ΙΟΥΛΙΟΣ ΛΑ΄
ΔΙΟΝΥΣΙΟΣ ΝΕΟΣ ΟΣΙΟΜΑΡΤΥΣ ΒΑΤΟΠΕΔΙΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, τῷ Παντάνακτι Χριστῷ, χαίρων ἠκολούθησας Πάτερ, τότε κατέλιπες, κόσμου ματαιότητα, καὶ προσεχώρησας, μονοτρόπων τοῖς τάγμασι, τοῦ Βατοπεδίου, τούτους ἀμιλλόμενος, ἐπὶ τὰ σκάμματα· ὅθεν, λαμπρυνθεὶς τὴν καρδίαν, ταῖς τοῦ Παρακλήτου ἀκτῖσιν, ἔλαμψας ὡς ἄστρον Διονύσιε.
Ὅτε, συνοδίτης ἱερός, γέγονας τῆς Ζώνης τῆς θείας, ἥνπερ ὡς ἄσυλον, κέκτηται θησαύρισμα, τὸ Βατοπέδιον, ἡ Μονὴ ἡ τρισμέγιστος, τῆς σῆς μετανοίας, εἰς τὴν Κρήτην ὄλβιε, τότε ὁ Κύριος, σὲ τοῖς Ἀθλητῶν ἀριθμῆσαι, δήμοις Διονύσιε θεῖε, πίστεως ὑπέρμαχε ηὐδόκησεν.
Ὅτε, ὡμολόγησας τρανῶς, στόματι ἁγίῳ τῶν ὅλων, Χριστὸν καὶ Κύριον, τότε κατεφρόνησας, βασανιστήρια, καὶ τῆς Ἄγαρ κατήσχυνας, πολλῇ παῤῥησίᾳ, ἄπιστον ἀπόγονον· ὅθεν ἀπείληφας, νίκης αἰωνίου βραβεῖα, καὶ ἀμαραντίνους στεφάνους, δόξης Διονύσιε σοφώτατε.
Ὅτε, ᾐωρήθης ἀπηνῶς, ἐν τῇ νήσῳ Κρήτῃ μὴ θέλων, ἡμῶν ἀρνήσασθαι, πίστιν τὴν πανάμωμον, τότε ἡ σύναξις, τῶν ἀΰλων Δυνάμεων, ἐθαύμασεν ὄντως, φρόνημα σὸν ἄκαμπτον, καὶ τὴν ἀγάπην σου, νέε ἀριστεῦ τοῦ σταδίου, πρὸς τὸν Λυτρωτὴν καὶ Δεσπότην, κτίσεως ἁπάσης Διονύσιε.
Δόξα. Ἦχος δ΄.
Ἀθλητικοῖς καμάτοις ἐφοίνικας, τὴν λελαμπρυσμένην ἤδη δι’ ἀσκήσεως, στολὴν τῆς ψυχῆς σου, ἐν τοῖς ἐσχάτοις ἔτεσιν, ὁσιόαθλε Διονύσιε· ἁγιάσας οὖν σοῖς ἱδρῶσι τὸ Βατοπέδιον, καὶ σοῖς αἵμασι τὴν νῆσον Κρήτην, Κυρίῳ εὐηρέστησας, τῷ σὲ πρεσβευτὴν ἡμῶν, γενέσθαι ἀξιώσαντι.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Πόνοις ἀσκητικοῖς, ἐν τῷ Βατοπεδίῳ, τὸν νοῦν καταλαμπρύνας, Μαρτύρων ἀνεδείχθης, ἀκρότης Διονύσιε.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ζώνην τὴν ἱεράν, ἐν Κρήτῃ περιφέρων, τῆς μόνης Θεοτόκου, ἐκίνησας τὴν μῆνιν, τῶν πλάνων Διονύσιε.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χλεύην τε ῥαβδισμούς, μηνίγγων σου τὴν τρῶσιν, καὶ βρόχον τῆς ἀγχόνης, ἐγεύσω ἀναμέλπων, τὸν Κτίστην Διονύσιε.
Δόξα. Τριαδικόν.
Αἴγλῃ καταυγασθείς, τῇ Σῇ Τριὰς Ἁγία, ὡς φωτοφόρον ἄστρον, ἐξέλαμψεν ἐν κόσμῳ, ὁ θεῖος Διονύσιος.
Καὶ νῦν. Θεοτοκίον.
Ζώνην Σου τὴν σεπτήν, διώκουσαν τὰς νόσους, ἐν Κρήτῃ περιάγων, ἐδέξατο ἀθλῆσαι, Ἁγνὴ ὁ Διονύσιος.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθλητῶν καὶ Ὁσίων τὸ ἐγκαλλώπισμα, Βατοπεδίου φωστῆρα, τὸν ἐν ἐσχάτοις καιροῖς, ἐν τῇ Κρήτῃ τῶν ἀπίστων σκότη λύσαντα, ἀνευφημήσωμεν λαμπρῶς, Διονύσιον τὸν κλεινόν, τῆς Ζώνης τῆς Θεοτόκου, τὸν ἀνδρεῖον συνοδιάρχην, καὶ πρεσβευτὴν ἡμῶν θερμὸν πρὸς Θεόν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
ᾈσματικῶς συνελθόντες, πιστοὶ τιμήσωμεν, τὴν τοῦ Διονυσίου, πανσεβάσμιον μνήμην· καθεῖλε γὰρ ἀπίστους οὗτος στεῤῥῶς, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ ἀφθαρσίας στεφάνους παρὰ Θεοῦ, ἐπαξίως ἐκομίσατο.
Ἐξ οὐρανοῦ δεδεγμένος, ἐν τῇ καρδίᾳ σου, τὸ πῦρ τὸ ζωηφόρον, τῆς σαρκὸν ἅπαν καῦμα, κατέφλεξας ἀόκνῳ μάκαρ εὐχῇ, καὶ συντόνοις ἀσκήσεσι· διὸ καὶ Ὄρους Ἁγίου τοὺς μοναστάς, Διονύσιε ἀνέψυξας.
Τῆς Θεοτόκου τὴν Ζώνην, τὴν χρυσοΰφαντον, ἐν ταῖς χερσὶ βαστάζων, περιώδευσας νῆσον, τῆς Κρήτης ἁγιάζων τοὺς εὐλαβῶς, Διονύσιε σπεύδοντας, αὐτῇ αἰτῆσαι ἐκ νόσων ἀπαλλαγήν, καὶ μαστίγων ἀπολύτρωσιν.
Τὸν μιμητὴν τῶν Ὁσίων, καὶ ἰσοστάσιον, τῶν Ἀθλητῶν Κυρίου, τὸν ἐν χρόνοις ὑστέροις, τῆς κλήσεως τῆς ἄνω στέφος διπλοῦν, εἰληφότα ὑμνήσωμεν, ᾠδαῖς εὐσήμοις καὶ ᾄσμασιν ἱεροῖς, Διονύσιον τὸν ἄριστον.
Πεπυρωμέναι περόναι, οὐκ ἠδυνήθησαν, ψυχῆς σου τὸ ἀνδρεῖον, Ἀθλητὰ κατισχῦσαι, οὐ τρῶσις τῶν μηνίγγων σου ζοφερά, Διονύσιε πάνσοφε, ἀλλὰ τὰ πάντα ὑπέμεινας σθεναρῶς, δι’ ἀγάπην τοῦ Παντάνακτος.
Ἀθλητικῇ σου ἐνστάσει, Μαρτύρων κλέϊσμα, τῶν ἀσεβῶν τυράννων τεταπείνωται κράτος, καὶ κέρας ἀνυψώθη τῶν εὐσεβῶν, εὐσθενὲς Διονύσιε· ὑπερφρονήσας γὰρ πάντων τῶν γεηρῶν, σὺ τῆς νίκης ἧρας τρόπαιον.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον, ἡ τοῦ Νέου Ὁσιομάρτυρος μνήμη, Διονυσίου τοῦ μάκαρος, ὡς ἑωσφόρος ἀρτιφανὴς ἐπέλαμψεν ἡμῖν, ταῖς ἀθλητικαῖς καὶ ὁσίαις αὐτοῦ ἀκτῖσι πάντας καταυγάζουσα· οὗτος γὰρ ἐν Βατοπεδίῳ προγυμνασθεὶς τῇ ἀσκήσει, καὶ ἀπαθείας δειχθεὶς ὑπέρβασις, μαρτυρικῶν καμάτων διήνυσεν τὸ στάδιον ἐν Κρήτῃ, ἰσότιμος τῶν πάλαι Ἀθλητῶν γενόμενος· διὸ νῦν τῆς ἀλήκτου εὐφροσύνης τὰ γέρα δεξάμενος, Ὁσίοις καὶ Μάρτυσι συναγάλλεται, καὶ Χριστῷ πρεσβεύει ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν ἀσμένως τελούντων, αὐτοῦ τὴν φωσφόρον πανήγυριν.
Καὶ νῦν. Θεοτοκίον.
Πάντα ὑπὲρ ἔννοιαν, πάντα ὑπερένδοξα, τὰ Σὰ Θεοτόκε μυστήρια, τῇ ἁγνείᾳ ἐσφραγισμένη, καὶ παρθενίᾳ φυλαττομένη, Μήτηρ ἐγνώσθης ἀψευδής, Θεὸν τεκοῦσα ἀληθινόν· Αὐτὸν ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. λδ΄ 9-17).
Ἀνὴρ πεπαιδευμένος ἔγνω πολλά, καὶ ὁ πολύπειρος ἐκδιηγήσεται σύνεσιν. Ὅς οὐκ ἐπειράθη ὀλίγα οἶδεν, ὁ δὲ πεπλανημένος πληθυνεῖ πανουργίαν. Πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου, καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου. Πλεονάκις ἕως θανάτου ἐκινδύνευσα καὶ διεσώθην τούτων χάριν. Πνεῦμα φοβουμένων Κύριον ζήσεται, ἡ γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σώζοντα αὐτούς. Ὁ φοβούμενος Κύριον οὐδὲν εὐλαβηθήσεται καὶ οὐ μὴ δειλιάσῃ, ὅτι Αὐτὸς ἐλπὶς αὐτοῦ. Φοβουμένου τὸν Κύριον μακαρία ἡ ψυχή· τίνι ἐπέχει καὶ τίς ἀντιστήριγμα αὐτοῦ; οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν· ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος, σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας, φυλακὴ ἀπὸ προσκόμματος καὶ βοήθεια ἀπὸ πτώσεως, ἀνυψῶν ψυχὴν καὶ φωτίζων ὀφθαλμούς, ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. λε΄ 1-10).
Ὁ συντηρῶν νόμον πλεονάζει προσφοράς, θυσιάζων σωτηρίου ὁ προσέχων ἐντολαῖς. Ἀνταποδιδοὺς χάριν προσφέρων σεμίδαλιν, καὶ ὁ ποιῶν ἐλεημοσύνην θυσιάζων αἰνέσεως. Εὐδοκία Κυρίου ἀποστῆναι ἀπὸ πονηρίας, καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας. Μὴ ὀφθῇς ἐν προσώπῳ Κυρίου κενός, πάντα γὰρ ταῦτα χάριν ἐντολῆς. Προσφορὰ δικαίου λιπαίνει θυσιαστήριον, καὶ ἡ εὐωδία αὐτῆς ἔναντι Ὑψίστου. Θυσία ἀνδρὸς δικαίου δεκτή, καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησθήσεται. Ἐν ἀγαθῷ ὀφθαλμῷ δόξασον τὸν Κύριον, καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου. Ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου καὶ ἐν εὐφροσύνῃ ἁγίασον δεκάτην. Δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν Αὐτοῦ καὶ ἐν ἀγαθῷ ὀφθαλμῷ καθ᾿ εὕρεμα χειρός· ὅτι Κύριος ἀνταποδιδούς ἐστι καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τὸ ἁγιώνυμον Ὄρος τῆς Θεοτόκου ἐπιλέξας, ὡς τῶν ἀσκητικῶν σου πόνων παλαίστραν, σαυτὸν ἠρνήσω καὶ θείας χάριτος ἐγένου ἐνδιαίτημα, Διονύσιε παμμακάριστε· καθαγνισθεὶς γὰρ ἀσκήσει, ἀπτοήτῳ φρονήματι τὸ τῆς ἀθλήσεως διῆλθες στάδιον, καταισχύνας εἰς τέλος ἐχθρὸν τὸν ἀσεβέστατον, καὶ τοὺς εὐσεβεῖς στηρίξας τῇ καλῇ ὁμολογίᾳ· ἐν αὐτῇ ἀσαλεύτους ἡμᾶς τήρει, Ὁσιόαθλε νέε τῆς πίστεως, ταῖς ἀσιγήτοις σου δεήσεσι πρὸς Κύριον, ὑπὲρ Οὗ καὶ ἀγχόνην προθύμως ὑπέμεινας, καὶ βιαιότατον θάνατον.
Ἦχος β΄.
Ὡς ὄλβον ἄσυλον ἐν κόλποις θησαυρίσας, τὴν ὑπέρτιμον τῆς Θεοτόκου Ζώνην, ἁγιαστικὴν πορείαν ἀνελάβου Διονύσιε ἄλκιμε· ἐλθὼν γὰρ εἰς Κρήτην, πάντας ηὔφρανας τῆς Θεοτόκου τῇ δυνάμει, καὶ τὰς ψυχὰς ἐφώτισας τῶν αὐτῇ οἰκούντων, διδαχῶν σου τῇ ἀναπτύξει· κινήσας οὖν ἐχθρῶν τὴν μῆνιν, ὡς ἄσαρκος ὑπέμεινας κολασμοὺς καὶ θάνατον, πρὶν ἂν ἀνέλθῃς εἰς πόλον, καὶ γένῃ μεσίτης ἡμῶν θερμότατος.
Ἦχος γ΄.
Ἕστης πρὸ βημάτων Ἀγαρηνῶν Διονύσιε, ἀνενδότῳ γνώμῃ ὁμολογῶν Χριστὸν τὸν Κύριον· ὅθεν καὶ νομίμως ἄρτι ἀθλήσας, διπλῶν βραβείων ἠξίωσαι, παρὰ τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ΄.
Ἄγγελοι ἐθαύμασαν τὴν σὴν ἀδάμαστον ψυχήν, καὶ δαίμονες ἔπτηξαν τῆς ὑπομονῆς σου τὸ ἀνένδοτον, Ὁσιομάρτυς Διονύσιε· καὶ νῦν συνὼν Χριστῷ τῷ Ἀθλοθέτῃ, τῷ σὲ ἐν ἄθλοις ἐνισχύσαντι, καὶ θεούμενος ἐν μεθέξει, Αὐτὸν ἱκέτευε ὑπὲρ τῶν τιμώντων σε.
Καὶ νῦν. Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις, ὁ ἐν ἐσχάτοις καιροῖς, Βατοπεδίου τὸ σεμνεῖον τὸ μέγιστον, φαιδρύνας τοῖς σοῖς ἱδρῶσι, καὶ ταῖς δακρύων ῥοαῖς, ἀσκητὰ θεόφρον, Διονύσιε· ἀζύγων ὑπόδειγμα, οὐκ ἐφείσω σαρκίου σου, διὰ τοῦ Κτίστου, τὴν ἀγάπην τὴν ἄμετρον, ἀλλὰ δέδωκας, σεαυτὸν χαίρων μάστιξι, τρώσει δεινῇ μηνίγγων σου, βασάνων τε πλήθεσι, καὶ κατωδύνῳ ἀγχόνῃ, καταβαλὼν τοῦ ἀλάστορος, τοὺς δούλους· διόπερ, καὶ λαμπρῶς παρὰ τοῦ μόνου, Θεοῦ δεδόξασαι.
Στ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Χαίροις, Ὁσιομάρτυς Χριστοῦ, ὁ ζηλωτὴς καὶ μιμητὴς καὶ ὁμότροπος, τῶν πάλαι κλεινῶν Μαρτύρων, καὶ ἱερῶν Ἀσκητῶν, ὁ ἀθλήσας ἄρτι, γενναιότατα· Σταυρὸν γὰρ ἐπ’ ὤμων σου, τοῦ Χριστοῦ φέρων ὥδευσας, τῶν μονοτρόπων, τὰς ὁδοὺς ἐν τῷ Ἄθωνι, πρὸς ἐνάθλησιν, θείαν ἑτοιμαζόμενος· ἥνπερ καὶ ἀνδρικώτατα, ἐν Κρήτῃ ὑπέμεινας, κατατροπώσας εἰς τέλος, τῆς Ἄγαρ γόνον τὸν δόλιον· καὶ νῦν ἐκδυσώπει, παρασχεῖν τοῖς σὲ τιμῶσι, τὸ μέγα ἔλεος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις, ἀνδρῶν ἀλκίμων λαμπτήρ, ὁ συνοδίτης ὁ σεπτὸς καὶ πανέντιμος, τῆς Ζῶνης τῆς Θεοτόκου, εἰς τὴν ἁγιαστικήν, κομιδὴν εἰς Κρήτην, Διονύσιε, αὐτῆς· ὁ κατάῤῥυτος, ποταμὸς γενναιότητος, ὁ καταρδεύσας, τοῖς αἱμάτων σου χεύμασι, τὴν πανάσπιλον, Ἐκκλησίαν τοῦ Κτίσαντος· ὅθεν σὲ μακαρίζομεν, ὡς χείμαῤῥον πίστεως, τὸν κατακλύσαντα πάντα, τῆς ἀσεβείας τὸν βόρβορον, καὶ νῦν δυσωποῦντα, γεωργῆσαι τὰς καρδίας, ἡμῶν τὸν Κύριον.
Δόξα. Ἦχος πλ. δ΄.
Μαρτυρικῇ ἐνστάσει κατέδειξας πᾶσι, τὴν πρὸς Θεὸν ἀγάπην σου, τὴν ἄδολον πίστιν σου, καὶ τῆς ψυχῆς σου τὸ εὔτονον, Ὁσιομάρτυς Διονύσιε τῶν πλάνων καθαιρέτα· σὺ γὰρ οὐκ ἐδειλίασας τῶν ἐχθρῶν τὰς ἀπειλάς, ἀλλ’ ἕστης αἰωρούμενος, ἀνατείνων τὰς χεῖρας τῆς ψυχῆς σου πρὸς Κύριον, τὸν παρέχοντα διὰ σοῦ ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀθλητῶν καὶ Ὁσίων τὸ ἐγκαλλώπισμα, Βατοπεδίου φωστῆρα, τὸν ἐν ἐσχάτοις καιροῖς, ἐν τῇ Κρήτῃ τῶν ἀπίστων σκότη λύσαντα, ἀνευφημήσωμεν λαμπρῶς, Διονύσιον τὸν κλεινόν, τῆς Ζώνης τῆς Θεοτόκου, τὸν ἀνδρεῖον συνοδιάρχην, καὶ πρεσβευτὴν ἡμῶν θερμὸν πρὸς Θεόν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς Σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν Σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον Σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀσκήσας εὐλαβῶς, ἐν τῷ ὄρει τοῦ Ἄθω, ἐνήθλησας στεῤῥῶς, ἐν τῇ νήσῳ τῆς Κρήτης, ἐσχάτοις ἐν ἔτεσι, καρτερὲ Διονύσιε· ὅθεν σήμερον, τὴν σὴν ἀκήρατον μνήμην, ἑορτάζοντες, τοὺς σοὺς ἀγῶνας ὑμνοῦμεν, φαιδρῶς Ὁσιόαθλε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Σωτῆρα Ἰησοῦν, τοῦ Θεοῦ θεῖον Λόγον, ἀῤῥήτως Μαριάμ, σωματώσασα κόσμῳ, ἁπάσης τῆς κτίσεως, ἀνωτέρα Μητράναδρε, ὤφθης Δέσποινα· διὸ ἀπαύστως τιμῶμεν, Σὲ γηθόμενοι, καὶ ψαλμικῶς ἀνυμνοῦμεν, τὴν ἄληκτον δόξαν Σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλαγη Ἰωσήφ.
Πρὸς ἀγάπην θεϊκήν, πτερώσας μάκαρ σὴν ψυχήν, ἐν ἀσκήσει ἀκλινεῖ, τῆς ἐναθλήσεως τὸ πῦρ, ἐν τῇ καρδίᾳ σου ἔσχηκας καὶ προθύμως, ἔδραμες τούς σούς, αἱμάτων θείους κρουνούς, ὑπὲρ τοῦ Λυτρωτοῦ, ἐκχῦσαι πάνσοφε· διὸ καὶ θάῤῥους πλησθεὶς Διονύσιε, τῶν παλαιῶν ἰσοστάσιος, Μαρτύρων ὤφθης, μεθ’ ὧν δυσώπει, ἐλεῆσαι σοὺς πρόσφυγας.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τοῦ Κυρίου καὶ Θεοῦ, ἡμῶν καθέδρα παμφαής, ἀνεδείχθης καὶ Αὐτοῦ, θρόνος περίκλυστος Ἁγνή, τὸν Βασιλέα κυήσασα τῶν ἁπάντων, τὸν πρὸς χαρμονήν, καὶ εὐφροσύνην ἡμᾶς, ἀλήκτου βιοτῆς, ἀνακαλούμενον, Θεοκυῆτορ Παντάνασσα Δέσποινα· διὸ κἀμὲ τὸν Σὲ μέλποντα, ᾠδαῖς εὐήχοις, ἐξ ἀπωλείας, τοῦ βυθοῦ ἐξανάστησον.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Χριστοῦ τὸ ὄνομα, πρὸ τοῦ παράφρονος, ἀπίστου βήματος, τρανῶς ἐκήρυξας, μὴ πτήξας χλεύην ῥαβδισμούς, καὶ βρόχον δεινὸν ἀγχόνης, μάκαρ Διονύσιε, σθεναρὲ Ὁσιοάθλε, ἐν ἐσχάτοις ἔτεσιν, Ἀθωνῖτα θεσπέσιε· διὸ τὴν σὴν ἐτήσιον μνήμην, ὕμνοις τιμῶμεν γηθοσύνως.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου τόκου Σου, ἁγνὴ Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε ἡ Κεχαριτωμένη.
Εἶτα οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…
Ὁ Ν΄(50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ὁ ἐπ’ ὤμων ἄρας τὸν ζυγὸν τοῦ Κυρίου, καὶ νουνεχῶς ἐν Βατοπεδίῳ ἀσκήσας, Διονύσιε Ὁσιομάρτυς ἔνδοξε, ὁ τοῖς τῶν αἱμάτων σου ῥείθροις, καταπνίξας τοὺς τῆς Ἄγαρ ἐκγόνους, μαρτυρικῇ σου πρεσβείᾳ πρὸς Κύριον, πάντας ἡμᾶς δεινῶν παθῶν ἐλευθέρωσον.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου ἢ ὁ Προεόρτιος καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Διονύσιον ᾄδω, Ὁσιομαρτύρων νέον εὔχος. Χ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δὸς πνεῦμα σοφίας μοι Ἀθλητά, τῆς πίστεως νέε, Διονύσιε ἱερέ, καὶ χείλη μου ἄνοιξον τοῦ ψάλλειν, τὴν σὴν ἀνδρείαν ἐμπρέπουσιν ᾄσμασιν.
Ἰθύνας τὸν βίον σου νουνεχῶς, ἀσκήσει μὲν πρῶτον, εἶτα πόνοις ἀθλητικοῖς, πρὸς δώματα θεῖα τοῦ σοῦ πόθου, Ὁσιομάρτυς Κυρίου ἐπέτυχες.
Οὐδόλως ἀπίστων αἱ ἀπειλαί, ἐπτόησαν μάκαρ, τῆς ψυχῆς σου τὸ εὐσθενές, ἀλλ’ ἕστης στεῤῥῶς ἀντιπαλαίων, καὶ ἀποπτύων ἐχθρὸν Διονύσιε.
Νεόφωτον ἄστρον τῆς τοῦ Χριστοῦ, σεπτῆς Ἐκκλησίας, Διονύσιε γεραρέ, ἐδείχθης σκοτίζων τοὺς ἀπίστους, σελασφορίαις τῶν θείων καμάτων σου.
Θεοτοκίον.
Ὑπέραγνε Μῆτερ τοῦ Λυτρωτοῦ, παθῶν κατωδύνων, λύτρωσαί με σωματικῶν, ἡ δίχα τροπῆς τὸν Ζωοδότην, καὶ Λυτρωτὴν Ἰησοῦν σωματώσασα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σθεναρῶς τοῖς ἀπίστοις Ἀγαρηνοῖς ὄλβιε, σεαυτὸν πανένδοξε Μάρτυς, ἀντιταξάμενος, κατηγωνίσω λαμπρῶς, καὶ καθυπέμεινας πόνους, πλείστους καὶ μηνίγγων σου, τρῶσιν ἐπώδυνον.
Ἱερεῖον ὡς θεῖον τῷ Λυτρωτῇ ἄριστε, Μάρτυς δι’ ἀγχόνης προσήχθης, Ζώνην τὴν πάντιμον, τῆς Θεοτόκου καλῶς, ἐν ταῖς ἀγκάλαις φυλάττων, θεῖε Διονύσιε, καρτερικώτατε.
Ὁσιόαθλε Πάτερ τῶν μοναστῶν πρότυπον, δάκρυσιν ὁμοῦ καὶ ἱδρῶσιν, Ὄρος τὸ Ἅγιον, καὶ τὴν μεγίστην Μονήν, Βατοπεδίου τὴν θείαν, ἐξαιρέτως ἤρδευσας, ὦ Διονύσιε.
Νεομάρτυς ἐδείχθης νεοπαγὴς θέμεθλος, τῆς σεπτῆς ἡμῶν Ἐκκλησίας, καὶ ἄνθος εὔοσμον, νεοθαλὲς ἀρετῶν, καὶ ψυχικῆς εὐανδρίας, θεῖε Διονύσιε· ὅθεν τιμῶμέν σε.
Θεοτοκίον.
Ἀδιόδευτε πύλη, πανευλαβὲς Δέσποινα, ἣν Χριστὸς διώδευσε μόνος, τάχος προσάγαγε, τῷ Σῷ Υἱῷ καὶ Θεῷ, ἡμῶν τῶν Σὲ ἀνυμνούντων, τὰς ψυχὰς ἑκάστοτε, ὡς θεία πρέσβειρα.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ἀθλήσεως δίαυλον Ὁσιομάρτυς στεῤῥέ, ἐννόμως διήνυσας καὶ ὑπαντῆσαι Χριστῶ, τῷ Κτίστῃ ἀνέδραμες, στέφει ὡραϊσμένος, Διονύσιε νίκης, ᾯ πρέσβευε δωηθῆναι, τοῖς ἀεί σε τιμῶσι, ὑγείαν τε καὶ εἰρήνην, θεομακάριστε.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ἐπάκουσον Δέσποινα τῶν Σὲ ὑμνούντων πιστῶς, καὶ τάχος τῶν δούλων Σου, τὰς καθ’ ἑκάστην λιτάς, Κυρίῳ προσάγαγε· ἔγνωμεν γὰρ πρὸς Κτίστην, Σὲ μεσίτριαν πάντες, καὶ βίου ἐν κινδύνοις, ἀρωγὸν ταχυτάτην, προσφεύγοντες τῇ ἁγίᾳ, σκέπῃ Σου πάντοτε.
ᾨδὴ δ΄. Ἐισακήκοα Κύριε.
Διονύσιε ἄλκιμε, Ζώνην τῆς πανάγνου τὴν θεραπεύουσαν, πᾶσαν νόσον μετεκόμισας, εἰς τὴν Κρήτην ἔνθα καὶ ἠρίστευσας.
Ὡς πηγὴν ἁγιάσματος, τῶν Κρητῶν συστήματα ὑπεδέχθησαν, τὴν Ἁγίαν Ζώνην ἄριστε, ἧς φρουρὸς ὑπῆρχες εὐλαβέστατος.
Ὄρος Ἅγιον γάνυται, καὶ τὸ Βατοπέδιον Διονύσιε, ἐξαιρέτως χαίρει σήμερον, ἄγον σου τὴν μνήμην τὴν πανίερον.
Θεοτοκίον.
Σεσωμάτωται Δέσποινα, ἐκ τῶν Σῶν αἱμάτων Χριστὸς ὁ Κύριος, ὁ τὴν φύσιν τοῦ Προπάτορος, πεπτωκυῖαν θέλων ἀναπλάσασθαι.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴχνεσι κλεινῶν, ἐπιβαίνων Διονύσιε, Ἀθλητῶν τῶν πάλαι ἤθλησας λαμπρῶς, ἄρτι ζῆλον τούτων ἔνθεον μιμούμενος.
Οἶκος εὐπρεπής, Διονύσιε τοῦ Πνεύματος, τοῦ Ἁγίου χρηματίσας ἀσεβῶν, οὐκ ἐδέξω σὲ μολῦναι τὰ φρυάγματα.
Μνήμην τὴν σεπτήν, τῆς ἀθλήσεώς σου ἄγοντες, Διονύσιε Μαρτύρων χαρμονή, τὸν κρατύναντα, ἐν βίῳ σε δοξάζομεν.
Θεοτοκίον.
Ἄνασσα σεμνή, τοῦ Ὑψίστου ἀνακτόριον, οἶκον χάριτος ἀπέργασαι κἀμέ, διὰ βίου καθαρότητος τὸν δοῦλόν Σου.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Ῥανίσι σου, θείαις ἐγεώργησας, τῶν αἱμάτων Διονύσιε χθόνα, τῆς νήσου Κρήτης ἐν ᾗ γηθοσύνως, ὑπὲρ Χριστοῦ τοῦ Σωτῆρος ἐνήθλησας, καθυπομείνας τὸν φρικτόν, δι’ ἀγχόνης καὶ βίαιον θάνατον.
Τοῖς ἄθλοις σου, γεραρὲ ἰσότιμος, καὶ τῇ δόξῃ ἰσοστάσιος ὤφθης, τῶν παλαιῶν Ἀθλητῶν ὡς γενναίως, ὁμολογήσας Χριστὸν καὶ τὴν ἔφοδον, τῶν βδελυρῶν Ἀγαρηνῶν, κατέπτηξας ἐνθέῳ φρονήματι.
Ὑπέρτερον, τὸν σὸν νοῦν κακότητος, λογισμῶν τε καὶ παθῶν ἀναδείξας, ἀγάπης θείας ἐπλήσθης καὶ Ἄθω, τῶν μοναστῶν κατεκόσμησας τάγματα, ὀφθεὶς κανὼν ὑπακοῆς, Διονύσιε σκεῦος τῆς χάριτος.
Θεοτοκίον.
Ῥυσθῆναί με, πάσης τοῦ ἀλάστορος, Μαριὰμ ἐπιβουλῆς τε καὶ βλάβης, τὸν Σὸν Υἱὸν καὶ Σωτῆρα τοῦ κόσμου, τὸν μεγαλύναντά Σε καθικέτευε, καὶ τῶν ἀπείρων μου Ἁγνή, ἁμαρτάδων διδόναι μοι ἄφεσιν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ἀσκητικῶς προκαθαρθεὶς ἐν ὄρει Ἄθωνος, Ὁσιομάρτυς πρὸς μαρτύριον ἀνέδραμες, καταπτῦσαι τῶν τῆς Ἄγαρ υἱῶν τὴν πλάνην· διὸ χαίρει σοῖς καμάτοις Βατοπέδιον, καὶ σοῖς ἄθλοις νῆσος Κρήτη ἡ περίβλεπτος, ἄμφω κράζοντες· Χαῖρε ὦ Διονύσιε.
Ὁ Οἶκος.
Ἄσκησιν στεῤῥοτάτην, Διονύσιε νέε, διήνυσας καὶ ἄθλησιν χαίρων· εἰσδεξάμενος γὰρ φῶς Χριστοῦ, τῶν ἀπίστων ζόφον ταῖς βολαῖς λόγων σου, ἐξέτρεψας καὶ ἔπιθες, χοροὺς τῶν εὐσεβῶν βοᾶν σοι·
Χαῖρε, φωστὴρ μοναστῶν ἀμέμπτων·
χαῖρε, λαμπρὴρ Ἀθλητῶν ἀρίστων.
Χαῖρε, Ἐκκλησίας τὸ νέον ὀσφράδιον·
χαῖρε, ἀληθείας τὸ θεῖον κειμήλιον.
Χαῖρε, ὅτι εὐωδίασας τὰς τοῦ Ἄθωνος κλιτῦς·
χαῖρε, ὅτι καθηγίασας Κρήτην ἄθλοις σου σεπτοῖς.
Χαῖρε, δέλτος ἀνδρείας καὶ πολλῆς εὐψυχίας·
χαῖρε, στίχος σοφίας, ἀρετῆς καὶ ἁγνείας.
Χαῖρε, καινὸν τῆς πίστεως ἔκτυπον·
χαῖρε, ἐχθρὸν ὁ πτύσας τὸν ἄπιστον.
Χαῖρε, κρηπὶς εὐσεβούντων καὶ ἕρκος·
χαῖρε, βαλβὶς Ἀθλητῶν τε καὶ εὖχος.
Χαῖρε, ὦ Διονύσιε.
Συναξάριον.
Τῇ ΛΑ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Διονυσίου, τοῦ ἐν Βατοπεδίῳ ἀσκήσαντος καὶ ἐν Κρήτῃ ἀθλήσαντος, ἐν ἔτει 1822ῳ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Ὡς ὁλοκάρπωμα τῷ Κτίστῃ προσηνέχθης, Διονύσιε τελέσας δι’ ἀγχόνης, καλῶς ἐ Κρήτῃ τὸν ἀγῶνα, καὶ τῆς Αὐτοῦ λαμπρότητος, ἀπολαῦσαι ἠξιώθης.
Νοῦν τὸν σὸν ἔχων πρὸς τὸν πάντων, Βασιλέα καὶ Δεσπότην οὐκ ᾐσθάνου, ἀλγηδόνων πολλῶν, πεπυρωμένων πείρων, καὶ ῥαβδισμῶν τυπτόμενος, Διονύσιε βαναύσως.
Νέος περίδοξος ὁπλίτης, Διονύσιε τοῦ Κτίσαντος ἐπώφθης, τοῖς σοῖς λόγοις ὁμοῦ, καὶ ἄθλων σου τῷ πλήθει, καταβαλὼν τὸ φρύαγμα, τῶν τῆς Ἄγαρ ἀπογόνων.
Θεοτοκίον.
Ἔλυσας τὴν ἀρὰν τῆς Εὔας, συλλαβοῦσα τὸν Χριστὸν ἀπειρογάμως, καὶ Θεὸν ἀληθῶς, ἀνύμφευτε Παρθένε· διό Σὲ μακαρίζομεν, ὡς ἡμῶν τοῦ γένους ῥῦστιν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὁ ταῖς χορείαις, τῶν Ἀθλητῶν καὶ Ὁσίων, συναφθεὶς καὶ λαμπόμενος φέγγει, τοῦ φωτὸς τοῦ θείου, σκοτείας λύτρωσαί με.
Νομίμως μάκαρ, ἐν νήσῳ Κρήτῃ ἀθλήσας, ἐπ’ ἐσχάτοις τοῖς χρόνοις ἀπίστων, ᾔσχυνας τὸ κράτος, κλεινὲ Ὁσιομάρτυς.
Εὕρατο χάριν, Βατοπεδίου ἡ μάνδρα, Διονύσιε σὲ ἀριθμῆσαι, ταῖς αὐτῆς ὀλβίαις, χορείαις μονοτρόπων.
Θεοτοκίον.
Ὕπερθεν σκέπε, τὸν Σὲ ὑμνοῦντα Παρθένε, καὶ αὐτοῦ τῆς ἀπάτης με ῥῦσαι, ἵνα Σὲ δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Χριστὸν ἐν στέρνοις ἔχων, καὶ τὴν θείαν Ζώνην, ἐμπιστευθεὶς ἀδελφοῖς Διονύσιε, τῆς Θεοτόκου ἀνέδραμες πρὸς μαρτύριον.
Ὁδοὺς τοῦ μαρτυρίου, ἤνυσας θεόφρον, ὑποβληθεὶς εἰς φρικτὰ κολαστήρια, καὶ τὴν ψυχὴν δι’ ἀγχόνης Χριστῷ παρέδωκας.
Στεφάνους ἀφθαρσίας, ὡς Μάρτυς νικηφόρος, καὶ ἀσκητὴς θεῖος Πάτερ δεξάμενος, Βατοπεδίου τῇ μάνδρᾳ ἐγένου καύχημα.
Θεοτοκίον.
Χαρᾶς ἀλήκτου φρέαρ, Μῆτερ γλυκυτάτη, Διονυσίου λιταῖς ῥύου ἅπαντας, τοὺς Σὲ τιμῶντας κινδύνων δεινῶν καὶ θλίψεων.
Ἐξαποστειλάριον. Ἦχος β΄. Γυναῖκες ἀκουτίσθητε.
Ἰδόντες σου τὸ ἄτρεπτον, ψυχῆς οἱ ἀντικείμενοι, Χριστῷ ἀγχόνης τῷ βρόχῳ, σὲ ἀπῃώρησαν μάκαρ· διόπερ Διονύσιε, καὶ στεφανίτης ἔδραμες, πρὸς ἀφθαρσίας δώματα, ἵνα Χριστῷ συγχορεύῃς, Ὁσιομάρτυς γενναῖε.
Θεοτοκίον.
Μαρία παναμώμητε, ἁμαρτωλῶν προσφύγιον, τὴν ῥυπαράν μου καρδίαν, πλῦνον εὐχῶν Σου ῥανίσι, καὶ τὸν ἀχρεῖον δοῦλόν Σου, ἐκ πειρασμῶν διάσωσον, καὶ τῶν παγίδων ὄφεως, τοῦ μισοκάλου Παρθένε, ἵνα ὑμνῶ Σε ἀπαύστως.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν Ὁσίων διέδραμες, τὴν ἀσίγητον ἄσκησιν, μάκαρ Διονύσιε θείῳ ἔρωτι, καὶ τῶν Μαρτύρων τὰ σκάμματα, ψυχῇ καρτερόφρονι, τοῦ στυγνοῦ Ἀγαρηνοῦ, τὴν ἰσχὺν τροπωσάμενος· ὅθεν ἄριστε, ἀνεδείχθης ἐν χρόνοις τοῖς ὑστέροις, Ἀθλητῶν κλεινῶν τῶν πάλαι, ἰσοκλεὴς καὶ ἰσότιμος.
Σὲ βλαστὸν εὐθαλέστατον, Βατοπέδιον κέκτηται, καὶ ἡ Κρήτη εὔοσμον Διονύσιε, ἄνθος μυρίζον τοῖς πέρασιν, ὀσμαῖς γενναιότητος, εὐψυχίας καὶ Χριστοῦ, ἀγαπήσεως ἔνδοξε, Ὁσιόαθλε· διὰ τοῦτό σε πάντες εὐφημοῦμεν, καὶ τιμῶμεν γηθοσύνως, τὴν ἀεισέβαστον μνήμην σου.
Τῆς ἀσκήσεως δάκρυσι, τοῖς πολλοῖς ἀπεκκάθηρας, τὴν ψυχὴν πανένδοξε Διονύσιε, ποιῶν αὐτὴν σκεῦος χάριτος, σοφὲ διαυγέστατον, πρὶν ἂν τρίβον ἀσκητῶν, διανύσῃς καὶ χεύμασι, τῶν αἱμάτων σου, πορφυρώσῃς αὐτὴν καὶ τῷ Σωτῆρι, παραδῷς ἡμῶν τοῦ γένους, καὶ Λυτρωτῇ δῶρον πάντιμον.
Ἱερεῖον ὡς ἄμωμον, καὶ θυσία εὐπρόσδεκτος, Μάρτυς Διονύσιε προσενήνεξαι, Χριστῷ γενόμενος σύμβολον, σεπτὸν καρτερότητος, παλαισμάτων ἀνδρικῶν, καὶ ἀρίστου ἀθλήσεως· ὅθεν σήμερον, καταστέφοντες ὕμνοις τὴν σὴν μνήμην, τὸν Χριστὸν δοξολογοῦμεν, τὸν σὲ ἀξίως δοξάσαντα.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς παλαίσμασι, καὶ ῥεύμασι τῶν οἰκείων σου αἱμάτων, ἐχθρῶν τὰς παρατάξεις κατήσχυνας, Διονύσιε τρισμακάριστε· περίδοξος οὖν Ἀθλητὴς γενόμενος, ἐν τοῖς ἐσχάτοις ἔτεσι, μετέστης δι’ ἀγχόνης πρὸς Κύριον, πρεσβεύειν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις νεοάθλων ὁ θησαυρός, εὐσεβείας κέρας, Διονύσιε τιμαλφές· χαίροις θεῖον ξῖφος, Μονῆς Βατοπεδίου, τὸ ἀνελὸν τῆς Ἄγαρ, γένος τὸ ἄπιστον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου