ΝΟΕΜΒΡΙΟΣ ΚΒ΄!!
ΙΑΚΩΒΟΣ ΟΣΙΟΣ ΤΣΑΛΙΚΗΣ ΕΥΒΟΙΑΣ
ΑΚΟΛΟΥΘΙΑ
(Ἰωὴλ
μητροπολίτου Ἐδέσσης)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α’. Τῶν
οὐρανίων ταγμάτων.
Τοῦ
Λιβισίου τὸν γόνον σεμνὸν Ἰάκωβον, τὸν ὕστερον ἐν Μάνδρᾳ, τοῦ Δαυΐδ προεστῶτα,
πρεσβύτερον ὁμοῦ τε καὶ μοναχόν, ἐπαινέσωμεν ἅπαντες, ὥσπερ γὰρ ἄγγελος ὤφθη
ἐπὶ τῆς γῆς, τοῦ Κυρίου Παντοκράτορος.
Τὴν
θαυμαστὴν βιοτήν σου Πάτερ Ἰάκωβε, ἐν τῇ σεπτῇ Μονῇ σου, τῶν Ἀγγέλων ὁ δῆμος,
ἐθαύμασε καὶ ὕμνησε τὸν Χριστόν, τὸν πλουσίως κοσμήσαντα, σὲ τὸν φιλόθεον ἄνδρα
ταῖς ἀρεταῖς, καὶ χαρίσμασι τοῦ Πνεύματος.
Τῶν
εὐσεβῶν σου τοκέων γόνος πανθαύμαστος, ὑπάρχων θεοφόρε, ἐκ μικρᾶς ἡλικίας,
ἠγάπησας τὸν Κύριον Ἰησοῦν, καὶ τὰ τούτου ἐντάλματα· διὸ καὶ γέγονας πᾶσιν ὁ
ὁδηγός, πρὸς τὰ κρείττω ἀσφαλέστατα.
Ἐξ
ἁπαλῶν σου ὀνύχων Πάτερ Ἰάκωβε, εὐχάς τε καὶ δεήσεις, ἐγκαρδίως θεόφρον,
ἐξέπεμπες πρὸς Κύριον θεμουργῶς, ὡς εὐχῆς ἐργαστήριον· διὸ αἰτοῦμεν λιτῶν σου
τὴν ἀρωγήν, ἐν τῷ βίῳ ἀξιάγαστε.
Δόξα.
Ἦχος β΄.
Πάτερ
Ὅσιε, τὴν ψυχήν σου καθῆρας τῇ ἀσκήσει καὶ πόνοις, οὐδὲν ἡγησάμενος τὰ τερπνὰ
τοῦ βίου, καὶ φωτὶ τῶν θεουργῶν ἀρετῶν ἀπαστράπτων, ἐν τῇ νήσῳ Εὐβοίας, γέγονας
ποδηγὸς ἄριστος τῶν συνόντων σοι, μοναστῶν καὶ κοσμικῶν· διὸ καὶ τὴν ἐτήσιον
μνήμην σου τελοῦντες, ἐκτενῶς βοῶμέν σοι· Ἅγιε Ἰάκωβε, ταῖς σαῖς λιταῖς
πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Σήμερον
τῷ Ναῷ προσάγεται, ἡ Πανάμωμος Παρθένος, εἰς κατοικητήριον τοῦ παντάνακτος
Θεοῦ, καὶ πάσης τῆς ζωῆς ἡμῶν τροφοῦ. Σήμερον τὸ καθαρώτατον ἁγίασμα, ὡς
τριετίζουσα δάμαλις, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσάγεται· ταύτῃ ἐκβοήσωμεν, ὡς ὁ
Ἄγγελος· Χαῖρε μόνη ἐν γυναιξὶν εὐλογημένη
Εἰς
τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πόθῳ
θεοφιλεῖ, εἰσῆλθες ἐν τῇ Μάνδρᾳ Δαυΐδ τοῦ πανοσίου, καὶ ἤστραψας ὡς ἄστρον,
πολύφωτον Ἰάκωβε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Σχῆμα
τῶν μοναστῶν, ἀξίως ἐνεδύθης, ὁμοῦ καὶ ἀμπεχόνην, θυτῶν ἱερωτάτην, Ἰάκωβε
θεόληπτε.
Στ.: Μνήσθητι Κύριε τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Δένδρον
ἀειθαλές, ἐφύης Παρακλήτου, καρποὺς ποιῶν πλουσίους· διὸ καὶ ἐν Ἑλλάδι, πολλοὺς
πιστοὺς ἐξέθρεψας.
Δόξα.
Τριαδικόν.
Ὅσιε
τοῦ Θεοῦ, Ἰάκωβε παμμάκαρ, Τριάδι τῇ Ἁγίᾳ, πρεσβεύων μὴ ὀκνήσῃς, ὑπὲρ ἡμῶν
πανάριστε.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Φῶς
σε τὸ τριλαμπές, ἀνάψαν Θεοτόκε, ἐν τῷ ναῷ τῆς δόξης, οὐράνιον τροφήν σοι,
ἐκπέμπει μεγαλύνον σε.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Λιβισίου
τὸν γόνον καὶ Εὐβοίας τὸ καύχημα, τῆς Μονῆς Δαυΐδ τοῦ Ὁσίου, θεοφόρον Ἰάκωβον,
τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, μιμούμενοι αὐτοῦ ταῖς ἀρεταῖς, ἰατρείας γὰρ
παρέχει παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα
τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος γ’. Θείας πίστεως.
Χαίρει
ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος, νῆσος Εὐβοίας, καὶ τοῦ Ὁσίου Δαυΐδ
ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε Πάτερ Ἰάκωβε, σὺ
γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'
Σήμερον
τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν
Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι
προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ
Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ.
Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ’, καὶ
ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ’. Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος
Ὢ
τοῦ παραδόξου θαύματος! προϋπογράφεται νῦν, τὸ ἐσόμενον ἄῤῥητον, ἐν συμβόλοις
σήμερον, ὁρατοῖς τὰ νοούμενα· ἡ φῶς γὰρ κόσμῳ, θεῖον ἐκλάμψουσα, νυμφαγωγεῖται,
πρὸς Ναὸν ἔνθεον, ἣν εὐφημήσωμεν, ὡς ναὸν θεότητος ὑπερφυῆ, ἅγιον ἀείφωτον, τοῦ
φωτοδότου Χριστοῦ.
Ὄντως
ἀπαρχὴν εὐσπρόδεκτον, Ἰωακεὶμ ὁ σοφός, σὺν τῇ Ἄννῃ προσήνεγκαν, τῷ καταξιώσαντι
θεῖον δοῦναι καρπὸν αὐτοῖς, καὶ Θεόπαιδα, κόρην Μαρίαν σαφῶς, δι' ἧς τῆς λύπης,
ἐλύθη ὄφλημα, ἣν ἀνυμνήσωμεν, εὐσεβῶς γηθόμενοι· τῆς γὰρ χαρᾶς, πρόξενος
γεγένηται, παντὶ τῷ κόσμῳ αὐτῇ.
Δεῦτε
μυστικῶς συνδράμωμεν, καὶ προεξάρξωμεν νῦν, ταῖς λαμπάσι τῆς πίστεως,
καταλαμπρυνόμενοι, τῆς Παρθένου τὴν πρόοδον· Ναὸν Θεοῦ γάρ, δόξῃ εἰσέρχεται,
προμνηστευθεῖσα, σαφῶς τῷ Πνεύματι, ἧς ἑορτάσωμεν, τὴν τερπνὴν πανήγυριν,
θεοπρεπῶς, πάντες εὐωχούμενοι, ἐν τῇ Εἰσόδῳ αὐτῆς.
Καὶ
γ’ τοῦ Ὁσίου. Ἦχος δ’. Ὡς γενναῖον ἐν Μάρτυσι.
Λιβισίου
τὸ βλάστημα, καὶ Εὐβοίας τὸ κόσμημα, καὶ Μονῆς Ὁσίου Δαυΐδ τὸν ἔξαρχον,
ἀρχιμανδρίτην Ἰάκωβον, τοῦ Πνεύματος ὄργανον, μοναστῶν τὴν καλλονήν, ἱερέων
εὐπρέπειαν, τὸ θησαύρισμα, Ἐκκλησίας ἁπάσης τῆς Ἑλλάδος, ἐγκωμίοις ἐγκαρδίοις,
ἀνευφημήσωμεν ἅπαντες.
Ἐκ
παιδὸς ἡγησάμενος, ὡσεὶ χόρτον τὰ πρόσκαιρα, ἐν γονάτων κάμψεσι καὶ δεήσεσι, ὡς
ἐπουράνιος ἄγγελος, ἐσχόλαζες Ὅσιε, διδαχθεὶς ὑπὸ τῶν σῶν, γεννητόρων Ἰάκωβε,
πολυσέβαστε, διὰ τοῦτο ὁ ἦχός σου ἠκούσθη, ἐν τῇ κώμῃ τῶν Φαράκλων, καὶ τὸν
Χριστὸν πάντες ὕμνησαν.
Ἐν
ἐσχάτοις τοῖς ἔτεσιν, ἐν τῇ Λίμνῃ διέπρεψας, τῆς Εὐβοίας Ὅσιε τῇ ἀσκήσει σου,
σκληραγωγίαις Ἰάκωβε, ῥοαῖς τῶν δακρύων σου, καὶ δεήσεσι πολλαῖς, καὶ παννύχοις
ταῖς στάσεσιν, ὥσπερ ἄγγελος, διὰ τοῦτο τὸν ὄφιν ἀπεπνίξω, καὶ τὰ πάθη τὰ ποικίλα,
ἀνδροπρεπῶς ἐξηφάνισας.
Δόξα.
Ἦχος πλ. β΄.
Ὅσιε
Πάτερ, θεοειδὴς ὅλος χρηματίσας, σεαυτὸν ἀπέστησας τῆς κοσμικῆς συγχύσεως, καὶ
ὤφθης ὡς δένδρον κατάκαρπον, ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου σου· ἀκλινῶς γὰρ τὴν
στενὴν τρίβον ἤνυσας, καὶ πρὸς τὴν ἄνω χορείαν κατήντησας, γεγονῶς τῶν Ὁσίων
συνέστιος· διὸ καὶ ἡμεῖς πατέρα σε ἔγνωμεν, καὶ ἐγκαρδίως λέγομεν· χαίροις
ἄνθραξ τηλαυγέστατε, ὁ καταφλέξας τοὺς δαίμονας, τοὺς πολλάκις θελήσαντες, κατὰ
σοῦ ἐπιτεθῆναι· χαίροις μυσταγωγὲ ἄριστε, ἱερωσύνης στολὴν ἐνδυσάμενος, καὶ τὴν
ἀναίμακτον θυσίαν, ἐπιτελῶν γηθοσύνως· χαίροις ὁ διατηρήσας, τοῦ Θεοῦ τὴν
εἰκόνα ἄμεμπτον, καὶ πρὸς τὸ καθ’ ὁμοίωσιν ὁδεύσας, τὸν χαρακτῆρα ἐν ἑαυτῷ, τοῦ
Χριστοῦ τιμήσας. Καὶ νῦν Πάτερ Ἰάκωβε, τῷ θρόνῳ τοῦ Κυρίου παριστάμενος, ὡς
ἔχων παῤῥησίαν, μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῆς ἁγίας Μονῆς σου, καὶ πάντων τῶν ἐν
πίστει τιμώντων σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. β'. Σεργίου Ἁγιοπολίτου
Σήμερον
τὰ στίφη τῶν Πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν, καὶ τὴν θεόπαιδα
Παρθένον καὶ Θεοτόκον, ἐν Ναῷ Κυρίου προσαγομένην, εὐσεβῶς ἀνευφημήσωμεν· τὴν
προεκλεχθεῖσαν ἐκ πασῶν τῶν γενεῶν, εἰς κατοικητήριον τοῦ Παντάνακτος Χριστοῦ,
καὶ Θεοῦ τῶν ὅλων, Παρθένοι, λαμπαδηφοροῦσαι προπορεύεσθε, τῆς Ἀειπαρθένου
τιμῶσαι, τὴν σεβάσμιον πρόοδον, Μητέρες, λύπην πᾶσαν ἀποθέμεναι, χαρμονικῶς
συνακολουθήσατε, ὑμνοῦσαι τὴν Μητέρα τοῦ Θεοῦ γενομένην, καὶ τῆς χαρᾶς τοῦ
κόσμου τὴν πρόξενον. Ἅπαντες οὖν χαρμονικῶς, τὸ χαῖρε σὺν τῷ Ἀγγέλῳ ἐκβοήσωμεν,
τῇ Κεχαριτωμένῃ, τῇ ἀεὶ πρεσβευούσῃ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ
Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. ι′.7)
Μνήμη δικαίου μέτ’
ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητὸς ὃς οἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου
καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δὲ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ
ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ
καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα· σεμνὰ γὰρ ἐρῶ,
καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἐξοδοί μου, ἔξοδοι
ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ
προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλήν, καὶ
γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ
δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν.
Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ
μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει
ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῶ. Μετὰ δικαιοσύνης πάντα
τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα
εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν
ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε πνεύματος.
Σοφίας Σολομῶντος τὸ
Ἀνάγνωσμα. (Κεφ. γ´ 1 - 9)
Δικαίων δὲ ψυχαὶ ἐν χειρὶ
Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ
ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καί ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν
εἰρήνῃ. καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς
καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. καὶ
ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες
ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει
αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. οἱ πεποιθότες ἐπ᾿ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ
οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. ζ′.7)
Δίκαιος, ἐὰν φθάσῃ
τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ
ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Εὐφραίνου ἐν Κυρίῳ, ἡ τοῦ
Ὁσίου Δαυΐδ μάνδρα, ὡς ἔχουσα ἐν τοῖς κόλποις σου, ὡς χρυσίον πεπυρωμένον, τὸν
σημειοφόρον τάφον, τοῦ πανευφήμου Ἰακώβου τοῦ νέου. Οὗτος γὰρ ὁ μακάριος,
ἐραστὴς τῆ ςμοναδικῆς πολιτείας γενόμενος, καὶ ἀμφιασθεὶς τὸν χιτῶνα τῆς
ἱερωσύνης, πολλοὺς ἐν τῇ ἁμαρτίᾳ κειμένους ἀνέστησαε, καὶ τοῦ Χριστοῦ τῇ
δυνάμει, πλῆθος σημείων ἐτέλεσε· διὸ καὶ ἡμεῖς πρὸς αὐτόν, ἱκέτιδας τείνομεν
χεῖρας, καὶ θερμῶς ἀντιβολοῦμεν· θαυματουργὲ Πάτερ, ἱκέτευε διηνεκῶς τὸν
Κύριον, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Ὑψώθης ὡς κέδρος ὑψίκομος,
ἐν τῇ Μονῇ Δαυΐδ τοῦ Ὁσίου, πολλοὺς καρποὺς ἐνέγκας, Πάτερ Ἰάκωβε. Σὺ γὰρ τῇ σῇ
χάριτι ἐξέθρεψας, τὸν λαὸν τοῦ Θεοῦ, ἐπιτελῶν σημεῖα, ἰώμενος τοὺς ἀσθενεῖς,
νουθετῶν τοὺς προσερχομένους σοι, ἁγιάζων ὡς θύτης πάντας τοὺς πιστούς,
ποδηγετῶν τοὺς μοναχούς, καὶ θαυμαστῶς προλέγων, τὰ πρὸς σωτηρίαν ῥήματα τοῖς
ανθρώποις· ὅθεν Γέρον μακάριε, ἐξ αὐτῶν ὠθούμενοι λέγομεν· ἀσκητὰ πανθαύμαστε,
γενοῦ ἡμῖν ἀρωγὸς καὶ προστάτης, φυλάττων ἡμᾶς, ἀπὸ πάσης κακότητος καὶ
ἐπινοίας, τοῦ ἀρχεκάκου δράκοντος.
Ἦχος γ’.
Ἐγώ εἰμι γῆ καὶ σπόδος,
πολλάκις ἔλεγες τοῖς συνοῦσί σοι, Ὅσιε Ἰάκωβε. Σὺ γὰρ ὤφθης τῆς ταπεινώσεως
σύζυγος, ἁπλοῦς καὶ φιλάνθρωπος, καθ’ ἑκάστην ἡμέραν ἐν τῇ Μονῇ, τὰ οἰδήματα
τῆς ψυχῆς θεραπεύων, τῶν προσερχομένων ἐν σοὶ μετὰ πίστεως· ἄλλων μὲν ἐν
διακρίσει πολλῇ, τὴν ἀλαζονείαν ἀπέκοπτες, ἑτέρων δὲ ὡς ἔμπειρος τοῦ Χριστοῦ
ἰατρὸς ἰάσω, τῆς ἁμαρτίας τὰ πολύμορφα τραύματα, τύπος γενόμενος τοῖς
μονάζουσι, καὶ κοσμικοῖς ὁμοίως, οὓς τῇ σῇ χάριτι ἐνισχύεις, πρεσβεύων πρὸς
τοῦτο, Ἰησοῦ τῷ Σωτῆρι, θεομακάριστε.
Ἦχος δ΄.
Βίον ἔχων ἀκηλίδωτον
ἄμικτον, τοῦ Ἁγίου Πνεύματος γέγονας καταγώγιον, καὶ ὡς ἥλιος ἄστραψας, ἐν τοῖς
ἐσχάτοις χρόνοις, αὐγάζων τῆς ψυχῆς τὴν σκοτόμαιναν, πολλῶν μερόπων πανόσιε
Ἰάκωβε· διὸ καὶ μετὰ θάνατον, εἰς ἀγάπης ἀντέκτισιν, ὁ τῶν ἀγαθῶν ποιητὴς
Κύριος, τὸν τάφον σου ἀνέδειξεν, ἰατρεῖον ἀδάπανον, τῶν ποικίλως νοσούντων,
πηγὴν χαρᾶς καὶ εὐφορίας, παιδίων ἁπαλῶν, καὶ ὠρίμων ἀνθρώπων, φυγαδευτήριον
δαιμόνων, καὶ πολλῶν δωρεῶν τοῖς πιστοῖς πρόξενων. Ὃν καὶ ἡμεῖς προσκυνοῦντες,
σοῦ δεόμεθα, ταῖς σαῖς εὐχαῖς λυτρωθῆναι, ἐκ τῶν λυπηρῶν τοῦ βίου, καὶ τῆς
πολλῆς κατηφείας, τῶν ἁμαρτιῶν ἡμῶν.
Δόξα. Ἦχος πλ. α΄.
Ἐν τῇ ταπεινώσει σου τὰ
ὑψηλὰ ἐκτήσω, ὡς ἔνσαρκος ἄγγελος, Πάτερ Ἰάκωβε· ἐν σοὶ γὰρ ἀνεπαύσατο τὸ Ἅγιον
Πνεῦμα, κατὰ τὴν φωνὴν τοῦ Κυρίου τὴν λέγουσαν· ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ
τὸν ταπεινὸν καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους· διό σε ὁ Χριστὸς
ἐδόξασε, καὶ ἐν ζωῇ καὶ μετὰ θάνατον, χορηγῶν σοι τὴν ἰαματικὴν χάριν, πρὸς
στήριξιν ἡμῶν τῶν ἀδυνάτων, Ὃν καθικέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Ἐπέλαμψεν
ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ
μετὰ τόκον Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ
πρέσβυς, ὁ γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν
θλιβομένων, ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος.
Εὐφραινέσθω Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς
τριετίζουσαν δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι
σκιρτήσατε, καὶ στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ
προορισθεῖσα Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Εἰς
τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, Μικρᾶς Ἀσίας
βλαστέ, τῆς μικροκώμης Λιβισίου ἐγκαύχημα, Φαράκλων κόσμημα μέγα, νήσου Εὐβοίας
φωστήρ, τοῦ Δαυΐδ τῆς μάνδρας ἐγκαλλώπισμα, πατέρων ἀγλάϊσμα, μοναστῶν τὸ
ὑπόδειγμα, τῶν ἱερέων, τοῦ Χριστοῦ σεμνολόγημα, καὶ πιστῶν βροτῶν, ποδηγὸς
ἀκριβέστατος, σκεῦος τοῦ θείου Πνεύματος, ἀσκήσεως ἔρεισμα, τῆς διακρίσεως
λύχνος, ἐσχάτων χρόνων ὁ Ὅσιος, καὶ τῆς Ἐκκλησίας, ἡ εἰκὼν καλοῦ ποιμένος,
σεμνὲ Ἰάκωβε.
Στ.: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί Σου
ἀγαλλιάσονται.
Χαίροις,
ἀσκητικῆς ἀγωγῆς, καθηγητής τε καὶ διδάσκαλος πάντιμος, ἀνδρῶν τῶν σημειοφόρων,
ἐν τοῖς ἐσχάτοις καιροῖς, χρηματίσας πρῶτος ἀξιάγαστε, Ἀγγέλων ὁ σύσκηνος,
ἀντιδίκου τὸ θρήνημα, ὁ καταπνίξας, ταῖς ῥοαῖς τῶν δακρύων σου, τοῦ δεινοῦ
σατάν, τὰς ἀγέλας Ἰάκωβε, κλέος τὸ ἀνεπίφθονον, νηστείας ὁ σύζυγος, ὁ ἀβιάστως
ἐκλέξας, ζωὴν τὴν ὄντως εὐφρόσυνον· διὸ καὶ τιμῶμεν, ἐτησίως τὴν σὴν μνήμην,
θεοχαρίτωτε.
Στ.: Μνήσθητι Κύριε τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Ὅλος, ἀνατεθεὶς τῷ Θεῷ, ἐξ
ἡλικίας ἁπαλῆς ἀξιότιμε, τοῦ Πνεύματος τοῦ Ἁγίου, σκεῦος ἐδείχθης σεπτόν, καὶ
πολλῶν χαρίτων Πάτερ ἔτυχες· διὸ καὶ ἑώρακας, Χαραλάμπην τὸν Ἅγιον, Παρασκευήν
τε τὴν ὁσίαθλον Μάρτυρα, τοὺς ἰάσαντας, τῆς σαρκός σου τοὺς σκώλωπας, εἶτα δὲ
τὸν πανεύφημον, Δαυΐδ θεῖον γέροντα, τόν σοι πολλάκις καθ’ ὕπαρ, ἐμφανισθέντα
Ἰάκωβε, σὺν τούτοις δὲ πᾶσιν, Ἰωάννην Προκοπίου, τὸ μέγα καύχημα.
Δόξα. Ἦχος πλ. δ΄.
Ὅσιε Πάτερ, τὸν ἁγιώτατον
φόβον τοῦ Θεοῦ ἐκ παιδός, ἐν τῇ καρδίᾳ σου ἔχων, τὸ σκοτίζον τῆς σαρκὸς τὸ
φρόνημα, ἀνδρικῶς διεσκέδας, σὺ γὰρ τοῖς θεοσδότοις πλουτισθεὶς χαρίσματα,
ὕψωσας τὸν νοῦν σου, ὑπὲρ τὰ ὁρώμενα, κατὰ σκοπὸν διώκων, πρὸς τὸ βραβεῖον τῆς
ἄνω κλήσεως, ὅπερ εἴληφας, ἐκ χειρὸς τοῦ παντάνακτος, Ὃν καθικέτευε Ὅσιε
Ἰάκωβε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε
πάντες οἱ λαοί, τὴν μόνην ἀμώμητον ἐγκωμιάσωμεν, τὴν ἐκ τῶν Προφητῶν
προκηρυχθεῖσαν, καὶ ἐν Ναῷ προσενεχθεῖσαν, τὴν πρὸ αἰώνων προορισθεῖσαν Μητέρα,
καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀναδειχθεῖσαν Θεοτόκον, Κύριε πρεσβείαις αὐτῆς, τὴν
εἰρήνην σου παράσχου ἡμῖν, καὶ τὸ μέγα ἔλεος.
Νῦν
ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α’. Τῆς ἐρήμου πολίτης.
Λιβισίου
τὸν γόνον καὶ Εὐβοίας τὸ καύχημα, τῆς Μονῆς Δαυΐδ τοῦ Ὁσίου, θεοφόρον Ἰάκωβον,
τιμήσωμεν ἐν ὕμνοις καὶ ᾠδαῖς, μιμούμενοι αὐτοῦ ταῖς ἀρεταῖς, ἰατρείας γὰρ
παρέχει παντοδαπάς, τοῖς πίστει ἀνακράζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα
τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.
Δόξα.
Ἦχος γ’. Θείας πίστεως.
Χαίρει
ἔχουσα, σὲ παραστάτην, ἡ πολύφημος, νῆσος Εὐβοίας, καὶ τοῦ Ὁσίου Δαυΐδ
ἐπαγάλλεται, ἡ θεία Μάνδρα τὸν τάφον σου ἔχουσα, θεοχαρίτωτε Πάτερ Ἰάκωβε, σὺ
γὰρ χάριτας, βλυστάνεις ἡμῖν ἑκάστοτε, ὡς ῥεῦμα Παρακλήτου ἀνεπίσχετον.
Καὶ
νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'
Σήμερον
τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν
Ναῷ τοῦ Θεοῦ τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι
προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας τοῦ
Κτίστου ἡ ἐκπλήρωσις.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α' Στιχολογίαν, Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ
Ἰάκωβον
σεμνόν, Λιβισίου τὸν γόνον, καὶ μέγαν ἀσκητήν, ἐν ἐσχάτοις τοῖς χρόνοις, τὸν
ὅσιον ἡγούμενον, ἐπαινέσωμεν ᾄσμασιν, ὡς γὰρ ἄγγελος, ἐπὶ τῆς ἐπεγνώσθη, τὰ
ἀθροίσματα, τῶν Ὀρθοδόξων παιδεύων, τοῖς θείοις διδάγμασιν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δικαίων
ὁ καρπός, Ἰωακεὶμ καὶ τῆς Ἄννης, προσφέρεται Θεῷ, Ἱερῷ ἐν ἁγίῳ, σαρκὶ
νηπιάζουσα, ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἣν ηὐλόγησεν, ὁ ἱερὸς Ζαχαρίας. Ταύτην
ἅπαντες, ὡς τοῦ Κυρίου Μητέρα, πιστῶς μακαρίσωμεν.
Μετὰ
τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Ὁ
τάφος σου πηγή, ἁγιάσματος ὤφθη, ἰᾶται γὰρ πιστῶν, τὰ νοσήματα πάντα, καὶ
δίδωσι παράκλησιν, τοῖς πενθοῦσι καὶ κλαίουσι, καὶ τὰ πνεύματα, τὰ πονηρὰ
ἐκδιώκει, διὰ τοῦτό σε, ὡς τοῦ Χριστοῦ ὄντως δοῦλον, Ἰάκωβε μέλπομεν.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ
Πρὸ
συλλήψεως Ἁγνή, καθηγιάσθης τῷ Θεῷ, καὶ τεχθεῖσα ἐπὶ γῆς, δῶρον προσήχθης νῦν
αὐτῷ, ἀποπληροῦσα πατρῴαν ἐπαγγελίαν. Τῷ θείῳ δὲ Ναῷ, ὡς θεῖος ὄντως ναός, ἐκ
βρέφους καθαρῶς, μετὰ λαμπάδων φαιδρῶν, ἀποδοθεῖσα ὤφθης δοχεῖον, τοῦ ἀπροσίτου
καὶ θείου Φωτός. Μεγάλη ὄντως, ἡ πρόοδος σου, μόνη Θεόνυμφε καὶ ἀειπάρθενε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Πάτερ
Ἰάκωβε, ἐν τῇ καρδίᾳ σου, ἔσχες τὸν Κύριον, τὸν Παντοκράτορα· διὸ τὰ τόξα τοῦ
ἐχθροῦ, συνέτριψας καὶ ἔχαιρες, ὥσπερ δὲ οἱ Ἄγγελοι, τὸ σὸν πρόσωπον ἔλαμπεν,
ὅτε τὴν οὐράνιον, λειτουργίαν προσέφερες, καὶ πᾶσι τὴν σὴν χάριν ἐχορήγεις,
τοῖς λόγοις καὶ τοῖς τρόποις σου μακάριε.
Δόξα.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος πλ. δ'. Τὸ προσταχθὲν μυστικῶς
Ἀγαλλιάσθω
ὁ Δαυῒδ ὁ ὑμνογράφος, καὶ χορευέτω Ἰωακεὶμ σὺν τῇ Ἄννῃ, ὅτι γόνος ἅγιος ἐξ
αὐτῶν προῆλθε· Μαρία ἡ φωτοφόρος θεία λαμπάς, καὶ χαίρει εἰσερχομένη ἐν τῷ Ναῷ,
ἣν καὶ βλέπων ηὐλόγησεν, ὁ Βαραχίου υἱός, καὶ χαίρων ἀνεκραύγαζε· Χαῖρε θαῦμα
παγκόσμιον.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Μνήσθητι Κύριε τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Εὐαγγέλιον Ὁσιακόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος δ’. Στ.: Ἐλέησόν με ὁ Θεός...
Ὅσιε
Πάτερ, ὡς μεγαλόφωνος κῆρυξ, ἐν τῇ Μονῇ τοῦ Ὁσίου Δαυΐδ ἐξέλαμψας· ἔχων γὰρ ἐν
τῇ καρδίᾳ σου ἔνδον, πρὸς τὸν φιλάνθρωπον Κύριον, τῆς ἀγάπης τὸ φίλτρον,
διδάσκαλος ὤφθης, τῆς ἀρετῆς ἀκριβέστατος, ποδηγῶν πρὸς τὰ κρείττω, ῥήμασι
θείοις καὶ θαυμαστῇ βιοτῇ σου, τοὺς συνόντας σοι κοσμικοὺς καὶ μονάζοντας. Οὓς
καὶ τὰ νῦν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου, μὴ παύσῃ φυλάττων Ἅγιε Ἰάκωβε, ἐκ
πάσης περιστάσεως.
Ὁ Κανὼν πρῶτος τῆς Ἑορτῆς, οὗ ἡ Ἀκροστιχὶς μέχρι τῆς ζ' Ὠδής: Σὺ τὴν χάριν, Δέσποινα, τῷ λόγῳ δίδου. Ποίημα τοῦ κυρίου Γεωργίου.
ᾨδὴ
α'. Ἦχος δ'. Ὁ Εἱρμός
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται
Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς
πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Σοφίας πανάχραντε, σὲ
θησαυρὸν ἐπιστάμενοι, καὶ χάριτος βρύουσαν, πηγὴν ἀέναον, τὰς τῆς γνώσεως,
αἰτοῦμέν σε ῥανίδας, ἐπόμβρησον Δέσποινα, τοῦ ἀνυμνεῖν σε ἀεί.
Ὑπέρτερος πάναγνε, τῶν
οὐρανῶν χρηματίσασα, ναὸς καὶ παλάτιον, ἐν τῷ Ναῷ τοῦ Θεοῦ, ἀνατίθεσαι, αὐτῷ
ἑτοιμασθῆναι, εἰς θείαν κατοίκησιν, τῆς παρουσίας αὐτοῦ.
Τὸ φῶς ἀνατείλασα, ἡ
Θεοτόκος τῆς χάριτος, πάντας κατελάμπρυνε, καὶ συνηγάγετο, τὴν ὑπέρλαμπρον,
αὐτῆς κατακοσμῆσαι, πανήγυριν ᾄσμασι· δεῦτε συνδράμωμεν.
Ἡ πύλη ἡ ἔνδοξος, ἡ
λογισμοῖς ἀδιόδευτος, τὰς πύλας διάρασα, τὰς τοῦ Ναοῦ τοῦ Θεοῦ, νῦν
προτρέπεται, ἡμᾶς συνεισελθόντας, τὰ θεῖα θαυμάσια, κατατρυφῆσαι αὐτῆς.
Ὁ α’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς: Ἰάκωβε, λιταῖς σου
ἡμᾶς φρούρησον. Ἰωήλ.
ᾨδὴ
α’. Ἦχος πλ. δ’. Ἁρματηλάτην Φαραώ.
Ἱερατείας τὴν στολὴν
ἐνδέδυσαι, Πάτερ Ἰάκωβε, καὶ τὸν βίον ἔχων, ἐν πολλαῖς ἀσκήσεσι, εἰς ὄρος
ἀνελήλυθας, ἀρετῶν τοῦ Κυρίου, καὶ τύπος πᾶσι γεγένησαι, ἐν ἐσχάτοις χρόνοις
μακάριε.
Ἀνεπιστρόφως τὴν ὁδὸν
ἐβάδισας, τῶν ἐντολῶν τοῦ Χριστοῦ, ἴσος τῶν Πατέρων, τῶν πρὸ σοῦ γεγένησαι,
Ἰάκωβε πανεύφημε, ἐν Εὐβοίᾳ αὐγάσας, τῷ σῷ φωτὶ τοὺς μονάζοντας, καὶ τοὺς
κοσμικοὺς προσιόντας σοι.
Κραταιωθεὶς ἀπὸ παιδὸς
Ἰάκωβε, τοῦ Παρακλήτου αὐγαῖς, τῶν παθῶν τὸν ὄχλον, ἀνδρικῶς ἐσκέδας, καὶ ὤφθης
τοῖς συνοῦσί σοι, εὐσεβείας ὁ κῆρυξ, καὶ ὁ διδάσκαλος πίστεως· ὅθεν τὴν σὴν
μνήμην γεραίρομεν.
Θεοτοκίον.
Ὡς ταπεινοί Σου ὑμνηταὶ
θεόνυμφε, καθικετεύομεν, ταῖς λιταῖς Σου Μῆτερ, τῷ Υἱῷ Σου πρέσβευε, ἵνα
σωθῶμεν ἅπαντες, τῆς φλογὸς τῆς γεέννης, καὶ ἵνα τύχωμεν χάριτος, διὰ τὰ πολλὰ
ἡμῶν πταίσματα.
Ὁ β’ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς: Τὴν σὴν
ποίμνην, Ὅσιε Ἰάκωβε, σκέπε. Ἰωήλ.
ᾨδὴ
α’. Ἦχος πλ. δ’. Ὑγρὰν διοδεύσας.
Τὰ πάθη τοῦ σώματος καὶ
ψυχῆς, ὡς ἔχων τὴν χάριν, τοῦ Κυρίου σου Ἰησοῦ, Ἰάκωβε Πάτερ θεραπεύεις, τῶν
ἐκζητούντων τὴν σὴν ὑποστήριξιν.
Ἡ χείρ σου ἰάτρευσε
θαυμαστῶς, κατ’ ὄναρ τὸ ὄμμα, ἐν τῇ Κύπρῳ τοῦ ἀσθενοῦς, συντρίψας ὀφρὺν τοῦ
ἀντιδίκου, θεοχαρίτωτε Πάτερ Ἰάκωβε.
Νικαίας ποιμένος τῆς
κεφαλῆς, αἱμάτωμα Πάτερ, διαλύεις ταῖς σαῖς εὐχαῖς, ποιήσας Σταυροῦ τοῦ
ζωηφόρου, τὸ θεῖον σχῆμα Ἰάκωβε Ὅσιε.
Θεοτοκίον.
Σωτῆρα κυήσασα τῶν βροτῶν,
γενοῦ μοι ἐν βίῳ, κυβερνῆτις καὶ βοηθός, πανάχραντε Κόρη Θεοτόκε, διασκεδάζουσα
πάθη τὰ ἄτοπα.
Καταβασία
Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ
οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε· ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν
εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
ᾨδὴ
γ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα
καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· κἄν τῇ σεπτῇ
Εἰσόδῳ σου, στεφάνων δόξης ἀξίωσον.
Νυμφοστόλος σήμερον
ἐδείχθη, τερπνὸς τῆς Παρθένου ὁ ναός, καὶ θάλαμος δεχόμενος, τὴν ἔμψυχον
παστάδα Θεοῦ, τὴν καθαρὰν καὶ ἄμωμον, καὶ λαμπροτέραν πάσης κτίσεως.
Δαυῒδ προεξάρχων τῆς χορείας,
σκιρτᾷ καὶ χορεύει σὺν ἡμῖν, καὶ Βασιλίδα κράζει σε, πεποικιλμένην Ἄχραντε,
παρισταμένην πάναγνε, ἐν τῷ Ναῷ τῷ Βασιλεῖ καὶ Θεῷ.
Ἐξ ἧς ἡ παράβασις προῆλθεν,
ἡ πάλαι τῷ γένει τῶν βροτῶν, ἐκ ταύτης ἡ ἀνόρθωσις, καὶ ἀφθαρσία ἤνθησεν, ἡ
Θεοτόκος σήμερον, προσαγομένη ἐν τῷ οἴκῳ Θεοῦ.
Σκιρτῶσιν Ἀγγέλων
στρατηγίαι, καὶ πάντων ἀνθρώπων ἡ πληθύς, καὶ πρὸ προσώπου Πάναγνε,
προστρέχουσί σου σήμερον, λαμπαδηφόροι κράζουσαι, τὰ μεγαλεῖά σου ἐν οἴκῳ Θεοῦ.
Ὁ
α’ τοῦ Ὁσίου. Ὁ στερεώσας κατ’ ἀρχάς.
Βαρυαλγοῦντας ἀσθενεῖς,
ἰατρεύσας θεοφόρε, καθηγούμενε Ἰάκωβε λιταῖς σου, παῤῥησίαν γὰρ πολλήν, ἐκ τοῦ
Δεσπότου εἴληφας, καὶ χάριν ἰαμάτων, ὡς ἀμοιβὴν τῶν καμάτων σου.
Ἐν τῷ ἀέρι θαυμαστῶς,
ἐνεφανίσθης θεόφρον, καὶ ἐκράτησας χερσί σου ἁγίαις, ἀερόπλοιον δεινῶς, τρωθὲν
Πάτερ Ἰάκωβε, ὑπὸ σφοδρῶν πληγμάτων, τῶν κεραυνῶν ἀξιάγαστε.
Λύσας τὰς πλάκας τῆς
σαρκός, ταῖς σαῖς ἀσκήσεσι Πάτερ, καὶ τῇ χάριτι Ἰάκωβε Κυρίου, ὡς ἐλεύθερον
πτηνόν, ἀνήχθης πρὸς τὰ δώματα, τοῦ οὐρανοῦ μετέχων, ζωῆς ἀφάτου λαμπρότητος.
Θεοτοκίον.
Ἰσχύϊ Σου τοῦ πονηροῦ,
σύντριψον κέντρα κακίας, καὶ τὰ τόξα πονηρίας τὰ ποικίλα, προφυλάττουσα
πιστούς, Παρθένε τοὺς ὑμνοῦντάς Σε, καὶ ἐκζητοῦντας πόθῳ, τὴν Σὴν ἁγίαν
ἀντίληψιν.
Ὁ
β’ τοῦ Ὁσίου. Οὐρανίας ἁψῖδος.
Ἡ ἁγία Μονῆ σου ὡς θησαυρὸν
ἔχουσα, τάφον σου Ἰάκωβε Πάτερ, σκιρτᾷ καὶ γάννυται, ὅτι τοῖς πάσχουσι,
παρέχεις χάριν καὶ ἄκος, τοῖς ἐν πίστει Ἅγιε, ἀσπαζομένοις σε.
Νοσημάτων παντοίων
θαυματουργὸς γέγονεν, Ὅσιε τὸ ἔλαιον ὄντως, τοῦ θείου τάφου σου, πολλοὺς γὰρ
ἔσωσεν, ἐκ σαρκικῶν ἀλγηδόνων, ὥσπερ ἐν τῇ μάνδρᾳ σου, σεμνὸν μονάζοντα.
Πυρωθεὶς ἐγκαρδίως ἐξ
ἀγαθοῦ ἔρωτος, πρὸς τὸν σὸν Δεσπότην θεόφρον, πᾶσαν προσπάθειαν, ὅλως
ἀπέῤῥιψας, καὶ τὴν ὁδὸν μοναζόντων, Ὅσιε Ἰάκωβε, χαίρων ἐβάδισας.
Θεοτοκίον.
Ὁ ἐχθρός με πειράζει τοῖς
λογισμοῖς πάντοτε, τῆς ἀπελπισίας Παρθένε, ἀλλὰ πρεσβείαις Σου, τὰ νέφη
σκέδασον, τῶν λυπηρῶν βιοτῆς μου, Σὺ γὰρ ὤφθης πάναγνε, χαρᾶς τὸ αἴτιον.
Καταβασία
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι
ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ
βοήσωμεν· Ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Κάθισμα.
Ἦχος δ'. Ταχὺ προκατάλαβε.
Τὸν
νέον Ἰάκωβον καὶ ἀσκητὴν θαυμαστόν, ὑμνήσωμεν ἅπαντες οἱ προσκυνοῦντες αὐτοῦ,
τὸν τάφον φιλάγιοι· οὗτος γὰρ ἀνετέθη, ἐκ μικρᾶς ἡλικίας, ὥσπερ πάντιμον δῶρον,
τῷ Χριστῷ καὶ Δεσπότῃ· διὸ καὶ ἀνεδείχθη, πιστῶν ὁ διδάσκαλος.
Δόξα...
Καὶ νῦν ... Ἦχος ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ
Ἀναβόησον
Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτή, ἣν ἀνύμνησας ποτέ, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς
θυγατέρα θεόπαιδα καὶ Παρθένον. Ἀπενεχθήσονται εἰπών, τῷ Βασιλεῖ μυστικῶς,
παρθένοι ὄπισθεν αὐτῆς, καὶ αἱ πλησίον αὐτῆς, καὶ θαυμαστὴν ἐργάζου καὶ
παγκόσμιον, τὴν ἑορτὴν τοῖς κραυγάζουσιν. Ἡ Θεοτόκος, ἡμῖν ἐπέστη, τῆς σωτηρίας
ἡ πρόξενος.
ᾨδὴ
δ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ
τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης Ἀββακούμ, κατανοῶν
ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Πύλην ἀδιόδευτον ὁ τοῦ
Θεοῦ, οἶκος εἰσδεχόμενος σήμερον, ἔπαυσε Νόμου, τὴν λατρείαν καὶ σκιάν· Ὡς
ἀληθῶς ἐπέφανε, κράζων τοῖς ἐν γῇ, ἡ ἀλήθεια.
Ὄρος τὸ κατάσκιον ὃ
προορῶν, πάλαι Ἀββακοὺμ προεκήρυξεν, ἔνδον χωρῆσαν, τῶν ἀδύτων τοῦ ναοῦ, τὰς
ἀρετὰς ἐξήνθησε, καὶ κατακαλύπτει τὰ πέρατα.
Ἴδωμεν παράδοξα πᾶσα ἡ γῆ,
ξένα καὶ ἐξαίσια πράγματα, πῶς ἡ Παρθένος, δι' Ἀγγέλου τὴν τροφήν, εἰσδεχομένη
σύμβολα, τῆς οἰκονομίας κομίζεται.
Ναὸς καὶ παλάτιον καὶ
οὐρανός, ἔμψυχος ὀφθεῖσα Θεόνυμφε, τοῦ Βασιλέως, ἐν Ναῷ τῷ νομικῷ, ἀφιεροῦσαι
σήμερον, τούτῳ τηρουμένη πανάχραντε.
Ὁ
α’ τοῦ Ὁσίου. Σύ μου ἰσχύς.
Ταῖς ἀρεταῖς, κεκοσμημένος
Ἰάκωβε, θεοφόρε, ἔστης ἐν τῇ μάνδρᾳ σου, στῦλος καὶ τεῖχος τὸ ἀῤῥαγές, πάντα
ἀποκροῦον, τοῦ πτερνοσκόπου πειράγματα, καὶ τῶν ἐνασκούμενων, τὸν χορὸν ὥσπερ
σκέπη, ταῖς εὐχαῖς σου ἐφύλαττες Ὅσιε.
Ἀεὶ καὶ νῦν, καὶ εἰς αἰῶνας
Ἰάκωβε, ἡ σὴ μνήμη, καὶ σημεῖα Ὅσιε, τῆς προοράσεως καὶ λοιπῶν, ἰάσεων Πάτερ,
οἱ εὐσεβεῖς διηγήσονται, πῶς τὰ ἐν βίῳ πάντα, τῇ δυνάμει Κυρίου, πλείστων ὅσων
πολλάκις ἐγνώρισας.
Ἵνα ψυχῆς, ἀρχιμανδρίτα
Ἰάκωβε, θεραπεύσης, πάντα τὰ οἰδήματα, τοῦ προσιόντος σοι στρατηγοῦ, τὰ κρυπτὰ
τοῦ βίου, ἀποκαλύπτεις πανεύφημε, καὶ τοῦτον ὁδηγήσας, εἰς μετάνοιαν μάκαρ,
ἐξηγόρευσε πάντα τὰ κρίματα.
Θεοτοκίον.
Στῆσον ἁγνή, ταῖς Σαῖς
πρεσβείαις τὸν ὄλεθρον, τῆς ψυχῆς μου, τὸν ἐσμὸν διώκουσα, τῶν ἀκαθάρτων
συλλογισμῶν, καὶ ἔνθες τὴν μνήμην, τοῦ Σοῦ Υἱοῦ τὴν σωτήριον, ἐν νῷ μου
Θεοτόκε, Θεομῆτορ ἁγία, ἵνα ψάλλω τὴν χάριν Σου πάντοτε.
Ὁ
β’ τοῦ Ὁσίου. Εἰσακήκοα Κύριε.
Ἵνα κτήσῃ Ἰάκωβε, ἀγαθῶν τὸ
ἄκρον Χριστὸν τὸν εὔσπλαγχνον, τοῖς δακρύοις σου ἐλεύκανας, τῆς ψυχῆς χιτῶνα
θεοΰφαντον.
Μεμνημένοι οἱ φίλοι σου, τὰ
πολλά σου Ἅγιε κατορθώματα, τὴν νηστείαν καὶ ἐγκράτειαν, καὶ τὴν προσευχὴν
ὑμνολογοῦμέν σε.
Νῦν ὁ τάφος σου γέγονε, τῶν
ἐνεργουμένων θεραπευτήριον, ταῖς ψυχαῖς πάσαις Ἰάκωβε, προσπορίζων Πάτερ
ἀνακούφισιν.
Θεοτοκίον.
Ἡ εἰκών Σου πανάχραντε, ἡ
τὸν ζωοδότην Χριστὸν δεικνύουσα, εἰρηνεύει τοὺς ἐκ πίστεως, Σὲ ἀσπαζομένους
ἀειπάρθενε.
Καταβασία
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ
αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου
δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου
Κύριε.
ᾨδὴ
ε', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἐξέστη τὰ σύμπαντα ἐν τῇ σεπτῇ εἰσόδῳ
σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε· ἔνδον εἰσῆλθες ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ
καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί σε τὴν εἰρήνην βραβεύουσα.
Ἁγίασμα ἔνδοξον, καὶ ἱερὸν
ἀνάθημα, σήμερον ἡ πάναγνος Παρθένος, ἀνατεθεῖσα ἐν τῷ Ναῷ τοῦ Θεοῦ, τῷ παμβασιλεῖ
ἡμῶν Θεῷ, μόνῳ εἰς ἐνοίκησιν, συντηρεῖται ὡς οἶδεν αὐτός.
Τὸ κάλλος Πανάχραντε, τὸ
τῆς ψυχῆς σου βλέπων ποτέ, πίστει Ζαχαρίας ἀνεβόα· Σὺ εἶ τὸ λύτρον, σὺ εἶ ἡ
πάντων χαρά, σὺ εἶ ἡ ἀνάκλησις ἡμῶν, δι' ἧς ὁ ἀχώρητος, χωρητὸς μοι ὀφθήσεται.
Ὢ τῶν ὑπὲρ ἔννοιαν,
θαυμάτων σου Πανάχραντε! ξένη σου ἡ γέννησις ὑπάρχει, ξένος ὁ τρόπος ὁ τῆς
αὐξήσεως, ξένα καὶ παράδοξα τὰ σά, πάντα Θεονύμφευτε, καὶ βροτοῖς ἀνερμήνευτα.
Λυχνία πολύφωτος, ὑπάρχουσα
Θεόνυμφε, σήμερον ἐξέλαμψας ἐν οἴκῳ, τῷ τοῦ Κυρίου, καὶ καταυγάζεις ἡμᾶς, τοῖς
σεπτοῖς χαρίσμασιν ἁγνή, τοῖς τῶν θαυμασίων σου, Θεοτόκε πανύμνητε.
Ὁ
α’ τοῦ Ὁσίου. Ἵνα τί με ἀπώσω.
Συζεύξας θεωρίᾳ, τὴν
φιλόθεον πρᾶξιν Πάτερ Ἰάκωβε, τῷ λαμπρῷ σου βίῳ, καὶ ἀσκήσει ὡς ἥλιος ἔλαμψας·
ὅθεν ἐπλουτίσθης, χαρίσμασιν τοῖς ὑπὲρ φύσιν, ὡς οἱ πάλαι Πατέρες πανόσιε.
Ὁλικῶς θεοφόρε, ἀνετέθης
χαίρων Χριστῷ τῷ Δεσπότῃ σου, πυρὶ τῆς ἀγάπης, πρὸς Αὐτὸν σταθηρῶς
πυρπολούμενος· διὸ καὶ ἀνῆλθες, ἐν τῷ ὄρει τῆς θεωρίας, τοῦ ἀκτίστου φωτὸς
ἀξιάγαστε.
Ὑψωθεὶς πρὸς τὰ ἄνω,
προσευχαῖς Ἰάκωβε καὶ ταῖς δεήσεσι, δακρυῤῥόοις θρήνοις, καὶ γονάτων ταῖς
κάμψεσιν Ὅσιε, εἴληφας τὸ γέρας, ἀθλήσεως τοῦ συνειδότος, ἐκ χειρῶν τοῦ Χριστοῦ
ἀξιάγαστε.
Θεοτοκίον.
Ἡδυμόλπως Παρθένε, οἱ Σοὶ
δοῦλοι τὴν χάριν Σου καὶ τὰ θαύματα, ἀνυμνολογοῦσι, ἃ τελεῖς καθ’ ἑκάστην
πανάμωμε· Σὺ γὰρ εἶ ταμεῖον, ἀσύλητον τῶν δωρημάτων, καὶ κρουνὸς χαρισμάτων τοῦ
Πνεύματος.
Ὁ
β’ τοῦ Ὁσίου. Φώτισον ἡμᾶς.
Νόσους τῆς σαρκός, τὰς
ποικίλας καθυπέμεινας, ἐκζητῶν τὴν ἰατρείαν τοῦ Δαυΐδ, τοῦ πατρός σου ὁσιώτατε
Ἰάκωβε.
Ὅλως ἀσητά, πρὸς Δαυΐδ Θεοῦ
θεράποντα, τὴν εὐχήν σου καθ’ ἡμέραν ἐκτελεῖς, καὶ δακρύων ἐκζητεῖς Πάτερ τὰ
πρόσφορα.
Στένων καὶ βοῶν, τοῦ Δαυΐδ
τὴν κάραν ἔφερες, ἐν τῷ στήθει σου Ἰάκωβε σεμνέ, ἐξαιτῶν τὴν θεραπείαν σου
ἀοίδιμε.
Θεοτοκίον.
Ἴθυνον τὸν νοῦν, πρὸς τὰ
ἄνω θεονύμφευτε, ἵνα παύσῃ φοβιῶν μου ὁ ἐσμός, ὁ μαστίζων τὴν ψυχὴν καὶ τὴν
καρδίαν μου.
Καταβασία
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς
μεγάλης βουλῆς σου τὸν Ἀγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν
θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτός ὀρθρίζοντες, δοξολογοῦμέν σε
Φιλάνθρωπε.
ᾨδὴ
ς', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Τὴν θείαν, ταύτην καὶ πάντιμον,
τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν
ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Ὁ πάντα φέρων τῷ ῥήματι,
εὐχῆς τῆς τῶν Δικαίων ἐπήκουσε· διὸ στειρώσεως, λύσας τὴν νόσον ὡς εὔσπλαγχνος,
τὴν τῆς χαρᾶς αἰτίαν τούτοις δεδώρηται.
Γνωρίσαι θέλων ὁ Κύριος,
τοῖς ἔθνεσιν αὐτοῦ τὸ σωτήριον, τὴν Ἀπειρόγαμον, νῦν ἐξ ἀνθρώπων παρέλαβε,
καταλλαγῆς σημεῖον καὶ ἀναπλάσεως.
Ὡς οἶκος οὖσα τῆς χάριτος,
ἐν ᾧ οἱ θησαυροὶ ἐναπόκεινται, τῆς ἀποῤῥήτου Θεοῦ, οἰκονομίας Πανάχραντε, ἐν τῷ
Ναῷ μετέσχες τῆς ἀκηράτου τρυφῆς.
Διάδημά σε βασίλειον,
δεξάμενος Ναὸς Θεονύμφευτε, κατεφαιδρύνετο, καὶ ὑπεχώρει τοῖς κρείττοσι, τῶν
προῤῥηθέντων βλέπων ἐν σοὶ τὴν ἔκβασιν.
Ὁ
α’ τοῦ Ὁσίου. Ἱλάσθητί μοι Σωτήρ.
Μισθὸν τῆς ὑπομονῆς, Πάτερ
Ἰάκωβε εἴληφας, βαστάζων καρτερικῶς, τὰς νόσους τοῦ σώματος· διὸ καὶ ὡς
πρότυπον, τοῖς πιστοῖς ἐδείχθης, βιοτῇ σου καὶ τοῖς ἔργοις σου.
Ἀσκήσεως τῆς σκληρᾶς, Πάτερ
συνέμπορος γέγονας, νηστείαις καὶ προσευχαῖς, διάγων τὸν βίον σου· διὸ ὑπερήλασας,
τοὺς συμμοναστάς σου, ἀξιότιμε Ἰάκωβε.
Συνέτριψας τοῦ ἐχθροῦ, τὰ
μηχανήματα Ὅσιε, ἁπλότητι τῶν ἠθῶν, καὶ πίστει πρὸς Κύριον, πρὸς τοῦτο γὰρ
ἔσχηκας, τοῦ Δαυΐδ τὴν κάραν, βοηθὸν καὶ ἀντιλήπτορα.
Θεοτοκίον.
Φροντίδι Σου καὶ εὐχαῖς,
ψυχῆς τὸν τάραχον κόπασον, τῶν δούλων Σου Μαριάμ, καὶ δὸς τὴν εἰρήνευσιν,
σκεδάζουσα τάχισα, λογισμοὺς φοβίας, καὶ ἐπίμονα νοήματα.
Ὁ
β’ τοῦ Ὁσίου. Τὴν δέησιν.
Ἐψώμισας, θαυμαστῶς Ἰάκωβε,
τὰ σιτία προσευχαῖς σου αὐξήσας, Λιβανατῶν ἐργατῶν τὴν χορείαν, τῶν πέντε ἄρτων
σημεῖον τὸ μέγιστον, ἐκ νέου Πάτερ ἀληθῶς, πραγματώσας Χριστοῦ θείᾳ χάριτι.
Ἱέρευσας, ἐν τῇ θείᾳ μάνδρᾳ σου, ὡς ἀνὴρ ἐνδεδυμένος
ἀξίως, τὴν ἀμπεχόνην τῆς χάριτος μάκαρ, καὶ ἰατρεύεις ψυχῆς καὶ τοῦ σώματος,
νοσήματα τὰ χαλεπά, καὶ δαιμόνων διώκεις ἐπήρειαν.
Ἀντίδικος, ὁ σατὰν γεγένηται, καθ’ ἡμέραν κατὰ σοῦ
ἐκστρατείαν, ποτὲ ὡς γραῖα κακόμορφος Πάτερ, ποτὲ ὡς σκύλεθρον ὄντως ἀπαίσιον,
ἀλλὰ δυνάμει τοῦ Σταυροῦ, καταστέλλεις αὐτοῦ τὴν ἔνέργειαν.
Θεοτοκίον.
Καυχώμεθα, διὰ σὲ πανάχραντε, καὶ ὑμνοῦμεν τὸν Σὸν
ἄχραντον τόκον, ὅτι ἡμᾶς τῷ Υἱῷ ἐῤῥύσω, ἐξ ἀγκαλῶν τοῦ ἀλάστορος δαίμονος, καὶ
ἐχαρίσω τοῖς βροτοῖς, ἐλευθέραν ζωήν τε καὶ ἄνεσιν.
Καταβασία
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν,
ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών,
διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν
ἀπήμαντον.
Κοντάκιον.
Τῆς Ἑορτῆς. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ
καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν
θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν
συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.
Κοντάκιον.
Τοῦ Ὁσίου. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.
Τὸν
σεμνὸν ἡγούμενον, τῶν μοναζόντων Πατέρων, καὶ Δαυΐδι διάδοχον, ἐν τῇ Μονῇ τῆς
Εὐβοίας, λάμψαντα, καθάπερ ἄστρον ἐν Ἐκκλησίᾳ, λόγοις τε καὶ εὐσεβεῖ βιοτῇ ἐν
πίστει, ἐπαινοῦμεν ἐκβοῶντες· χαίροις
θεόφρον Ἰάκωβε Ὅσιε.
Ὁ
Οἶκος.
Ἀπὸ
βρέφους παμμάκαρ ἠγάπησας, τὸν Δεσπότην Χριστὸν τὸν φιλάνθρωπον, καὶ τὴν τρίβον
Αὐτοῦ χαίρων ὥδευσας, ἀσκητικῶς βιοτεύσας ὡς ἄσαρκος, καὶ ἐκ ποικίλων παθῶν τὴν
καρδίαν σου, ταῖς προσευχαῖς καὶ νηστείαις ἐκάθηρας, τὸν σὸν νοῦν μονίμως
μακάριε, στηρίξας πρὸς οὐράνια δώματα· ὅθεν σοι ἐδόθησαν Ἅγιε, τοῦ Παρακλήτου
ποικίλα δωρήματα, ἤγουν τὸ μέγα τῆς προοράσεως χάρισμα, καὶ νοσημάτων ἁπάντων
πανάκεια, καὶ σὺν τούτοις ἐγένου ἡγούμενος, κοινοβίου Δαυΐδ τοῦ προστάτου σου,
κοσμικοῖς καῖ μονάζουσι προσπορίζων, ψυχῆς τὰ κατάλληλα· διὰ τοῦτο ἐπαινοῦμέν
σε ἐκβοῶντας· χαίροις θεόφρον Ἰάκωβε
Ὅσιε.
Συναξάριον.
Τῇ ΚΒ΄ τοῦ αὐτοῦ μηνός, μνήμη
τοῦ Ὁσίου Ἰακώβου, τοῦ ἐπονομαζομένου
Τσαλίκη, ἡγουμένου τῆς Μονῆς τοῦ Ὁσίου Δαυΐδ ἐν Εὐβοίᾳ.
Ἰάκωβε Ὅσιε, ἡμῶν τοὺς ὕμνους,
δέχθητι ὡς τὰ δύο λεπτὰ τῆς χήρας.
Ὡς ἄγγελος Θεοῦ Ἰάκωβος πρὸς πόλον ἤρθη.
Οὗτος ἐγεννήθη εἰς τὸ Λιβίσιον τῆς Μικρᾶς Ἀσίας, ὑπὸ
εὐσεβῶν γονέων τῇ Ε’ Νοεμβρίου τοῦ 1920ου ἔτους, διδαχθεὶς ὡς εἰκὸς
ἐκ μικρᾶς ἡλικίας τὰ τῆς Ὀρθοδόξου πίστεως. Ἐλθὼν μετὰ τὴν καταστροφὴν τῆς
Μικρᾶς Ἀσίας μετὰ τῶν γονέων αὐτοῦ εἰς τὰ Φάρακλα τῆς βορείου Εὐβοίας, ἔζησε ἐν
αὐτοῖς ἕως τριάκοντα ἐτῶν. Μετὰ ταῦτα εἰσῆλθε ἐν τῇ Μονῇ τοῦ Ὁσίου Δαυΐδ τοῦ
Γέροντος, ἔνθα διέπρεψε ἀσκητικῶς ὡς ἱερομόναχος καὶ ἡγούμενος ταύτης.
Χαριτωθεὶς τῷ Παρακλήτῳ Πνεύματι ὑπὸ πλήθους χαρισμάτων ἐστήριξε τοὺς μοναχοὺς
τοῦ Κοινοβίου αὐτοῦ, ἐν τῷ πνευματικῷ αὐτῶν ἀγῶνι, ὡς καὶ πλήθη πιστῶν αὐτῷ
προσερχομένων καὶ ἐκζητούντων αὐτοῦ τὴν βοήθειαν, λόγοις τε, σημείοις καὶ
θαύμασι καὶ τῇ θαυμαστῇ αὐτοῦ βιοτῇ. Ἐξεμέτρησε τὸ ζῆν θεοφιλῶς ἐν τῇ Μονῇν
ταύτῇ τῇ ΚΑ΄ Νοεμβρίου, τοῦ 1991ου ἔτους. Τελεῖται ἡ αὐτοῦ μνήμη τῇ
ΚΒ΄ τοῦ αὐτοῦ Μηνός, λόγῳ τῆς Ἑορτῆς τῶν Εἰσοδίων ἐν τῇ ΚΑ΄.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Φιλήμονος,
Ἀρχίππου, Ἀπφίας καὶ Ὀνησίμου, μαθητῶν γεγονότων Παύλου τοῦ Ἀποστόλου.
Χώραν
φιλοῦντα τὸν Φιλήμονα χλόης,
Χλωροῖς
λόγοις τύπτουσιν οἱ μιαιφόνοι.
Ποθῶν
τὸν ἀκρόγωνον Ἄρχιππον λίθον,
Κατηλοήθη
τῷ πόθῳ τούτου λίθοις.
Ἥπλωσεν
Ὀνήσιμος εἰς θλάσιν σκέλη,
Παύλου
σκελῶν δραμόντα γενναίους δρόμους.
Ἡπλωμένην
παίουσιν εἰς γῆν Ἀπφίαν,
εἰς
Οὐρανοὺς ἔχουσαν ὄμμα καρδίας
Χριστοῦ καλοῦντος, ὤφθητε
δρόμῳ ξένῳ,
Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.
Χριστοῦ μαθηταί, δραμόντες πρὸς τὴν κλῆσιν.
Εἰκάδι δευτερίῃ, Φιλήμονα ἔνθεν ἄειραν.
Οὗτοι ἦσαν κατὰ τοὺς χρόνους τοῦ βασιλέως Νέρωνος,
μαθηταὶ χρηματίσαντες τοῦ Ἀποστόλου Παύλου ἐν ἔτει 54ῳ, ὅστις ἀναφέρει περὶ
αὐτῶν εἰς τὴν πρὸς Φιλήμονα ἐπιστολὴν λέγων: «Παῦλος, δέσμιος Ἰησοῦ Χριστοῦ, καὶ Τιμόθεος ὁ ἀδελφὸς Φιλήμονι τῷ
ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν, καὶ Ἀπφίᾳ τῇ ἀγαπητῇ καὶ Ἀρχίππῳ τῷ συστρατιώτῃ ἡμῶν,
καὶ τῇ κατ’ οἶκόν σου ἐκκλησίᾳ». Καὶ πολλοὺς ἄλλους ἐπαίνους πλέκει εἰς τὸν
Φιλήμονα, τὸν ὁποῖον ἐχειρότονησε καὶ ἐπίσκοπον τῶν Γαζαίων. Χειροτονηθεὶς
λοιπὸν τούτων ἐπίσκοπος, ἐδίωξε μακρὰν ἀπὸ αὐτοὺς τὸ σκότος τῆς ἀγνωσίας καὶ
ὅλους ἐφώτισε μὲ τὸ φῶς τῆς θεογνωσίας. Ἔπειτα, ὑπῆγε καὶ εἰς τὰς Κολασσάς,
αἵτινες εἶναι πόλις τῆς Φρυγίας, πλησίον τῆς Λαοδικείας, καὶ ἐκεῖ ἐκήρυξεν
ἱκανῶς τὸν λόγον τῆς ἀληθείας, ὁμοῦ μὲ τὸν Ἄρχιππον καὶ τὴν Ἀπφίαν.
Ἐπειδὴ δὲ οἱ Ἕλληνες, ἐτέλουν ἐν τῇ πόλει ἐκείνῃ
ἑορτὴν εἰς τὴν ψευδοθεὰν αὐτῶν Ἄρτεμιν, οἱ δὲ ἀνωτέρω Ἀπόστολοι, ἔτυχε τότε νὰ
προσφέρωσιν ἐν τῇ ἐκκλησίᾳ δοξολογίαν εἰς τὸν ἀληθῆ Θεόν. Τούτου χάριν, οἱ
εἰδωλολάτραι θυμωθέντες, ὥρμησαν κατ’ αὐτῶν, καὶ πιάσαντες αὐτοὺς μόνους, διότι
οἱ ἄλλοι Χριστιανοί, οἱ μετ’ αὐτῶν ὄντες ἔφυγον ἀπὸ τὸν φόβον, τοὺς ἀπήγαγον
εἰς τὸν ἄρχοντα Ἀνδροκλῆν. Πρῶτος, ὁ Ἄρχιππος, ἐπειδὴ δὲν ἐπείσθη νὰ θυσιάσῃ
εἰς τὸ εἴδωλον τὸ ὀνομαζόμενον Μηνᾶς, ἐδάρη παρευθὺς καὶ ἐῤῥίφθη μέσα εἰς ἕναν
λάκκον, ὅπου ἐχώσθη ἕως εἰς τὴν μέσην. Ἔπειτα, ἐκεντήθη μὲ βελόνας ἀπὸ παιδία,
καὶ τελευταῖον ἐλιθοβολήθη καὶ ἔλαβε τοῦ μαρτυρίου τὸν στέφανον. Οἱ δὲ Φιλήμων
καὶ Ἀπφία, δαρέντες δυνατὰ μὲ λυγαρίας, καὶ μὲ διάφορα ἄλλα βάσανα
βασανισθέντες, ἐτελείωσαν τὸν δρόμον τοῦ μαρτυρίου. Ὁ δὲ Ὀνήσιμος, ὁ
διακομιστὴς τῆς πρὸς Φιλήμονα ἐπιστολῆς, ὁ καὶ δοῦλος τοῦ Φιλήμονος ὑπάρχων,
ἀφ’ οὗ ὁ Ἀπόστολος Παῦλος ἀπῆλθε πρὸς Κύριον, ἐπέμφθη ἀπὸ τὴν Ῥώμην εἰς
Ποτιόλους ὡς κατάδικος, παρὰ τοῦ ἐπάρχου Τερτύλου, καὶ ἐκεῖ ἐδάρη δυνατά.
Ἔπειτα, συντριβεὶς εἰς τὰ σκέλη, ἀφῆκε τὴν πρόσκαιρον ταύτην ζωὴν καὶ ἀπῆλθεν
εἰς τὴν αἰώνιον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων Κικιλίας, Βαλλεριανοῦ καὶ Τιβουρτίου.
Λουτροῦ
φέρεις ἔκκαυσιν, ὦ Κικιλία,
Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Λούῃ δὲ λουτρὸν αἵματος διὰ ξίφους.
Βαλλεριανὸν καὶ συναθλητὴν ἅμα
κτείνει
ξίφος, βάλλοντας ὕβρεσι πλάνην.
Οὗτοι
ἤθλησαν ἐν τῇ Ῥώμῃ κατὰ τοὺς χρόνους Διοκλητιανοῦ ἐν ἔτει 288ῳ. Ἡ Κιλικία, ἀπὸ
γένος οὖσα λαμπρόν, ἠῤῥαβωνίσθη τὸν Βαλλεριανόν, καὶ ἑλκύσασα αὐτὸν εἰς τὴν
πίστιν τοῦ Χριστοῦ, τὸν ἔπεισε νὰ διάγωσι τὴν ζωήν των μὲ παρθενίαν. Ὁ
Βαλλεριανός, ἔφερε πάλιν τὸν κατὰ σάρκα ἀδελφόν του Τιβούρτιον εἰς τὴν
θεογνωσίαν. Εἰς τόσην δὲ ἄκραν ἀρετὴν ἔφθασεν ὁ Τιβούρτιος, ὥστε ἠξιώθη νὰ
συνομιλῇ καθ’ ἑκάστην μὲ τοὺς Ἀγγέλους. Οὗτοι, λοιπόν, ἐπειδὴ ἔθαπτον τὰ τῶν
Ἁγίων Μαρτύρων λείψανα, διεβλήθησαν εἰς τὸν ἔπαρχον τῆς πόλεως, καὶ
ὁμολογήσαντες ἔμπροσθεν αὐτοῦ τὸν Χριστόν, παραδίδονται εἰς τὸν καπηλάριον
Μάξιμον, διὰ νὰ ἀποκεφαλισθῶσιν ὑπ’ αὐτοῦ. Ἐπειδὴ δὲ αὐτὸς εἶδεν Ἀγγέλους,
οἵτινες μετὰ τὸν ἀποκεφαλισμὸν τῶν Ἁγίων ἐδορυφόρουν καὶ προΰπαντων τὰς ψυχάς
των, ἐπίστευσε καὶ αὐτὸς εἰς τὸν Κύριον. Ἡ δὲ Κικιλία, βληθεῖσα εἰς λουτρὸν
δυνατὰ ἀνημμένον καὶ ἐμποδιζομένη νὰ ἐκβῇ ἔξω, ἔμεινεν ἐκεῖ τρεῖς ἡμέρας, καὶ
τελευταῖον ἀπεκεφαλίσθη ἐντὸς τοῦ λουτροῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ὁ Καπηλάριος αἰκισθείς,
τελειοῦται.
Μάξιμος αἰκίζεται ὁ φρουρᾶς φύλαξ,
Εὐθὺς ὑπάρξας ἐντολῶν Θεοῦ φύλαξ.
Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων Μαρτύρων Μάρκου, Στεφάνου καὶ ἑτέρου
Μάρκου.
Τμηθεὶς ξίφει, Στέφανε, σὺν
Μάρκοις δύο,
Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Πολλοὺς σὺν αὐτοῖς τοὺς στεφάνους λαμβάνεις.
Οὗτοι ἦσαν κατὰ τοὺς χρόνου τοῦ βασιλέως Διοκλητιανοῦ
καὶ Μάγνου ἡγεμόνος ἐν ἔτει 290ῳ, καταγόμενοι ἀπὸ τὴν πόλιν Ἀντιοχείας τῆς
Πισσιδείας. Πιασθέντες δὲ καὶ τὸν Χριστὸν παῤῥησίᾳ ὁολογήσαντες, ἔλαβον πρῶτον
πολλότατα βάσανα. Εἶτα, μὴ πεισθέντες νὰ ἀρνηθῶσι τὸν Χριστόν, ἀπεκεφαλίσθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Προκόπιος ὁ ἐν Παλαιστίνῃ, ξίφει
τελειοῦται.
Πρὸς τὴν τομὴν ὥρμησεν οἷα
πρὸς πάλην,
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Καὶ Προκόπιος θρέμμα τῆς Παλαιστίνης.
Οὗτος, ἀφιέρωσε τὴν ζωήν του εἰς ἀσκητικὴν καὶ
ἐναγώνιον φιλοσοφίαν· ὅθεν, μὲ τὴν ἄσκησιν αὐτὴν καὶ τὸν ἀγῶνα ἀπέκτησε πᾶν
εἶδος ἀρετῆς. Καὶ τὸ μὲν γένος του κατήγετο ἀπὸ τὰ Ἱεροσόλυμα, διέτριβε δὲ εἰς
τὴν Σκυθούπολιν, ἐκπληρῶν εἰς τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τρεῖς ὑπηρεσίας ἐν ταυτῷ,
τὴν τῆς ἀναγνώσεως, τὴν μεθερμήνευσιν τῆς Συριακῆς γλώσσης, καὶ τὴν ἀποδίωξιν
τῶν δαιμόνων. Ἐπειδὴ δὲ ἐφανερώθησαν τὰ ἔνθεα αὐτοῦ κατορθώματα, ἐφέρθη εἰς τὴν
Καισάρειαν καὶ παρεκινεῖτο ἀπὸ τὸν ἐκεῖ ἄρχοντα νὰ θυσιάσῃ εἰς τὰ εἴδωλα καὶ μὲ
τοῦτο νὰ ὑπακούσῃ εἰς τέσσαρας βασιλεῖς. Τότε, ὁ Μάρτυς ἐμπαίξας τὸν λόγον,
εἶπεν ἐκεῖνο τὸ τοῦ Ὁμήρου: «Οὐκ ἀγαθὸν
πολυκοιρανίη· εἷς κοίρανος ἔστω, εἷς βασιλεύς, καὶ εἷς Θεός, ὁ Ποιητὴς καὶ Δημιουργὸς
τῶν ὅλων». Ταῦτα ἀκούσας ὁ ἄρχων, ἐγέμισεν ἀπὸ θυμόν, καὶ καταδικάζει τὸν
Ἅγιον νὰ λάβῃ τὸν διὰ ξίφους θάνατον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος
Μενίγνου τοῦ Κναφέως.
Ἄληκτον κνάπτων ζωὴν σὴ παῤῥησία ξίφους,
κναφεῦ Μένιγνε, ἔλαβες πείραν.
Οὗτος ὁ στεῤῥὸς ἀθλητὴς τῆς πίστεως Μένιγνος κατήγετο
ἐκ τοῦ Παρίου, κώμης κειμένης παρὰ τὸν Ἑλλήσποντον, καὶ μετήρχετο τὸ ἐπάγγελμα
τοῦ κναφέως.
Κατὰ τὸν ἐπὶ Δεκίου γενόμενον διωγμὸν ὁ ἀρχῶν τοῦ
τόπου διέταξε νὰ καταδιώκωσι καὶ φονεύωσι τοὺς ὁμολογητὰς τῆς Χριστιανικῆς
Πίστεως. Τότε αἱ φυλακαὶ τοῦ Παρίου ἐπληρώθησαν Χριστιανῶν ἐλευθερωθέντων θεία
δυνάμει ἔν τινι νυκτί. Τὸ γενόμενον ἀνεστάτωσε τὴν πόλιν καὶ τοὺς δεσμοφύλακας,
οἵτινες διατρέχοντες τὰς ὀδοὺς αὐτῆς ἐβόων, ὅτι ὁ Ναζωραῖος Ἰησοῦς ἀπηλευθέρωσε
τοὺς δεσμίους.
Ταῦτα ἀκούσας καὶ ὁ κναφεὺς Μένιγνος, ἐπλήσθη θείου
ζήλου καὶ ἐπιστρέψας εἰς τοὺς κατόχους τῶν τὰ πρὸς λεύκανσιν ἐνδύματα αὐτῶν,
ἐῤῥίφθη εἰς τὸ σκάμμα τῆς ἀθλήσεως. Προσῆλθεν οὗν τῷ ἄρχοντι, καθ’ ἥν ὤραν
οὗτος ἀνεγίνωσκε τὰ κατὰ τῶν Χριστιανῶν γράμματα καὶ διαρπάσας ἐποδοπάτησεν
αὐτά.
Διὰ τοῦτο συλλαμβάνεται, τύπτεται, κρεμᾶται ἐπὶ ξύλου,
ξέεται, ἀποκόπτεται τοὺς δακτύλους καὶ τέλος ἀποτέμνεται τὴν κεφαλὴν τελέσας
τὸν καλὸν τῆς εὐσεβείας ἀγῶνα καὶ δοξάσας τὸ πάντιμον ὄνομα τοῦ Σωτῆρος Χριστοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀββᾶ.
Ἀββᾶν, τὸν ἐκτύπωμα ὄντα
Ἀββάδων,
Τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
Τιμῶ πρεπόντως, ὡς τεκνίων πατέρα.
Οὗτος, κατήγετο ἀπὸ τὸ γένος τῶν
Ἰσμαηλιτῶν. παραιτήσας δὲ γονεῖς καὶ πατρίδα καὶ πλοῦτον, ἠκολούθησεν ἕναν
μοναχόν, καὶ ἐνδυθεὶς τὸ μοναχικὸν σχῆμα, ἦτο μετ’ αὐτοῦ εἰς χρόνους τινάς.
Ἔπειτα, ἔρχονται καὶ οἱ δύο εἰς τὸν Ὅσιον Εὐσέβιον, διὰ νὰ γίνωσι μαθηταί του.
Ἐπειδὴ δὲ ὁ σὺν αὐτῷ μοναχὸς ἀπέθανεν, ἔμεινεν ὁ Ἀββᾶς εἰς τὸν τόπον τοῦ
Εὐσεβίου. Διανύσας δὲ ἐκεῖ τριακονταοκτὼ χρόνους, πάντοτε ηὔξανεν εἰς τὰ
ἔμπροσθεν τῆς ἀρετῆς, ὡς ἂν εἶχεν ἀρχίσει τότε τὴν μοναχικὴν πολιτείαν, διότι,
τοὺς μὲν πόδας του δὲν ἐσκέπασε ποτὲ μὲ ὑποδήματα, ἔτρωγε δὲ τόσον ὀλίγον
φαγητόν, ὅσον νὰ δίδῃ ὀλίγην δύναμιν εἰς τὸ σῶμά του, περιττὴν δὲ ἐνόμιζεν
ἀκόμη καὶ αὐτὴν τὴν πόσιν τοῦ νεροῦ. Ὢν δὲ μὲ βαρὺ σίδηρον ἐζωσμένος, σπανίως
μὲν ἐκάθητο, τὸ δὲ περισσότερον μέρος τῆς ἡμέρας καὶ τῆς νυκτός, διήρχετο ὀρθὸς
καὶ προσευχόμενος, ἢ καὶ εἰς τὰ γόνατα κείμενος ἐπρόσφερε τὰς δεήσεις του τῷ
Κυρίῳ. Ἠρνήθη δὲ παντελῶς τὸ νὰ πλαγιάζῃ εἰς κλίνην, ἐπειδὴ κανεὶς δὲν εἶδεν
οὐτόν ποτε πλαγιασμένον. Ἀλλά, καὶ ἀφοῦ ἔγινεν ἡγούμενος καὶ προεστὼς τῶν ἐκεῖ
ὄντων μοναχῶν, ἔβαλε τὸν ἑαυτόν του ἔμπροσθεν εἰς ὅλους τοὺς ὑποτασσομένους
ἀδελφοὺς πρότυπον καὶ παράδειγμα τῆς φιλοσοφίας καὶ ἀρετῆς. Οὕτω λοιπὸν
πολιτευσάμενος, καὶ πλήρης ἡμερῶν γενόμενος, ἀνεπαύθη ἐν Κυρίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες Χριστοφόρος καὶ Εὐφημία ξίφει
τελειοῦνται.
Τὴν Εὐφημίαν σοὶ συνευφημεῖν
ἔγνων,
Σοὶ συσφαγεῖσαν, χριστόφορον Χριστοφόρε.
Σοὶ συσφαγεῖσαν, χριστόφορον Χριστοφόρε.
Τῇ αὐτῇ ἡμέρᾳ οἱ Ἅγιοι Μάρτυρες Θαλλέλαιος καὶ Ἄνθιμος ξίφει
τελειοῦνται.
Θαλλέλαιος, Ἄνθιμος
ἐκτετμημένοι,
Ἀειθαλῶς ἀνθοῦσιν, ὡς θεῖα ξύλα.
Ἀειθαλῶς ἀνθοῦσιν, ὡς θεῖα ξύλα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κάλλιστος ὁ Β΄, Πατριάρχης
Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται.
Κάλλιστος ἐχθρὸν τὸν
κάκιστον πτερνίσας,
Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
Φίλος Θεῷ πρόσεισιν ἐκλελεγμένος.
Οὗτος, φαίνεται ὅτι εἶναι ὁ Ξανθόπουλος, ὁ
ἐν τῷ Μοναστήριῳ τῶν Ξανθοπούλων ἐνασκούμενος πρότερον, τὸ εἰς τὸ Ἅγιον Ὄρος
τοῦ Ἄθω εὑρισκόμενον. Τὸ Μοναστήριον δὲ τοῦτο φαίνεται ὅτι εἶναι τὸ τοῦ
Παντοκράτορος. Ὕστερον δὲ ἔγινε Πατριάρχης. Ἀφεὶς δὲ τὴν Πατριαρχείαν τῆς
Κωνσταντινουπόλεως, ἀπέκτησε σύμπνουν Ἰγνάτιον τὸν καὶ αὐτὸν Ξανθόπουλον
καλούμενον καὶ ἐκ τῆς αὐτῆς πόλεως γεννηθέντα. Ὅθεν, ὡς μία ψυχὴ ἐν δυσὶ
σώμασιν ἑνωθέντες πνευματικῶς τε καὶ θεοφρόνως καὶ λίαν ὑψηλῶς ἐφιλοσόφησαν
περὶ νοερᾶς προσευχῆς ἐν ἑκατὸν κεφαλαίοις, τῷ ἐν τελεῖ ἀριθμῷ τελείαν τὴν περὶ
ταύτης γνῶσιν ἐκθέμενοι. Τὰ κεφάλαια δὲ ταῦτα εὑρίσκονται τετυπωμένα ἐν τῇ
βίβλῳ τῆς Φιλοκαλίας. Ἔστι δὲ ὁ Κάλλιστος οὖτος δεύτερος, πατριαρχεύσας ἐπὶ
Μανουὴλ τοῦ Παλαιολόγου ἐν ἔτει 1392ῳ βασιλεύσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Θαδδαῖος, ἐν τροχῷ δεθεὶς καὶ κατὰ
πρανοῦς ἀφεθείς, τελειοῦται.
Κατὰ πρανοῦς Θαδδαῖον ὁ
τροχὸς στρέφει,
Φωνὴ δὲ βροντῆς ἐν τροχῷ ψαλμὸς λέγει.
Φωνὴ δὲ βροντῆς ἐν τροχῷ ψαλμὸς λέγει.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγίος Μάρτυς Ἀγαπίων θηρσὶν ἐκδοθείς, καὶ μὴ
βλαβεὶς ὑπ’ αὐτῶν τελειοῦται· καὶ Σισίνιος Ἱερομάρτυς καὶ Ἀγάπιος,οἱ διὰ ξίφει
τελειοῦνται.
Ἀπῆλθε,
θηρσὶ μὴ βλαβείς, Ἀγαπίων.
Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
Τοῦτον γὰρ ἠγάπησε καὶ θηρῶν φύσις.
Εἶχες
θύτην με, νῦν δὲ καὶ θῦμα ξένον,
Ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
Ἔχεις με Σισίνιον ἐκ ξίφους, Λόγε.
Ὑπὲρ Θεοῦ, ταθέντος ἐν τῷ
Κρανίῳ,
Ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
Ξίφει σόν, Ἀγάπιε, τείνεις κρανίον.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερμανοῦ,
ἱδρυτοῦ τῆς Μονῆς Εἰκοσιφοινίσσης.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κλήμεντος,
ἐπισκόπου Ἀχρίδος Βουλγαρίας
Tὸν
Bουλγάρων κήρυκα Kλήμεντα μέγαν,
σιγὴ τίς ἂν κρύψειεν ἀρετῆς φίλος;
σιγὴ τίς ἂν κρύψειεν ἀρετῆς φίλος;
Οὗτος, ἦτο κατὰ τοὺς χρόνους τοῦ βασιλέως
Ῥωμαίων Μιχαήλ, υἱοῦ Θεοφίλου, ἐν ἔτει 842ῳ ἢ 865ῳ, κατήγετο δὲ ἀπὸ τὴν
Βουλγαρίαν. Ἦτο δὲ ἐκ κοιλίας μητρός του ἐκλελεγμένος ἀπὸ τὸν Θεόν, καὶ ἀπὸ τὴν
βρεφικὴν ἡλικίαν του ἠγάπησε τὴν φιλόθεον καὶ ἐνάρετον πολιτείαν. Πρῶτος αὐτός,
ὁμοῦ μὲ τὸν Ναοὺμ καὶ τὸν Ἀγγελάριον καὶ τὸν Γοράσδον, ἐδιδάχθη μὲ ἐπιμέλειαν
τὴν Ἁγίαν Γραφήν. Ἀγαπήσας τὴν μοναχικὴν ζωήν, ὅλα τὰ εἶδη τῆς ἀρετῆς
ἀπέκτησεν. Τὰ χαρακτηριστικὰ δὲ σημεῖα τῆς ψυχῆς του ἦσαν ἡ ἀγάπη ἡ ἀδιάκριτος
καὶ ἡ ταπείνωσις ἡ ἀνυπόκριτος. Ἐχειροτονήθη ὕστερον ἀπὸ τὸν Ἅγιον Μεθόδιον,
ἐπίσκοπος ὅλο τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἄχρίδος καὶ τῆς Γλαβηνίτζας. Εἰς τὴν Ἄχρίδα
ἔκτισεν ὁ Κλήμης ἐκ θεμελίων Μοναστήριον ἐπ’ ὀνόματι τοῦ Ἁγίου Παντελεήμονος,
ὅπου καὶ διήνυε ζωὴν ἀσκητικήν. Ἀφ’ οὗ δὲ ἀπῆλθεν εἰς τὴν οὐράνιον ζωήν, ἀφῆκεν
εἰς τὸ Μοναστήριον αὐτὸ τὸ λείψανόν του, ἀπὸ τὸ ὁποῖον καθ’ ἑκάστην ἡμέραν
ἰατρεύται κάθε πάθος καὶ ἀσθένεια. Ὑπὸ τοῦ Κλήμεντος προσῆλθεν εἰς τὴν πίστιν
καὶ τὸ ὑπόλοιπον ἐκεῖνο μεγάλο μέρος τῶν Βουλγάρων ποὺ δὲν εἶχε βαπτισθεῖ.
Μάλιστα δὲ ὁ Κλήμης ἐκατόρθωσεν νὰ βαπτῖσει τὸν ἄρχοντα τῶν Βουλγάρων Βορίσην
καὶ τὸν υἱὸν ἐκείνου Μιψαήλ, ὁ ὁποῖος ἔγινε πρῶτος βασιλεὺς τῶν Βουλγάρων. Καὶ
δι’ αὐτῶν ὑπέταξε εἰς τὸ Εὐαγγέλιον ὅλον τὸ ἔθνος τῶν Βουλγάρων.
Διὰ μέσου τοῦ Κλήμεντος, ἐχάριζεν ὁ Θεὸς
εἰς τοὺς τυφλοὺς τὸ βλέπειν, εἰς τοὺς βωβοὺς τὸ λαλεῖν καὶ εἰς τοὺς παραλύτους
τὸ ἐνεργεῖν· ἀλλά, καὶ τοὺς δαιμονισμένους ἰάτρευεν· καὶ ἓν νεκρὸν παιδίον διὰ
προσευχῆς του ἀνέστησεν. Τὸν δὲ βασιλέα τῶν Βουλγάρων παρεκίνει ὁ Ἅγιος νὰ
κτίζῃ ναούς. Ὁ βασιλεύς, ὑπακούων εἰς τὰ λόγια του, ἐτελειώνε διὰ τῶν ἔργων
ἐκεῖνα ὅσα ὁ Κλήμης τὸν ἐπρόσταζεν. Διὰ τὴν τοιαύτην δὲ ὑπακοὴν καὶ γνησίαν
ἀγάπην, ἓν εἶχεν πρὸς τὸν Ἅγιον, ἐπρόκοπτεν εἰς τὴν ἀρετὴν καὶ ἔγινε καλλίτερος
ἀπὸ ὅ,τι ἦτον πρότερον. Ἐπειδὴ δὲ ὁ Ἅγιος ἐμελέτα νὰ παραιτήσῃ τὰς φροντίδας
τῆς ἀρχιερωσύνης καὶ νὰ ὑπάγῃ εἰς τὴν ἡσυχίαν, διότι ἦτο πολλὰ γέρων καὶ
ἀσθενής, διὰ τοῦτο ὁ βασιλεὺς Μιχαήλ, δὲν ἀφῆκεν αὐτὸν νὰ τελειώσῃ τὸ
μελετώμενον, ἀλλὰ παρακαλέσας θερμῶς, μόλις καὶ μετὰ βίας τὸν κατέπεισε νὰ
μείνῃ εἰς τὸ ποίμνιόν του ἕως τέλους ζωῆς του. Ἂν καὶ ἔπασχεν ὁ Κλήμης ἀπὸ
ἀσθένεια καὶ γηρατεῖον, ὅμως κάθε τρόπον μετεχειρίζετο καὶ ὡδήγει τὸ ποίμνιόν του εἰς τὴν τῆς ψυχῆς
σωτηρίας. Οὗτος, ἐσοφίσθη καὶ ἐφεῦρεν ἄλλους χαρακτῆρας γραμμάτων Σλαβονικῶν
σαφεστέρους καὶ καθαεωτέρους, καὶ διὰ μέσου τῶν γραμμάτων αὐτῶν ἔγραψεν ὅλην
τὴν Ἁγίαν Γραφήν, καὶ τοὺς λόγους τῶν ἑορτῶν, καὶ τοὺς βίους τῶν Ἁγίων, καὶ
τοὺς ᾀσματικοὺς κανόνας. Ταῦτα δὲ τὰ γράμματα ἐδίδαξεν εἰς τὰ γνωστικότερα
παιδία τῶν χριστιανῶν, ἐκ τῶν ὁποίων ὅσα ἦσαν ἄξια τὰ ἐχειροτόνησεν ἱερεῖς, καὶ
τὸ πρώην βάρβαρον ἔθνος τῶν Βουλγάρων τὸ κατέστησεν ὁ Κλήμης ἥμερον καὶ ἅγιον,
διὰ μέσου τῆς σπουδῆς του καὶ προυθυμίας καὶ οὕτως ἐτέλεσεν ἀληθῶς ἔργον
ἀποστολικόν.
Ὅτε δὲ ἦλθεν ὁ καιρὸς τῆς κοιμήσεώς του, ὁ
Ἅγιος ἀπεχαιρέτισεν ὅλους καὶ ἐσυμβούλευσεν αὐτούς. Εἶτα, παρεκάλεσε τὸν Θεὸν
διὰ τὸ ποίμνιόν του καὶ οὕτως ἀπῆλθε πρὸς ὃν ἐπόθει Χριστόν, χαίρων καὶ
ἀγαλλόμενος. Ἀλλά, καὶ μετὰ θάνατον τὸν ἐδόξασεν ὁ Κύριος μὲ τὰς ἰατρείας ἃς
ἐνεργεῖ καθεκάστην, εἰς τοὺς προστρέχοντας αὐτῷ μετὰ πίστεως.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Προκοπίου
τῆς Βιάτκα, τοῦ Ῥώσσου, τοῦ σαλλοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μιχαὴλ τοῦ Δουκὸς Τφερίας τοῦ Ῥώσσου.
Τῇ
αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Νέας Ὁσιομάρτυρος
Ἀναστασίας τῆς Ῥωσσίδος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ
Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες,
παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον·
Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ἰδοὺ σήμερον, ἐπέλαμψε τοῖς
πέρασιν, ἔαρ, εὐφρόσυνον, καταφαιδρῦνον ἡμῶν, ψυχὴν καὶ διάνοιαν, καὶ νοῦν τῇ
χάριτι, ἡ πανήγυρις, τῆς Θεοτόκου σήμερον, μυστικῶς εὐωχηθῶμεν.
Δορυφορείτωσαν, σήμερον τὰ
σύμπαντα, τῇ Βασιλίδι Μητρί, ὁ οὐρανὸς καὶ ἡ γῆ, Ἀγγέλων τὰ τάγματα, καὶ τῶν
βροτῶν ἡ πληθύς, καὶ βοάτωσαν, ἐν τῷ Ναῷ εἰσάγεται, ἡ χαρὰ καὶ ἡ λύτρωσις.
Ὁ τοῦ γράμματος, παρέδραμεν
ἐξέλιπε, νόμος καθάπερ σκιά, καὶ αἱ τῆς χάριτος, ἀκτῖνες ἐπέλαμψαν, ἐν τῷ Ναῷ
τοῦ Θεοῦ, εἰσαχθείσης σου, Παρθενομῆτορ Ἄχραντε, εἰσαεὶ εὐλογημένη.
Ὑποτέτακται, τῷ τόκῳ σου
Πανάχραντε, ὡς Ποιητῇ καὶ Θεῷ, ὁ οὐρανὸς καὶ ἡ γῆ, καὶ τὰ καταχθόνια, καὶ πᾶσα
γλῶσσα βροτῶν, ὅτι Κύριος, ὁμολογεῖ ἐπέφανεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Ὁ
α’ τοῦ Ὁσίου. Παῖδες Ἑβραίων.
Ῥέεις ὡς ῥεῦμα χαρισμάτων,
τὰ κατάλληλα βροτοῖς πρὸς σωτηρίαν, ὡς φωστὴρ γὰρ λαμπρός, ἀνῖσχες ἐν Εὐβοίᾳ,
ἐν τοῖς ἐσχάτοις ἔτεσιν, τοὺς πιστοὺς καταλαμπρύνων.
Ὄντως τὸ τέλος ἐπιγείου,
προεγνώρισας ζωῆς σου τῆς ἁγίας, ὡς πτηνὸν γὰρ Θεοῦ, ἐπέτασας πρὸς ἄνω, καὶ
καλλιὰς κατέλαβες, ὦ Ἰάκωβε Ὁσίων.
Ὕψους ἠράσθης ἀπαθείας· διὸ
εἴληφας πλουσίαν θείαν χάριν, δι’ ἧς πλῆθος πιστῶν, ἐστήριξας ἐν βίῳ ταῖς
διδαχαῖς Ἰάκωβε, καὶ πολλαῖς θεοσημείαις.
Θεοτοκίον.
Ῥώμην κατὰ τῶν πολεμών,
ἀειπάρθενε παράσχου ταῖς λιταῖς Σου,τ οῖς πιστοῖς σταθηρῶς, φυλάττουσα ἐκ
πάντων, τῶν μηχανῶν τοῦ δράκοντος, καὶ ἀρχαίου πτερνοσκόπου.
Ὁ
β’ τοῦ Ὁσίου. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὡς ῥητὴρ τῶν δογμάτων
ὑποφήτης θεόφρον τῶν σωστικῶν διδαχῶν, Χριστοῦ τοῦ πάντων πλάστου, καὶ κήρυξ μετανοίας,
ἐπεγνώσθης Ἰάκωβε, ἐν τῇ Μονῇ τοῦ Δαυΐδ, ἐν τοῖς ἐσχάτοις χρόνοις.
Βαρυτάτως νοσούντων καὶ
ποικίλως πασχόντων ὁ ταχινὸς ἰατρός, ὑπομονῆς ὁ στύλος, ἐν ταῖς πολλαῖς
θεόφρον, καὶ δειναῖς ἀσθενείαις σου, καὶ ἀσκητὴς θαυμαστός, ἐδείχθης τῷ σῷ βίῳ.
Ἐμπαθείας τῶν ἀνθρώπων τὰ
ὀνείδη καὶ ψεύδη καθυπομείνας σεμνέ, συνέτριψας τὸ θράσος, τοῦ ἀντιδίκου Πάτερ,
θεοφόρε Ἰάκωβε· διὸ τὴν μνήμην σου νῦν, ἐν ᾄσμασι τιμῶμεν.
Θεοτοκίον.
Σοῦ
τὴν πάντιμον χάριν τὴν σεπτήν Σου λοχείαν καὶ τῶν θαυμάτων πληθύν, ἡ γλῶσσα οὐκ
ἰσχύει, ἀξίως περιγράψαι, Θεοτόκε πανάμωμε, Σὺ γὰρ δοχεῖον σεπτόν, τοῦ
Παρακλήτου ὤφθης.
Καταβασία
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες,
δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἑπτοήθησαν· ἀλλ' ἐν
μέσῳ τῆς φλογός, ἑστῶτες ἔψαλλον· Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ
η', τῆς Ἑορτῆς. Ὁ Εἱρμός
Ἄκουε Κόρη Παρθένε ἁγνή, εἰπάτω δὴ ὁ
Γαβριήλ, βουλήν Ὑψίστου, ἀρχαίαν ἀληθινήν, γενοῦ πρὸς ὑποδοχήν, ἑτοίμη Θεοῦ·
διὰ σοῦ γὰρ ὁ ἀχώρητος, βροτοῖς συναναστρέφεται· διὸ καὶ χαίρων βοῶ· Εὐλογεῖτε,
πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἄχραντον
ναὸν ἐν οἴκῳ Θεοῦ, προσάγουσα Ἄννα ποτέ, Βοῶσα ἔφη, ἐν πίστει τῷ Ἱερεῖ, Γονὴν
τὴν ὑπὸ Θεοῦ, δοθεῖσαν κἀμοί, Δεδεγμένος νῦν εἰσάγαγε, ἐν τῷ ναῷ τοῦ Κτίστου
σου, καὶ χαίρων ψάλλε αὐτῷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἔφησεν
ἰδὼν τῇ Ἄννῃ ποτέ, ἐν πνεύματι ὁ Ζαχαρίας· Ζωῆς Μητέρα, εἰσάγεις ἀληθινήν. Ἥν
περ τηλαυγῶς οἱ Προφῆται Θεοῦ, Θεοτόκον προεκήρυξαν, καὶ πῶς Ναός χωρήσει
αὐτήν; διὸ θαυμάζων βοῶ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἱκέτις
Θεοῦ κατέστην ἐγώ, ἀντέφησεν Ἄννα αὐτῷ· Καλοῦσα τοῦτον ἐν πίστει καὶ προσευχῇ,
Λαβεῖν τῆς ἐμῆς ὠδῖνος καρπόν· Μετὰ τόκον δὲ τὸ κύημα, προσάγειν τῷ παρέχοντι·
διὸ σκιρτῶσα βοῶ·Νόμιμον ὄντως τὸ ἔργον ἐστίν.
Ὁ
Ἱερεὺς ἔφη αὐτῇ· Ξένον δὲ πάντῃ, τὸ πρᾶγμα κατανοῶ. Ὁρῶν τὴν προσαγομένην ἐν
οἴκῳ Θεοῦ, Παραδόξως ὑπερβαίνουσαν, τὰ Ἅγια τῇ χάριτι· διὸ καὶ χαίρων βοῶ·
Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ῥώννυμαι
ἔφη ἡ Ἄννα αὐτῷ, μανθάνουσα ἅπερ λαλεῖς. Συνεὶς γὰρ ταῦτα τῷ Πνεύματι τοῦ Θεοῦ.
Τρανῶς τὰ τῆς Παρθένου ἐκήρυξας. Υποδέχου οὖν τὴν ἄχραντον, ἐν τῷ Ναῷ τοῦ
Κτίστου σου, καὶ χαίρων ψάλλε αὐτῷ. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Φωσφόρος
ἡμῖν ἀνῆψε λαμπάς, ἐβόησεν ὁ Ἱερεύς. Χαρὰν μεγίστην ἐκλάμπουσαν ἐν Ναῷ. Ψυχαὶ
Προφητῶν συνευφραινέσθωσαν. Ὡς παράδοξα θεώμεναι, τελούμενα ἐν οἴκῳ Θεοῦ, καὶ
ἐκβοάτωσαν νῦν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὁ
α’ τοῦ Ὁσίου. Τῶν ἐν ὄρει ἁγίῳ.
Ἡ παλάμη σου τοῦ αἵματος
Κυρίου, ὅτε Πάτερ σεμνῶς ἐτέλεις τὴν θυσίαν, τοῦ Ἰησοῦ ὡς ἄγγελος οὐράνιος,
ἤγγιξε καὶ ὤφθης, ἀπαστράπτων ξένως, ταῖς θείαις ἐνεργείαις.
Σαῖς πρεσβείαις τὴν ποίμνην
σου θεόφρον, ἐκ παντοίων δεινῶν καὶ πονηρῶν δαιμόνων, διηνεκῶς προφύλαττε
Ἰάκωβε, ἵνα ἀνυμνῶμεν, καὶ δοξολογῶμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁλοθύμως Ἰάκωβε μὴ παύσῃ,
πρὸς Χριστὸν τὸν Θεὸν ἐκτείνων τὰς σὰς χεῖρας, ὑπὲρ ἡμῶν πάθεσιν Ἰάκωβε,
κατατρυχομένων, καθ’ ἑκάστην Πάτερ, ἀκέστορ ἀσθενούντων.
Θεοτοκίον.
Νυσταγμὸν ἀκηδίας τὸν ἐντός
μου, ἀπμάκρυνον νῦν Μαρία ταῖς λιταῖς Σου, καὶ τῆς ψυχῆς τὸν τόνον Θεονύμφευτε,
ἔγειρον λιταῖς Σου, ἵνα ἐγκαρδίως, δοξάζω τὸν Σὸν τόκον.
Ὁ
β’ τοῦ Ὁσίου. Τὸν Βασιλέα.
Κρατῆρα ἔσχες, ἀγαθῶν ὑπὲρ
πτωχῶν καὶ δυστυχούντων, ἐν ἡγουμενείῳ, τῷ σῷ ὡς σιτοδότης.
Ἐν ἀπερίττῳ, Πάτερ κατώκεις
κελλίῳ, ἀποδεύγων τρυφηλότητα τοῦ βίου· διὸ καὶ τοὺς πάλαι, Πατέρας ἐμιμήσω
Παύεις δαιμόνων, κυριαρχίαν
παμμάκαρ, προσπορίζων τοῦ Χριστοῦ ἐλευθερίαν, ταῖς πρός σε ἐλθοῦσιν,
ἐνεργουμένοις Πάτερ.
Θεοτοκίον.
Ἐμὲ Παρθένε, τῷ Σῷ ἀχρείῳ
ἱκέτῃ, χειραγώγησον πρὸς τρίβον σωτηρίας, ἵνα τοῦ Υἱοῦ Σου, τὰς ἐντολὰς τηρήσω.
Καταβασία
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος,
ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς
Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ
κτίσις πᾶσα τὸν κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
ᾨδὴ
θ', τῆς Ἑορτῆς
Μεγαλυνάριον
Ἄγγελοι τὴν
Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο πῶς ἡ Παρθένος εἰσῆλθεν, εἰς τὰ Ἅγια
τῶν Ἁγίων.
Ὁ
Εἱρμός
Ὡς ἐμψύχῳ Θεοῦ κιβωτῷ, ψαυέτω μηδαμῶς
χεὶρ ἀμυήτων, χείλη δὲ πιστῶν, τῇ Θεοτόκῳ ἀσιγήτως, φωνὴν τοῦ Ἀγγέλου
ἀναμέλποντα, ἐν ἀγαλλιάσει βοάτω· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν
Εἴσοδον τῆς Πανάγνου, ὁρῶντες ἐξεπλήττοντο, πῶς μετὰ δόξης εἰσῆλθεν, εἰς τὰ
Ἅγια τῶν Ἁγίων.
Ὡς
ὑπέρλαμπρον Θεοτόκε ἁγνή, Ψυχῆς τὸ καθαρὸν ἔχουσα κάλλος· Χάριτος Θεοῦ δ'
ἐμπιπλαμένη οὐρανόθεν· Φωτὶ ἀϊδίῳ καταυγάζεις ἀεί, τοὺς ἐν εὐφροσύνῃ βοῶντας·
Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι τὴν
Εἴσοδον τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς παραδόξως εἰσῆλθεν, εἰς τὰ Ἅγια
τῶν Ἁγίων.
Ὑπερίπταται
Θεοτόκε ἁγνή Τὸ θαῦμά σου τὴν δύναμιν τῶν λόγων· Σῶμα γὰρ ἐν σοὶ κατανοῶ ὑπὲρ
λόγον, Ῥοῆς ἁμαρτίας ἀνεπίδεκτον· ὅθεν εὐχαρίστως βοῷ σοι· Ὄντως ἀνωτέρα
πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ
ἄνθρωποι τῆς Παρθένου, τὴν Εἴσοδον τιμήσωμεν, ὅτι ἐν δόξῃ εἰσῆλθεν, εἰς τὰ Ἅγια
τῶν Ἁγίων.
Παραδόξως
προδιετύπου Ἁγνή, ὁ Νόμος σε σκηνὴν καὶ θείαν στάμνον, Ξένην κιβωτόν, καὶ
καταπέτασμα καὶ ῥάβδον, Ναὸν ἀκατάλυτον, καὶ πύλην Θεοῦ· Ὅθεν ἐκδιδάσκει σοι
κράζειν· Ὄντως ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή
Ἄγγελοι τὴν
Εἴσοδον τῆς Παρθένου, ὁρῶντες κατεπλήττοντο, πῶς θεαρέστως εἰσῆλθεν, εἰς τὰ
Ἅγια τῶν Ἁγίων.
Μελῳδῶν
σοι προεκελάδει Δαυῒδ, Λαλῶν σε θυγατέρα Βασιλέως, Κάλλει ἀρετῶν, ἐκ δεξιῶν
παρισταμένην, ἰδὼν τοῦ Θεοῦ πεποικιλμένην σε· ὅθεν προφητεύων ἐβόα· Ὄντως
ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι
σκιρτήσατε σὺν Ἁγίοις, Παρθένοι συγχορεύσατε· ἡ γὰρ Θεόπαις εἰσῆλθεν, εἰς τὰ
Ἅγια των Ἁγίων.
Θεοδόχον
προθεωρῶν Σολομῶν, Ἠνοίξατο σε πύλην Βασιλέως, Ζῶσάν τε πηγὴν ἐσφραγισμένην, Ἐξ
ἧς τὸ ἀθόλωτον ἡμῖν προῆλθεν, ὕδωρ τοῖς ἐν πίστει βοῶσιν· Ὄντως ἀνωτέρα πάντων,
ὑπάρχεις Παρθένε ἁγνή.
Ἄγγελοι καὶ
ἄνθρωποι τὴν Παρθένον, ἐν ὕμνοις μεγαλύνωμεν· θεοπρεπῶς γὰρ εἰσῆλθεν, εἰς τὰ
Ἅγια τῶν Ἁγίων.
Διανέμοις
τῶν χαρισμάτων τὴν σήν, Γαλήνην Θεοτόκε τῇ ψυχῇ μου, βρύουσα ζωήν, τοῖς σὲ
τιμῶσι κατὰ χρέος, Αὐτὴ περιέπουσα καὶ σκέπουσα, καὶ διατηροῦσα βοᾶν σοι· Ὄντως
ἀνωτέρα πάντων, ὑπάρχεις Παρθένε ἁγνή.
Ὁ
α’ τοῦ Ὁσίου. Ἐξέστη ἐπὶ τούτῳ.
Ἱστίῳ προσεδέθης τοῦ Ἰησοῦ,
καὶ ἀνέμων βελίαρ τὴν δύναμιν, πίστει τῇ σῇ, Πάτερ ἐταπείνωσας κραταῖως, καὶ
εἰς λιμένα ἔφθασας, τῶν μονῶν Ἁγίων τοῦ οὐρανοῦ, χορείας τῶν Ὁσίων, καὶ τῶν ἀΰλων
νόων, καταλαβὼν ὡς τούτοις ὅμοιος.
Ὡς φίλος τοῦ Ὁσίου Δαυΐδ
σεμνέ, σὺν αὐτῷ τοῖς ἀνθρώποις πεποίηκας, θαυματουργέ, πάμπολλα σημεῖα ὑπερφυῆ,
σὺν τούτῳ δὲ ἐπέστρεψας, ἐκ τῆς ἀνομίας ἁμαρτωλούς, Ἰάκωβε κηρύξας, τῆς
μετανοίας λόγον, καὶ ἐντολῶν Χριστοῦ τὴν τήρησιν.
Ἡ ἔνθεος ζωή σου πολλοῖς
πιστοῖς, ἐν τῇ Μάνδρᾳ Δαυΐδ τοῦ προστάτου σου, τύπος καλό;, γέγονεν Ἰάκωβε
θαυμαστέ, καὶ εὐσεβείας πρότυπον, καὶ πρὸς σωτηρόαν χειραγωγός, καὶ ἤλλαξαν
ἀσμένως, ἐπὶ τὰ κρείττω βίον, οἱ προσιόντες σοι πανόσιε.
Θεοτοκίον.
Λιμώττοντες οἱ δοῦλοί Σου
οἱ πτωχοί, ἐκ σιτίων τῆς χάριτος πάναγνε, τῶν θρεπτικῶν, γόνυ Μῆτερ κλίνομεν οἱ
οἰκτροί, πρὸ τῆς σεπτῆς Εἰκόνος Σου, καὶ καθικετεύομεν ταπεινῶς, τὸν Ἄρτον ταῖς
λιταῖς Σου, Ὃν ἔτεκες παράσχου, μερόποις πᾶσιν ἵνα ζήσωνται.
Ὁ
β’ τοῦ Ὁσίου. Κυρίως Θεοτόκον.
Ἰδοὺ κατ’ ἔτος μάκαρ,
πληθὺς τῶν Πατέρων, καὶ κοσμικῶν Ὀρθοδόξων παράταξις, τὴν ἀεισέβατον Πάτερ,
μνήμην σου μέλπομεν.
Ὦ Ὅσιε μὴ παύσῃ, ὑπὲρ τῆς
σῆς ποίμνης, καθικετεύων Χριστῷ τῷ Κυρίῳ σου, σὺ γὰρ προστάτης ὑπάρχεις, αὐτῆς
Ἰάκωβε.
Ἡδέως ἀνυμνοῦμεν, τὸν σὸν βίον
Πάτερ, ἐκδιηγούμενοι πάντα τὰ θαύματα, καὶ τοὺς ἁγίους σου λόγους, σεμνὲ Ἰάκωβε.
Θεοτοκίον.
Λαοὶ φυλαὶ καὶ γλῶσσαι, Σὲ
τὴν Θεοτόκον, καθὼς προεῖπές ποτε μακαρίζουσι, καὶ ἀνυμνοῦσιν ἐνθέως, τὸν θεῖον
τόκον Σου.
Καταβασία
Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον,
οὐρανὸν τὸ σπήλαιον θρόνον Χερουβικὸν τὴν Παρθένον τὴν φάτνην χωρίον· ἐν ᾧ
ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὅν ἀνυμνοῦντες μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ἦχος β΄. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τοῦ
Λιβίσιου βλάστημα, καὶ Φαράκλων οἰκήτωρ, Εὐβοίας νήσου καύχημα, καὶ πιστῶν
παραστάτης, Μονῆς Δαυΐδ τοῦ Ὁσίου, προεστὼς θεοφόρος χαρίτων σκεῦος πάγχρυσον,
καὶ προγνώσεως λύχνος ἀειλαμπής, ἐγκρατείας πόνοις ἀκαταπαύστοις, καὶ σαῖς
πυκναῖς δεήσεσιν, Ἰάκωβε ἐγνώσθης.
Τῆς
Ἑορτῆς. Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε
Ἣν
πάλαι προκατήγγειλε, τῶν Προφητῶν ὁ σύλλογος, στάμνον καὶ ῥάβδον καὶ πλάκα, καὶ
ἀλατόμητον ὄρος, Μαρίαν τὴν Θεόπαιδα, πιστῶς ἀνευφημήσωμεν· σήμερον γὰρ
εἰσάγεται, εἰς τὰ Ἅγια τῶν Ἁγίων, ἀνατραφῆναι Κυρίῳ.
Αἶνοι.
Ἦχος α’. Πανεύφημοι Μάρτυρες.
Ἐκ
παιδὸς ἠγάπησας σφοδρῶς, ἀσκητῶν πολίτευμα, καὶ ἐν νηστείαις ἐσχόλαζες, καὶ ταῖς
δεήσεσιν, ἔχων δὲ πρὸς τοῦτο, καὶ τὴν γνώμην σύμφωνον, σεμνὲ τῶν εὐσεβῶν γεννητόρων
σου· διὸ καὶ ηὔξανες τῇ ἁγνείᾳ καὶ σεμνότητι, ἐπ’ ἐσχάτων, τῶν χρόνων Ἰάκωβε.
Ὡς
ἄγγελος ὤφθης ἐν Μονῇ, τοῦ Δαυΐδ πανόλβιε, διακριθεὶς ἐν ἀσκήσεσι, καὶ τοῦ θελήματος,
ἐκκοπῇ ἐκ ῥίζης, ἀσκητὰ Ἰάκωβε· διὸ καὶ ἐνεδύθης τὰ πάντιμα, ἀξίως Ἅγιε, ἱερωσύνης
τὰ ἱμάτια, ἁγιάζων, πιστῶν τὰ πληρώματα.
Φιλόστοργος
ὤφθης ἀληθῶς, ὡς ἱερομόναχος, ἐπιστηρίζων τὴν ποίμνην σου, ἐξ έπιθέσεων, τοῦ ἀντικειμένου,
καὶ λύων Ἰάκωβε, πολλῶν ἐνεργουμένων σῇ χάριτι, τῶν προσιόντων σοι, τὴν πικρίαν
καὶ τὴν ἅλυσιν, καὶ παρέχων, ψυχῶν τὴν εἰρήνευσιν.
Ὁ
τάφος σου ὄλβος ἐν Μονῇ, ἐπεγνώσθη Ὅσιε, καταπλουτίζων Ἰάκωβε, πολλοῖς χαρίσμασι,
τοὺς ἀσπαζομένους, αὐτὸν μετὰ πίστεως, καὶ πάντοτε ἰᾶται νοσήματα, ψυχῆς καὶ σώματος,
καὶ σκεδάζει τὴν ἀπόγνωσιν, τῶν ἀνθρώπων, τῶν προσερχομένων σοι.
Δόξα.
Ἦχος πλ. α’.
Ὅσιε
Πάτερ, ἔχων ἐν τῇ καρδίᾳ σου, τὸν ἀγαθὸν θησαυρὸν κεκρυμμένον, πάντα ἀπέῤῥιψας,
τὰ γεηρὰ καὶ ὑλώδη, ἐπιθυμίαν ἔχων σὺν Χριστῷ ἀναλῦσαι, καὶ αἰωνίως Αὐτῷ συνεῖναι·
ὅθεν ὁλοκαρδίως τὸν Χριστὸν ἠγάπησας, καὶ λόγοις τε καὶ πολλοῖς σημείοις, γνωστὸν
τοῖς πᾶσιν τοῦτον ἐποίησας, Ὃν καθικέτευε Πάτερ Ἰάκωβε, ὑπὲρ τῆς ἁγίας Μονῆς
σου, καὶ πάντων τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ
νῦν ... Τῆς Ἑορτῆς.
Ἐπέλαμψεν ἡμέρα χαρμόσυνος,
καὶ ἑορτὴ πανσεβάσμιος. Σήμερον γὰρ ἡ πρὸ τόκου Παρθένος, καὶ μετὰ τόκον
Παρθένος μείνασα, ἐν τῷ Ναῷ προσάγεται, καὶ χαίρει Ζαχαρίας ὁ πρέσβυς, ὁ
γενέτης τοῦ Προδρόμου, καὶ βοᾷ γηθοσύνως. Ἤγγικεν ἡ προσδοκία τῶν θλιβομένων,
ἐν Ναῷ ἁγίῳ ὡς ἁγία, ἀφιερωθῆναι εἰς κατοίκησιν τοῦ Παντάνακτος. Εὐφραινέσθω
Ἰωακεὶμ ὁ προπάτωρ, καὶ ἡ Ἄννα ἀγαλλιάσθω, ὅτι προσήνεγκαν Θεῷ, ὡς τριετίζουσαν
δάμαλιν, τὴν ἀμώμητον Δέσποιναν. Μητέρες συγχάρητε, παρθένοι σκιρτήσατε, καὶ
στεῖραι συγχορεύσατε· ὅτι ἠνέῳξεν ἡμῖν τὴν οὐρανῶν βασιλείαν, ἡ προορισθεῖσα
Παντάνασσα. Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις τῆς Εὐβοίας ὁ
στολισμός, καὶ ποιμὴν τῆς Μάνδρας, τοῦ Ὁσίου Πατρὸς Δαυΐδ· χαίροις Ὀρθοδόξων, ὁ
βοηθὸς ἐν πᾶσι, Ἰάκωβε παμμάκαρ, ἡμῶν τὸ καύχημα.
ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς
ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:
Εὐλογητὸς ὁ Θεός ἡμῶν,
πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ
ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων
Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον τῆς
προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ
δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου.
Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου,
Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν
τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας
τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς
ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν
ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν
αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου
ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς
ἡμῶν.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν
θεοφόρον ἀσκητὴν τοῦ Ὑψίστου, τὸν ἐν Εὐβοίᾳ ἐν τοῖς χρόνοις τοῖς νέοις,
ἀναδειχθέντα εἴπωμεν ἐκ βάθους ψυχῆς· Ἅγιε Ἰάκωβε, μοναστῶν ποδηγέρα, πάσης
περιστάσεως, τὴν ἁγίαν Μονήν σου, καὶ τοὺς οἰκοῦντας πάντας ἐν αὐτῇ, ταῖς σαῖς
πρεσβείαις, ἀεὶ διαφύλαττε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,
τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς
ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ
ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ Θεός, κατά τό
μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου.
Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με.
Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός.
Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς
λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί
ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί
τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι,
πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην,
ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν
μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός
καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ
προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν
ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους
τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ
Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ
χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας
θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα
συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ
ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ
τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί
ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ
Κανών, οὗ ἡ ἀκροστιχίς: Πάτερ Ἰάκωβε, δός μοι σὴν βοήθειαν. Ἰωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Παράσχου τὴν χάριν σου ἀφειδῶς, Ἰάκωβε Πάτερ, τοῖς
προστρέχουσιν εὐλαβῶς, τῇ θείᾳ Μονῇ σου ἐν Εὐβοίᾳ, καὶ προσκυνοῦσιν τὸν τάφον
σου Ἅγιε.
Ἀνύσας τὸν βίον ἀσκητικῶς, μετὰ τῶν Ὁσίων, ἠριθμήθης ἐν
οὐρανῷ· διὸ ταῖς ὀξείαις σου πρεσβείαις, τοῖς ἀλγουμένοις τὴν ἴασιν χάρισαι.
Τὰ πάθη νικήσας ἐπὶ τῆς γῆς, ἐκτήσω θεόφρον, παῤῥησίαν
ἐν οὐρανοῖς· διὸ τοὺς ἱκέτας σου ἐκ βλάβης, τοῦ πινηροῦ περιφρούρει Ἰάκωβε.
Θεοτοκίον.
Ἐλπὶς Ὀρθοδόξων Χριστιανῶν, ὑπάρχουσα Μῆτερ, μὴ ἐλλίπῃς
διηνεκῶς, τοὺς λύκους αἱρέσεων ποικίλων, διασκεδάζουσα θείᾳ δυνάμει Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ῥυπαρὰς ἁμαρτίας καὶ τὰ
πολλὰ σφάλματα, ἅπερ καθ’ ἑκάστην ἡμέραν, ποιῶ ὡς ἄσωτος, Πάτερ Ἰάκωβε,
ἱκετηρίαις σου τάχει, πρὸς Χριστὸν διόρθωσον, ἀειμακάριστε.
Ἰατρὸς δαιμονώντων
ἀναδειχθεὶς Ἅγιε, ὥς ποτε ἐῤῥύσω τὸν νέον, ἐκ τοῦ ἀλάστορος· διὸ βοήθησον, τοὺς
σὲ ὑμνοῦντας ἐνθέρμως, ὅπως κατασπάσωσιν, ἐχθροῦ τοξεύματα.
Ἀπὸ πάσης ἀνάγκης καὶ
πειρασμῶν λύτρωσαι, τοὺς ἐνασκουμένους πατέρας, ποτὲ συνόντας σοι, τῆς θείας
μάνδρας σου, ἐν τῇ Εὐβοίᾳ θεόφρον, σὺ γὰρ ὤφθης Ἅγιε, αὐτῶν τὸ στήριγμα.
Θεοτοκίον.
Κραταιὰ προστασία καὶ
ἀρωγὸς ἕτοιμος, τῶν καταφευγόντων μερόπων, τῇ θείᾳ σκέπῃ Σου, Παρθένε φάνηθι,
Σὺ γὰρ φιλόστοργος Μήτηρ, καὶ τροφὸς καὶ στήριγμα, ἁπάντων γέγονας.
Διάσωσον,
ἀπὸ κινδύνων Ἰάκωβε θανασίμων, καὶ ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων, τοὺς
ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.
Ἐπίβλεψον,
ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Ὑπὲρ τῆς Μονῆς, τῆς σῆς
θεομακάριστε, πρεσβεύειν ἀεί, Χριστῷ τῷ Παντοκράτορι, μὴ παύσῃ ἱκεσίαις σου, ὡς
ἡγούμενος ταύτης Ἰάκωβε, καὶ ποδηγὸς σοφὸς τῶν μοναστῶν, τῶν πόθῳ τιμώντων τὴν
μνήμην σου.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὥσπερ φύλαξ ἀήττητος, τοῦ ἀντικειμένου τὰ ἐνοχλήματα,
διασκέδασον πρεσβείαις σου, ἀπὸ τῶν αἰτούντων σου βοήθεια.
Βοηθὸς ἐν ταῖς θλίψεσιν, τῶν ἀσθενειῶν μου γενοῦ
Ἰάκωβε, σὺ γὰρ ἔχεις ἀνεπαίσχυντον, Πάτερ παῤῥησίαν πρὸς τὸν Κύριον.
Ἐπομβρίαις χαρίτων σου, τῆς ψυχῆς φοβίας Πάτερ Ἰάκωβε,
μετασκεύασον δεόμεθα, πρὸς χαρὰν ἁπάντων τῶν αἰνούντων σε.
Θεοτοκίον.
Δός μοι χάριν καὶ δύναμιν, ὅπως διαπλεύσω τὸ μέγα
πέλαγος, ἀειπάρθενε τοῦ βίου μου, καὶ εἰς πλάτος φθάσω παραδείσιον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὅλος τῷ Θεῷ, ἐκ παιδὸς ἀνατιθέμενος, τὴν νεότητα ὁδήγει
ἀσφαλῶς, πρὸς τὴν τρίβον τοῦ Σωτῆρος ἀξιάγαστε.
Σώματος ἡμῶν, καὶ ψυχῆς τὰ ἀῤῥωστήματα, ἱκετεύομεν
εὐχαῖς σου ἱεραῖς, ἰαθῆναι θεοκίνητε Ἰάκωβε.
Μνήσθητι ἡμῶν, τῶν σῶν φίλων ὦ Ἰάκωβε, καὶ παράσχου τὴν
εἰρήνην λογισμῶν, τοῦ νοὸς ταῖς ἱκεσίαις σου πρὸς Κύριον.
Θεοτοκίον.
Ὁ πανσθενουργός, καὶ Δεσπότης πάσης κτίσεως, τὴν Σὴν
δέησιν ἀκούει εὐμενῶς· διὸ ζήτει ὑπὲρ πάντων τὰ σωτήρια.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἰάτρευσας, προσευχαῖς σου Ἅγιε, ἐπιτόκων γυναικῶν
ἀσθενείας, καὶ ἐκ καρκίνου βαρέως ἐῤῥύσω, πολλοὺς ἀνθρώπους παμμάκαρ Ἰάκωβε·
διὸ μὴ παύσῃ καὶ ἡμῶν, θεραπεύων ψυχῆς τὰ οίδήματα.
Σοφίᾳ, τῇ ἱερᾷ κεκόσμησαι, ὁδηγήσας μοναζόντων χορείαν,
πρὸς βιοτὴν τὴν λιτὴν καὶ ὁσίαν, καὶ ἀγαπήσας Χριστοῦ τὴν ταπείνωσιν· διὸ κατάστειλον
ταχύ, τοῦ νοός μου τὸν τύφον Ἰάκωβε.
Ἡδύτητα, σαρκικὴν ἀπέκρουσας, ἐγκρατείᾳ καὶ νηστείᾳ
θεόφρον, καὶ ταῖς πυκναῖς προσευχαῖς σου ἀνῆλθες, εἰς κορυφὴν τῆς θεώσεως Ἅγιε,
πρὸς ἣν κατεύθυνον ἡμᾶς, τοὺς φιλοῦντάς σε Πάτερ Ἰάκωβε.
Θεοτοκίον.
Νῦν πάναγνε, Θεοτόκε Δέσποινα, ἱκετεύοντες οἱ δοῦλοί
Σου πάντες, τῶν στυγερῶν, καὶ ἀτέγκτων δαιμόνων, τὴν κακουργίαν ταχέως
διάλυσον· Σὺ γὰρ τὴν κάραν τοῦ ἐχθροῦ, τῷ Σῷ τόκῳ συνέτριψας τέλεον.
Διάσωσον,
ἀπὸ κινδύνων Ἰάκωβε θανασίμων, καὶ ἀνιάτων ἀσθενειῶν καὶ κακώσεων, τοὺς
ἀνυμνοῦντας τὴν μνήμην σου θεοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν
Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα
μητρικὴν παῤῥησίαν.
Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς ἱερεὺς τοῦ Χριστοῦ
ἐννομώτατος, καὶ ἀσκητὴς περιάκουστος Ἅγιε, Μονὴν τὴν ἁγίαν σου φύλαττε,
ἱκετηρίαις σου Πάτερ Ἰάκωβε, Δαυΐδ τοῦ Ὁσίου διάδοχε.
Εἶτα, οἱ
Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην, καὶ οἱ
ὅσιοί Σου ἀγαλλιάσονται.
Στ.: Μνήσθητι Κύριε τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
Εὐαγγέλιον,
ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄, 17-21)
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ
Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ· καὶ ὄχλος πολὺς μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ
λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ὀχλούμενοι ἀπὸ
πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ,
ὅτι δύναμις παρ’ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτός, ἐπάρας τοὺς
ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ, ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα
ἐστὶν ἡ Βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε.
Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ
ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα
ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ Υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ
σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.
Δόξα: Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν: Ταῖς
τῆς Θεοτόκου...
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.:Ἐλέησόν
με ὁ Θεός
Ἅγιε Ἰάκωβε, τῶν μοναζόντων
τὸ κλέος, τεῖνον χεῖρα ἅπασι, τοῖς προσερχομένοις τῇ θείᾳ μάνδρᾳ σου, ἐν
πολλαῖς θλίψεσι, καὶ ποικίλαις νόσοις, καὶ παντοίοις παραπτώμασι, παρέχων
ἴασιν, θάρσος καὶ χαρὰν ἀναφαίρετον, τοὺς δὲ ἐκ βλάβης πάσχοντας, τοῦ
ἀντικειμένου θεράπευσον, ἵνα ἀνυμνοῦσι, τὴν χάριν σου τὴν ἄμαχον σεμνέ, καὶ
ἐγκαρδίως γεραίρωσι, τὰ πολλὰ σου θαύματα.
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Βαρυνθεὶς ἀνομίαις πολυφρόντιδος βίου ὁ δυστυχὴς καὶ
πτωχός, ὑψῶ τὰς δύο χεῖρας, ἱκετικῶς παμμάκαρ, πρὸ τῆς θείας εἰκόνος σου, καὶ
ἀναμένω τὴν σήν, λαβεῖν ἐπικουρίαν.
Ὁ πολλοὺς τῷ σῷ λόγῳ καὶ σημείοις ἀῤῥήτοις ὡς
εὐσπλαγχνίας Πατήρ, ἐν τῇ ζωῇ στηρίξας, καὶ μετὰ τὴν θανήν σου, θεοφόρε Ἰάκωβε,
κἀμὲ τὸν σὸν ὑμνητήν, ἀνάστησον πεσόντα.
Ἡ Μονή σου τυγχάνει τὸ προπύργιον Πάτερ τῶν εὐσεβῶν
κοσμικῶν, καὶ τῶ ἐνδεδυμένων, στολὴν τῶν μοναζόντων, οὓς συντήρει Ἰάκωβε, ἐν
καθαρᾷ βιοτῇ, καὶ ὀρθοδόξῳ πίστει.
Θεοτοκίον.
Θεοτόκε Παρθένε ἡ τεκοῦσα ἀσπόρως τὸν πάντων Κύριον,
δυσώπησον λιταῖς Σου, Αὐτὸν ὑπὲρ τῶν δούλων, τῶν ὑμνούντων τὴν χάριν Σου, καὶ
τὰ πολλά Σου ἁγνή, σημεῖα εὐγνωμόνως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐπισταμένως, τοὺς ἐκζητοῦντας ἐκ πόθῳ, παραμύθιον ἐν
θλίψεσι παράσχου, Ἰάκωβε Εὐβοίας, ὁ φύλαξ καὶ προστάτης
Ἴασαι Πάτερ, τὴν ἀσθενοῦσαν ψυχήν μου, ἐκ παθῶν
ἡδονοφόρων
καὶ αἰσχίστων, καὶ βοήθησόν μοι, ποιεῖν τὰ τοῦ Κυρίου.
Ἀπὸ τοῦ τύφου, τῶν πονηρῶν ἐννοιών μου, ταῖς λιταῖς σου
πρὸς Χριστὸν ἀπάλλαξόν με, καὶ τῇ σῇ προνοίᾳ, πρὸς φῶς ὁδήγησόν με.
Θεοτοκίον.
Νεῦσον ἐξ ὕψους, πρὸς τοὺς ἱκέτας Σου Μῆτερ, καὶ
ὁδήγησον αὐτοὺς πρὸς σωτηρίαν, ἵνα τοῦ Υἱοῦ Σου, ἐντάλματα τηρῶσι.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν ἐπιθοῦμεν, πρόσωπον Κυρίου, ταῖς σαῖς πρεσβείαις
παμμάκαρ Ἰάκωβε, σὺ γὰρ οἰκήτωρ ὑπάρχεις, τῆς ἄνω πόλεως.
Ὡς ἔχων παῤῥησίαν, πρέσβευε ἀπαύστως, ὑπὲρ τῆς μάνδρας
σου Πάτερ Ἰάκωβε, σὺν τῷ Δαυΐδ τῷ Ὁσίῳ, Γέροντι πάντιμε.
Ἡ Εὔβοια και πᾶσα, χώρα τῶν Ἑλλήνων, ἐπικαλοῦνται τὴν
κλῆσιν σου Ἅγιε· διὸ τὸ γένος σου φρούρει, Πάτερ Ἰάκωβε.
Θεοτοκίον.
Λιμὴν ἀπηλπισμένων, τῶν πιστῶν ἡ βάσις, καὶ στηριγμὸς τῶν
πεσόντων ἐν παραπτώμασι, τῇ Σῇ ὀξείᾳ δυνάμει, φάνηθι Δέσποινα.
Μεγαλυνάρια.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς,
μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ
Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν
Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ
μεγαλύνομεν.
Χαίροις Λιβισίου γόνος
λαμπρός, καὶ Εὐβοίας πάσης, ὁ ἀκένωτος θησαυρός· χαίροις κοινοβίου, Δαυΐδ τοῦ
θεοφόρου, Ἰάκωβε ἡγῆτορ, καὶ μέγας ἔφορος,
Χαίροις ἀῤῥωστούντων
θεραπευτής, τῶν πενήτων φίλος, καὶ πενθούντων ἀναψυχή· χαίροις τῶν στενόντων,
ταῖς θλίψεσι τοῦ βίου, Ἰάκωβε θεόφρον, τὸ παραμύθιον.
Ὤφθης ἐπ’ ἐσχάτων τῶν ἡμερῶν,
ἐν Εὐβοίᾳ Πάτερ, τὸ ἀλάβαστρον ἀρετῶν, καὶ χαρίτων θείων, ταμεῖον πεπλησμένον, Ἰάκωβε
παρέχον, πιστοῖς τὰ πρόσφορα.
Εἴληφας Ἰάκωβε ἱερέ, τῆς ἱερωσύνης,
μέγα δῶρον ἀπὸ Θεοῦ, καὶ πολλοὺς πεσόντας, ἀνέστησας θεόφρον, τῷ θείῳ μυστηρίῳ,
ἐξαγορεύσεως.
Γέγονας τὸ στήριγμα μοναχῶν,
θεραπεύων τούτων, ἀῤῥωστήματα τῆς ψυχῆς, ὡς καὶ διανοίας, τῆς λογικῆς καθαίρων,
σοφαῖς σου συμβουλίαις, Πάτερ Ἰάκωβε.
Κόσμημα καὶ καύχημα ἱερόν,
πάσης τῆς Ἑλλάδος, ἀνεδείχθης σεμνοπρεπῶς, ταῖς θαυματουργίαις, καὶ διδαχαῖς ἁγίαις,
Ἰάκωβε Ἀγγέλων, ὁ ὁμοδίαιτος.
Τάφον προσκυνοῦντές σου τὸ
σεπτόν, χάριτας ποικίλας, ἀρυόμεθα ἐξ αὐτοῦ, σὺ γὰρ Παρακλήτου, Ἰάκωβε δοχεῖον,
τὸ πάγχρυσον ἐφάνης, θεοχαρίτωτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ
στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς
Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας
ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,
ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς
ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς
εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς
λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη
Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,
Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ
Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ
τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων
δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ, διελθὼν τῶν πειρασμῶν,
πέλαγος Ἰάκωβε μέγα, ἔφθασας Ὅσιε, εἰς μονὰς τῆς χάριτος, τοῦ Παντοκράτορος· διὸ
πρόφθασον Ἅγιε, δεόμεθα πάντες, παῦσαι ταῖς πρεσβείαις σου, τοῦ πολεμήτορος, δόλον
καὶ σπουδὴν καὶ μανίαν, κατὰ τῆς ἁγίας Μονῆς σου, προεστὼς γὰρ ταύτης ἐχρημάτισας.
Δέσποινα πρόσδεξαι τὰς
δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ
ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου