ΑΥΓΟΥΣΤΟΣ Γ΄.
ΣΑΛΩΜΗ ΜΥΡΟΦΟΡΑ
ΑΚΟΛΟΥΘΙΑ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εὐλογήσαντος τοῦ ἱερέως, ὁ Προοιμιακός, καὶ τό· Μακάριος ἀνήρ. Εἰς δὲ τό· Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν Προσόμοια τῆς Ἁγίας. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Δεῦτε, τῆς Σαλώμης τῇ φαιδρᾷ, μνήμῃ τῆς σεπτῆς Μυροφόρου, πάντες συνδράμωμεν, καὶ χαρᾷ τοῖς ᾄσμασιν ἐγκωμιάσωμεν, καὶ τὰ ἄνθη δρεψάμενοι, ἐκ θείου λειμῶνος, θείων ἀρετῶν αὐτῆς, ψυχὰς στολίσωμεν, ὅπως, ταῖς αὐτῆς ἱκεσίαις, τύχοιμεν τοῦ θείου ἔλεους, ἐκ Χριστοῦ τοῦ ταύτην στεφανώσαντος.
Ὄντως, σὺ ἐφάνης ἀληθῶς, Μήτηρ ὦ Σαλώμη τοῦ πλέον, ἠγαπημένου Χριστοῦ, Μαθητοῦ καὶ κήρυκος, τῷ διδαγμάτων Αὐτοῦ, καὶ ὡς δῶρον ἀνέθηκας, αὐτὸν τῷ Κυρίῳ, ζήλῳ διαπρέποντα, ἐν θεολέκτῳ χορῷ, καὶ θεολογίας τὸν μέγαν, μύστην καὶ ἀῤῥήτων ἐπόπτην· ὅθεν ἐπαξίως σὲ γεραίρομεν.
Μήτηρ, καὶ τροφὸς κατὰ Θεόν, τοῦ ἐν Ἀποστόλοις ἐνδόξου, σὺ ἐχρημάτισας, ὃν καὶ ἐγαλούχησας, μαζῷ σεπτῶν ἀρετῶν, Ἰακώβου ἀοίδιμε, οὗ πρώτου τὸ αἷμα, σπονδὴ προσενήνεκται, τῷ τοῦ Κυρίου βωμῷ, καὶ τοὺς θεμελίους ποτίσαν, τῆς σεπτῆς Χριστοῦ Ἐκκλησίας, κάλλει διαλάμπουσαν πεποίηκε.
Χαίροις, ὦ Σαλώμη ἀληθῶς· χαίροις τῆς Μητρὸς τοῦ Κυρίου, πιστὴ διάκονος· σὺ γὰρ εἰς τὰ ἴδια, παραλαβοῦσα αὐτήν, ἐν σπουδῇ ὡς κειμήλιον, πολύτιμον ὄντως, δέει θεραπεύουσα, σὺ διεφύλαξας· ὅθεν, οὐρανίων χαρίτων, σὲ κατακοσμεῖ ὁ Δεσπότης, ὁ δοξάζων τοὺς Αὐτὸν δοξάζοντας.
Ὅτε, ὁ Δεσπότης τοῦ παντός, διὰ τὴν ἡμῶν σωτηρίαν, Σταυρὸν ὑπέμεινε, τότε ἡ ἀοίδιμος μήτηρ υἱῶν τῆς βροντῆς, ὀφθαλμοῖς ὡς ἑώρακε, ἡ Σαλώμη ἀλγοῦσα, θρηνοῦσα καὶ τύπτουσα, δεινῶς τὸ στῆθος αὐτῆς, Λόγε, τοῦ Θεοῦ ἀνεβόα· Τί Σοι ἀνταπέδωκε δῆμος, τῶν προφητοκτόνων ὁ ἀχάριστος.
Ὅτε, σὺ Σαλώμη ἀληθῶς, μετὰ τῶν λοιπῶν Μυροφόρων, τῷ τάφῳ ἔδραμες, μύρα προσκομίζουσα, τῷ ζωηφόρῳ Νεκρῷ, τοῦ Ἀγγέλου ἀκήκοας, φωνῆς τῆς ἐνθέου· Ἡγέρθη ὁ Κύριος· σπεύσασα οὖν ἐν σπουδῇ, μύσταις, τοῦ Σωτῆρος ἐβόας, ἐν ἀγαλλιάσει καρδίας, ὅτι ἐξεγήγερται ὁ Κύριος.
Δόξα. Ἦχος πλ. Β΄.
Συγχάρητε ἐπὶ τῇ μνήμῃ τῆς Μυροφόρου Σαλώμης, τῶν πιστῶν αἱ χορεῖαι· ἡ πανυπέρτιμος Μήτηρ, τῶν σοφῶν Ἀποστόλων Ἰακώβου καὶ Ἰωάννου, τὴν σήμερον ἡμέρα, τὴν ψυχὴν παρατίθεται, τῷ ἠγαπημένῳ Διδασκάλῳ Χριστῷ. Ὃν πιστῶς διακονήσασα, καὶ εἰλικρινῶς Αὐτὸν ἀγαπήσασα, καὶ ἐν τῷ πάθει Αὐτοῦ δεινῶς συναλγήσασα, καὶ ἐν τῇ Ἀναστάσει Αὐτοῦ χαρᾶς πολλῆς πλησθεῖσα, σὺν ταῖς λοιπαῖς Μυροφόροις Εὐαγγελίστρια ἐγένετο τῆς ἐγέρσεως Αὐτοῦ· διὸ ἐν οὐρανοῖς στεφηφοροῦσα λαμπρῶς, τῷ Κυρίῳ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. (Κεφ. λ΄ 10-26).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Γ΄, 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται · ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Δ´, 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ.
Λιτή. Ἦχος α’.
Δεῦρο πᾶσα, τῶν πιστῶν ἡ ὁμήγυρις, Σαλώμης πανηγύριζε, τὴν σεβάσμιον μνήμην, τῆς σεβασμίας μητρὸς τῶν σοφῶν Ἀποστόλων, Ἰακώβου καὶ Ἰωάννου. Αὕτη γὰρ αὐτούς, τῷ γάλακτι τῆς εὐσεβείας, δαψιλῶς γαλακτοτροφήσασα, καὶ μετ’ αὐτῶν τῷ Κυρίῳ πιστῶς διακονήσασα, ἐν οὐρανοῖς ἀδιαλείπτως πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ᾌσωμεν πιστοί, τὴν Σαλώμην, τὴν θυγατέραν τοῦ Μνήστορος, καὶ στεφάνους ἐκ θείων ὕμνων πλέξαντες, ἐπαξίως ταύτην στεφανώσωμεν, δεόμενοι αὐτῆς, ὅπως μὴ παύσῃ, ἱκετεύουσα Ὃν ἠγάπησε Κύριον, καὶ πιστῶς διηκόνησεν, ἵνα ἵλεως γένηται ταῖς ἀνομίαις ἡμῶν, καὶ δωρήσῃ ὡς Θεός, ζωὴν αἰώνιον καὶ τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Τίς μὴ θαυμάσει Ἁγία Μῆτερ, τὴν πρὸς τὸν Σωτῆρα Χριστὸν ἀγάπης σου; Τίς μὴ ἐπαινέσει Σαλώμη τὰ ἐν σοὶ θεάρεστα προτερήματα; Μεγάλη ἡ δόξα ἣν ἐκτήσω, ὅτι τὸν Κύριον τῆς δόξης, ἀναστάντα ἑώρακας, καὶ σὺν ταῖς λοιπαῖς Μυροφόροις, ἀκήκοας Τούτου τὸ Χαίρετε φάσκοντα. Αὐτὸν οὖν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος πλ. Β΄.
Αἱ Μυροφόροι Γυναῖκες, τὸν τάφον Σου καταλαβοῦσαι, καὶ τὰς σφραγῖδας τοῦ μνήματος ἰδοῦσαι, μὴ εὑροῦσαι δὲ τὸ ἄχραντον Σῶμά Σου, ὀδυρόμεναι μετὰ σπουδῆς ἦλθον λέγουσαι· Τίς ἔκλεψεν ἡμῶν τὴν ἐλπίδα; Τίς εἴληφε νεκρόν, γυμνόν, ἐσμυρνισμένον, τῆς Μητρὸς μόνον παραμύθιον; ὤ! Πῶς ὁ νεκροὺς ζωώσας τεθανάτωται; ὁ τὸν ᾍδην σκυλεύσας, πῶς τέθαπται; ἀλλ’ ἀνάστηθι Σωτὴρ αὐτεξουσίως, καθὼς εἶπας τριήμερος, σώζων τὰς ψυχὰς ἡμῶν.
Δόξα. Ἦχος πλ. Α’.
Σήμερον ἐξέλαμψεν ἡ σεβάσμιος μνήμη τῆς Μυροφόρου Χριστοῦ. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς πανηγυρίσωμεν, καὶ ᾠδαῖς ᾀσμάτων ταύτην ἐγκωμιάσωμεν. Αὕτη γὰρ τῷ Διδασκάλῳ Χριστῷ, πιστῶς διακονήσασα, καὶ τοῦ Πάθους Αὐτοῦ τῇ ὀδύνῃ συμμεθέξασα, λίαν πρωΐ τῆς μιᾶς Σαββάτων, σὺν ταῖς λοιπαῖς γυναιξί, τῷ τάφῳ συνέδραμεν εἰς τὸ μυρῖσαι τὸ σῶμά Αὐτοῦ. Καὶ ὀπτασίας ἀγγελικῆς θεασαμένη, ἀκήκοε λεγούσης· Ἠγέρθη ὁ Κύριος, εἴπατε τοῖς Μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν. Καὶ εὐθέως δραμοῦσα, χαρᾶς εὐαγγέλια τῆς Ἀναστάσεως, τούτοις εὐηγγελίσατο. Πρὸς ἣν βοήσωμεν· Σαλώμη αοίδιμε, ἱκέτευε τῷ ἀναστάντι Χριστῷ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Προσόμοια. Ἦχος πλ. Δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δεῦρο, πιστῶν ἡ ὁμήγυρις, ἐν εὐφροσύνῃ πολλῇ, συνελθόντες τιμήσωμεν, ἐν ᾠδαῖς καὶ ἐν ᾄσμασι, τὴν σεβάσμιον κοίμησιν, τῆς Μυροφόρου Σαλώμης σήμερον, ὅτι μεγίστης δόξης ἠξίωται· αὕτη τὸν Κύριον, Ἀναστάντα ἤκουσε σὺν ταῖς λοιπαῖς, Μυροφόροις φάσκοντα, αὐταῖς τὸ Χαίρετε.
Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Ὢ τῆς μεγάλης ἐφέσεως! ὢ τῆς ἀγάπης τῆς σῆς, Μυροφόρε ἀοίδιμε, πρὸς Χριστὸν τὸν Κύριον, Ὃν πιστῶς διηκόνησας! Αὐτῷ τὰ πάντα προθύμως δέδωκας, Αὐτῷ Σαλώμη κατηκολούθησας· ὅθεν ἠξίωσεν, ἐξαιρέτου χάριτος ὁ Λυτρωτής, εὐαγγελισάμενος Αὐτοῦ τὴν ἔγερσιν.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου
Μῆτερ Σαλώμη μέμνησο, τῶν ἐκτελούντων πιστῶς, τὴν σεβάσμιον μνήμην σου, καὶ πρεσβείαν ποίησον, ἐκτενῆ πρὸς τὸν Κύριον, ὅπως λυτρώσῃ ἡμᾶς ἐκ θλίψεων, ἐπερχομένων καὶ περιστάσεων, δώη ὡς εὔσπλαγχνον, τῆς μερίδος ἔνδοξε τῶν ἐκλεκτῶν, τῆς ἐκ δεξιῶν Αὐτοῦ, τύχοιμεν ἅπαντες.
Δόξα. Ἦχος πλ. Δ΄
Ἐπέλαμψε σήμερον ἡ σεβάσμιος μνήμη τῆς Μυροφόρου Χριστοῦ, Σαλώμη τῆς θεόφρονος, μυρίζουσα τὰς καρδίας τῶν πιστῶν, καὶ ἐκκενοῦσα τὸ μῦρον, τῆς πρὸς τὸν Σωτῆρα ἀγαπήσεως. Πάντας συγκαλεῖ, εἰς ὀσμὴν τοῦ ἀκενώτου μύρου, τοῦ ἐλευθερώσαντος ἡμᾶς, τῆς δυσωδίας τῶν παθῶν, καὶ παρέχοντος ζωὴν τὴν αἰώνιον.
Καὶ νῦν. Θεοτοκίον
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Μητέρα θεόληπτον τῶν Ζεβεδαίου Υἱῶν, πιστήν τε μαθήτριαν τοῦ Διδασκάλου Χριστοῦ, καὶ τούτου διάκονον, πάντες τὴν Μυροφόρον, τοῦ Κυρίου Σαλώμη, ᾄσμασι θεηγόροις, ἐπαινέσωμεν πόθῳ· πρεσβεύει γὰρ ἀπαύστως Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α’ Στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.
Βλαστῶν πανευκλεῶν, Ἀποστόλων ἐνδόξων, γεννήτριαν σεπτήν, καὶ Ἁγίαν τιμῶμεν, Σαλώμην τὴν ἔνδοξον, Μυροφόρον Θεάδελφον, τὴν πρεσβεύουσα, ὑπὲρ ἡμῶν τῷ Κυρίῳ, ὅπως ῥύσηται, τῆς τῶν παθῶν τυραννίδος, ὡς μόνος φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Προστάτιν πρὸς Θεόν, κεκτημένοι Σε πάντες, προστρέχομεν ἁγνή, ἐν τῇ θείᾳ Σου σκέπῃ, αἰτούμενοι βοήθειαν, παρὰ Σοῦ ἀειπάρθενε· ῥῦσαι ἅπαντας, πάσης ἀνάγκης Παρθένε, καὶ ἐξάρπασον, τῆς τῶν δαιμόνων κακίας, τοὺς Σὲ μακαρίζοντας.
Μετὰ τὴν β’ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη ἀληθῶς, ἡ Μυροφόρος τοῦ Χριστοῦ, ὅτε εἶδεν ἐμφανῶς, ἀναστηθέντα τὸν Χριστόν· καὶ γηθομένη προσέδραμε τοῖς Ἀποστόλοις, βοῶσα πρὸς αὐτούς, ἀγαλλομένῃ ψυχῇ· Ἀνέστη ἐκ νεκρῶν, ὁ τῆς ζωῆς χορηγός, καὶ τοὺς ἐν ᾍδη ἅπαντας, ἐκ τῶν δεσμῶν ἠλευθέρωσον. Αὐτὸν δυσώπει, Σαλώμη Μῆτερ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ φύλαξ, τοῖς Ἱερεύσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει παρθένος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ’. Ταχὺ προκατάλαβε.
Ἐν ὕμνοις τιμήσωμεν τὴν Μυροφόρον Χριστοῦ, Σαλώμην τὴν ἔνδοξον ἐπὶ τῇ μνήμῃ αὐτῆς, καὶ πόθῳ βοήσωμεν· Χαῖρε Ἁγία μῆτερ, τῶν υἱῶν Ζεβεδαίου· χαῖρε τῆς Θεοτόκου, ἡ καλὴ κουροτρόφος· χαῖρε ἡ θυγάτηρ τοῦ Ἰωσήφ, καὶ Λόγου μαθήτρια.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἡ μόνη κυήσασα τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα τὴν ἀνθρωπότητα, τῷ Τόκῳ Σου ἄχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ, στῆσόν με ἐν τῇ πέτρᾳ, τῶν Χριστοῦ θελημάτων· Αὐτὸν ἐκδυσωποῦσα θερμῶς, Ὃν ἐσωμάτωσας.
Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου
Εὐαγγέλιον, τὸ Β΄ Ἐωθινόν.
Ὁ Ν’ ψαλμός.
Δόξα: Ταῖς τῆς Μυροφόρου…
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…
Σήμερον οἱ πιστοὶ συνελθόντες, Σαλώμην τοῖς ᾄσμασι, καταστέψωμεν τὴν σεπτὴν Μυροφόρον τοῦ Χριστοῦ, καὶ πιστὴν διάκονον, βοῶντες αὐτῇ· Πρέσβευε τῷ Διδασκάλῳ Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Ὑμνεῖ σε ὦ μῆτερ Ἠγαπημένου. Ἐμμανουήλ.
ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Ὕμνοις ἐπαινέσωμεν οἱ πιστοί, Σαλώμην τὴν θείαν, Μυροφόρον τοῦ Λυτρωτοῦ, ὡς ἀξιωθεῖσαν τοῦ γενέσθαι, Τούτου διάκονον πιστὴν καὶ μαθήτριαν.
Μέμνησο ὦ Μῆτερ τῶν εὐλαβῶς, τιμώντων σὴν μνήμην, καὶ αἰτούντων διακαῶς, ἵνα μεσιτεύσῃς τῷ Κυρίῳ, λύσιν πταισμάτων ἡμῖν δοῦναι ἅπασιν.
Νάμασι πλησθεῖσα Μῆτερ σοφή, ἐκ τῶν ζωηῤῥύτων, διδαγμάτων τοῦ Ἰησοῦ, Τούτῳ ἐκολλήθης μετὰ πόθου, διακονούσα πιστῶς ἐν ταῖς χρείαις Αὐτοῦ.
Θεοτοκίον.
Ἔχουσα Παρθένε τὸ συμπαθές, ὑπὲρ τῶν Σῶν δούλων, καθικέτευε τὸν Χριστόν, ὅπως ἀφαρπάσῃ τοῦ δολίου, ἐχθροῦ καὶ δείξῃ ἡμᾶς υἱοὺς χάριτος.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκετεύουσα Μῆτερ ὑπὲρ ἡμῶν πάντοτε, Χριστὸν ὦ Σαλώμη μὴ παύσῃ ῥυσθῆναι θλίψεων, καὶ ἀδοκήτων δεινῶν, ὅπως γεραίρομεν πάντες, καὶ πανηγυρίζομεν, πόθῳ τὴν μνήμην σου.
Σωτηρίαν γαλήνην καὶ ἱλασμὸν πάνσεμνε, ταῖς σαῖς ἱκεσίαις Σαλώμη, Χριστὸν δυσώπησον, ὅπως βραβεύσῃ ταχύ, παντὶ τῷ κόσμῳ καὶ σώσῃ, τοὺς πίστει δοξάζοντας, τὴν θείαν μνήμην σου.
Ἐντολὰς τοῦ Κυρίου καὶ διδαχὰς πάντοτε, ἐν τῇ σῇ καρδίᾳ Σαλώμη, σὺ διεφύλαξας· διὸ υἱούς σου σοφῶς, παιδαγωγήσασα νόμῳ, ἀξίους κατέστησας, Θεοῦ θεράποντας.
Θεοτοκίον.
Ὥσπερ προῖκα Παρθένε τῷ Ποιητῇ δέδωκας, Σὴν καθαρωτάτην καρδίαν, Δέσποινα πάναγνε, ἀκτινοβόλῳ τῶν Σῶν, κάλλει χαρίτων τοὺς Νόας, οὐρανῶν αὐγάζουσα, καὶ ὑπερλάμπουσα.
Κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὴν ὁλοπρόθυμον, διακονίαν σου, καὶ τὸ φιλόστοργον, πρὸς τὸν Διδάσκαλον, τίς διηγήσεται σεμνή, πανεύφημε Μυροφόρε; ὅθεν ἀνταμείβων σε, ὁ Χριστὸς σὲ κατέστησε, σκεῦος ἐκλογῆς Αὐτοῦ, ὦ Σαλώμη ἐξαίσιον· διὸ τεθέασαι ἀναστάντα, Τοῦτον τριήμερον ἐκ τάφου.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγεὶς ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.
Μητρικῶς Μῆτερ πάνσεμνε, σὴν διακονίαν Χριστῷ προσήνεγκας, ὁλοψύχως ὦ Σαλώμη Αὐτόν, ἐκ τῶν ὑπαρχόντων θεραπεύουσα.
Ἡμαγμένον με πάθεσι, καὶ ταῖς τρικυμίαις βίου ποντούμενον, σὺ Σαλώμη χειραγώγησιν, εἰς ὁδὸν εὐθεῖαν ὁδηγοῦσά με.
Τὴν μητέρα τιμήσωμεν, τοῦ Ἠγαπημένου καὶ Θεολόγου Χριστοῦ, Ἰωάννου καὶ αἰνέσωμεν· τῷ Σωτῆρι γὰρ πρεσβεύει πάντοτε.
Θεοτοκίον.
Εὐλαβῶς Μῆτερ πάναγνε, Σοὶ τοῦ Ἀρχαγγέλου τὸ Χαῖρε ᾄδομεν, καὶ δοξάζοντές Σε διὰ Σοῦ, τῆς λυτρώσεως τυχεῖν ἐλπίζομεν.
ᾨδὴ ε’. Φώτισον ἡμᾶς.
Ῥῦσαι σαῖς εὐχαῖς, ἐκ κινδύνων τοὺς τιμῶντάς σε, καὶ τῷ Σωτῆρι Σαλώμη πρέσβευε, τυχεῖν τῆς ἄνω, εὐκλείας ἡμᾶς πανεύφημε.
Ἥνπερ Προφητῶν, προεώρακεν ὁ σύλλογος, σὺ εἰς τὰ ἴδια συνδαιτυμόνα, λαβοῦσα ὥσπερ, κειμήλιον θεῖον ἐφύλαξας.
Γόνος εὐκλεής, καὶ πανέντιμος τοῦ Μνήστορος, τὰς τούτου τρίβους Μῆτερ διήνυσας, καὶ πόθῳ θείῳ, τῷ Σωτῆρι ἠκολούθησας.
Θεοτοκίον.
Ἄνασσα ἁγνή, Μητροπάρθενε ἀμόλυντε, ἡ τὸν Σωτῆρα τεκοῦσα Κύριον, Αὐτὸν δυσώπει, ῥυσθῆναι ἡμᾶς ἐκ θλίψεων.
ᾨδὴ στ’. Τὴν δέησιν.
Παράκλησιν, καὶ θερμὴν ἱκεσίαν, πρὸς Χριστὸν σὲ πλουτοῦμεν Σαλώμη· ὅτι πολλῆς, παῤῥησίας τυγχάνεις, τῷ δυναμένῳ τοῦ σώζειν ἑκάστοτε· διὸ αἰτοῦμεν ἐκτενῶς, ἐκ παθῶν καὶ κινδύνων λυτρώσασθαι.
Ἡμάρτομεν, ἠνομήσαμεν πάντες, παριδόντες τὴν ὁδὸν τοῦ Κυρίου· ἀλλ’ ἀεί σύ, δυσωποῦσα μὴ παύσῃ, τὸν ἀναστάντα Χριστὸν Ὃν ἑώρακας, τυχεῖν ἐλέους παρ’ Αὐτοῦ, οὐρανῶν Βασιλείας καὶ δόξης τε.
Μῆτερ σύ, τῶν υἱῶν Ζεβεδαίου, τῶν ἐνδόξων καὶ σοφῶν Ἀποστόλων, ἀξιωθεῖσα γενέσθαι Σαλώμη, παρὰ Θεοῦ ἐδοξάσθης ἀοίδιμε· ὅτι ἐβλάστησας καρπούς, Ἐκκλησίας τὰ πάγχρυσα στόματα.
Θεοτοκίον.
Ἐλέησον, τοὺς πολλὰ ἐπταικότας, καὶ ἐξάγαγε βυθοῦ ἀπωλείας, ἡ τὸν Θεόν, τῶν ἁπάντων τεκοῦσα, καὶ Σαῖς ὠλέναις Παρθένε βαστάσασα. Αὐτὸν δυσώπησον ἁγνή, οἰκτειρῆσαι καὶ σῶσαι τοὺς δούλους Σου.
Κοντάκιον. Ἦχος δ’. Ἐπεφάνης σήμερον.
Ἑορτάζει σήμερον, ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῆς Μυροφόρου τοῦ Χριστοῦ, ἐν εὐφροσύνῃ κραυγάζουσα· Χαῖρε Σαλώμη, μητέρων ἀγλάϊσμα.
Ὁ Οἶκος.
Τὰς ἀρετάς, καὶ τὴν πρὸς τὸν Δεσπότην ἀγάπην, καὶ πολλὴν ἀφοσίωσιν τῆς Μυροφόρου, τίς διηγήσεται; Τὴν προσφορὰν ἀμφοτέρων τῶν υἱῶν αὐτῆς, τῇ διακονίᾳ τοῦ Εὐαγγελίου, τίς εἰπεῖν ἱκανός; Μεγάλα ὄντως τὰ προτερήματα, καὶ μέγιστα τὰ χαρίσματα, τῆς Ἁγίας μητρὸς τῶν υἱῶν Ζεβεδαίου, καὶ θυγατρὸς Ἰωσήφ, Σαλώμης τῆς Θεαδέλφου, καὶ ἀδελφῆς τοῦ Ἀδελφοθέου· διὸ ἀξιοῦται ἰδεῖν τὸν Κύριον ἀναστάντα, καὶ τοῖς Αὐτοῦ μύσταις ἀπαγγεῖλαι χαρᾶς εὐαγγέλια. Ἡμεῖς δε, τιμῶντες αὐτήν, ἐν εὐφροσύνῃ κραυγάζουσιν· Χαῖρε Σαλώμη, μητέρων ἀγλάϊσμα.
Συναξάριον.
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Σαλώμης τῆς Μυροφόρου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν· Δαλμάτου, Φαύστου καὶ Ἰσακίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ὁσίας Θεοδώρας τῆς ἐξ Αἰγίνης, καὶ Θεοπίστης τῆς θυγατρὸς αὐτῆς, τῶν ἐν Θεσσαλονίκῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῆς Παταλαραίας.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Στεφάνου πάπα Ῥώμης, καὶ τῶν σὺν αὐτῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Θεοκλητὼ ἐν εἰρήνῃ τελειοῦται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων· Ἰωάννου καὶ Ἰωάννου τοῦ νέου, ἀρχιεπισκόπων Ἐφέσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὀλυμπίου τοῦ ἐπάρχου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀντωνίου τοῦ Ῥωμαίου, τῆς Νοβογορδίας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναμάτων ζωηφόρων, ἐκ πηγῆς ἀενάου Χριστοῦ πανεύφημε, πλουσίως ἀρδευθεῖσα, Σαλώμη τὴν καρδίαν, ἐν κατανύξει ἐκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὁλόκληρον Σαλώμη, τὸν νοῦν καὶ τὴν καρδίαν, Χριστῷ προσήνεγκας· Αὐτῷ προσεκολλήθης, πιστῶς διακονοῦσα, καὶ γηθομένη ἐκραύγαζες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ὑπὲρ τῶν σὲ τιμώντων, καὶ πόθῳ ἐκτελούντων τὴν θείαν μνήμην σου, θερμὴν πρὸς τὸν Σωτῆρα, προσάγαγε πρεσβείαν, ὅπως λυτρώσῃ τοὺς κράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Ἐκ Σοῦ Παρθενομῆτορ, ὁ κτίσας τοὺς αἰῶνας, σάρκα προσέλαβε, τὸ πρόσλημμα θεώσας, ἡμῖν τε σωτηρίαν, ἐδωρήσατο μέλπουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μὴ ἐπιλάθῃ, σοῦ ὑμνῳδοῦ Μυροφόρε, τῷ Κυρίῳ Σαλώμη δυσωποῦσα, ὅπως ἀπαλλάξῃ, παθῶν με τὸν ἀχρεῖον.
Μήτηρ Ἁγία, τῶν υἱῶν Ζεβεδαίου, σὺν αὐτοῖς τῷ Κυρίῳ δυσώπει, ὅπως τῶν παγίδων, ῥύσῃ με τοῦ δολίου.
Ἀπὸ καρδίας, σοὶ νῦν τὸν ὕμνον προσφέρω, τῇ Ἁγίᾳ καὶ σεπτῇ Μυροφόρῳ, ὅπως τῶν σῶν μύρων, πλησθήσομαι ἀφθόνως.
Θεοτοκίον.
Ναόν με δεῖξον, τῆς Παναγίας Τριάδος, καὶ καταύγασον τὸν νοῦν μου Παρθένε, ἐκ φωτοχυσίας, χαρίτων τοῦ Υἱοῦ Σου.
ᾨδὴ θ’. Κυρίως Θεοτόκον.
Ὁρῶσα ἐπὶ ξύλου, κρεμάμενον τὸν Κτίστην, σὺν γυναιξὶ ταῖς ἑτέραις τὸ στῆθος τύπτουσα, πικρῶς ἐθρήνεις Σαλώμη, Αὐτῷ συμπάσχουσα.
Ὑπὲρ τῶν σὲ ὑμνούντων, ἔπαρον τὰς χεῖρας, τῷ Ἀναστάντι Χριστῷ καὶ δυσώπησον, πλημμελημάτων δοῦναι, ἡμῖν τὴν ἄφεσιν.
Ἠξίωσάς με Μῆτερ, ἐφύμνιον πληρῶσαι, τὰς ἀριστείας σου ᾄσαι βουλόμενον, καὶ σαῖς πρεσβείαις Κυρίῳ, ἐπικαλούμενον.
Θεοτοκίον.
Λαοὶ φυλαὶ καὶ γλῶσσαι, μακαρίζουσί σε, ὅτι Σωτῆρα τῷ κόσμῳ Παρθένε τέτοκας, τὸν τοὺς βροτοὺς ἐκ τοῦ ᾍδου, ἀνακαλέσαντα.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Σαλώμη παναοίδιμε, καὶ Μυροφόρε ἔνδοξε, σὺ τοῦ Κυρίου τὰς τρίβους, ἀκολουθοῦσα προθύμως, τὰ πάντα ἐγκατέλειπες, Χριστὸν διακονήσασα, καὶ νῦν πρεσβεύεις ἀπαύστως, ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ, τῶν ἐκτελούντων σὴν μνήμην.
Θεοτοκίον.
Μαρία Μητροπάρθενε, Κυριοτόκε ἄχραντε, μετὰ Σαλώμης δυσώπει, τὸν Σὸν Υἱὸν καὶ Θεόν Σου, ἡμᾶς τοὺς Σὲ γεραίροντας, καὶ πίστει Σοι προσφεύγοντας, ὅπως λυτρώσῃ κινδύνων, καὶ ἐκ παθῶν ψυχοφθόρων, μίσους κακίας καὶ φθόνου.
Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.
Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου χοροβατοῦσα σεμνή, ἅμα Ὁσία Μῆτερ, τοῖς υἱοῖς σου Σαλώμη, τῷ θείῳ Ἰακώβῳ καὶ τῷ κλεινῷ, Ἰωάννῃ πανένδοξε, σὺν Μαριὰμ τῇ Μητρί τε τοῦ Ἰησοῦ, τῷ Χριστῷ ἀεὶ παρίστασαι.
Ὢ τῆς ἐφέσεως Μῆτερ! ὢ τῆς ἀγάπης τῆς σῆς! ὢ τῆς διακονίας, πρὸς Χριστὸν τὸν Δεσπότην! Αὐτὸν ἐπιποθοῦσα πίστει θερμῇ, δι’ Αὐτὸν ὥσπερ σκύβαλα, πάντα ἡγήσω Σαλώμη καὶ ταῖς ὁδοῖς, ταῖς Αὐτοῦ κατηκολούθησας.
Ἀγαλλομένη Σαλώμη, σὺ Μυροφόρε σεμνή, ἀξιωθεῖσα Μῆτερ, σὺν λοιπαῖς Μυροφόροις, ἰδεῖν τὸν Ἀναστάντα ἐκ τῶν νεκρῶν, Ζωοδότην καὶ Κύριον, τοῖς Ἀποστόλοις καὶ πᾶσι τοῖς ἀδελφοῖς, ὤφθης σὺ εὐαγγελίστρια.
Σὺ τὴν Παρθένον καὶ μόνην, ἐν γυναιξὶ καθαράν, διακονοῦσα Μῆτερ, σὺν υἱῷ σου Σαλώμη, παλάτιον καὶ θρόνον θείαν σκηνήν, σὴν οἰκίαν κατέστησας· ὅτι τὴν τέξασαν Λόγον τὸν τοῦ Θεοῦ, ἐπαξίως διεφύλαξεν.
Δόξα. Ἦχος β΄.
Τὴν ἐκλεκτὴν θυγατέρα τοῦ Μνήστορος, καὶ Ζεβεδαίου τὴν ὁμόζυγον, τῶν υἱῶν τῆς βροντῆς, θεοκηρύκων Ἀποστόλων, Ἰακώβου καὶ Ἰωάννου, πανέντιμον μητέρα, συνελθόντες εὐφημήσωμεν· τὴν πιστὴν διάκονον τοῦ Κυρίου, καὶ καλὴν κουροτρόφον τῆς Ἁγίας Παρθένου, ἐγκωμίοις καταστέψωμεν· τὴν ἔνδοξον τοῦ Κυρίου Μυροφόρον Σαλώμην, τὴν θεασαμένην Ἀναστάντα τὸν Κύριον, ἐπαξίως ἀνυμνήσωμεν, βοῶντες πρὸς αὐτήν· Ἁγία Μῆτερ, τῷ Δεσπότῃ Χριστῷ, μετὰ τῶν συγγόνων σου, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τοῖς ἐπιτελοῦσι χαρμονικῶς, μνήμη σου τὴν θείαν, καὶ τιμῶσί σε εὐλαβῶς, δώρησαι εἰρήνην, Σαλώμη Μυροφόρε, Χριστῷ τῷ Ἀναστάντι, ἀεὶ πρεσβεύουσα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου