ΑΥΓΟΥΣΤΟΣ Η΄.
ΕΥΤΥΧΙΟΣ ΟΣΙΟΣ ΜΟΝΗΣ ΙΕΡΕΩΝ ΠΑΦΟΥ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.
Τῶν Ὁσίων ὁ σύλλογος, μονοτρόπων τὸ σύστημα, καὶ τῶν φιλεόρτων σεπτὴ ὁμήγυρις, νῦν συνελθόντες τιμήσωμεν, ἀστέρα τὸν ἄδυτον, καὶ τὸ καύχημα Μονῆς, Ἱερέων Εὐτύχιον, τὸν θεόσοφον, ὁμοφώνως κραυγάζοντες· Πατέρων, χαῖρε κόσμημα τὸ θεῖον, καὶ ἱερὸν ἐγκαλλώπισμα.
Ἀρετῆς ἐνδιαίτημα, ἀνεδείχθης φαιδρότατον, ἀσκητὰ Εὐτύχιε, θεοφώτιστε, τῶν μοναζόντων ἀγλάϊσμα, καὶ δόξα καὶ σέμνωμα, νήσου Κύπρου τῆς λαμπρῶς, ἀνυμνούσης τὴν μνήμην σου, πόθῳ σήμερον, καὶ βοώσῃς· μὴ παύσῃ οὐρανόθεν, ἐποπτεύων τοὺς ἐν ὕμνοις, σὲ μελιχροῖς ἀναμέλποντας.
Συνεργὸν ἔχων ἅγιον, τὸν Μυρέων Νικόλαον, ἐν ναοῦ δομήσει τῆς Θεομήτορος, πνευματοφόρε Εὐτύχιε, Κυπρίων ὡράϊσμα, καὶ σεμνείου τοῦ λαμπροῦ, Ἱερέων καλλώπισμα, τῆς ἀσκήσεως, τὸν ἀγῶνα ἐτέλεσας ὁσίως, καὶ πρὸς δόμους οὐρανίους, ἀνῆλθες θείας λαμπρότητος.
Δυσωποῦμέν σε Ἅγιε, μὴ ἐλλίπῃς ἀείποτε, τῷ Χριστῷ πρεσβεύων, ὑπὲρ προσφύγων σου, τῶν ἐκτελούντων τὴν μνήμην σου, καὶ σὴν Πάτερ ἄοκνον, ἐκζητούντων ἀρωγήν, πρὸς κρειττόνων ἀπόκτησιν, ἱερώτατε, καὶ βοώντων· Εὐτύχιε τρισμάκαρ, ἴσθι πάντων παραστάτης, ἐν ζοφεραῖς βίου θλίψεσι.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸν ἰσάγγελον βίον σου, ἐν τοῖς δυσπροσίτοις ἄλσεσι τῆς Πάφου, ἐθαύμασαν Ἄγγελοι, καὶ Ἱερεῖς καὶ μονότροποι ηὐλαβήθησαν, Εὐτύχιε, Ὁσίων Πατέρων ἰσοστάσιε καὶ ὁμότιμε· ὅθεν Θεός σε, ὁ ἐπὶ θρόνου Χερουβικοῦ ἐπαναπαυόμενος, ἐδόξασεν, ᾯ εὐηρέστησας τῇ σῇ ἀκραιφνεῖ ἀσκήσει, καὶ Ὃν ἡμῖν ἐξιλέωσαι, τοῖς τιμῶσιν ἐν ᾄσμασι τὴν πάντιμον μνήμην σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ εἶ Θεὸς ἡμῶν, ὁ Βασιλεὺς τῶν αἰώνων.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις τῆς ἀρετῆς, Εὐτύχιε πυξίον, τῆς ἀκτησίας βάθρον, κανὼν φιλοπονίας, καὶ ῥεῖθρον ταπεινώσεως.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Κτίτορα τὸν σεπτόν, Μονῆς τῶν Ἱερέων, ἐν ὑπωρείαις ὄρους, ἀποκειμένης Πάφου, Εὐτύχιον ὑμνήσωμεν.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Δεῦτε χαρμονικῶς, Εὐτύχιον τὸν θεῖον, τιμήσωμεν ὡς κλέος, χορείας μονοτρόπων, καὶ πίστεως θησαύρισμα.
Δόξα. Τριαδικόν.
Δώρησαι εὐτυχές, τοῖς Σοῖς οἰκέταις τέλος, Τριὰς Ὑπεραγία, τοῖς πόθῳ καθ’ ἑκάστην, δοξάξουσι τὸ κράτος Σου.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σέλας τὸ τριλαμπές, ἀστράψας ἀποῤῥήτως, τῆς θεϊκῆς σου δόξης, Θαβὼρ ἐν ὄρει Σῶτερ, τὴν σύμπασαν ἐφαίδρυνας.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀπολαῦσαι ἀλήκτου ζωῆς ἐν δώμασι, τὸν εὐτυχήσαντα θείοις, ἐγκωμιάσωμεν νῦν, Ἱερέων τῆς Μονῆς σεπτὸν Εὐτύχιον, κτίτορα σχόντα συνεργόν, ἐν δομήσει τοῦ ναοῦ, Νικολάου τῶν Μυρέων, μεθ’ οὗ πρεσβεύει Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς Σου τὴν δόξαν Σου, καθὼς ἠδύναντο· λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς Σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα Σοι.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ΄ τῆς Ἑορτῆς. Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθείς
Πρὸ
τοῦ τιμίου Σταυροῦ σου καὶ τοῦ πάθους, λαβὼν οὓς προέκρινας τῶν ἱερῶν Μαθητῶν,
πρὸς τὸ Θαβώριον Δέσποτα, ἀνῆλθες ὄρος, δεῖξαι θελήσας τούτοις τὴν δόξαν σου, οἳ
καὶ κατιδόντες σε μεταμορφούμενον, καὶ ὑπὲρ ἥλιον λάμψαντα, πρηνεῖς πεσόντες, τὴν
δυναστείαν σου κατεπλάγησαν, ἀναβοῶντες· Σὺ τὸ ἄχρονον, φῶς ὑπάρχεις Χριστὲ καὶ
ἀπαύγασμα, τοῦ Πατρὸς εἰ καὶ θέλων, σὰρξ ὡράθης ἀναλλοίωτος.
Ὁ
πρὸ αἰώνων ὑπάρχων Θεὸς Λόγος, ὁ φῶς ὡς ἱμάτιον περιβαλλόμενος, μεταμορφούμενος
ἔμπροσθεν, τῶν μαθητῶν σου, ὑπὲρ τὸν ἥλιον Λόγε ἔλαμψας, Μωσῆς καὶ Ἠλίας δέ, σοὶ
παρειστήκεισαν, νεκρῶν καὶ ζώντων σε Κύριον, δηλοποιοῦντες, καὶ σοῦ δοξάζοντες
τὴν ἀπόῤῥητον, οἰκονομίαν καὶ τὸ ἔλεος, καὶ τὴν πολλὴν συγκατάβασιν, δι' ἧς ἔσωσας
κόσμον, ἁμαρτίαις ἀπολλύμενον.
Παρθενικῆς ἐκ νεφέλης σε τεχθέντα, καὶ σάρκα
γενόμενον, καὶ πρὸς τὸ ὄρος Θαβώρ, μεταμορφούμενον Κύριε, καὶ τῇ νεφέλῃ, τῇ
φωτεινῇ σε περικυκλούμενον, φωνὴ τοῦ Γεννήτορος, ἀγαπητόν σε Υἱόν, τῶν μαθητῶν
συμπαρόντων σοι, σαφῶς ἐδήλου, ὡς ὁμοούσιον καὶ ὁμόθρονον· ὅθεν ὁ Πέτρος ἐκπληττόμενος·
Καλὸν ὧδέ ἐστιν εἶναι ἔλεγε, μὴ εἰδὼς ὃ ἐλάλει· Εὐεργέτα πολυέλεε.
Καὶ γ΄ τοῦ Ὁσίου. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τῆς ἐν Χριστῷ εὐτυχίας, σεπτὸν ἐπώνυμον, τὸν τῆς σαρκὸς κινήσεις, τῆς ἀσκήσεως πόνοις, μαράναντα καὶ πάλαι ὡς Ἠλιού, ἐρημίαν οἰκήσαντα, καὶ καθηράμενον νεύσεσι πρὸς Θεόν, νοῦν Εὐτύχιον τιμήσωμεν.
Τὸν ἀπαθείᾳ καὶ νήψει, κατακοσμούμενον, Μονῆς τῶν Ἱερέων, τὸν δομήτορα δεῦτε, Εὐτύχιον τὸν θεῖον νῦν ἐν μοναῖς, οὐρανίαις σκηνώσαντα, ἔνθα ζωῆς ξύλον πέφυκεν εὐλαβῶς, οἱ πιστοὶ ἀνευφημήσωμεν.
Τὸν ἐκμειώσαντα πλάνου, τὴν ἀμαυρότητα, δεήσεσι συντόνοις, ἐγκρατείᾳ νηστείᾳ, ἀσκήσει ἀγρυπνίᾳ καὶ ἀκραιφνεῖ, πρὸς Θεὸν καὶ τὸν ἔγγιστα, ἀγάπῃ μέλψωμεν πάντες χρεωστικῶς, νῦν Εὐτύχιον τὸν ἔνδοξον.
Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ὡς ἀστὴρ τηλαυγέστατος ἀνέτειλεν, ἡ τοῦ ὁσίου Εὐτυχίου μνήμη, λαμπρύνουσα τοὺς φιλεόρτους, τῶν αὐτοῦ ἀρετῶν τοῖς πυρσεύμασι· δεῦτε οὖν πάντες γηθόμενοι φωτισθῶμεν, τῷ φωτὶ τῆς αὐτοῦ ἀγαθότητος καὶ ἀγάπης, ἐλαύνοντες τὸν ζόφον τοῦ ἐφαμάρτου βίου καὶ κράζοντες· Μονῆς Ἱερέων δομῆτορ καὶ ἀνύστακτε ἔφορε, ἐκτενῶς δυσώπει τὸν εὔσπλαγχνον Κύριον, παρέχειν πᾶσι τοῖς τιμῶσί σε τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Προτυπῶν τὴν Ἀνάστασιν τὴν Σήν, Χριστὲ ὁ Θεός, τότε παραλαμβάνεις τοὺς τρεῖς Σου μαθητάς, Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, ἐν τῷ Θαβὼρ ἀνελθών. Σοῦ δὲ Σωτήρ μεταμορφουμένου, τὸ Θαβώριον ὄρος φωτὶ ἐσκέπετο· οἱ Μαθηταί Σου Λόγε, ἔρριψαν ἑαυτοὺς ἐν τῷ ἐδάφει τῆς γῆς, μὴ φέροντες ὁρᾶν, τὴν ἀθέατον μορφήν· Ἄγγελοι διηκόνουν φόβῳ καὶ τρόμῳ, οὐρανοὶ ἔφριξαν, γῆ ἐτρόμαξεν, ὁρῶντες ἐπὶ γῆς, τῆς δόξης τὸν Κύριον.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. ιβ΄ 1-11).
Ὁ ἀγαπῶν παιδείαν ἀγαπᾷ αἴσθησιν, ὁ δὲ μισῶν ἐλέγχους ἄφρων. Κρείσσων ὁ εὑρὼν χάριν παρὰ Κυρίῳ, ἀνὴρ δὲ παράνομος παρασιωπηθήσεται. Οὐ κατορθώσει ἄνθρωπος ἐξ ἀνόμου, αἱ δὲ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται. Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς· ὥσπερ δὲ ἐν ξύλῳ σκώληξ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. Λογισμοὶ δικαίων κρίματα, κυβερνῶσι δὲ ἀσεβεῖς δόλους. Λόγοι ἀσεβῶν δόλιοι, στόμα δὲ ὀρθῶν ῥύσεται αὐτούς. Οὗ ἐὰν στραφῇ ὁ ἀσεβής, ἀφανίζεται, οἶκοι δὲ δικαίων παραμένουσι. Στόμα συνετοῦ ἐγκωμιάζεται ὑπὸ ἀνδρός, νωθροκάρδιος δὲ μυκτηρίζεται. Κρείσσων ἀνὴρ ἐν ἀτιμίᾳ δουλεύων ἑαυτῷ ἢ τιμὴν ἑαυτῷ περιτιθεὶς καὶ προσδεόμενος ἄρτου. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ καὶ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα. Ὁ ἐργαζόμενος τὴν ἑαυτοῦ γῆν ἐμπλησθήσεται ἄρτων, οἱ δὲ διώκοντες μάταια ἐνδεεῖς φρενῶν.
Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα (Κεφ. β΄ 1 - 11).
Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμὸν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς· κολλήθητι Αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ’ ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον· ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον Αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τάς ὁδούς σου καὶ ἔλπισον ἐπ’ Αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος Αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε Αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε· τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο Αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Ὅσιε Πάτερ Εὐτύχιε, τῆς Ἐκκλησίας εὐωδέστατον ἄνθος, καὶ Κύπρου μυροβόλον ὀσφράδιον, πιστοὺς κατηύφρανας εὐωδίᾳ σῆς ἀγάπης καὶ ἀσκήσεως· θεωθεὶς οὖν κατὰ μέθεξιν, καὶ δήμοις συναριθμηθεὶς Ὁσίων, Χριστὸν δυσώπει ἐνθεώτατε, ὑπὲρ τῶν τελούντων φαιδροῖς ἐν ᾄσμασι, τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος β΄.
Τῶν σωτηρίων ἐντολῶν ἐργάτην γενόμενον δόκιμον, καὶ ἐν πολλῇ φρονήσει πολιτευσάμενον, Εὐτύχιον ἀξιοχρέως τιμήσωμεν· οὗτος γὰρ τῆς φθορᾶς ἀποβαλὼν τὸ πάχος, νυχθημέροις καὶ συντόνοις ἀσκήσεσιν, ἀφθαρσίας ἐνεδύθη τὴν εὐπρέπειαν ὁ θεοειδέστατος· Χριστὸν οὖν δοξάσας λόγοις καὶ πράξεσι, καὶ διάκοσμος ὀφθεὶς Μονῆς τῶν Ἱερέων, χάριν εἴληφε πρεσβεύειν, ὑπὲρ τῶν ἐκθύμως αὐτὸν τιμώντων.
Ἦχος γ΄.
Θείῳ ἔρωτι πτερωθεὶς τὴν καρδίαν, ἐν ἐρήμῳ καὶ ἀβάτῳ τῆς Πάφου ὄρει ᾤκησας, βιοτεύων ὡς ἄσαρκος, Εὐτύχιε Ὅσιε· ἀκαμάτως γὰρ ἐν αὐτῷ ἐργασάμενος, καὶ συνεργὸν ἔχων τὸν Ἱεράρχην Νικόλαον, ναὸν τῇ Θεοτόκῳ ἐδόμησας περίδοξον, καὶ μάνδραν τὴν τῶν Ἱερέων καλουμένην· ὡς μιμητὴς οὖν τῶν Ἀγγέλων καὶ ἀπαθείας σκεῦος πολύτι-μον, τῆς τῶν παθῶν τυραννίδος ῥῦσαι, τοὺς ἐτησίοις σε γεραίροντας ᾄσμασι.
Ἦχος δ΄.
Δεῦτε ἅπαντες πιστοί, τῇ τῶν Ἱερέων Μονῇ προσέλθωμεν, καὶ τὸν αὐτῆς δομήτορα Εὐτύχιον τὸν ἀοίδιμον, μελισταγέσι καταστέψωμεν ᾄσμασιν· οὗτος γὰρ ὡς κιβωτὸς ἁγιάσματος ἔμπλεως, καὶ θείας χάριτος θησαύρισμα, αἰωνίου ζωῆς παρέχει εὐωδίαν, τοῖς αὐτὸν θεοπρεπῶς μακαρίζουσι.
Δόξα. Ἦχος πλ. α΄.
Τὰς θεαυγεῖς ἀρετὰς τῆς ἰσαγγέλου σου πολιτείας, ὡς θυσίαν λογικὴν καὶ προσφορὰν εὐαπόδεκτον, ὁ ὑπ’ Ἀγγέλων ὑμνούμενος Κύριος ἐδέξατο Εὐτύχιε· ἔνθεν λαμπρῶς σε ἀμειβόμενος, χάριν δαψιλῆ σοι δέδωκε, Αὐτῷ πρεσβεύειν ἀπαύστως, ὑπὲρ εὐτυχίας τοῦ σύμπαντος κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν τῶν τιμώντων σε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Νόμου καὶ Προφητῶν Σε Χριστέ, ποιητὴν καὶ πληρωτὴν ἐμαρτύρησαν, ὁρῶντες ἐν τῇ νεφέλῃ, Μωϋσῆς ὁ θεόπτης καὶ Ἠλίας ὁ ἔμπυρος ἁρματηλάτης, καὶ ἄφλεκτος οὐρανοδρόμος, ἐπὶ τῆς Μεταμορφώσεώς Σου, μεθ’ ὧν καὶ ἡμᾶς, τοῦ Σοῦ φωτισμοῦ ἀξίωσον Δέσποτα, ὑμνεῖν Σε εἰς τοὺς αἰῶνας.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίρει, ἡ νῆσος Κύπρος λαμπρῶς, πανηγυρίζουσα τὴν μνήμην σου Ὅσιε, ἡ Μάνδρα τῶν Ἱερέων, ἧσπερ δομήτωρ λαμπρός, πέλεις καὶ ἀζύγων, ἅπαν σύνταγμα· Εὐτύχιε πάντιμε, ἀσκητῶν ἀγαλλίαμα, χαρίτων θείων, θησαυρὲ ἀδαπάνητε, καὶ τοῦ Πνεύματος, τοῦ σεπτοῦ ἅρπα εὔηχε· ὅθεν ἀνευφημοῦντές σου, τὰ τίμια σκάμματα, καὶ τοὺς ἀγῶνας πρὸς κτῆσιν, τῶν ἀρετῶν σε γεραίρομεν, καὶ πίστει λιτάς σου, πρὸς τὸν Κύριον τῆς δόξης, ἀπεκδεχόμεθα.
Στ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Ἔχων, θεοειδῆ συνεργόν, τὸν Ἱεράρχην τῶν Μυρέων Νικόλαον, ἐδόμησας τῇ Παρθένῳ, Ἁγνῇ ναὸν εὐπρεπῆ, ἐν ὁρίοις Πάφου, Πάτερ Ὅσιε, θεόφρον Εὐτύχιε, ἐπιπνοίας τοῦ Πνεύματος, τοῦ ζωηφόρου, παμφαὲς ἐνδιαίτημα, καὶ ἀσκήσεως, ἀκραιφνοῦς θεῖον ἐγκαλλώπισμα· ὅθεν τὴν θείαν μνήμην σου, γεραίροντες σήμερον, καὶ ἀρετῶν σου τὸ πλῆθος, περιχαρῶς ἀναμέλποντες, Χριστὸν ἀνυμνοῦμεν, τὸν συμμέτοχον τῆς δόξης, Αὐτοῦ σε δείξαντα.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Χαίροις, τῶν ἀσκητῶν καλλονή, ὁ ἐν ἐρήμῳ τόπῳ Πάφου ὡς ἄσαρκος, ἀσκήσας καὶ θριαμβεύσας, τῇ συμμαχίᾳ Θεοῦ, πτερνιστοῦ ἀρχαίου, τὴν παράταξιν, Εὐτύχιε ὄλβιε, ἀρετῆς κλῆμα εὔκαρπον, χαμαικοιτίας, καὶ νηστείας λευκάνθεμον, καὶ ἀσκήσεως, μυροβόλον κιννάμωμον· κῆπος ὁ εὐωδέστατος, χαρᾶς τῶν προσφύγων σου, τὴν δυσωδίαν παθῶν μου, τῶν χαμαιζήλων ἀπέλασον, καὶ τῆς ἀφθαρσίας, κοινωνόν με τῆς ἐν πόλῳ, εὐχαῖς σου δεῖξόν με.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς φθειρομένης σαρκὸς τὸ φρόνημα, ὑποτάξας τῷ πνεύματι Εὐτύχιε, ἀγγελικῶς ἐν κόσμῳ διέπρεψας· τὰ γὰρ ἀεὶ ἐπιζητῶν διαμένοντα, τὰς μηχανὰς διέῤῥηξας τοῦ δράκοντος, τῇ θεαρέστῳ σου ἀσκήσει· ἐπαξίως οὖν δοξασθεὶς θεόθεν, παθῶν κακίας ῥῦσαι τοὺς ἐπικαλουμένους, τὸ σὸν πανάγιον ὄνομα.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πέτρῳ καὶ Ἰακώβῳ καί, Ἰωάννῃ, τοῖς προκρίτοις μαθηταῖς Σου Κύριε, σήμερον ὑπέδειξας ἐν τῷ ὄρει τῷ Θαβώρ, τὴν δόξαν τῆς θεϊκῆς Σου μορφῆς· ἔβλεπον γὰρ τὰ ἱμάτιά Σου, ἀστράψαντα ὡς τὸ φῶς καὶ τὸ πρόσωπόν Σου ὑπὲρ τὸν ἥλιον, καὶ μὴ φέροντες ὁρᾶν τὸ ἄστεκτον τῆς Σῆς ἐλλάμψεως, εἰς γῆν κατέπιπτον, μηδόλως ἀτενίσαι ἰσχύοντες. Φωνῆς γὰρ ἤκουον μαρτυρούσης ἄνωθεν· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ὁ ἐλθὼν εἰς τὸν κόσμον σῶσαι τὸν ἄνθρωπον.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Ἀπολαῦσαι ἀλήκτου ζωῆς ἐν δώμασι, τὸν εὐτυχήσαντα θείοις, ἐγκωμιάσωμεν νῦν, Ἱερέων τῆς Μονῆς σεπτὸν Εὐτύχιον, κτίτορα σχόντα συνεργόν, ἐν δομήσει τοῦ ναοῦ, Νικολάου τῶν Μυρέων, μεθ’ οὗ πρεσβεύει Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος βαρύς.
Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς Σου τὴν δόξαν Σου, καθὼς ἠδύναντο· λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς Σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, Φωτοδότα δόξα Σοι.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ἀχλὺν καταλιπών, τῶν φθαρτῶν καὶ ματαίων, φωτὶ τῷ νοητῷ, τὴν ἁγίαν ψυχήν σου, κατηύγασας Ὅσιε, θεοφόρε Εὐτύχιε· ὅθεν μέτοχος, ζωῆς τῆς ἄνω ἐγένου, ἔνθα πρέσβευε, Χριστῷ ὑπὲρ τῶν τιμώντων, τὴν πάνσεπτον μνήμην σου
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀνάστασιν τὴν Σήν, προτυπῶν μαθητάς Σου, παρέλαβες τοὺς τρεῖς, Πέτρον καὶ Ἰωάννην, ὁμοῦ καὶ Ἰάκωβον, καὶ εἰς ὄρος Θαβώριον, ἦλθες Κύριε, ἐν ᾧπερ μετεμορφώθης, καὶ ὡς ἥλιος, ἔλαμψας τούτοις δεικνύων, Σὴν δόξαν οὐράνιον.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, σὴν θείαν μνήμην, θαυμαστὲ Εὐτύχιε, τῶν Ἱερέων ἡ Μονή, ἣν σαῖς παλάμαις ἐδόμησας, καὶ ἣν φυλάττεις, ἀεὶ ἐκ στενώσεως.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἐν Θαβὼρ ἐξήστραψας, Σῶτερ τῷ ὄρει, καὶ τῇ κτίσει ἔδειξας, δόξαν Χριστὲ Σὴν θεϊκήν· διὸ ὑμνοῦμεν ἀείποτε, καὶ προσκυνοῦμεν, τὴν Σὴν Μεταμόρφωσιν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Συντόνοις μόχθοις σου, ἐχθρὸν τὸν βέβηλον, στεῤῥῶς κατέβαλες, καὶ ἰσοστάσιος, Πατέρων ὤφθης παμφαῶν, Εὐτύχιε θεοφόρε· Ἱερέων κόσμημα, τῆς Μονῆς πολυτίμητον, Πάφου μέγα καύχημα, καὶ τῆς Κύπρου θησαύρισμα· διὸ τὴν σὴν γεραίροντες μνήμην, χαῖρε βοῶμεν Πάτερ θεῖε.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.
Σῶτερ οἱ πρόκριτοι, τῶν Ἀποστόλων Σου, εἰς γῆν ἐπέπεσον, ὁρᾶν μὴ φέροντες, Σοῦ τὴν λαμπρότητα Χριστέ, καὶ ᾔνεσαν τὴν Σὴν δόξαν· σὺν αὐτοῖς καὶ ἅπαντες, οἱ πιστοὶ νῦν δοξάζομεν, κράτος Σου τὸ ἅγιον, καὶ Σὴν ἄῤῥητον εὔκλειαν, βοῶντες· Φωτοδότα οἰκτίρμον, χαῖρε Θεοῦ ἄναρχε Λόγε.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. στ΄ 17-21): Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ…
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός...
Τῷ φωτὶ τῆς δόξης τοῦ Σωτῆρος Χριστοῦ καταλαμπόμενος, καὶ τῷ κάλλει τῆς ἀνυστάκτου διαπρέπων ἀσκήσεως, Εὐτύχιε τῆς ἐν Χριστῷ εὐτυχίας συνώνυμε, ἀσιγήτως πρέσβευε παθῶν χαμαιζήλων ἡμᾶς ῥύεσθαι, τοὺς εὐλαβῶς μελῳδοῦντας τὴν πάνσεπτον μνήμην σου.
Εἶτα οἱ Κανόνες· ὁ β’ Κανὼν τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς· Εὐτύχιον δομήτορα Μονῆς Ἱερέων, μέλπω. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Εὐτύχιον Ὅσιον, τῇ Θεοτόκῳ δομήσαντα, ναὸν εὐπρεπέστατον, σὺν Νικολάῳ κλεινῷ, Ἀρχιποίμενι, Μυρέων μεγαλύνω, Χριστοῦ ὡς θησαύρισμα, ἔμψυχον πίστεως.
Ὑμνήσωμεν πάνσοφον, καὶ θεοφόρον Εὐτύχιον, τῆς Κύπρου τὸ καύχημα, καὶ καλλονὴν ἀσκητῶν, ὡς φιλέρημον, στρουθίον τὸ ἐν Πάφου, Μονὴν πῆξαν ὄρεσιν, ἄγαν περίλαμπρον.
Τὸν θεῖον Εὐτύχιον, σεμνοπρεπὲς ἦθος ἔχοντα, τὸν τρόπον θεόληπτον, καὶ βίον θεοπρεπῆ, μακαρίσωμεν, βοῶντες· χαῖρε Πάτερ, Ὁσίων ἀπαύγασμα, χρυσοφεγγέστατον.
Ὑπέμεινας ἄσκησιν, σκληραγωγίαν Εὐτύχιε, σαρκὸς κακοπάθειαν, νηστείαν ὑπερφυᾷ, καὶ ἀγόγγυστον, σταυροῦ σου Πάτερ ἄρσιν, ὡς ἄϋλος ἄνθρωπος, θεοειδέστατε.
Θεοτοκίον.
Χαρᾶς ἀνυμνήσωμεν, τῶν χοϊκῶν μόνην πρόξενον, Θεὸν τὴν κυήσασαν, ἀφράστως τὸν τοῦ παντός, καὶ ἀπήμαντον, τὴν μείνασαν παρθένον, ἁγνὴν καὶ πανάσπιλον, Θεογεννήτριαν.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Ἰδών σου τὸ εὔθετον τῆς γνώμης, Εὐτύχιε ὁ ἐπὶ λαμπρῶν, πτερύγων ἐποχούμενος, τῶν Σεραφεὶμ ἀνέδειξε, σὲ μονοτρόπων πρύτανιν, καὶ ἀσκητῶν ὑφηγήτορα.
Ὁ βίος σου ἄμεμπτος ἐν πᾶσιν, Εὐτύχιε Πάτερ ἱερέ, ὁ ζῆλός σου διάπυρος, καὶ ἠρτυμένος ἅλατι, ὁ λόγος σου μακάριε, ἐδείχθη· ὅθεν ὑμνοῦμέν σε.
Νοῦν Πάτερ πτερώσας πρὸς θανάτου, Εὐτύχιε καὶ ζωῆς βροτῶν, τὸν Κύριον ἐνέκρωσας, τὰ πάθη τοῦ σαρκίου σου, καὶ ἤσκησας ὡς ἄσαρκος, εὐαρεστήσας τῷ Κτίστῃ σου.
Θεοτοκίον.
Δακρύων ἀπόσμηξόν μου ῥεῖθρα, τῷ μάκτρῳ εὐχῶν Σου ἀγαθή, εὐλογημένη Δέσποινα, πρὸς τὸν Υἱὸν τὸν θεῖόν Σου, ἵνα ὁ τάλας πάντοτε, Σὲ μεγαλύνω γηθόμενος.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Κράτος ᾔσχυνας, τοῦ μισοκάλου, σαῖς ἀσκήσεσι, ταῖς νυχθημέροις, ἐν τοῖς ὄρεσι τῆς Πάφου Εὐτύχιε, τῶν Ἱερέων Μονῆς κτίτορ ἔνθεε, καὶ ἀσκητῶν θεαυγῶν ἀκροθίνιον, καὶ ηὐτύχησας χαρᾶς ἀπολαῦσαι κρείττονος, ἐν δώμασιν ἀλήκτου ἀφθαρτότητος.
Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὅμοιον.
Ἐφανέρωσας, Σὴν θείαν δόξαν, τοῖς προκρίτοις Σου, τῶν Ἀποστόλων, ἐν Θαβὼρ φωνῆς Πατρός Σου ἀκούσασι, προσμαρτυρούσης Σοί Λόγε συνάναρχε, καὶ κατιδοῦσι προσώπου φαιδρότητα, Σοῦ ὑπέρλαμπρον· διὸ σὺν αὐτοῖς δοξάζομεν, τὸ κράτος Σου Θεάνθρωπε Πανάγιε.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὀχετοῖς σου τῶν δακρύων, καὶ ἱδρώτων κατέπνιξας, τὸν ἐχθρὸν τὸν πλάνον, καὶ τῆς Πάφου ὄρη κατώκησας, ὡς Μωϋσῆς πάλαι Ὅσιε τὴν ἔρημον, πνευματέμφορε, γέρας ἀζύγων Εὐτύχιε.
Μιμητὴς τοῦ Ζωοδότου, γεγονὼς καὶ ὁμόζηλος, ἀσκητῶν ὁσίων, σεαυτὸν ναὸν εὐπρεπέστατον, εὐχῆς ἀόκνου ἐποίησας Εὐτύχιε, σκεῦος πάντιμον, τῶν χαρισμάτων τοῦ Πνεύματος.
Ἠλιοὺ ζηλώσας τρόπους, τοῦ Θεσβίτου κατέλαβες, τοὺς δρυμοὺς τῆς Πάφου, ἵνα μόνος μόνον τῷ Κτίσαντι, προσομιλῇς Ὃν ἱκέτευε Εὐτύχιε, δοῦναι ἅπασι, τοῖς σὲ τιμῶσιν ὑγείαν.
Θεοτοκίον.
Τὸν μολύναντα ἀνόμοις, ἔργοις σάρκα μου Δέσποινα, καὶ νοῦν λογισμοῖς μου, ἀκαθάρτοις καθικετεύω Σε, καθάρισόν με ὑσσώπῳ συμπαθείας Σου, καὶ τοῖς νάμασι, τῶν Σῶν θερμῶν παρακλήσεων.
ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὁδοῖς ἠκολούθησας, τῆς ἀρετῆς Εὐτύχιε, καὶ εἰς ὅρμον εὔδιον ἀλήκτου, χαρᾶς τρισμάκαρ καὶ εὐτυχοῦς βιοτῆς, τῆς σὺν τῷ Σωτῆρι Ἰησοῦ, Ὅσιε κατήντησας, ἔνθα χαίρουσιν Ἄγγελοι.
Ῥαθύμου ὑπέρτερος, βιώσεως Εὐτύχιε, ὤφθης γρηγορῶν ἀεὶ καὶ νήφων· διὸ καὶ χάριν, παρὰ Θεοῦ δαψιλῆ, ἀπείληφας ἄλυπον ζωήν, δοῦναι τοῖς ἱκέταις σου, καὶ χαρὰν αἰωνίζουσαν.
Ἀκάματε Ὅσιε, θεοειδὲς Εὐτύχιε, ἔσχες τὸν Νικόλαον Μυρέων, Πρωθιεράρχην, σεπτοῦ ναὸν συνεργόν, δομήσεως τῆς ἁγνῆς Μητρός, τοῦ Χριστοῦ τοῦ σύμπαντος, Λυτρωτοῦ καὶ Κοσμήτορος.
Θεοτοκίον.
Μητράναδρε Δέσποινα, οἱ κόσμου Σε Βασίλισσαν, πίστει ἀκλινεῖ ὁμολογοῦντες, βοῶμεν· ῥῦσαι, παντοδαπῶν συμφορῶν, καὶ πάσης κακώσεως ἡμᾶς, ἵνα μεγαλύνωμεν, εἰς αἰῶνάς Σε ἅπαντας.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὁ πάντας θέλων Εὐτύχιε, σωθῆναι εἰς Αὐτὸν τοὺς πιστεύοντας, μόνος φιλάνθρωπος, τῆς οὐρανῶν σε ἠξίωσεν, ἀφθίτου ἀπολαῦσαι, ἀγαλλιάσεως.
Ναὸν ἀνήγειρας Ὅσιε, τῇ Κεχαριτωμένῃ Εὐτύχιε, καὶ Μάνδραν πάνσεπτον, τὴν νῦν τιμῶσαν ἐν ᾄσμασι, μελισταγέσι μνήμην, τὴν σὴν πανσέβαστον.
Ἡ τῶν ἀζύγων ὁμήγυρις, τοῦ Κύκκου τῆς Μονῆς σὺν τοῖς τάγμασι, τῶν ἐν τῇ μάνδρᾳ Σου, ἐνασκουμένων Εὐτύχιε, τὴν μνήμην σου γεραίρει, τὴν παναοίδιμον.
Θεοτοκίον.
Σεισμοῦ πυρὸς ἀπολύτρωσαι, Ἀττίλα τῶν ὀρδῶν Μητροπάρθενε, καὶ τῆς κακώσεως, τῆς ἐμφυλίου συῤῥάξεως, τὴν νῆσόν Σου τῆς Κύπρου, Σὲ μεγαλύνουσαν.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Τὸν πολιστὴν τῆς ἐρημίας εὐφημήσωμεν, τὸν εὐτυχήσαντα Μονὴν ἐγεῖραι πάνσεπτον, Ἱερέων κεκλημένην παρὰ τὴν Πάφον, ἀσκητὴν τὸν θεαυγῆ καὶ πνευματέμφορον, Ἐκκλησίας τοῦ Χριστοῦ λαμπρὸν κοσμήτορα, πόθῳ κράζοντες· χαίροις Πάτερ Εὐτύχιε.
Ὁ Οἶκος.
Ἄνθος ἡδὺ ἐρήμου καὶ Μονῆς Ἱερέων διάκοσμε Εὐτύχιε μάκαρ, ὡς κανὼν ἐναρέτου ζωῆς καὶ τῶν μονοτρόπων ἱερὸν κόσμημα, ὑπὲρ ἡμῶν ἱκέτευε Χριστὸν τῶν νῦν πιστῶς βοώντων·
Χαῖρε, ἀζύγων ἡ εὐκοσμία·
χαῖρε, μερόπων ἡ θυμηδία.
Χαῖρε, Ἱερέων Μονῆς ἐγκαλλώπισμα·
χαῖρε, θεοφρόνων Πατέρων ἀπαύγασμα.
Χαῖρε, ὅτι ἀνεπτέρωσας τὸν σὸν νοῦν πρὸς οὐρανόν·
χαῖρε, ὅτι καταβέβληκας σῇ ἀσκήσει τὸν ἐχθρόν.
Χαῖρε, ναοῦ δομῆτορ εὐπρεποῦς τῆς Παρθένου·
χαῖρε, λαοῦ ἀκέστορ εὐσεβόφρονος Κύπρου.
Χαῖρε, κανὼν νηστείας εὐθύτατος·
χαῖρε, λειμὼν ἀγάπης τερπνότατος.
Χαῖρε, ἡμῶν πρεσβευτὴς πρὸς τὸν Κτίστην·
χαῖρε, πιστῶν ἱκετῶν σου μεσίτης.
Χαίροις, Πάτερ Εὐτύχιε.
Συναξάριον.
Τῇ Η΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Εὐτυχίου, τοῦ κτίτορος τῆς Μονῆς τῶν Ἱερέων τῆς Πάφου.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Ἱερώτατε, ἰδεῖν Θεοῦ τὸ πρόσωπον, ποθῶν Εὐτύχιε, ἦρας ἐπ’ ὤμων σταυρόν, σὸν καὶ ἠκολούθησας, Αὐτοῦ τοῖς ἴχνεσι, καὶ κατήντησας, εἰς δόξαν ἀτελεύτητον, καὶ ἀπόῤῥητον ἐν πόλῳ.
Ἐφιέμενος, δομῆσαι Θεομήτορι, ναὸν περίδοξον, σὺν Νικολάῳ κλεινῷ, ἐμόχθησας Ὅσιε, σεπτὲ Εὐτύχιε, καὶ ἐκάλλυνας, τοὺς λίθους τῆς δομήσεως, τῶν ἱδρώτων σου ῥανίσι.
Ῥόδον πάντερπνον, ἀσκητικῆς βιώσεως, σοφὲ Εὐτύχιε, ὁ τοῦ παντὸς Φυτουργός, εἰς Πάφου σε ἔστειλε, τὰ ἄλση Ὅσιε, εὐωδίᾳ σου, ἵνα μυρίσῃς ἅπαντας, τῶν παννύχων σου καμάτων.
Θεοτοκίον.
Εὐαγέστατον, σεμνεῖόν Σοι ἐδόμησε, Θεογεννήτρια, ὁ τοῦ Υἱοῦ Σου σεμνός, θεράπων Εὐτύχιος, ὃν νῦν γεραίροντες, μεγαλύνομεν, Σὲ εἰς αἰῶνας ἅπαντας, ὑπερύμνητε Παρθένε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Ὥσπερ τὸ Καρμήλιον τὸ ὄρος, κατώκησεν Ἠλιοὺ ὁ μέγας πρότερον, οὕτω καὶ δασύσκιον, σὺ καὶ εὐσκιόφυλλον, τῆς Πάφου ὄρος ᾤκησας, ἐν ᾧ ἐσχόλαζες, ἀπαύστοις προσευχαῖς ἀγρυπνίαις, καὶ νηστείαις Πάτερ, Εὐτύχιε τρισμάκαρ.
Νοῦν σαφῶς κτησάμενος παμμάκαρ, Εὐτύχιε ἡγεμόνα καθυπέταξας, τὸ κακὸν τῷ κρείττονι· ὅθεν ἅρμα γέγονας, τοῦ Λόγου πρὸς σκηνώματα, καθοδηγούμενος, Αὐτοῦ τὰ θεϊκὰ Ἱερέων, τῆς Μονῆς δομῆτορ, καὶ ἀσκητῶν κοσμῆτορ.
Μὴ ἐλλίπῃς Πάτερ ἱκετεύων, Εὐτύχιε τὸν Σωτῆρα Παντοκράτορα, δοῦναι τοῖς ἱκέταις σου, τῆς ψυχῆς καὶ σώματος, ὑγείαν τοῖς σπεύδουσι, σαῖς παρακλήσεσι, καὶ ἄῤῥηκτόν σε ἔχουσι τεῖχος, κατ’ ἐχθρῶν παντοίων, καὶ νόσων δυσιάτων.
Θεοτοκίον.
Ἔκτισε περίδοξον ναόν Σου, ὁ Σὲ εὐλαβούμενος Εὐτύχιος, Παναγία Δέσποινα, ἀσκητὴς ὁ Ὅσιος· μεθ’ οὗ δυσώπει Κύριον, τὸν θεῖον Τόκον Σου, ὑπὲρ τῶν ἐν τῇ Κύπρῳ στενόντων, ἐκ τῆς ἀλλοπίστου, ἐπιδρομῆς βαναύσου.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Λάμπει ὡς φαιδρός, καὶ πάμφωτος ἥλιος, ἡ θεία μνήμη σου, θαυμαστὲ Εὐτύχιε, καὶ ὡς νεφέλη, φωτὸς ὑπέρλαμπρος, λαμπρύνουσα τῇ χάριτι, τῇ σῇ τὰ σύμπαντα, ἐκβοῶντα· χαῖρε ὁσιώτατε, Ἱερέων Μονῆς κτίτορ ἔνθεε.
Παῦσον σαῖς εὐχαῖς, πρὸς Κτίστην Εὐτύχιε, ἡμῶν τὰ σκάνδαλα, τῶν ἐπιτελούντων σου, τὴν θείαν μνήμην, ᾠδαῖς καὶ ᾄσμασι, καὶ πόθῳ τοὺς ἀγῶνάς σου, ὑμνούντων Ὅσιε, οὕσπερ ἔτλης, Πάτερ πρὸς ἀπόκτησιν, ἀρετῆς ψυχοτρόφου καὶ θέωσιν.
Ὤφθης πανταχοῦ, περίβλεπτος Ὅσιε, Χριστοῦ Εὐτύχιε, διὰ τὸν ἀόκνων σου, καμάτων μάκαρ, τῆς πολιτείας σου, τῆς θεαυγοῦς καὶ χάριτος, ἣν Πάτερ εἴληφας, οὐρανόθεν, δαψιλῶς ὡς πόνων σου, τῶν σεπτῶν ἀντιμίσθιον Ἅγιε.
Θεοτοκίον.
Χάριτος πηγή, Παρθένε ἀκήρατε, Σαῖς παρακλήσεσι, φώτισον τοὺς δούλους Σου, καὶ πρὸς σκηνώσεις, τοῦ πόλου ἴθυνον, τοὺς πόθῳ μεγαλύνοντας, τὰ Σὰ θαυμάσια, Θεοτόκε· Σὺ γὰρ εἶ ἰθύντειρα, τῶν πιστῶν πρὸς ζωὴν ἀτελεύτητον.
Ἐξαποστειλάριον. Ἦχος γ΄. Φῶς ἀναλλοίωτον Λόγε.
Φωτὸς ἀπαύγασμα θείου, σαῖς ἀρετῶν λαμπηδόσιν, ἐφώτισας νῆσον Κύπρου, τὴν σὲ τιμῶσαν ἐκθύμως· διὸ Εὐτύχιε ῥῦσαι, αὐτὴν ταχέως, ἐπιβουλῆς τοῦ Βελίαρ.
Καὶ τὸ τῆς Ἑορτῆς.
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί Σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν κτίσιν.
Αἶνοι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Τὴν σὴν πανίερον μνήμην ἐκτελοῦντες, εὐτάκτοις μελίσμασι, καὶ ἡδυμόλποις ᾠδαῖς, πνευματοφόρε Εὐτύχιε, Μονῆς δομῆτορ, τῶν Ἱερέων πανοσιώτατε, κράζομεν· ἱκέτευε Θεὸν τὸν Κύριον, ὑπὲρ ἡμῶν τῶν προσφύγων σου, τῶν προφερόντων, τὴν θείαν κλῆσιν σου καὶ ἀείποτε, ἐκδεχομένων σοῦ τὴν εὔνοιαν, καὶ βοήθειαν βίου ἐν κλύδωσι, ζοφεροῖς ἀσκουμένων, θεαυγῶς κανὼν εὐθύτατε.
Ὡς ἱλαρόφωτον ἄκατον ἀγάπης, ὑάκινθον νήψεως, καὶ ἀπαθείας αὐγήν, διασκεδάζουσαν ζόφωσιν, τῆς ἐπηρείας, βροτῶν τὸ γένος ἀεὶ πτερνίζοντος, Ὅσιε Εὐτύχιε ἀζύγων σέμνωμα, σὲ ἀκλινῶς μεγαλύνοντες, πιστῶς βοῶμεν· εὐχῆς καὶ νήψεως ἐργαστήριον, ὁ ἰσαγγέλως βιωσάμενος, ἴσθι πάντων ἀκέστωρ θερμότατος, βοηθὸς ἐν ἀνάγκαις, καί ἡμέραν καὶ ὑπέρμαχος.
Τὸ πανευῶδες ὀσφράδιον πτωχείας, ἀμάρυγμα πάμφωτον, φωτοειδῶν ἀσκητῶν, τῆς ἀκακίας τὸ σκήνωμα, καὶ ἀπαθείας, ὄρθρε ἰδήρατε καὶ χρυσόφεγγε, ἔνδοξε Εὐτύχιε σφραγὶς ἀλύπητε, ἑσμοῦ δαιμόνων καὶ στήριγμα, εὐσεβοφρόνων, μὴ διαλίπῃς πρεσβεύων πάντοτε, τῷ εὐϊλάτῳ Παντοκράτορι, ὑπὲρ πάντων τιμώντων τὴν μνήμην σου, τὴν σεπτὴν καὶ φωσφόρον, ὕμνοις πρέπουσι καὶ ᾄσμασι.
Τῆς ἁρμονίας ὁμόσκηνον Ἀγγέλων, φιλότητος πίδακα, καὶ χαρισμάτων κρουνόν, ἐλέους νέφος ὀμβρόθεον, ἀρετηφόρου, ζωῆς τὸ ἄντλημα τὸ ἀκένωτον, πανόσιον Εὐτύχιον νῦν καταστέψωμεν, μελισταγῶν ὕμνων ἄνθεσιν, ἀναβοῶντες· τῶν Ἱερέων Μονῆς διάκοσμε, καὶ νήσου Κύπρου σεμνολόγημα, ἐκτενῶς ἐκδυσώπει τὸν Κύριον, δοῦναι ἄμφω ἱκέταις, σοῖς ὑγείαν καὶ δύναμιν.
Δόξα. Ἦχος πλ. δ΄.
Τίς ἐπαξίως ὑμνήσει, τὴν πρὸς τὸν ἀρχέκακον Σατὰν ἀνένδοτόν σου ἔνστασιν, ἀσκητὰ Εὐτύχιε ἀήττητε; Σὺ γὰρ ἐρηρεισμένος ἐπὶ τοῦ θεμελίου τῆς πίστεως, τοῦ Κυρίου τῆς δόξης, οὐδόλως ἐχθροῦ προσβολὰς ἐπτοήθης· διὸ καὶ ἀθανάτους κληρωσάμενος ἀπολαύσεις, καὶ θεωθεὶς κατὰ μέθεξιν, Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Παρέλαβεν ὁ Χριστός, τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, εἰς ὄρος ὑψηλὸν κατ’ ἰδίαν, καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον Αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια Αὐτοῦ, ἐγένετο λευκὰ ὡς τὸ φῶς· καὶ ὤφθησαν Μωϋσῆς καὶ Ἠλίας μετ’ Αὐτοῦ συλλαλοῦντες, καὶ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησᾳ, Αὐτοῦ ἀκούετε.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Χαίροις ὁ δομήτωρ σεπτῆς Μονῆς, τῆς τῶν Ἱερέων, καὶ ἀζύγων ὑπογραμμός· χαίροις μυροθήκη, χριστοφιλήτου βίου, Εὐτύχιε τρισμάκαρ, Κύπρου καλλώπισμα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου