοῦ κάλλους κατεφρόνησας, καὶ
ἐπαγγελίας τὰς ὑλώδεις, τῶν τυραννούντων, στεῤῥῶς ἀπέπτυσας· ὅθεν ἀπηνῶς
βασανισθείς, διὰ ξίφους ἔτυχες, φερωνύμως τοῦ πόθου σου.
Μαστίγων ὡς ἄσαρκος, τοὺς πόνους καθυπέμεινας, καὶ τὰς
ἐν εἱρκτῇ φρικτὰς κακώσεις, ἐνατενίζων, τῷ ποθουμένῳ σοι, Νικήτα ὁπλῖτα
θαυμαστέ, ᾧ καὶ νῦν παρίστασαι, σὺν Μαρτύρων στρατεύμασι.
Θεοτοκίον.
Ἁγίων τῶν Ἅγιον, ἀφράστως σωματώσασα, ἐν Πνεύματι
Πάναγνε Ἁγίῳ, Ἁγιωτέρα, ὤφθης τῆς κτίσεως· διὸ χάριτί σου μητρικῇ, ὅλον με
ἁγίασον, ἀνυμνοῦντα τὴν δόξαν σου.
Κανὼν
δεύτερος. Ἵνα τί με ἀπώσω.
Ἵνα τί σὺ βραδύνῃς, ἔκραξες γηθόμενος, δημίῳ ἔνδοξε,
καὶ οὐ θανατοῖς με, προξενῶν μοι τὰ θεῖα σκηνώματα, ἅπερ παθὼν φθάσαι, θνήσκω
προθύμως ὅπως λάβω, πρὸς Θεοῦ τὴν ζωὴν τὴν αἰώνιον.
Σοῦ τὸ πάνσεπτον σῶμα, Μάρτυς ἐναπέῤῥιψαν, θαλάσσῃ
ἄνομοι, μετὰ τὴν τοῦ ξίφους, ἐκτομὴν ζημιῶσαι οἰόμενοι, τὸ τῶν Ὀρθοδόξων,
πλήρωμα ὅλως μὴ εἰδότες, ὅτι πάντας ἡμᾶς ἐποπτεύεις σὺ ἄνωθεν.
Νέος ὢν ἡλικίαν, ἔσχες σου τὸ φρόνημα, Νικήτα ἔνδοξε,
ὡς ὁ θεῖος πάλαι, Δανιὴλ γηραλέον καὶ πάνσοφον· ὅθεν ἀπογόνους, Μάρτυς τῆς Ἄγαρ
ὡς ἐκεῖνος, πρεσβυτέρους αἰσχύνας δεδόξασαι.
Θεοτοκίον
Τί σοι δῶρον προσάξω; τῆς εὐχαριστίας, ἀνθ᾿ ὧνπερ
ἀπήλαυσα, τῶν σῶν δωρημάτων, καὶ τῆς σῆς ἀμετρήτου χρηστότητος· τοιγαροῦν
δοξάζω, ὑμνολογῶ καὶ μεγαλύνω, σοῦ τὴν ἄφατον πρός με συμπάθειαν.
Κανὼν
πρῶτος. Ὠιδή στ΄. Τὴν θείαν ταύτην.
Ῥοαῖς τῶν θείων αἱμάτων σου, ἐξήρανας ἀπάτης τοὺς
ῥύακας, Νικήτα ἔνδοξε, καὶ Ἐκκλησίας τὸ πρόσωπον, ἐφαίδρυνας τιμώσης τὴν
καρτερίαν σου.
Τυράννων θράσος ἐπάτησας, αὐτῶν καταλιπὼν τὴν
ἀσέβειαν, καὶ διετράνωσας, τῆς εὐσεβείας τὴν δύναμιν, Νικήτα Νεομάρτυς τῷ
μαρτυρίῳ σου.
Ὑπῆλθες χαίρων τὰ σκάμματα, Νικήτα μαρτυρίου τῆς
πίστεως, καὶ τὴν κατάπαυσιν, ἔσχες ἐν πόλῳ εὐφρόσυνον, ὑπὲρ ἡμῶν πρεσβεύων τῶν
εὐφημούντων σε.
Θεοτοκίον.
Ῥημάτων Κόρη δεήσεως, ἐπάκουσον ἡμῶν ὡς
φιλεύσπλαγχνος, τῶν προστρεχόντων σοι, τῇ μητρικῇ σου χρηστότητι, ἐκ πάσης
ῥυομένη ἡμᾶς κακώσεως.
Κανὼν
δεύτερος. Ἱλάσθητί μοι Σωτήρ.
Εὐφραίνεται μυστικῶς, ἡ Χίος Μάρτυς κατέχουσα, Νικήτα
τὸ ἐκχυθέν, σεβάσμιον αἷμά σου, ἐν κόλποις καὶ κράζει σοι· Μή μου ἐπιλάθου,
μέχρι τέλους εὐφημούσης σε.
Ἐνήθλησας ἀνδρικῶς, ποσί σου κτείνας τὸν δράκοντα, καὶ
νῦν ἐν τοῖς οὐρανοῖς, ἀγάλλῃ δρεπόμενος, τὰ γέρα τῶν πόνων σου, καὶ ἡμῖν
βραβεύων, τὴν εἰρήνην ταῖς πρεσβείαις σου.
Ἀνέτειλας ἀληθῶς, ὡς ἄστρον φαῖνον τὴν σύμπασαν,
ἀκτῖσι τῶν φαεινῶν, καὶ θείων ἀγώνων σου, Νικήτα πανεύφημε, δόξα τῶν Μαρτύρων,
καὶ ὑμνούντων σε ὁ στέφανος.
Θεοτοκίον.
Ῥυσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου,
Θεογεννῆτορ Ἁγνή, καὶ τύχοιμεν Πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ
ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Νεοφανὴς ὥσπερ ἀστὴρ Ἀθλοφόρε, ἐξανατείλας τῇ σεπτῇ
Ἐκκλησίᾳ, τῶν εὐσεβῶν κατηύγασας τὰ πρόσωπα, πόθῳ εὐφημούντων σε, καὶ τελούντων
Νικήτα, σῆς στεῤῥᾶς ἀθλήσεως, τὴν ὑπέρλαμπρον μνήμην, καὶ ἐκβοώντων· Δόξα σοι
Χριστέ, τῷ τὸν ὁπλίτην τὸν σὸν στεφανώσαντι.
Ὁ
Οἶκος.
Τοῦ Ἀθλοφόρου τὴν ὑπέρλαμπρον μνήμην, δεῦτε πάντες τῶν
ὕμνων τοῖς στεφάνοις, λαμπρῶς καταστέψωμεν· καὶ γὰρ οὗτος, ὁ τῆς ἐπουρανίου
νίκης, φερώνυμον κλῆσιν πλουτῶν, τὸν παλαιὸν πτερνιστὴν ἐν ἁπαλῷ κομιδῇ, τῷ
σώματι ἐκνικήσας, ὀμβρίζει ἀντὶ αἱμάτων ἱερῶν, ἰαμάτων τὰ ῥεύματα· σὺν τούτοις
δὲ πᾶσι, χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον, τοῖς ἐκ πόθου βοῶσι·
Δόξα σοι Χριστέ, τῷ τὸν ὁπλίτην τὸν σὸν στεφανώσαντι.
Συναξάριον.
Τῇ ΚΑ΄ τοῦ αὐτοῦ μηνὸς (Ἰουνίου), Μνήμη τοῦ Ἁγίου
ἐνδόξου Νεομάρτυρος Νικήτα τοῦ Νισυρίου, ἀθλήσαντος
ἐν Χίῳ κατὰ τὸ ἔτος αψλβ΄ (1732).
Τμηθείς, Νικήτα, τὸν σὸν αὐχένα ξίφει,
Τέτμηκας ἐχθροῦ τὰς πανουργίας πάσας.
Εἰκάδι πρώτῃ Νικήτα ἔταμον κάραν ἀπηνῶς.
Τέτμηκας ἐχθροῦ τὰς πανουργίας πάσας.
Εἰκάδι πρώτῃ Νικήτα ἔταμον κάραν ἀπηνῶς.
Οὗτος ὁ
ἔνδοξος Νεομάρτυς ἐγεννήθη ἐν Νισύρῳ, ἐκ γονέων Χριστιανῶν, οἵτινες διὰ τὸν
φόβον τῶν μιαρῶν Ἀγαρηνῶν ἀπέστησαν τῆς Ὀρθοδόξου λατρείας καὶ ἠκολούθησαν τὴν
ὀθωμανικὴν ἀσέβειαν, τοῦ μακαρίου τούτου Νικήτα νηπίου ἔτι ὄντος· ὃς καὶ
ἀνετράφη φέρων τὸ ὄνομα Μεχμέτ καὶ ἀγνοῶν τὰ περὶ τῆς καταγωγῆς αὐτοῦ μέχρι τῆς
ἡμέρας, ὅτε συμπλακεὶς μετὰ παιδίου τινός ἐκ τῶν ἀλλοφύλων, ἐξυβρίσθη παρὰ τῆς
μητρὸς τοῦ παιδίου ὡς ἄπιστος. Διερευνήσας οὖν ὁ μακάριος καὶ μαθὼν τὴν αἰτίαν
τῆς κατ᾿ αὐτοῦ ἐκτοξευθείσης ὕβρεως κατενύγη τὴν καρδίαν καὶ ἀφεὶς τὴν
Ῥόδον-ἐκεῖ γὰρ μετεκόμισαν οἱ αὐτοῦ γεννήτορες μετὰ τὴν ἐξώμοσιν μὴ φέροντες τὸ
ἐκ τῶν ἐν Νισύρῳ οἰκούντων Χριστιανῶν ὄνειδος- ἦλθεν εἰς τὴν Χίον, καὶ
ἐξομολογησάμενος τὰ κατ᾿ ἑαυτὸν τῷ πρῴην Κορίνθου Ἁγίῳ Μακαρίῳ τῷ Νοταρᾷ καὶ
ἐνισχυθεὶς πνευματικῶς παρ᾿ αὐτοῦ, προσῆλθε τῇ Νέᾳ καλουμένῃ Μονῇ, ἔνθα διῆγεν
ἀσκητικῶς τὸν βίον, ὑποτασσόμενος τοῖς ἐν αὐτῇ ἐνασκουμένοις πατρᾶσι.
Παρεληλυθότος
οὖν χρόνου τινός καὶ τιτρωσκόμενος τῷ πόθῳ τοῦ μαρτυρίου, λαβὼν τὴν εὐλογίαν
τῶν πατέρων, κατῆλθεν ἐν τῇ Χώρᾳ τῆς Χίου, ἔνθα συλληφθεὶς ἐπιέζετο ὑπὸ τῶν
Ὀθωμανῶν πρὸς καταβολὴν τοῦ λεγομένου χαρατζίου. Διερχόμενος δὲ Ἱερεὺς τίς, οὗ
ἡ κλῆσις Δανιήλ, ὅστις ὑπῆρχε γνώριμος τῷ Μάρτυρι, ἠρώτησεν ἀπορῶν πῶς
ἀπαιτοῦσι τὸ χαράτζιον ἐξ αὐτοῦ, Ὀθωμανοῦ ὄντος. Μαθόντες δὲ οὕτω οἱ τύραννοι
τὰ κατὰ τὸν μακάριον Νικήταν προσεπάθησαν πρῶτον μὲν διὰ κολακειῶν, εἶτα δὲ δι᾿
ἀπειλῶν μεταστρέψαι τὸ φρόνημα αὐτοῦ, ἀλλὰ μηδὲν κατορθώσαντες ἐνέκλεισαν αὐτόν
ἐν τῇ φυλακῇ. Ὅθεν ἐν αὐτῇ ὁ μακάριος, ἐπὶ δέκα ἡμέρα ἀπηνῶς βασανισθεὶς καὶ
ἀπαράτρεπτος διαμείνας, ἐν τέλει ἔξω τῆς πόλεως ὁδηγηθεὶς τὴν κεφαλὴν ἀπετμήθη
καὶ οὕτω τὸ μακάριον τέλος ἐδέξατο, διανύων τὸ δέκατον καὶ πέμπτον ἔτος τῆς
ἑαυτοῦ ἐπιγείου βιοτῆς.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος
Ἰουλιανοῦ, τοῦ ἐν Κιλικίᾳ.
Φέρων τί χρῆμα σάκκος ἄξιον πόλου,
Ἰουλιανὸν βάλλεται πόντου μέσον.
Ἰουλιανὸν βάλλεται πόντου μέσον.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος
Ἀφροδισίου.
Ἀφροδίσιος ὑπὸ πέτραν μεγίστην,
Ὕμνον ἔμελψε Χριστῷ ζωῆς τῇ πέτρᾳ.
Ὕμνον ἔμελψε Χριστῷ ζωῆς τῇ πέτρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου Μάρτυρος
Τερεντίου, Ἐπισκόπου Ἰκονίου.
Γῆς Τερέντιος τὴν ἀρὰν γενναιόφρων,
Τέλους ἀφορμὴν εὗρεν εὐλογημένην.
Τέλους ἀφορμὴν εὗρεν εὐλογημένην.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Κανὼν
πρῶτος. ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἀπαράτρεπτον, ψυχῆς ἔχων τὸ φρόνημα, ἔστης ἀκλόνητος,
ἐν τοῖς δεινοῖς αἰκισμοῖς, καὶ ξίφει ὑπέκλινας, χαίρων τὴν κάραν σου, καὶ
ἀπέτεμες, Νικήτα παμμακάριστε, τὴν κακίαν τῶν τυράννων.
Μακαρίζομεν, τὸ θεῖόν σου μαρτύριον, Νικήτα ἔνδοξε· σὺ
γὰρ κηρύξας Χριστοῦ, ἀνδρείως τὸ ὄνομα, τὸ ὑπερύμνητον, αὐτῷ σφάγιον, εὐῶδες
προσενήνεξαι, καὶ εὐπρόσδεκτος θυσία.
Ἔχει Νίσυρος, προστάτην σε ἀκοίμητον, καὶ τοῖς
σπαργάνοις σου, ἐγκαυχωμένη τρανῶς, Νικήτα τὸν ὕμνον σοι, προσᾴδει χαίρουσα· ἣν
πρεσβείαις σου, μαρτυρικαῖς πρὸς Κύριον, φρούρει πάντοτε καὶ σκέπε.
Θεοτοκίον.
Λάμψον Ἄχραντε, τῇ ταπεινῇ καρδίᾳ μου, τὸ φῶς τῆς
χάριτος, τῶν ἀκαθάρτων παθῶν, τὸ σκότος διώκουσα, καὶ δίδου πάντοτε, προμηθείᾳ
σου, ἐργάζεσθαι τὰ ἔργα με, τοῦ φωτὸς ἐν μετανοίᾳ.
Κανὼν
δεύτερος. Παῖδες Ἑβραίων.
Παῖδας μιμούμενος Νικήτα, χαίρων ἤθλησας τοὺς ἐν
Βαβυλωνίᾳ, ἀναθλήσαντας πρίν, καμίνῳ καὶ ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς
τοὺς αἰῶνας.
Ἄγαρ Νικήτα ἀπογόνων, σοῦ δεόμεθα κατάβαλε τὸ θράσος,
πρὸς Θεὸν ἱεραῖς, πρεσβείαις σου ψάλλειν· Ἡμᾶς ἀεὶ ἐνίσχυε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Τίμιος ὄντως ἀνεδείχθης, σοῦ ὁ θάνατος ἐνώπιον Κυρίου,
καθελόντος ἐχθρόν, εἰς τέλος Ἀθλοφόρε, τὸν ἄμετρα καυχώμενον, ἐξαλείφειν γῆν
καὶ πόλον.
Θεοτοκίον.
Βλέψον ἱλέῳ ὄμματί σου, καὶ ἐπίσκεψαι τὴν κάκωσιν ἣν
ἔχω, καὶ δεινῶν συμφορῶν, καὶ βλάβης καὶ κινδύνων, καὶ πειρασμῶν με λύτρωσαι,
ἀμετρήτῳ σου ἐλέει.
Κανὼν
πρῶτος. ᾨδὴ η΄. Λυτρωτὰ τοῦ παντός.
Πεποιθὼς τῇ δυνάμει τῆς πίστεως, τοῖς τυράννοις
παρέστης γηθόμενος, καὶ τούτων τὸ γαυρίαμα, ὦ Νικήτα καθεῖλες· διὸ ἐδέξω, ἐκ
Κυρίου ὑψόθεν τὸ νίκαθρον.
Ὡραιώθης τῷ κάλλει τῶν ἄθλων σου, ὑπὲρ λόγον Νικήτα
πολύαθλε, καὶ ἐξαστράπτων ἔδραμες, πρὸς νυμφῶνα τὸν θεῖον, ἔνθα χορεύων, τῶν
πιστῶν ὑμνητῶν σου μνημόνευε.
Κοινωνὸς χρηματίζων οὐράνιος, τῶν Μαρτύρων Νικήτα τῶν
πρόπαλαι, ὡς τούτων μιμησάμενος, ἐν ἐσχάτοις τὸν ζῆλον, Χριστῷ πρεσβεύων, μὴ
ἐλλίπῃς ὑπὲρ τῶν τιμώντων σε.
Ὑπελθὼν μαρτυρίου τὸν δίαυλον, ἐν νεότητι σώματος
Ἅγιε, ἐν ταῖς σκηναῖς κατέπαυσας, τοῦ Κυρίου τῆς δόξης, ἡγλαϊσμένος, πορφυρίδι
τῶν θείων αἱμάτων σου.
Θεοτοκίον.
Ῥυπωθέντα ἀθλίως τοῖς πταίσμασι, τοὺς οἰκέτας σου Κόρη
Πανάχραντε, καθάρισον ὡς εὔσπλαγχνος, χάριτός σου τοῖς ῥείθροις, ἵνα σε πάντες,
κατὰ χρέος ἀεὶ μακαρίζομεν.
Κανὼν
δεύτερος. Τὸν ἐν ὄρει ἁγίῳ.
Νόμος Μάρτυς ἡττᾶται τῷ μεγέθει, ἐγκωμίων τῶν σῶν· καὶ
γὰρ τῷ κόσμῳ, ταῖς φανοτάταις ἀστραπαῖς διέλαμψας, τοῦ σοῦ μαρτυρίου, Κύριον
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.
Μόνα ὄντως τὰ πρὸς ζωὴν τὴν θείαν, ὁδηγοῦντα Νικήτα
ἀγαπήσας, ἀνεπιστρόφως τρίβον τῆς ἀθλήσεως, ὥδευσας τρισμάκαρ, τὴν τοῦ
Παρακλήτου, ἔχων ὁδηγοῦσαν, σὲ χάριν εἰς αἰῶνας.
Νέαν Μάρτυς ἄγων τὴν ἡλικίαν, τὸν κακίαν ἀρχαῖον, τῷ
τῶν ἄθλων τῶν σῶν, μοχλῷ ἐξηφάνισας, καὶ νῦν σὺν τοῖς Ἀγγέλοις, ὕμνον τῇ
Τριάδι, ἱστάμενος ἐκπέμπεις.
Θεοτοκίον.
Χαῖρε θρόνε πυρίμορφε Κυρίου· χαῖρε θεία καὶ μανναδόχε
στάμνε· χαῖρε χρυσῆ λυχνία λαμπὰς ἄσβεστε· χαῖρε τῶν παρθένων δόξα, καὶ μητέρων
ὡράϊσμα καὶ κλέος.
Κανὼν
πρῶτος. ᾨδὴ θ΄. Ἅπας γηγενής.
Ἴσχυσας στεῤῥῶς, δυνάμει τῆς χάριτος, τοῦ σὲ
καλέσαντος, θείαν πρὸς ἐπίγνωσιν, τοῦ μαρτυρίου, Νικήτα ἔνδοξε, τελέσαι τὸ
ἀγώνισμα, καὶ ἐταπείνωσας, ἀσεβείας, θράσος τὸ μετέωρον, κλεϊζόμενος νίκαις τῶν
ἄθλων σου.
Λάμπεις ὡς φωστήρ, ἐν Μάρτυσι μέγιστος, Νικήτα ἔνδοξε,
καὶ τοῖς ἀπαυγάσμασι, τῆς χάριτός σου, αὐγάζεις ἅπαντας, τοὺς εὐλαβῶς ὑμνοῦντάς
σε, καὶ ἐκβοῶντάς σοι· Χαῖρε κλέος, τῆς Νισύρου ἅγιον, καὶ τῆς Χίου τερπνὸν
ἐγκαλλώπισμα.
Ὅλης ἐκ ψυχῆς, Νικήτα προστρέχομεν, τῇ μεσιτείᾳ σου,
καὶ παρακαλοῦμέν σε, ἐν κατανύξει, ἀνακραυγάζοντες· Ὡς παῤῥησίαν Ἅγιε, ἔχων
πρὸς Κύριον, ἐκδυσώπει, ἵνα χάριν εὕρωμεν, καὶ πταισμάτων τελείαν συγχώρησιν.
Θεοτοκίον.
Ὕμνοις καὶ ᾠδαῖς, ὑμνοῦμέν σε ἅπαντες, τὴν
ὑπερύμνητον, χαῖρέ σοι κραυγάζοντες, ἡ ἀνωτέρα, πάσης τῆς κτίσεως· χαῖρε ἡ
σωματώσασα, τὸν ὑπερούσιον, Μῆτερ Λόγον, τῆς ἀρᾶς λυτρούμενον, τὸ ἀνθρώπινον
γένος δι᾿ ἔλεος.
Κανὼν
δεύτερος. Κυρίως Θεοτόκον.
Ἐξήνθησας ὡς ῥόδον, ἐν αὐλαῖς Κυρίου, εὐωδιάζον ὀδμαῖς
ταῖς τῶν ἄθλων σου, τοὺς εὐφημοῦντάς σε πόθῳ, Νικήτα ἔνδοξε.
Κατάβαλε λιταῖς σου, πάνσοφε Νικήτα, Ἀγαρηνῶν τὴν
μανίαν τὴν ἄθεον, τὴν καθ᾿ ἡμῶν κινουμένην, τῶν προσκυνούντων σε.
Τὴν μνήμην σου τὴν θείαν, τῷ τῶν ἐγκωμίων, ἀμαραντίνῳ
στεφάνῳ κοσμήσαντι, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου δώρησαι.
Θεοτοκίον.
Κακώσεως ἐν τόπῳ, τῷ τῆς ἀσθενείας, ταπεινωθέντα
Παρθένε θεράπευσον, ἐξ ἀῤῥωστίας εἰς ῥῶσιν, μετασκευάζουσα.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Μαρτύρων ἐγκαλλώπισμα, Χριστοῦ τοῦ Παντοκράτορος,
εἰρήνην αἴτησαι πᾶσι, τῇ οἰκουμένῃ Νικήτα· τοῖς εὐσεβῶς δ᾿ ὑμνοῦσί σε, ἡμῖν
πταισμάτων ἄφεσιν, καὶ εὐρωστίαν σώματος, καὶ ψυχικὴν σωτηρίαν, ταῖς πρὸς Θεόν
σου πρεσβείαις.
Ἕτερον.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ὡς θριαμβεύσας τὴν πλάνην, τῶν μιαρῶν Ἀγαρηνῶν,
φερωνυμίᾳ ἐκλάμπεις, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ, φωτίζων πάντας Νικήτα, τοὺς
εὐλαβῶς σε τιμῶντας.
Θεοτοκίον.
Παρθενομῆτορ Μαρία, σὺν τῆς Νισύρου τῷ βλαστῷ, Μάρτυρι
νέῳ Νικήτα, ἱκέτευε ὑπὲρ ἡμῶν, ἵνα κινδύνων ῥυσθῶμεν, καὶ πάσης κακοπραγίας.
ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ Ἦχος α΄. Τῶν οὐρανίων
ταγμάτων.
Σήμερον τέρπεται νῆσος, Νίσυρος ἔνδοξε, κατέχουσα ἐν
κόλποις, σοῦ τὰ σπάργανα Μάρτυς· ἡ Ῥόδος δὲ ὡς οὖσα ταύτης σοφέ, θαυμασία
Μητρόπολις, σὺν τῇ τὸ αἷμα τὸ θεῖον σου ἐκχυθέν, δεξαμένῃ Χίῳ γέγηθε.
Αὐτομολήσας
Νικήτα, ὥσπερ τις ἄσαρκος, πρὸς τοὺς ἀγῶνας χαίρων, τὸν βελίαρ καθεῖλες· τῆς
Ἄγαρ δ᾿ ἀπογόνους ὄντως βυθῷ, τῆς αἰσχύνης ἐβύθισας, μὴ δυνηθέντας θωπείαις
καταβαλεῖν, τὴν στεῤῥάν σου Μάρτυς ἔνστασιν.
Μετὰ Στεφάνου καὶ πάντων, Μάρτυς Γεώργιε, Δημήτριε
τρισμάκαρ, καὶ Ἰουλιανοῦ τε, τὸν νέον Ἀθλοφόρον, νῦν ἐν χαρᾷ, συνελθόντες
προσλάβετε, ἐν τῇ πανσέπτῳ χορείᾳ ὑμῶν· καὶ γὰρ, καθ᾿ ἡμᾶς καὶ οὗτος ἤθλησε.
Τὸν νέον πάντες ὁπλίτην, Νικήταν ἄνθεσι, στέψωμεν τοῖς
ἐκ λόγων, οἱ τῶν ἄθλων τῶν θείων, τρυφήσαντες τῶν τούτου, καὶ πρὸς αὐτόν,
ἐκβοήσωμεν χαίροντες· Μὴ ἐπιλάθου τῶν πίστει τὴν ἱεράν, ἐκτελούντων σου
πανήγυριν.
Δόξα.
Ἦχος πλ. β΄. Πρὸς τό, Σήμερον κρεμᾶται.
Σήμερον καθείργνυται ἐν ζόφῳ, ὁ ἐν Μάρτυσιν ὡς
ἑωσφόρος λάμπων· ἕλκεται τυραννικῶς ὡς ὑπεύθυνος, ὁ κατὰ πλάνης βασιλεύς·
φρικτοῖς ἀγῶσι περιβάλλεται, ὁ καταβαλὼν τὸν σοφιστὴν τῆς κακίας· μίσημα εὗρεν
ἄδικον, ὁ ἀπὸ καρδίας ὑπερφιλήσας τὸν Χριστόν· θνήσκειν κατεκρίθη, ὁ θανάτου
κατευμεγεθήσας· ξίφει ἀπετμήθη, ὁ φθορεὺς τῆς ἀπάτης. Προσκυνοῦμέν σου τὰ ἆθλα
Νικήτα στεῤῥέ, δίδου ἡμῖν τὴν σωτήριόν σου ἀντάμειψιν.
Καὶ
νῦν. Θεοτοκίον.
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν
καρπὸν τῆς ζωῆς, σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ τοῦ Ἀθλοφόρου, καὶ
πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ
Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ Ὠιδή. Ἀπόστολον
καὶ Εὐαγγέλιον ζήτει τῇ κγ΄ Ἀπριλίου, ἐν τῇ μνήμῃ τοῦ Ἁγίου Μεγαλομάρτυρος
Γεωργίου.
Κοινωνικόν:
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Χαίροις
τῆς Νισύρου θεῖος βλαστός, καὶ τῶν Ἀθλοφόρων, ὁ θεσπέσιος κοινωνός· χαίροις ὁ
τὴν Χίον, αἱμάτων σου τιμίων, τοῖς ῥείθροις ἁγιάσας, Νικήτα ἔνδοξε.
Μάρτυς
Ἀθλοφόρε ταῖς πρὸς Θεόν, ἱεραῖς εὐχαῖς σου, διατήρει τοὺς εὐλαβῶς, τῇ σῇ θείᾳ
σκέπῃ, προσφεύγοντας ἐκ πάντων, παθῶν τε καὶ κινδύνων, ψυχῆς καὶ σώματος.
Νίκης διαδήματι κατ᾿ ἐχθρῶν, ἐστέφθης Νικήτα,
φερωνύμως παρὰ Χριστοῦ, καὶ νῦν σὺν Μαρτύρων, τοῖς δήμοις Ἀθλοφόρε, γηθόμενος
ἀφράστως, αὐτῷ παρίστασαι.
ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ
Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὁμολογήσας ἀνδρικῶς τὸν Σωτῆρα, μὴ δειλιάσας τῶν
ἐχθρῶν τὴν μανίαν, φερωνυμίᾳ ἔλαμψας, Νικήτα θαυμαστέ· ὅθεν ἐξανέτειλας, ὡς
φωστὴρ φωτοβόλος, ἐν ἐσχάτοις ἔτεσι, τῶν θαυμάτων τῇ αἴγλῃ, καταπυρσεύων πάντων
τὰς ψυχάς, τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν
οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων
κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ καὶ ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς
Θεοτοκίοις· «Κυρίλλου».
ᾨδὴ
α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νισύρου ὁ γόνος ὁ εὐκλεής, Νικήτα παμμάκαρ, Νεομάρτυς
τοῦ Ἰησοῦ, αὐτὸν ἐκδυσώπει παῤῥησίᾳ, σωθῆναι πάντας τοὺς σὲ μακαρίζοντας.
Τοῖς χειμαζομένοις ἐν συμφοραῖς, καὶ ἐξαιτουμένοις,
τὴν ὀξείαν σου ἀρωγήν, πρυτάνευσον ἄνεσιν Νικήτα, τῇ ἐνεργείᾳ τῆς θείας
πρεσβείας σου.
Εὐχῶν σου τῇ δρόσῳ τῇ μυστικῇ, Νικήτα παμμάκαρ,
καταδρόσισον τὰς ψυχάς, τῶν ἐν κατανύξει σε ὑμνούντων, ὡς εὐσεβείας υἱὸν
γνησιώτατον.
Θεοτοκίον.
Καταύγασον θείαις μαρμαρυγαῖς, Ἄχραντε Παρθένε,
χάριτός σου τῆς μητρικῆς, τὴν ἐν ἁμαρτίας σκοτοδίνῃ, ἐζοφωμένην ἀθλίως καρδίαν
μου.
ᾨδὴ
γ΄. Οὐρανίας ἁψῖδος.
Ἐν αθλήσας τῷ ξίφει, ὡς ἀθλητὴς ἄριστος, νίκης
ἐκοσμήθης Νικήτα, τῷ διαδήματι. Ὅθεν τὴν ἄκοσμον, καθικετεύω ψυχήν μου,
συμπαθῶς ὡραίωσον, τῇ προμηθείᾳ σου.
Ῥαθυμίας ἀτόπου, καὶ χαλεποῦς μήνιδος, Μάρτυς Ἀθλοφόρε
Νικήτα, πάντας ἀπάλλαξον, τοὺς προσιόντας σοι, καὶ εὐσεβῶς ἐκβοῶντας· Χαῖρε
σκεῦος τίμιον, Θεοῦ τῆς χάριτος.
Νέος ἄσωτος ὤφθην, ὁ πονηρὸς ἄνθρωπος, καὶ τῶν ἡδονῶν
ταῖς ἀσχέτοις, ὁρμαῖς ὑπέκυψα. Ὅθεν πρεσβείαις σου, ἐλέησόν με Νικήτα, ἵνα
μακαρίζω σε, ὡς εὐσυμπάθητον.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ, ὑπὲρ ἡμῶν πρέσβευε, τῷ
ἐνανθρωπήσαντι Λόγῳ, ἐκ τῶν αἱμάτων σου, ὡς ἄν ῥυώμεθα, πάσης ἐν βίῳ ἀνάγκης,
οἱ ὑμνολογοῦντές σε, τὴν Θεομήτορα.
Διάσωσον ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ
κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν
χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις
καὶ τὸ Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Δεκτὴ προσφορά, Κυρίῳ προσενήνεξαι, τῷ ξίφει τυθείς,
ὥσπερ ἀρνίον ἄκακον, Νικήτα παμμακάριστε· διὰ τοῦτο συμφώνως βοῶμέν σοι· Ὡς
παῤῥησίαν ἔχων πρὸς αὐτόν, μνημόνευε πάντων τῶν τιμώντων σε.
ᾨδὴ
δ΄. Εἰσακήκοα Κύριε.
Παρακλήτου τῇ χάριτι, Ἅγιε Νικήτα καταλαμπόμενος,
εὐσεβῶς ἡμᾶς ἐργάζεσθαι, τοῦ φωτὸς τὰ ἔργα καταξίωσον.
Κακωθέντες τοῖς πάθεσι, ἔνδοξε Νικήτα πιστῶς
προστρέχομεν, τῇ δυνάμει τῆς πρεσβείας σου, ὡς ἄν ἀπωλείας λυτρωθείημεν.
Διατήρει ἀπήμονας, ἐξ ἐπιβουλῶν ἐχθροῦ τοῦ ἀλάστορος,
τοὺς τιμῶντάς σου τὴν ἄθλησιν, Ἀθλητὰ Νικήτα παμμακάριστε.
Θεοτοκίον.
Ῥαντισμῷ Θεονύμφευτε, τῆς ὑπὲρ κατάληψιν εὐσπλαγχνίας
σου, τὴν καρδίαν μου ἀνάψυξον, ἵνα εὐγνωμόνως μακαρίζω σε.
ᾨδὴ
ε΄. Φώτισον ἡμᾶς.
Φώτισον ἡμῶν, τὴν διάνοιαν μακάριε, τῷ φωτὶ τῆς ἐπιγνώσεως
Θεοῦ, τοῦ δοξάζοντός σε Ἅγιε τοῖς θαύμασι.
Γλύκανον ἡμῶν, τῶν ψυχῶν τὰ αἰσθητήρια, ἱκετεύω σε
Νικήτα θαυμαστέ, χάριτός σου οὐρανίου τῇ γλυκύτητι.
Ἵλεως γενοῦ, Πολυεύσπλαγχνε τοῖς δούλοις σοι, τοῖς
προσάγουσί σοι θεῖον πρεσβευτήν, τὸν ἐπώνυμον τῆς νίκης Νεομάρτυρα.
Θεοτοκίον.
Ἴασαι Ἁγνή, τῆς ψυχῆς μου τὴν ἀσθένειαν· τῶν ἀνθρώπων
γὰρ τὸν μέγα ἰατρόν, ἐξ αἱμάτων σου ἁγίων ἀπεκύησας.
ᾨδὴ
στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ἰσχύι τῆς κραταιᾶς πρεσβείας σου, ἔσο σκέπη ἀσφαλὴς
καὶ βεβαία, τῶν Νισυρίων τῇ νήσῳ Νικήτα, ἐγκαυχωμένῃ λαμπρῶς τοῖς σπαργάνοις
σου, τῆς προστασίας σου αὐτῇ, ὑπεμφαίνων ἀεὶ τὰ γνωρίσματα.
Διέπρεψας φερωνύμως ἔνδοξε, ἐν τῇ πάλῃ τοῦ σεπτοῦ
μαρτυρίου, καὶ ἐν αὐτῇ ἐγνωρίσθης Νικήτα, τῆς εὐσεβείας υἱὸς γνησιώτατος. Ὅθεν
ἐνίσχυσον ἡμᾶς, εὐσεβῶς ἐν Χριστῷ πολιτεύεσθαι.
Τυράννων τῶν δυσμενῶν τὴν ἔπαρσιν, Νεομάρτυς τοῦ
Κυρίου Νικήτα, ὁ τοῦ Χριστοῦ τῇ δυνάμει πατήσας, ἐν νεαρᾷ ἡλικίᾳ τοῖς ἄθλοις
σου, τῆς ὑλοφρόνου τῶν παθῶν, τυραννίδος ἡμᾶς ἐλευθέρωσον.
Θεοτοκίον.
Λαμπρότατον τοῦ Θεοῦ ἀνάκτορον, ἀναδέδειξαι Παρθένε
Μαρία, τῆς Παναγίας Τριάδος τὸν ἕνα, δίχα τροπῆς καὶ φυρμοῦ σωματώσασα. Ὅθεν
τῆς δόξης σου φωτί, τὴν ψυχήν μου Ἁγνὴ καταλάμπρυνον.
Διάσωσον ὁ στεφανίτης Νικήτα τῆς ἀληθείας, ἀπὸ
κινδύνων καὶ πάσης κακώσεως, τοὺς τῇ σεπτῇ σου προστρέχοντας ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿
ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις
καὶ τὸ Κάθισμα. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς φερωνύμως τὴν πλάνην νικήσαντα, ἀνευφημοῦντές σε
πάντες κραυγάζομεν· Χριστῷ τῷ Παντάνακτι πρέσβευε, ἵνα ἡμῖν τὴν εἰρήνην
δωρήσηται, Νικήτα Νισύρου τὸ καύχημα.
Προκείμενον.
Ἦχος δ΄. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ
πληθυνθήσεται.
Στίχ.
Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Ματθαῖον. (Κεφ. ι΄ 16)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού, ἐγὼ
ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ
ἀκέραιοι ὡς αἱ περιστεραί. Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς
εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. Καὶ ἐπὶ ἡγεμόνας
δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν.
Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἤ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν
ἐν ἐκείνῃ τῇ ὥρᾳ, τί λαλήσετε. Οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα
τοῦ Πατρὸς ἡμῶν, τὸ λαλοῦν ἐν ὑμῖν. Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον,
καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς.
Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος,
οὗτος σωθήσεται.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου καὶ
κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Προσόμοιον. Ἦχος πλ.
β΄. Ὅλην ἀποθέμενοι.
Θείας ἐπιγνώσεως, τὰς μυστικὰς λαμπηδόνας, χάριτι
δεξάμενος, τοῦ Ἁγίου Πνεύματος, ἐν καρδίᾳ σου, νύκτα κατέλιπες, τὴν
ζοφωδεστάτην, ἀσεβῶν τῆς ματαιότητος, καὶ ἐξανέτειλας, τῇ ἀνατολῇ τῆς ἀθλήσεως,
ὡς ἑωσφόρος μέγιστος, τῷ τῆς Ἐκκλησίας πληρώματι. Ὅθεν τὰς καρδίας, καταύγασον
Νικήτα καὶ ἡμῶν, τῷ φωτισμῷ τῆς δοθείσης σοι, δωρεᾶς μακάριε.
ᾨδὴ
ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀπολαύων τοῦ ξύλου, τῆς ζωῆς ἐν ὑψίστοις, Νικήτα
Μάρτυς Χριστοῦ, δυσώπει παῤῥησίᾳ, τὸν Κύριον τῆς δόξης, ἁγιᾶσαι τοὺς ψάλλοντας·
Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δεδεγμένος ὑψόθεν, τῶν θαυμάτων τὴν χάριν, Νικήτα
Μάρτυς Χριστοῦ, θεράπευσον τὰς νόσους, ψυχῶν τε καὶ σωμάτων, τῶν ἐν πίστει
βοώντων σοι· Χαίροις Μαρτύρων φαιδρά, προσθήκη θεομάκαρ.
Μαρτυρίου τελέσας, τὸ ἀγώνισμα Μάρτυς, ἀκαταπλήκτῳ
ψυχῇ, μετέλαβες τῆς ἄνω, Νικήτα εὐφροσύνης, ἧς ἡμᾶς καταξίωσον, τοὺς προσιόντας
τῇ σῇ, παμμάκαρ ἀντιλήψει.
Θεοτοκίον.
Λυπηρῶν ἀνηκέστων, τῶν ἐν βίῳ συντήρει, ἀπαρατρώτους
Ἁγνή, καὶ πλήρωσον ἀῤῥήτου, χαρᾶς καὶ εὐφροσύνης, τοὺς ἐν πίστει βοῶντάς σοι·
Χαῖρε Παρθένε σεμνή, τοῦ κόσμου προστασία.
ᾨδὴ
η΄. Τὸν Βασιλέα.
Ὁ τῆς Νισύρου, γόνος θεόφρον Νικήτα, ἀντιλήψεως σου
θείας τῇ μαχαίρᾳ, νέκρωσον σαρκός μου, τὰς ἐμπαθεῖς ὀρέξεις.
Οἰκτείρησόν με, τῇ ἀντιλήψει σου Μάρτυς, τὰ συμφέροντα
βραβεύων τῇ ψυχῇ μου, ἵνα σε γεραίρω, τὸν νέον στεφανίτην.
Ῥῶσιν χορήγει, καὶ τὴν κατ᾿ ἄμφω ὑγείαν, τοῖς
προσπίπτουσι τῇ θείᾳ σου Εἰκόνι, ἐξ ἧς ἀναβλύζει, ἡ χάρις σου Νικήτα.
Θεοτοκίον.
Ὅρμον Παρθένε, ἐν πειρασμῶν τῷ πελάγει, τῆς πρεσβείας
σου εὑράμενοι τὴν χάριν, μακαρίζομέν σε, ὡς μόνην Θεοτόκον.
ᾨδὴ
θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων συμπολίτης, Νικήτα ὑπάρχων, ὑπὲρ ἡμῶν σὺν
αὐτοῖς καθικέτευε, ἵνα χαρᾶς τῆς ἀφράστου, κατατρυφήσωμεν.
Ἀξίωσον Νικήτα, θεῖε Νεομάρτυς, τῆς ἁμαρτίας ἐκκλίνειν
τὰς τρίβους με, ὡς ἐναθλήσας νομίμως, Χριστοῦ τῷ ἔρωτι.
Ὁ νέος Ἀθλοφόρος, τοῦ Παμβασιλέως, ταύτην Νικήτα τὴν
δέησιν πρόσδεξαι, ἀντιπαρέχων πλουσίως, πᾶσι τὴν χάριν σου.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἡ τὸν Θεὸν ἀπειράνδρως
κυήσασα, αὐτὸν δυσώπει σωθῆναι, τοὺς ὑμνολόγους σου.
Τὸ
Ἄξιόν ἐστι καὶ τὰ Μεγαλυνάρια.
Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, ἔνδοξε Νικήτα, ὁ νικήσας
μαρτυρικῶς, τυράννων ἀπίστων, ὀφρὺν τὴν ἐπηρμένην, καὶ νίκης φερωνύμως, λαβὼν
τὸν στέφανον.
Χαίροις τῆς Νισύρου θεῖος βλαστός, καὶ τῶν Ἀθλοφόρων,
ὁ θεσπέσιος κοινωνός· χαίροις ὁ τὴν Χίον, αἱμάτων σου τιμίων, τοῖς ῥείθροις
ἁγιάσας, Νικήτα ἔνδοξε.
Στῦλος ἀπερίτρεπτος ἀληθῶς, ὤφθης τῆς πατρῴας,
εὐσεβείας Μάρτυς Χριστοῦ, ἀνδρῶν ἀσεβείας, αἰσχύνας τὴν ἀπάτην, Νικήτα τοῖς
ἀγῶσι, τοῦ μαρτυρίου σου.
Πάρεσο ἀκοίμητος βοηθός, ἔνδοξε Νικήτα, Νεομάρτυς τοῦ
Ἰησοῦ, τοῖς ὑμνολογοῦσι, λαμπρῶς τὴν ἄθλησίν σου, καὶ ἐπιβοωμένοις, τὴν
προστασίαν σου.
Πλάνην τῶν τυράννων καταλιπών, ἔρωτι ἀστέκτῳ,
ὡμολόγησας τὸν Χριστόν, ᾧ καὶ προσηνέχθης, εὐπρόσδεκτος θυσία, ἀποτμηθεὶς
Νικήτα, ξίφει τὴν κάραν σου.
Θρόνῳ παριστάμενος εὐκλεῶς, τοῦ Παμβασιλέως, οἷα
Μάρτυς περιφανής, Νικήτα θεόφρον, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ἐπικαλουμένων, τὴν
προστασίαν σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν,
εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως
καὶ Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ξίφει τὸν αὐχένα σου τμηθείς, ἐν ἐσχάτοις χρόνοις
Νικήτα, ὑπὲρ τῆς δό-ξης Χριστοῦ, τῶν τυράννων ᾔσχυνας, τὴν ματαιότητα, καὶ
ἀξίως ἀπέ-λαβες, χειρὶ τῇ ἀκτίστῳ, στέφανον τὸν ἄφθαρτον, τῆς νίκης ἔνδοξε.
Ὅθεν παῤῥησίαν ὡς ἔχων, πρέσβευε ἀπαύστως σωθῆναι, τὰς ψυχὰς τῶν πίστει
εὐφημούντων σε.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ
Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δι᾿ εὐχῶν τῶν ἁγίων...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου