ΑΥΓΟΥΣΤΟΣ ΙΗ΄
ΜΑΤΘΑΙΟΣ ΝΕΟΜΑΡΤΥΣ ΓΕΡΑΚΑΡΙΟΥ ΚΡΗΤΗΣ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου μητρ. Ῥόδου.)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ κάτωθι Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Πνευματικὸν ἡμῖν ἔαρ λαμπρῶς ἐπέλαμψε, τοῦ Νέου Ἀθλοφόρου, ἡ ὑπέρτιμος μνήμη, Ματθαίου τοῦ ἐνδόξου ἣν εὐσεβῶς, καταστέφοντες ᾄσμασι, τῷ θαυμαστῷ ἐν Ἁγίοις πάντες Θεῷ, δῶμεν δόξαν ἀγαλλόμενοι.
Γερακαρίου ὁ γόνος ὑμνείσθω σήμερον, ὁ ἄθλοις μαρτυρίου, ἐν Ῥεθύμνῃ ἐμπρέψας, Ματθαῖος ὁ θεόφρων ὅτι ἐχθρῶν, καθελὼν τὰ φρυάγματα, τῷ διαδήματι δόξης τῆς ὑπὲρ νοῦν, ἐπαξίως ἐστεφάνωται.
Τῇ τοῦ Σταυροῦ σημειώσει περιφραξάμενος, ἐχώρησας θεόφρον, εὐσταλῶς κατὰ πλάνης, ἐχθρῶν τῶν ἀλλοθρήσκων μὴ πτοηθείς, ὦ Ματθαῖε τὸν θάνατον· δι’ οὗ μετέβης πρὸς θείαν ἀναψυχήν, κατὰ μέθεξιν θεούμενος.
Τὸ τῆς ψυχῆς σου ὑψώσας γενναίως φρόνημα, ἣν πέπονθας Ματθαῖε, ἐθεράπευσας πτῶσιν, καὶ ξίφει τὸν αὐχένα ἀποτμηθείς, μιμητὴς ἀκριβέστατος, ἐν ταῖς ἐσχάταις ἡμέραις τοῦ δι’ ἡμᾶς, σταυρωθέντος ἐχρημάτισας.
Δόξα. Ἦχος β΄.
Ἀναλαβὼν τὸν Σταυρόν, Ματθαῖε Χριστοῦ Ἀθλητά, τὰς ἀντιπαρατάξεις ἔτρεψας, τῶν δολίων τῆς πίστεως ἐχθρῶν, καὶ ἦρας κατ’ αὐτῶν, νίκης βραβεῖα αἰώνια· τὴν χριστώνυμον γὰρ εὐθαρσῶς, κλῆσίν σου καθομολόγησας, ὑπὲρ τοῦ Σωτῆρος προθύμως, τοῦ μαρτυρίου τὸ ποτήριον ἔπιες· ὅθεν, τῶν τελούντων τὴν μνήμην σου, μὴ παύσῃ εὐμενῶς μνημονεύων, ὡς παῤῥησίαν πλουτήσας ἀοίδιμε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἡ τῶν οὐρανῶν ὑψηλοτέρα ὑπάρχουσα, καὶ τῶν Χερουβὶμ ἐνδοξοτέρα, καὶ πάσης κτίσεως τιμιωτέρα, ἡ δι’ ὑπερβάλλουσαν καθαρότητα, τῆς ἀϊδίου οὐσίας δοχεῖον γεγενημένη, ἐν ταῖς τοῦ Υἱοῦ χερσί, σήμερον τὴν παναγίαν παρατίθεται ψυχήν, καὶ σὺν αὐτῇ πληροῦται τὰ σύμπαντα χαρᾶς, καὶ ἡμῖν δωρεῖται τὸ μέγα ἔλεος.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε οἱ εὐσεβεῖς, Ματθαῖον ἐγκωμίοις, ὑμνήσωμεν συμφώνως, τῶν πρόπαλαι Μαρτύρων, ὡς μιμητὴν πανάριστον.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ξίφει ἀποτμηθείς, Ματθαῖε τὸν αὐχένα, ἀγάπῃ τοῦ Σωτῆρος, ἐν σοὶ Αὐτοῦ τὸ πάθος, πιστῶς ἀνεζωγράφησας.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Κώμη χαρμονικῶς, ἡ τοῦ Γερακαρίου, τῇ μνήμῃ σου χορεύει, Ματθαῖε Νεομάρτυς, τιμῶσά σου τὰ σπάργανα.
Δόξα. Τριαδικόν.
Ἄναρχε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Ματθαίου ταῖς πρεσβείαις, χορήγει τῷ λαῷ Σου, τὸν πλοῦτον τοῦ ἐλέους Σου.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα Ἀγαθή, ἡ τέξασα ἀφράστως, Χριστὸν τὸν Ζωοδότην, ἡμῖν παντὶ τῷ βίῳ, στεῤῥὰ ἔσο βοήθεια.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, Γερακαρίου, καί ἀγλάϊσμα, τῆς Κρητονήσου, ἀνεδείχθης Ματθαῖε μακάριε, ἐν τῇ Ρεθύμνῃ Μαρτύρων τό στάδιον, ἀκαταπλήκτω τελέσας φρονήματι· ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς Ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄
Ὢ τοῦ παραδόξου θαύματος! Ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ τῶν Σῶν μυστηρίων Ἁγνή! Τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα Σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι· Παρθένοι σὺν τῇ Μητρὶ, τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Τὴν Σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι Θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ Σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Τοῦ Ἁγίου. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Φιλομαρτύρων οἱ δῆμοι συνελθόντες, ἑόρτια σήμερον δεῦτε χορεύσωμεν, ἀνευφημοῦντες ἐν ᾄσμασι, τῆς εὐσεβείας, τὸν στεφανίτην τὸν θεοδόξαστον, Ματθαῖον τὸν ἔνδοξον, τὸν μιμησάμενον, στεῤῥῶς Μαρτύρων τῶν πρόπαλαι, τὸν θεῖον ζῆλον, καὶ μαρτυρίου ἄθλοις ἐμπρέψαντα· τῷ Λυτρωτῇ γὰρ παριστάμενος, ἐν ὑψίστοις Ἁγίων σὺν τάγμασιν, ἡμῖν χάριν αἰτεῖται, ἱλασμὸν καὶ θεῖον ἔλεος.
Φενακισθεὶς δι’ ἀπάτην τοῦ βελίαρ, ἠρνήσω τὸ ὄνομα, Χριστοῦ τὸ ἅγιον, ἀλλ’ ἀνανήψας ἀπέπτυσας, τῆς ἀσεβείας, πλάνην Ματθαῖε τὴν ψυχολέτειραν· ἐντεῦθεν ῥωννύμενος, σθένει τῆς χάριτος, ὁμολογίᾳ διέπρεψας, ἀκαταπλήκτῳ, μὴ δειλιάσας ἐχθρῶν τὴν ἔπαρσιν· ὅθεν τὸ σκάμμα τῆς ἀθλήσεως, ἀλλοτρίῳ καθάπερ ἐν σώματι, διανύσας μετέσχες, ἐκλεκτῶν τῆς ἀπολαύσεως.
Καταυγασθεὶς μυστικῶς τῇ διανοίᾳ, φωτὶ θείου Πνεύματος, ὡς δεκτικώτατος, Ἀγαρηνῶν πλάνης ἔλιπες, τὴν σκοτομῆνιν, Μάρτυς Ματθαῖε θεομακάριστε, καὶ πτῶμα ὃ πέπονθας, φθόνῳ τοῦ ὄφεως, μαρτυρικῶς ἐπηνώρθωσας, τὴν τοῦ αὐχένος, τομὴν δεξάμενος ἀνδρικώτατα· ὅθεν ὡς ἥλιος ἀνέτειλας, τῇ Χριστοῦ Ἐκκλησίᾳ ἀείφωτος, ὑπὲρ λόγον φωτίζων, τὰς ψυχὰς τῶν εὐφημούντων σε.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε σήμερον εὐσεβῶς, ἐν τῇ μνήμῃ ἀδελφοὶ εὐωχηθῶμεν, Ματθαίου τοῦ εὐκλεοῦς Νεομάρτυρος· μαρτυρικαῖς γὰρ ἀριστείαις, ἐν τοῖς ἐσχάτοις καιροῖς διαπρέψας, τῆς χάριτος διανέμει τὸν πλοῦτον, τοῖς ἐκβοῶσιν ἐν πίστει αὐτῷ· χαίροις, ὁ ἐπὶ τῶν πάλαι Ἀθλητῶν, τοῖς ἴχνεσι σαφῶς πορευσάμενος, ὡς τῷ ποθουμένῳ σοι Χριστῷ, ἀκλινῶς ἐνατενίζων· χαίροις, ὁ δι’ ἀγάπης ἀληθοῦς, τῆς θνησκούσης σαρκὸς μὴ φεισάμενος, ὡς ταῖς ἐλπίσι τῆς ἀθανάτου, ζωῆς ἐνδυναμούμενος· χαίροις, Γερακαρίου ἡ δόξα, Ῥεθύμνης τὸ καύχημα, καὶ Κρήτης τὸ νέον ἐγκαλλώπισμα. Ἀλλὰ πρέσβευε τῷ Κυρίῳ ἐκτενῶς, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τῇ ἀθανάτῳ Σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ Σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τοῦ Γαβριήλ, μελῳδοῦντες ἀνεβόων· χαῖρε Κεχαριτωμένη, Παρθένε Μήτηρ Ἀνύμφευτε, ὁ Κύριος μετὰ Σοῦ. Μεθ’ ὧν ὡς Υἱόν Σου καὶ Θεὸν ἡμῶν, ἱκέτευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Χορεύει, ἀνατείλαντος τῇ Ἐκκλησίᾳ φωστῆρος, Ματθαίου τοῦ παμμάκαρος, τὴν μνήμην ἑορτάζουσα. Οὗτος γὰρ ὁ ἀοίδιμος, εὐσεβείας τῇ χάριτι κοσμούμενος, ἐν κριτηρίῳ ἀδίκῳ παρέστη, Χριστοῦ ἀνακηρύττων τὸ ὄνομα, ὃ πρώην ἀπάτῃ τοῦ ὄφεως ἠρνήσατο· ὅθεν τὴν χριστώνυμον κλῆσιν, τῇ οὐρανίῳ σφραγίσας ὁμολογίᾳ, ὡς ἀμνὸς τῷ ξίφει ἐσφαγιάσθη, καὶ πρὸς μάνδραν Μαρτύρων προσεχώρησε, πρεσβεύων ὑπὲρ ἡμῶν ἐκτενῶς, τῶν εὐλαβῶς βοώντων· ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Σου, Παντοδύναμε Κύριε δόξα Σοι.
Ἦχος β΄.
Βασκάνῳ ὄμματι ἐπελθών σοι ὁ ἐχθρός, πίστεώς σε τῆς στάσεως ἐσάλευσε, Ματθαῖε παμμακάριστε· ἀλλ’ ἀνανήψας ὡς νουνεχής, μαρτυρικῶς ὡς στρουθίον ἀνίσχυρον, αὐτὸν ὑπὸ τοὺς πόδας σου ἐπάτησας· Σταυροῦ γὰρ τῷ τύπῳ ὡς ἐδιδάχθης, κατασφραγιζόμενος ἑσπέρας καὶ πρωΐ, ὑπὸ τῆς ὁμοζύγου ἐγένου ἐμφανής, τοῖς ἀπίστοις κριταῖς τῆς ἀνομίας· ὅθεν, ἐνώπιον αὐτῶν, τὸ γλυκύτατον ὄνομα τοῦ Σωτῆρος, ἐν θεολόγῳ φωνῇ ὁμολογήσας, ψήφῳ ἀδίκῳ θανάτου κατεκρίθης, ὃν ἐν ἀγαλλιάσει δεξάμενος, ζωῆς τῆς ὑπὲρ νοῦν ἐκοινώνησας. Διὸ ὡς παῤῥησίαν πλουτήσας, πρέσβευε ὑπὲρ ἡμῶν ἐκτενῶς, τῶν τελούντων ἐν ὕμνοις τὴν μνήμην σου.
Ἦχος γ΄.
Τίς ἐπαξίως εὐφημήσει, τὴν ὑπὲρ νοῦν καρτερίαν σου, Ματθαῖε Ἀθλητὰ τοῦ Χριστοῦ; Ἀγαρηνῶν γὰρ κριτηρίῳ παριστάμενος, καὶ θανάτου τῇ ψήφῳ ἀπειλούμενος, ἀπτόητος ἵστασο κραυγάζων· ἐγὼ ἐκ βρέφους, ὦ τύραννοι, ἀπογεγραμμένος ὑπάρχω, τῷ ὀνόματι Χριστοῦ τοῦ Θεοῦ· κἂν δὲ Αὐτὸν φενάκῃ, τοῦ ἀρχεκάκου ἐχθροῦ ἠρνησάμην, τῇ μετανοίᾳ τὸν Πέτρον, παράδειγμα εὗρον ἀκριβέστατον· δι’ Αὐτὸν οὖν τὸν θάνατον, οὐ θάνατον λογίζομαι, ἀλλὰ πρόξενον ζωῆς ἀδιαδόχου· σφάττετε λοιπόν, ἵνα ἄξιος Αὐτοῦ εὑρεθῶ, τοῦ δι’ ἐμὲ παθόντος μαθητής. Ἀλλ’ ὡς ἔχων παῤῥησίαν, Νεομάρτυς ἀκατάπληκτε, ἱκέτευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Μάρτυς Ματθαῖε ἀήττητε, τῷ κράτει τῆς ἰσχύος τῆς εὐσεβείας, τῆς ἀσεβείας τὴν συντριβὴν ἐργασάμενος, τοῖς χειμαζομένοις Ἀγαρηνῶν τῇ δουλείᾳ, ἀναψυχὴ καὶ παράκλησις γέγονας· ἀθλητικὴν γὰρ ἀνδρείαν, ἐν μιμήσει Μαρτύρων ἐπιδειξάμενος, τῆς ἐν Χριστῷ ἐλευθερίας τὸ ἔαρ, τοῖς ὁμοδούλοις σου ἀνέτειλας, καὶ τούτους κατέπεισας, τὴν παρακαταθήκην τῆς πίστεως φυλάττειν ἀκέραιον, κἂν ἐν μυρίοις δεινοῖς· ὅθεν σήμερον εὐσεβῶς, τὴν μνήμην σου ἐπιτελοῦντες, ἑόρτια εὐγνωμόνως κροτοῦμέν σοι, καὶ δοξάζομεν Χριστὸν τὸν Θεόν, τὸν ἐν ὑψίστοις σε δοξάσαντα.
Δόξα. Ὁ αὐτός.
Νεομάρτυς Ματθαῖε ἀοίδιμε, ἐκ ῥίζης λευϊτικῆς ἀναβλαστήσας, δένδρον εὐσεβείας εὐθαλέστατον, τῆς πίστεως τοὺς καρπούς, ἐν καιρῷ πλουσίως ἐξήνεγκας· Σταυροῦ γὰρ τῷ τύπῳ σημειούμενος, πρὸς μαρτυρίου τὸ σκάμμα ἐχώρησας, ἐν ᾧ τῶν πάλαι Μαρτύρων καρτερῶς, τὴν ἀρετὴν ἀναζωγραφήσας, κατ’ ἀξίαν τῆς δόξης ἐκείνων, μετέσχες ἐν ταῖς σκηναῖς τοῦ φωτός· ὅθεν, τῇ ἁγίᾳ ἀθλήσει σου, ἡ ἐν Κρήτῃ Ἐκκλησίᾳ ἀγαλλομένη, χαρμονικῶς γεραίρει τὴν μνήμην σου, καὶ προσάγει σε πρέσβυν τῷ Χριστῷ, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ Ἀδελφόθεος, καὶ πρῶτος Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, καὶ σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεοῦ οἰκονομίας μυστήριον· καὶ τὸ ζωαρχικόν καὶ θεοδόχον σου σῶμα κηδεύσαντες, ἔχαιρον Πανύμνητε. Ὕπερθεν δὲ αἱ πανάγιαι καὶ πρεσβύταται τῶν Ἀγγέλων Δυνάμεις, τὸ θαῦμα ἐκπληττόμεναι, κεκυφυῖαι ἀλλήλαις ἔλεγον· ἄρατε ὑμῶν τὰς πύλας, καὶ ὑποδέξασθε τὴν τεκοῦσαν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν· δοξολογίαις τε ἀνυμνήσωμεν, τὸ σεπτὸν καὶ ἅγιον σῶμα, τὸ χωρῆσαν τὸν ἡμῖν ἀθεώρητον καὶ Κύριον. Διόπερ καὶ ἡμεῖς τὴν μνήμην σου ἑορτάζοντες, ἐκβοῶμέν Σοι· Πανύμνητε, Χριστιανῶν τὸ κέρας ὕψωσον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, φιλεόρτων οἱ χοροί, ἐν ἀγαλλιάσει καρδίας, τὸν Ἀθλητὴν τοῦ Χριστοῦ, ὕμνων στεφανώσωμεν, φαιδρῶς τοῖς στέμμασι, πρὸς αὐτὸν ἀνακράζοντες· Ματθαῖε θεόφρον, ῥῦσαι ταῖς πρεσβείαις σου, δεινῶν τε θλίψεων, καὶ ἐπηρειῶν ὀλεθρίων, τοὺς ἐπιτελοῦντας ἐν πίστει, τὴν παμφαεστάτην σου πανήγυριν.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Ἔρωτι τῷ θείῳ συσχεθείς, πάντων νουνεχῶς ὑπερεῖδες, τῶν ἐπιγείων τερπνῶν, καὶ καθωμολόγησας, ἐχθρῶν ἐνώπιον, τὴν χριστώνυμον κλῆσίν σου, ἣν πρώην ἠρνήσω, φθόνῳ τοῦ ἀλάστορος, Ματθαῖε ἔνδοξε· ὅθεν νίκης τρόπαιον ἦρας, ὡς κατακοντίσας τὴν πλάνην, ἐν Μαρτύρων αἵματι ἀοίδιμε.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Φέρων, τοῦ Κυρίου τὸν Σταυρόν, ὥσπερ ἀπροσμάχητον ὅπλον, ἀκαταπλήκτῳ ψυχῇ, ἔσπευσας πρὸς στάδιον, τὸ τῆς ἀθλήσεως, ἐν ᾧ σθένει τῆς πίστεως, τὸν πρώην δολίως, Μάρτυς σε πτερνίσαντα, ὄφιν κατήσχυνας· ὅθεν ὦ Ματθαῖε ἐδέξω, παρὰ τοῦ Θεοῦ ὡς βραβεῖον, στέφανον ζωῆς τὸ ἀμαράντινον.
Δόξα. Ἦχος πλ. δ΄.
Ὢ τῆς θαυμαστῆς Σου προνοίας, Χριστὲ τῶν πάντων Βασιλεῦ! Σημείωσιν γὰρ ἔδωκας, τοῖς εὐσεβῶς φοβουμένοις Σε, τὸν τύπον τοῦ τιμίου Σου Σταυροῦ· ἐν ᾧ ὁ στεῤῥὸς Ἀθλοφόρος Σου, Ματθαῖος δυναμούμενος, ἴσχυσε φυγεῖν δαβιτικῶς, ἀπὸ προσώπου τόξου, τῆς ἀσεβείας τῶν τῆς Ἄγαρ υἱῶν. Αὐτοῦ ταῖς ἱκεσίαις δεόμεθα, δὸς καὶ ἡμῖν τοῖς ταπεινοῖς, τὸ μέγα Σου Κύριε ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πιστούμενος Ἰησοῦς, ὁ Υἱός Σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις Αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται· καὶ Σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἡ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος Νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους Σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ Σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ Σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά Σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· Αὐτὸς γὰρ ἐν μέσῳ Σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ’ ὧ Πολυύμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός Σου, καὶ πρόβατα νομῆς Σου, καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ Σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τοῦ Σταυροῦ τῷ σημείῳ εὐσεβῶς σφραγιζόμενος, κατ’ Ἀγαρηνῶν τῆς ἀπάτης, ὦ Ματθαῖε ἐχώρησας, καὶ ᾔσχυνας αὐτὴν σφαγιασθείς, τῷ ξίφει ὥσπερ ἄκακος ἀμνός· διὰ τοῦτο τῶν Μαρτύρων ἐν οὐρανοῖς, ἠξίωσαι εὐκληρίας. Δόξα τῷ σὲ ἰσχύσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ δωρησαμένῳ σε ἡμῖν πρέσβυν ἀκοίμητον.
Δόξα. Ἕτερον. Ἦχος γ΄. Θείας πίστεως.
Θεῖον βλάστημα, Γερακαρίου, καί ἀγλάϊσμα, τῆς Κρητονήσου, ἀνεδείχθης Ματθαῖε μακάριε, ἐν τῇ Ρεθύμνῃ Μαρτύρων τό στάδιον, ἀκαταπλήκτω τελέσας φρονήματι· ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τό μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος α΄
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς Ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Χριστοῦ τοῦ δι’ ἡμᾶς, ἐν Σταυρῷ ὑψωθέντος, τὸ πάθος εὐσεβῶς, μιμησάμενος Μάρτυς, τῆς δόξης ἐπέτυχες, τῆς Αὐτοῦ Ἀναστάσεως· ὅθεν πρέσβευε, ἵνα ῥυσθῶμεν Ματθαῖε, παμμακάριστε, τῆς τῶν παθῶν ἀδοξίας, οἱ πόθῳ τιμῶντές σε.
Δόξα.
Ἀθλήσεως στεῤῥῶς, τὸν ἀγῶνα τελέσας, ὡς πόθῳ τοῦ Χριστοῦ, ὁλικῶς τετρωμένος, μετέσχες τῆς ἄνωθεν, ὦ Ματθαῖε λαμπρότητος, καὶ τῆς χάριτος, τῷ θείῳ θρόνῳ παρέστης, ἱλεούμενος, ὑπὲρ ἡμῶν σαῖς πρεσβείαις, τὸν εὔσπλαγχνον Κύριον.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά Σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν Σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Ὡς εὐσθενέστατον, Κυρίου Μάρτυρα, ἀνευφημοῦμέν σε, Ματθαῖε σήμερον, ἐν ἐγκωμίοις οἱ πιστοί, γηθόμενοι ἑορτίως· σὺ γὰρ τὴν χριστώνυμον, ἀνεκήρυξας κλῆσίν σου, καὶ ἀνδρείως ἤθλησας, διὰ ξίφους ὡς ἄσαρκος· διὸ ὑπὲρ ἡμῶν ἐκδυσώπει, ἵνα κινδύνων λυτρωθῶμεν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει Σου, σύλληψις ἄσπορος, ἐν τῇ Κοιμήσει Σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν, συνέδραμε Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτρόφος ἁγνεύουσα; Πῶς δὲ ἡ μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν Σοι· χαῖρε ἡ Κεχαριτωμένη.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἐπεφάνης ἔτεσι, ἐν τοῖς ὑστέροις, τοῦ Χριστοῦ τῆς πίστεως, Ματθαῖε πάμφωτος ἀστήρ, τοῦ μαρτυρίου τὸν δόλιχον, ἐπουρανίῳ, ἀνύσας φρονήματι.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός. Κατεπλάγη Ἰωσήφ.
Ἀναβόησον Δαυΐδ, τὶς ἡ παροῦσα Ἑορτὴ; Ἣν ἀνύμνησα φησίν, ἐν τῷ βιβλίῳ τῶν Ψαλμῶν, ὡς θυγατέρα θεόπαιδα καὶ Παρθένον· μετέστησεν Αὐτήν, πρὸς τὰς ἐκεῖθεν μονάς, Χριστὸς ὁ ἐξ Αὐτῆς, ἄνευ σπορᾶς γεννηθείς· καὶ διὰ τοῦτο χαίρουσι μητέρες, καὶ θυγατέρες καὶ νύμφαι Χριστοῦ, βοῶσαι· χαῖρε, ἡ μεταστᾶσα, πρὸς τὰ ἄνω Βασίλεια.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-16): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων…
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Ὁμολογίας σου οἱ κρουνοί, καὶ τῶν αἱμάτων τὰ ῥεύματα, τῆς ἀσεβείας τὴν ὕλην κατέκλυσαν, καὶ τῆς Χριστοῦ Ἐκκλησίας, μυστικῶς τὴν ἄρουραν κατήρδευσαν, Ματθαῖε Νεομάρτυς σοφέ· ἥτις σήμερον εὐφραινομένη, τὸν Ἕνα ἐν Τριάδι δοξάζει Θεόν, τὸν παρέχοντα διὰ σοῦ, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Εἶτα, οἱ Κανόνες· ὁ α΄ τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου δύο.
Κανὼν α΄, οὗ ἡ ἀκροστιχίς: Κυρίλ(λ)ου ὕμνος τῷ Μάρτυρι Ματθαίῳ. Ἀμήν.
ᾨδὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.
Καταύγασον δέομαι, Λόγε τὸν νοῦν μου, φωτὶ θείας χάριτος, ὅπως ἐν ᾄσμασι, Ματθαῖον ὡς Ἀθλητήν, τῆς πίστεως πανευκλεῆ, μέλψω ὁ ἄμουσος.
Ὑπῆλθες τὸ στάδιον τοῦ μαρτυρίου, κατασφραγιζόμενος, Ἀθλητὰ ἔνδοξε, σημείῳ τῷ τοῦ Σταυροῦ, καὶ ᾔσχυνας τοῦ δυσμενοῦς, τὰ πανουργεύματα.
Ῥωννύμενος χάριτι, τοῦ Ζωοδότου, ζωῆς κατεφρόνησας, τῆς φθαρτῆς Ἅγιε, Ματθαῖε καὶ τὴν σφαγήν, ὑπήνεγκας χαρμονικῶς, ἀμνὸς ὡς ἄκακος.
Θεοτοκίον.
Ἱλέωσαι Δέσποινα, τὸν σαρκωθέντα, ἁγνῶν ἐξ αἱμάτων Σου, τοῖς μελῳδοῦσί Σοι· τοῦ ἐπὶ πάντων Θεοῦ, τὸ ὄχημα φωταυγές, χαῖρε Θεόνυμφε.
Κανὼν β΄, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις: Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος β΄. Ἐν βυθῷ κατέστρωσε.
Παρεστὼς τῷ θρόνῳ τοῦ Χριστοῦ, ὦ Ματθαῖε ἔνδοξε ὡς ἀθλητής, εὐσεβείας ἀήττητος, συμπαθῶς ἐξαίτει μοι, ταῖς πρεσβείαις σου τῆς σοφίας τὴν ἔλλαμψιν, ἵνα μακαρίσω ᾄσμασι, τὸ θεῖόν σου μαρτύριον.
Καθελὼν τὸ κράτος τοῦ ἐχθροῦ, ὦ Ματθαῖε πάντιμε τῇ κραταιᾷ, δυναστείᾳ τῶν ἄθλων σου, ὡς βραβεῖον ἄφθιτον, τὴν ἀκήρατον εὐφροσύνην ἀπέλαβες, τὸν δεδοξασμένον Κύριον, ἡμῖν ἐξιλεούμενος.
Ὡς ἀμνὸς Κυρίου λογικός, ὦ Ματθαῖε κράτιστε τῆς κεφαλῆς, τὴν τομὴν καθυπέμεινας, σταθηρῷ φρονήματι, καὶ ἀπέτεμες ἀσεβείας ζιζάνια· διὸ τῶν στεφάνων ἔτυχες, τῆς νίκης εὐφραινόμενος.
Θεοτοκίον.
Καταιγὶς χειμάζει με δεινῶς, τῶν ὑπεραρίθμων μου ἁμαρτιῶν, καὶ πτοοῦμαι τὴν κόλασιν· ἀλλὰ Σὺ Πανάχραντε, ὡς φιλεύσπλαγχνος τῇ γαλήνῃ Σῆς χάριτος, πίστει ἱκετεύω σῶσόν με, τὸ χαῖρε ἵνα κράζω Σοι.
ᾨδὴ γ΄. Κανών α΄. Λίθον ὃν ἀπεδοκίμασαν.
Λόγους θείους ἐξηρεύξατο, τῆς ὁμολογίας Πνεύματι Ἁγίῳ, ἡ θαυμαστή σου γλῶσσα, αἰσχύνουσα εἰς τέλος, Ματθαῖε πανάριστε, τῶν μιαρῶν Ἀγαρηνῶν, τὴν ψυχολέτειραν ἀσέβειαν.
Ὅλως πόθῳ ἀνακείμενος, ᾧ πρώην ἠρνήσω, βήματι τυράννων, καρτερικῶς παρέστης, κρινόμενος ἀδίκως, Ματθαῖε καὶ ἔκραζες· Χριστιανὸς ἐγώ εἰμι, καὶ οὐκ ἀρνοῦμαι τὸν Σωτῆρά μου.
Ὕμνων στέφομεν στεφάνοις σε, τῆς θεοσεβείας, πάνσοφε Ματθαῖε, τὸν κραταιὸν ὁπλίτην, τὸν τρέψαντα ἀνδρείως, δαιμόνων στρατεύματα, καὶ τὸ βραβεῖον ἐκ Χριστοῦ, τοῦ ἀθλοθέτου κομισάμενον.
Θεοτοκίον.
Ὕμνοις Μῆτερ εὐφημοῦμέν Σε, ἐν ἀγαλλιάσει, χαῖρε ἐκβοῶντες, ἡ τοῦ φωτὸς καθέδρα· ἐξαίτει Σαῖς πρεσβείαις, ὡς οὖσα φιλεύσπλαγχνος, τὸν φωτισμὸν πᾶσιν ἡμῖν, Παρθενομῆτορ καὶ τὸ ἔλεος.
Κανών β΄. Ἐξήνθησεν ἡ ἔρημος.
Ἐξήνθησαν ἀθλήσει σου, ὡσεὶ ῥόδον εὔοσμον, καὶ μυστικῶς ἐμύρισας, Ἐκκλησίας ἅπαν τὸ πλήρωμα, Ματθαῖε Ἀθλοφόρε γενναιότατε.
Ῥωννύμενος τῇ χάριτι, τοῦ Σταυροῦ μακάριε, τοὺς δυσμενεῖς ἐτρόπωσας, καὶ καθεῖλες τῆς ματαιότητος, Ματθαῖε θεομάκαρ ἅπαν ὕψωμα.
Παράδεισον κατώκησας, ἐν ᾧ συναγαλλόμενος, τῶν Ἀθλητῶν ταῖς τάξεσι, τὸν Δεσπότην θερμῶς ἱκέτευε, σωθῆναι ὦ Ματθαῖε τοὺς τιμῶντάς σε.
Θεοτοκίον.
Ὑπέραγνε καθάγνισον, τὴν ψυχήν μου δέομαι, μεμολυσμένην πάθεσιν, ἀμελείας καὶ ἀπογνώσεως· εἰς Σὲ γὰρ καὶ ἐλπίζω τὴν Ἀμόλυντον.
Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστοῦ ἐπὶ πίστεως ἐστερεώθης στεῤῥῶς, καὶ βάσεις ἐδόνησας Ἀγαρηνῶν ἀσεβῶν, τῆς πλάνης ἐνστάσει σου· ἄθλοις δὲ μαρτυρίου, ὑπὲρ φύσιν ἐμπρέψας, στῦλος τῆς ἀληθείας, ἐν ἐσχάτοις ἐδείχθης, Ματθαῖε θεομάκαρ, Μαρτύρων ἀγλάϊσμα.
Δόξα.
Τριάδος ἐλλάμψεσι πεφωτισμένος τὸν νοῦν, ἀπάτης ἐξέφυγες τῶν μισοχρίστων ἐχθρῶν, καὶ ξίφει ἐνήθλησας· ὅθεν τῆς τῶν Μαρτύρων, μετασχὼν συναυλίας, χάριτος ἀναβλύζεις, ἀενάως τὰ ῥεῖθρα, τοῖς πόθῳ σε τιμῶσι, Ματθαῖε πανένδοξε.
Καὶ νῦν. Θεοτοκίον.
Κελεύσει τοῦ Κτίστου Σου τοῦ γεννηθέντος ἐκ Σοῦ, νεφέλαις συνήθροισας τοὺς Ἀποστόλους τὴν Σήν, ἰδέσθαι Μετάστασιν· ὅθεν καὶ μετὰ δόξης, καὶ πολλῆς εὐφροσύνης, ἐκήδευσαν ἀνυμνοῦντες, τὸ πανά-χραντον σῶμα, τῆς Σῆς μακαριότητος, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
ᾨδὴ δ΄. Κανών α΄. Εἰσακήκοα Κύριε.
Μεμηνότες οἱ τύραννοι, κατέσφαξάν σε, τῆς εὐσεβείας, τὸ ἀρνίον τὸ πραότατον, καὶ εἰς μάνδραν κρείττονα, Ἀθλοφόρων Μάρτυς προέπεμψαν.
Νυσταγμὸν ἀπετίναξας, τῆς ἀσεβείας, ἐκ τῆς ψυχῆς σου, τῶν βλεφάρων παναοίδιμε, καὶ ἐγένου ἔξυπνος, ἐν σκηναῖς Ἁγίων τοῖς ἄθλοις σου.
Ὁ Χριστοῦ μαθητὴς σήμερον, λαμπρῶς τιμάσθω, Γερακαρίου, τὸ οὐράνιον ἐκβλάστημα, τὸ τῆς Κρήτης καύχημα, καὶ πιστῶν τὸ νέον ἀγλάϊσμα.
Θεοτοκίον.
Σωτηρίας ἀνέτειλας ἡμέραν, δικαιοσύνης, σωματώσασα τὸν Ἥλιον· διὸ πάντες Δέσποινα, ἐν ᾠδαῖς πιστῶς Σε γεραίρομεν.
Κανών β΄. Ἐλήλυθας ἐκ Παρθένου.
Νεκρούμενος τὸν δυνάστην, εἰς τέλος ἐνέκρωσας, καὶ ζωὴν πρὸς ἄφθαρτον, ἐν εὐφροσύνῃ ἀνέδραμες, ἔνθα νῦν θεούμενος, Ματθαῖε πρέσβευε, ὑπὲρ τῶν πιστῶς εὐφημούντων σε.
Ἰσότιμος τῶν Μαρτύρων, ἐδείχθης τῶν πρόπαλαι, ὡς αὐτῶν τοῖς ἴχνεσιν, ἀκολουθήσας μακάριε, ἐσχάτοις ἐν ἔτεσι· διὸ ὑμνοῦμέν σε, ᾄσμασι Ματθαῖε γηθόμενοι.
Εὐπρόσδεκτος προσηνέχθης, θυσία τῷ Κτίσαντι, τὴν σφαγὴν δεξάμενος, ἀνενδοιάστῳ φρονήματι· ἐν σοὶ γὰρ ἐπέλαμπε, τὸ φῶς τῆς πίστεως, τοῦ Χριστοῦ Ματθαῖε ἀοίδιμε.
Θεοτοκίον.
Ῥαντίσματι μητρικῆς Σου, εὐνοίας καὶ χάριτος, τὴν ψυχήν μου δρόσισον, παρακαλῶ Σε κακίας μου, παύουσα τὸν καύσωνα, ἵνα κραυγάζω Σοι· χαῖρε φοβερὰ προστασία μου.
ᾨδὴ ε΄. Κανών α΄. Τὴν Σὴν εἰρήνην.
Τὸν κραταιόν σε Ἀθλητήν, ὑμνοῦντες πιστῶς, χαῖρέ σοι βοῶμεν, Ματθαῖε μακάριε, ἀθέων ὅτι τὴν αὐθάδειαν, ἄθλοις μαρτυρίου, νικητικῶς καθεῖλες.
Ὡς πλήρης τόλμης θεϊκῆς, παρέστης ἐχθροῖς, Μάρτυς καὶ ἐβόας· Χριστὸν οὐκ ἀρνήσομαι, θανάτῳ κἄν με παραδώσητε, ὅτι Θεὸν ζώντων, καὶ τῶν νεκρῶν ὑπάρχει.
Μάρτυς Ματθαῖε πρὸς Χριστόν, τὸν πόθον δεικνύς, τῆς ὁμολογίας, ἐλάλησας ῥήματα· ἰάσω τραῦμα δὲ ὃ πέπονθας, χαίρων διὰ ξίφους, ἀποτμηθεὶς τὴν κάραν.
Θεοτοκίον.
Ἀσπόρως Κόρη δι’ ἡμᾶς, Χριστὸν τὸν Θεόν, ἐκ τῶν Σῶν αἱμάτων, δυάδι ἐν φύσεων, Αὐτὸς ὡς οἶδεν ἀπεκύησας· ὅθεν Σοι Ἀγγέλου, τὸν ἀσπασμὸν βοῶμεν.
Κανών β΄. Ὁ τοῦ φωτὸς χορηγός.
Χαρμονικῶς ἐν ᾠδαῖς, Γερακαρίου τὸν σεπτὸν γόνον σε, οἱ εὐσεβεῖς ὑμνοῦμεν βοῶντες· τῆς πίστεως ἡμῶν, τὸ καύχημα χαῖρε, Ματθαῖε τὸ τίμιον.
Ἐν τῷ φωτὶ τοῦ Χριστοῦ, τῆς ἀμωμήτου Ἀθλητὰ πίστεως, καταβαλὼν σκότους παρατάξεις, φωτὸς ἐν οὐρανοῖς, τῆς ἀθανασίας, ἐδέξω τὴν ἔλλαμψιν.
Περιφραχθεὶς τοῦ Σταυροῦ, τῇ πανοπλίᾳ Ἀθλητὰ ἔνδοξε, μαρτυρικαῖς πανανδραγαθίαις, τῆς Ἄγαρ τῶν δεινῶν, ἐκγόνων τὸ θράσος, τελείως κατέῤῥαξας.
Θεοτοκίον.
Ἱλαροτάτῳ ἡμῖν, βλέψον Μαρία ἀγαθὴ ὄμματι, καὶ ἐν φωτὶ Θεοῦ προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός Σου γὰρ ἄλλην, ἐλπίδα οὐκ ἔχομεν.
ᾨδὴ στ΄. Κανών α΄. Τὸν Προφήτην Ἰωνᾶν.
Ῥυπωθεῖσαν τὴν στολήν, τῆς ψυχῆς σου Ἀθλητά, ἀπεκάθηρας αὐτήν, τῶν αἱμάτων σου ῥοαῖς, καὶ ἔδραμες λελαμπρυσμένος, πρὸς τὰ οὐράνια.
Τῶν προσκαίρων παριδών, ὡς ἐχέφρων τὰς τρυφάς, τὴν ζωήν σου τῷ Χριστῷ, ὦ Ματθαῖε προσφοράν, ἀνήνεγκας τμηθεὶς τὴν κάραν, ξίφει ἀοίδιμε.
Ὑπομείνας ἀνδρικῶς, τὴν μανίαν τῶν ἐχθρῶν, ἀπεδύσω τῆς φθορᾶς, τὸν χιτῶνα Ἀθλητά, καὶ ἔνδυμα σαυτῷ ἀθλήσει, δόξης ἐξύφανας.
Θεοτοκίον.
Ῥῦσαι Μῆτερ πειρασμῶν, νοσημάτων συμφορῶν, συμπτωμάτων δυσχερῶν, τοὺς σπεύδοντας ἀεὶ ἐν πίστει, τῇ μεσιτείᾳ Σου.
Κανών β΄. Ἐν ἀβύσσῳ πταισμάτων.
Τῆς θνησκούσης σαρκὸς μὴ φεισάμενος, Χριστοῦ ὡμολόγησας χαίρων τὸ ὄνομα, Μάρτυς Ματθαῖε ἔνδοξε· ὁ Αὐτοῦ γάρ σε πόθος κατέφλεξε.
Τὰ ἐν κόσμῳ μισήσας ἠγάπησας, Χριστὸν μανικώτατα τὸν μόνον Κύριον· δι’ Ὅν Ματθαῖε ἤνυσας, καρτερῶς μαρτυρίου τὸ στάδιον.
Τῷ Κυρίῳ τὰς χεῖράς σου ὕψωσον, ὑπὲρ τῶν προσφύγων σου, ὡς εὐμενέστατος, αὐτοῖς θερμῶς αἰτούμενος, ἱλασμὸν ὦ Ματθαῖε καὶ ἔλεος.
Θεοτοκίον.
Λυπηροῖς τοῖς τοῦ βίου κυκλούμενος, τὴν φιλευσπλαγχνίαν Σου τὴν ἀνεξάντλητον, ἐπικαλοῦμαι Δέσποινα· μὴ ἀπώσῃ οὖν Κόρη τὸν δοῦλόν Σου.
Κοντάκιον. Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ.
Γερακαρίου τὸν βλαστὸν τὸν εὐθαλέστατον, τὸν ἐν Ῥεθύμνῃ κραταιῶς ἀνδραγαθήσαντα, εὐφημήσωμεν Ματθαῖον ἐν κατανύξει· ἐν ὑψίστοις γὰρ Κυρίῳ παριστάμενος, τὰ τῆς χάριτος πηγάζει ῥεῖθρα ἅπασι, τοῖς κραυγάζουσι· χαίροις Μάρτυς μακάριε.
Ὁ Οἶκος.
Τὸν Σταυρὸν ὥσπερ ὅπλον, περιφέρων Ματθαῖε, ἐχώρησας στεῤῥῶς κατὰ πλάνης, τῶν ἀσεβῶν Ἀγαρηνῶν, καὶ τὰ ὑψώματα τούτων κατέβαλες· διὸ ὡς Μάρτυς ἄριστος, ἀκούεις παρ’ ἡμῶν τοιαῦτα.
Χαῖρε, τὸ σκεῦος τῆς εὐψυχίας·
χαῖρε, ὁ οἶκος τῆς εὐσθενείας.
Χαῖρε, εὐσεβοῦς ῥιζουχίας ἐκβλάστημα·
χαῖρε, κραταιᾶς παῤῥησίας ἐκπύρσευμα.
Χαῖρε, μάχαιρα ἀμφίστομος, κατ’ ἐχθρῶν τῶν ἀσεβῶν·
χαῖρε, σθένος ἀκατάπληκτον, χριστωνύμων εὐσεβῶν.
Χαῖρε, Γερακαρίου τὸ ἀμάραντον ἄνθος·
χαῖρε, τῆς Κρητονήσου ἀναφαίρετον κλέος.
Χαῖρε, Χριστοῦ ὁπλίτης ἀχείρωτος·
χαῖρε, ἡμῶν προστάτης ἀκοίμητος.
Χαῖρε, Σταυροῦ τῇ δυνάμει ἀθλήσας·
χαῖρε, ἐχθροῦ τὰς παγίδας πατήσας.
Χαίροις, Μάρτυς μακάριε.
Συναξάριον.
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ματθαίου, τοῦ ἐκ Γερακαρίου Ῥεθύμνης, ξίφει τελειωθέντος ἐν ἔτει 1697.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Κανών α΄. Οἱ Παῖδες εὐσεβείᾳ.
Ἰσχύϊ εὐσεβείας ἀηττήτῳ, τὴν ψυχὴν μακάριε, ἐνδυναμούμενος, τυράννων ὀφρὺν οὐκ ἐδειλίασας, ἀλλ’ ἐνώπιον αὐτῶν, ἑστὼς ἀνέκραζες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Μανέντες οἱ τῆς Ἄγαρ θεομάκαρ, ἀσεβεῖς ἀπόγονοι, ὡς θῆρες ἄγριοι, Χριστοῦ σε τὸν ἄρνα κατεσπάραξαν· σὺ δὲ χαίρων τῆς ζωῆς, ἐλπίσιν ἔψαλλες· ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.
Ἁγίων ταῖς χορείαις ἐν ὑψίστοις, Ἀθλοφόρε ἔνδοξε, συναγαλλόμενος, Θεὸν ἐκδυσώπει τὸν Φιλάνθρωπον, ὑπὲρ πάντων τῶν τὴν σήν, τιμώντων ἄθλησιν, δι’ ἧς ἀνῆλθες, πρὸς ὕψος σωτηρίου.
Θεοτοκίον.
Τοὺς πίστει ἀνυμνοῦντας Σὴν λοχείαν, Θεοτόκε Ἄχραντε, σκέπε καὶ φύλαττε, καὶ σῷζε παντοίων περιστάσεων, τῶν τοῦ βίου συμφορῶν, καὶ πάσης θλίψεως, ὡς εὐσπλαγχνίας, πηγὴ Θεογεννῆτορ.
Κανών β΄. Ἀντίθεον πρόσταγμα.
Ἡ Κρήτη ἀγάλλεται, λαμπρυνομένη, τῇ θείᾳ ἀθλήσει σου, Ματθαῖε παμμακάριστε· αἱμάτων γὰρ ῥεύμασιν, Ἀγαρηνῶν ἀσεβῶν, πλάνην κατεπόντισας· διὸ αὐτὴν ἀπαύστως, εὐχαῖς σου φύλαττε.
Ἀρότρῳ τῶν ἄθλων σου, τῆς εὐσεβείας, ἐνθέως τὴν ἄρουραν, Ματθαῖε ἐνεούργησας, καὶ ἤνεγκας κρείττονα, καρποφορίαν σοφέ, χάριτος τοὺς στάχυας, δι’ ὧν ἀεὶ ἐκτρέφεις, πιστῶν τὸ πλήρωμα.
Προθύμως εἰσέδραμες, τοῦ μαρτυρίου, Ματθαῖε τὸ στάδιον, τῷ ζήλῳ πυρακτούμενος, ἀστέκτως τῆς πίστεως, καὶ τῶν ἐχθρῶν δωρεάς, πάσας ἀρνησάμενος, ἐτύθης ὡς ἀρνίον, Κυρίου ἄκακον.
Θεοτοκίον.
Λαμπὰς τῆς τοῦ Πνεύματος, φωτοχυσίας, φωσφόρος ὑπάρχουσα, καταύγασον τὰς τρίβους μου, πρὸς πλάτος οὐράνιον, καθοδηγοῦσα αὐτάς, Θεοῦ τοῦ θελήματος, ὡς ἂν τὴν σωτηρίαν, εὕρω Πανάχραντε.
ᾨδὴ η΄. Κανών α΄. Ὃν φρίττουσιν Ἄγγελοι.
Θεόπλοκον στέφανον, ἐδέξω εὐκλεῶς, τῇ δωρεοδότηδι, χειρὶ τοῦ Λυτρωτοῦ, Ματθαῖε θεόφρον, ὡς δοξάσας Αὐτόν, ἐν τοῦ μαρτυρίου, τοῖς ἄθλοις ὑπὲρ φύσιν.
Ἀντάμειψιν εἴληφας, τῶν πόνων ἐκ Θεοῦ, ἐν πόλῳ τὴν μένουσαν, τερπνὴν ἀναψυχήν, Ματθαῖε παμμάκαρ, ἐν ᾗ χαίρων ἀεί, μνημόνευε πάντων, τῶν σὲ ἀνευφημούντων.
Ἱλάσθητι Δέσποτα, τοῖς δούλοις Σου ἡμῖν, Ματθαίου τοῦ Μάρτυρος, πρεσβείαις ἱεραῖς· αὐτὸς γὰρ ἀθλήσας, τῇ ἀγάπῃ τῇ Σῇ, παρὰ Σοὶ μεγίστην, πλουτεῖ τὴν παῤῥησίαν.
Θεοτοκίον.
Ὦ Μῆτερ Ἀπείρανδρε, τοῦ πάντων Ποιητοῦ, Παρθένε Θεόνυμφε, τοῦ Λόγου ἡ σκηνή, ἁγνὴ Παναγία, τοῦ πιστοῦ Σου λαοῦ, πρόστηθι καὶ σκέπε, αὐτὸν ἐν ταῖς ἀνάγκαις.
Κανών β΄. Τὸν ἐν καμίνῳ τοῦ πυρός.
Ὁ ἐν Ῥεθύμνῃ ἀνδρικῶς, μαρτυρίου τὸν ἀγῶνα ἐκτελέσας, χαῖρε Μάρτυς Ματθαῖε· χαῖρε Χριστοῦ τοῦ Θεοῦ, τὸ πάθος σαφῶς μιμησάμενος· χαῖρε τῶν Μαρτύρων, ὁ νέος συμπολίτης.
Ὁμολογίᾳ ἱερᾷ, καὶ ἐκχύσει ὦ Ματθαῖε τῶν αἱμάτων, τὸν Σωτῆρα δοξάσας, ἀντεδοξάσθης λαμπρῶς, καὶ εὗρες τὴν πόλιν τὴν μένουσαν, εἰς κατοίκησίν σου, ἀξίως αἰωνίαν.
Σύμμορφος ὤφθης τοῦ Χριστοῦ, τῇ ἀθλήσει σου Αὐτῷ ἀκολουθήσας, καὶ τοῖς ῥείθροις Ματθαῖε, τῶν σῶν αἱμάτων βαφείς, ἐν πόλῳ Αὐτῷ νῦν παρίστασαι, κατηγλαϊσμένος, θεώσεως τῇ αἴγλῃ.
Θεοτοκίον.
Ὅλη ὡραία καὶ καλή, καθωράθης τῷ ἀσπόρῳ τοκετῷ Σου· διὸ κάλλυνον Μῆτερ, τὴν εἰδεχθῆ μου ψυχήν, καὶ σῶσον εὐχαῖς Σου τὸν ἄθλιον, ἵνα Σε δοξάζω, τὴν Κεχαριτωμένην.
ᾨδὴ θ΄. Κανών α΄. Τὴν φωτοφόρον νεφέλην.
Ἀκαταπλήκτῳ καρδίᾳ, τοῖς ἀσεβέσι παρέστης, ὁμολογῶν περιφανῶς, σὴν χριστώνυμον κλῆσιν, καὶ ἀνακράζων· τοῦ Χριστοῦ, ἐγὼ μαθητής εἰμι ὦ ἄνομοι, καὶ Αὐτοῦ ἀκορέστῳ, πόθῳ θέλω τὸ ποτήριον πιεῖν.
Μαρτυρικῶς διαπλεύσας, ἐπὶ ἐλπίδος ὁλκάδι, πέλαγος βίου τοῦ φθαρτοῦ, Νεομάρτυς Ματθαῖε, ἐλλιμενίσθης γαληνῶς, εἰς ὅρμον ἀχείμαστον καὶ ἄκλυστον, ἐμπορίας Μαρτύρων, ἀπολαύων θησαυρῶν τῶν νοητῶν.
Ἡ φωτοφόρος σου μνήμη, ὡς πρωϊνὸς ἑωσφόρος, ἐξανατείλασα ἡμῖν, ἐπαφίησι θείας, μαρμαρυγὰς τοῦ φωτός, τῆς ἄνωθεν χάριτος φωτίζουσα, τοὺς τελοῦντας ἐν ὕμνοις, ὦ Ματθαῖε Ἀθλητὰ αὐτὴν πίστεως.
Θεοτοκίον.
Νύξ με χειμάζει ἀθλίως, τῆς ἁμαρτίας Παρθένε, καὶ ἐξωθοῦμαι εἰς βυθόν, χαλεπῆς ἀπωλείας· πρόφθασον σῶσόν με Σεμνή, φωτί με Σῆς χάριτος αὐγάζουσα, ἵνα μέλπω Σε πόθῳ, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν ἁγνήν.
Κανών β΄. Ἀνάρχου Γεννήτορος.
Τυράννων οὐ ἔπτηξας, τὰς ἀπειλὰς καὶ μάστιγας, καὶ θανάτου τὴν ψῆφον, Ματθαῖε ἔνδοξε· Σταυροῦ γὰρ ἀλκίμῳ δυνάμει, ἐνισχυόμενος τὴν καρδίαν, τῆς πλάνης ἐξέφυγες, τῶν ἀρκύων παμμακάριστε.
Τὸν ζῆλον κτησάμενος, τὸν εὐσεβῆ τῆς πίστεως, ὅπερ πέπονθας πτῶμα, σοφὲ ἠνώρθωσας, τῆς ὁμολογίας τοῖς λόγοις, καὶ κεφαλῆς σου τῇ ἀποτμήσει· διὸ ἐκοινώνησας, τῶν Μαρτύρων τῆς τερπνότητος.
Ἀπαύστως ἱκέτευε, ἐν παῤῥησίᾳ Ἅγιε, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ μόνον Κύριον, δοῦναι τὴν εἰρήνην τῷ κόσμῳ, καὶ ταῖς ψυχαῖς τῶν σὲ εὐφημούντων, πταισμάτων τὴν ἄφεσιν, ὡς Δεσπότην πολυέλεον.
Θεοτοκίον.
Ὑπέραγνε Δέσποινα, σκηνὴ Θεοῦ πυρίμορφε, Παναγία Παρθένε, πυρός με λύτρωσαι, τοῦ ζοφεροῦ τῆς γεέννης, δραστικωτάταις Σου ἱκεσίαις, πρὸς Ὃν ἐσωμάτωσας, ἀπειράνδρως ὑπὲρ ἔννοιαν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Θυσία τῷ Κυρίῳ σου, προσήχθης πανυπέρτιμος, Ἀγαρηνῶν ἀπονοίᾳ, ἐν τῷ καιρῷ τῆς δουλείας· τὸ πτῶμα γὰρ ὃ πέπονθας, πιστῶς ἀνακαλούμενος, ὥσπερ ἀρνίον ἄκακον, πρὸς τὴν σφαγὴν ἐπορεύθης, Ματθαῖε ἐθελουσίως.
Ἕτερον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Πανενδοξότατε Μάρτυς, Χριστοῦ θεόφρον μιμητά, Ματθαῖε Αὐτὸν δυσώπει, ὑπὲρ ἡμῶν ὡς συμπαθής, ἵνα ῥυσθῶμεν κινδύνων, καὶ πάσης κακοπραγίας.
Καὶ τὸ τῆς Ἑορτῆς.
Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ Σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Μάρτυς Ματθαῖε πανεύφημε, τοῦ Δυνατοῦ τὴν ἰσχύν, δεδεγμένος τὴν ἄμαχον, ἀσεβείας ἔτρεψας, τῶν τῆς Ἄγαρ τὰς φάλαγγας, καὶ εὐσεβείας ἀκαταμάχητος, ἐν τοῖς ἐσχάτοις ὁπλίτης πέφηνας· ὢ τῆς ἀνδρείας σου! Δι’ ἧς νίκης ἔπαθλα περιφανῶς, τῇ Χριστοῦ μακάριε, χειρὶ ἀπέλαβες.
Μάρτυς Ματθαῖε ἀήττητε, ὡς ἀληθῶς νεουργῶν, ἑαυτὸν τῷ βαπτίσματι, κεφαλῆς ὑπήνεγκας, τὴν τομὴν ὥσπερ ἄσαρκος, καὶ ἀνεκαίνισας τῆς σῆς πτώσεως, τῷ αἵματί σου τὴν παλαιότητα· ὅθεν ἀνέδραμες, πρὸς σκηνὴν οὐράνιον ὑπὲρ ἡμῶν, ἱκετεύων πάντοτε, Θεὸν τὸν εὔσπλαγχνον.
Μάρτυς Ματθαῖε πανένδοξε, κραταιωθεὶς ἐν Χριστῷ, τῷ Σωτῆρι καὶ Κτίστῃ σου, τῶν λοιμῶν ἐμίσησας, τὴν καθέδραν ὡς πάνσοφος, καὶ ἐν τοῖς ἄθλοις σου κατεπάτησας, ὥσπερ στρουθίον τὸν πολυμήχανον· οὗ τῆς χειρώσεως, ῥῦσαι ταῖς πρεσβείαις σου τοὺς εὐσεβῶς, ἐκτελοῦντας πάντοτε, τὴν θείαν μνήμην σου.
Μάρτυς Ματθαῖε παγκράτιστε, Γερακαρίου βλαστός, εὐθαλέστατος πέφηνας, τῆς Ῥεθύμνης σέμνωμα, καὶ τῆς Κρήτης ἀγλάϊσμα, ὁδὸν Μαρτύρων, σθένει τῆς χάριτος, ἐν τοῖς ἐσχάτοις, βαδίσας ἔτεσιν· ὅθεν ὑμνοῦμέν σε, πρεσβευτὴν προσάγοντες τῷ Λυτρωτῇ, οὗ ἀνεζωγράφησας, πάθος τὸ ἄχραντον.
Δόξα. Ἦχος πλ. α΄.
Πανηγυρίζει σήμερον εὐσεβῶς, ἡ κατὰ Κρήτην ἁγία Ἐκκλησία, τοῦ Ἀθλοφόρου Ματθαίου τὴν μνήμην, ἐν ὑψηλῷ κηρύγματι συγκαλοῦσα, τῶν φιλεόρτων τὰ τάγματα καὶ λέγουσα· χαίροις, ὁ τοῦ βίου τὰς τερπνότητας, νουνεχῶς εἰς ἔδαφος ῥίψας, καὶ πρὸς οὐράνιον ὕψος ἀνελθών, μαρτυρίου δρόμῳ φερόμενος· χαίροις, ὁ τοῖς ἄθλοις ἀποκρουσάμενος, τοῦ δολίου ἐχθροῦ τὰ μηχανήματα, καὶ τῷ λαῷ πληθύνας τοῦ Θεοῦ, κατὰ τῆς ἀσεβείας τὰ τρόπαια· χαίροις, ὁ ὑπὲρ ἥλιον λάμψας, ἐν τῆς δουλείας τῇ σκοτίᾳ, καὶ καταυγάσας μαρτυρικῶς, τοῦ εὐσεβοῦς πληρώματος τὸ φρόνημα. Ἀλλὰ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, Αὐτὸν ἐκτενῶς καθικέτευε, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν Αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ Αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάρια.
Χαίροις ὁ οὐράνιος Ἀθλητής, ὁ ἐν τῇ Ῥεθύμνῃ, μαρτυρήσας διὰ Χριστόν· χαίροις ὁ τὸ κέρας, συντρίψας τῶν ἀπίστων, τῇ σῇ ὁμολογίᾳ, Ματθαῖε ἔνδοξε.
Τοῦ Γερακαρίου ἄνθος τερπνόν, κλέος τῆς Ῥεθύμνης, καὶ τῆς Κρήτης πάσης πυρσός, ὤφθης ὦ Ματθαῖε, σῇ κραταιᾷ ἀθλήσει, δι’ ἧς ἐχθρὸν καθεῖλες, τὸν πολυμήχανον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου