ΜΑΡΤΙΟΣ Ε΄.
ΑΡΧΕΛΑΟΣ ΜΑΡΤΥΣ & ΣΥΝ ΑΥΤῼ
ΑΚΟΛΟΥΘΙΑ
(Κυρίλλου μητρ. Ῥόδου)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Τοὺς θαυμαστοὺς Ἀθλοφόρους, τοῦ Παντοκράτορος, τοὺς καθελόντας πλάνης, τῶν εἰδώλων τὸ θράσος, Ἀρχέλαον τὸν θεῖον σὺν τοῖς λοιποῖς, ὁμοφρόνως τιμήσωμεν· Χριστῷ ὁμοῦ γὰρ πρεσβεύουσιν ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῆς εὐσεβείας ὁ Μάρτυς, ἔνδοξος Κύριλλος, σὺν τοῖς λοιποῖς συνάθλοις, τοῖς εἰδώλοις μὴ θύσας, ἐνήθλησε τῷ ξίφει καὶ προσφορά, προσηνέχθη εὐπρόσδεκτος, τῷ δι᾿ ἡμᾶς ὑψωθέντι ἐν τῷ Σταυρῷ, καὶ ζωὴν τῷ κόσμῳ βλύσαντι.
Ξίφει λυθεὶς τοῦ σαρκίου, Φώτιε κράτιστε, καὶ τοῖς συναθληταῖς σου, συνδεθεὶς τῇ ἀθλήσει, Κυρίλλῳ, Ἀρχελάῳ καὶ τοῖς λοιποῖς, σὺν αὐτοῖς ἱκετεύομεν, ὑπὲρ ἡμῶν μὴ ἐλλίπῃς ἐκδυσωπῶν, τὸν δοξάσαντά σε Κύριον.
Τῆς Ἐκκλησίας τῷ ὕψει, Μάρτυρες ἔνδοξοι, ἀθλητικῶς φανέντες, ἀπλανεῖς ὡς φωστῆρες, διώκετε τῆς πλάνης τὸν σκοτασμόν, καὶ ψυχὰς καταυγάζετε, τῶν ἐκτελούντων ἐν ὕμνοις πανευλαβῶς, τὰ σεπτὰ ὑμῶν μνημόσυνα.
Δόξα. Ἦχος β΄.
Μάρτυρες Χριστοῦ, Ἀρχέλαε, Κύριλλε καὶ Φώτιε, σὺν τῷ λοιπῷ ὁμίλῳ τῶν Ἀθλοφόρων, ὡς φωστῆρες κόσμῳ διελάμψατε, καὶ εἰδωλικὴν σκοτίαν διελύσατε. Διὸ αἰτεῖσθε ἐν παῤῥησίᾳ, τῶν φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν, τῶν τιμώντων ὑμῶν τὴν ἄθλησιν.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε θεοστεφῆ, φάλαγγα Ἀθλοφόρων, τιμήσωμεν ἐν ὕμνοις, αὐτῶν ἵνα πρεσβείαις, πταισμάτων λύσιν λάβωμεν.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Φώτιε θαυμαστέ, Ἀρχέλαε θεόφρον, καὶ Κύριλλε παμμάκαρ, σὺν τοῖς λοιποῖς αἰτεῖσθε, εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Μάρτυρες τοῦ Χριστοῦ, ὑμεῖς εἰδώλων πλάνην, αἰσχύναντες τοῖς ἄθλοις, τροπαίοις ἀθανάτοις, ἐν οὐρανοῖς κλεΐζεσθε.
Δόξα. Τριαδικόν.
Δόξα Σοι ὦ Τριάς, Πάτερ, Υἱὲ καὶ Πνεῦμα, ἡ μία Θεαρχία· πρεσβείαις τῶν Μαρτύρων, εἰρήνην δὸς τῷ κόσμῳ Σου.
Καὶ νῦν. Θεοτοκίον.
Ἄχραντε Μαριάμ, ἡ τέξασα ἀσπόρως, τὸν Κύριον τῆς δόξης, ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ἀνυμνολογούντων Σε.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸ θεοσύλλεκτον, Μαρτύρων ἄθροισμα, Κύριλλον, Φώτιον, καὶ τὸν Ἀρχέλαον, σὺν τοῖς συμμάρτυσιν αὐτῶν, τιμήσωμεν ὁμοφώνως· οὗτοι γὰρ ὑπάρχοντες, ἡνωμένοι τῷ πνεύματι, ἄθλοις συνεξέλαμψαν, μαρτυρίου τῆς πίστεως, καὶ ἤραντο ζωῆς τὰ βραβεῖα, ξίφει τμηθέντες τοὺς αὐχένας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακὸς καὶ τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ἔδωκας Φιλάνθρωπε, τῇ Ἐκκλησίᾳ αὐχήματα, τοὺς Ἁγίους Σου Μάρτυρας, ἐν οἷς διαλάμπουσιν, ὡς φαιδροὶ φωστῆρες, οἱ ἐνηθληκότες, σὺν Ἀρχελάῳ τῷ κλεινῷ, οὓς πρεσβευτάς Σοι θερμοὺς προσάγομεν. Αὐτῶν οὖν παρακλήσεσι, σῶσον λαὸν τὸν δοξάζοντα, τῶν ἀπείρων κριμάτων Σου, Ζωοδότα τὴν ἄβυσσον.
Δεῦτε εὐφημήσωμεν, Φώτιον πάντες καὶ Κύριλλον, καὶ τὸν θεῖον Ἀρχέλαον, μεθ᾿ ὧν τὸν θεόλεκτον, τῶν συνάθλων δῆμον, τοὺς κραταιωθέντας, τῇ παντευχίᾳ τοῦ Σταυροῦ, καὶ καταισχύναντας τὴν ἀσέβειαν. Αὐτῶν γὰρ ἐξανέτειλεν, ἡ φωτοφόρος πανήγυρις, φωταυγείᾳ τῆς χάριτος, Ἐκκλησίαν αὐγάζουσα.
Κύριλλος ὁ πάνσοφος, ὁ γενναιόφρων Ἀρχέλαος, καὶ ὁ ἔνδοξος Φώτιος, σὺν πᾶσι τιμάσθωσαν, τοῖς αὐτῶν συνάθλοις, ὅτι τῶν αἱμάτων, ἐστολισμένοι ταῖς ῥοαῖς, τῷ Ἀθλοθέτῃ Χριστῷ παρίστανται, Αὐτῷ πρεσβείαν πάντοτε, ἐν παῤῥησίᾳ ποιούμενοι, ἵνα ἄφεσιν εὕρωμεν, τῶν πταισμάτων οἱ ἄθλιοι.
Φρόνημα πανεύφημοι, τὸ γεηρὸν ἀποθέμενοι, τῶν τυράννων ἐνώπιον, Θεὸν ἐκηρύξατε, τὸν ἐκ τῆς Παρθένου, φρικτῶς σαρκωθέντα, καὶ ὡς ἀρνία δι᾿ Αὐτόν, ἀκμῇ τοῦ ξίφους ἐσφαγιάσθητε. Διὸ ὑμᾶς ἡ ἄπονος, ἀναψυχὴ ὑπεδέξατο, ἔνθα νῦν συγχορεύοντες, τῶν πιστῶν μνημονεύετε.
Φρόνημα ὑψώσαντες, πρὸς οὐρανοὺς διὰ πίστεως, παμμακάριστοι Μάρτυρες, τρυφὰς ἐλογίσασθε, τὰς πικρὰς βασάνους, ἐν αἷς εὑρεθέντες, πολυτιμώτεροι χρυσοῦ, εἰς Βασιλείαν ἐθησαυρίσθητε, Θεοῦ τὴν ἀτελεύτητον, ἔνθα Αὐτῷ παριστάμενοι, τοῦ αἰτεῖσθε μὴ παύσητε, τοῖς πιστοῖς τὰ συμφέροντα.
Μάρτυρες ἀήττητοι, τῆς εὐσεβοῦς παρατάξεως, θεομάκαρ Ἀρχέλαε, Κύριλλε καὶ Φώτιε, σὺν χορῷ τῷ θείῳ, ὑμῶν τῶν συνάθλων, ὑπὲρ ἡμῶν πάντες ὁμοῦ, τῷ ἐν Τριάδι Θεῷ πρεσβεύετε, ῥυσθῆναι ὡς φιλάνθρωπος, ἐκ νοσημάτων καὶ θλίψεων, πειρασμῶν καὶ κακώσεων, τοὺς ὑμᾶς μακαρίζοντας.
Δόξα. Ἦχος πλ. β΄.
Δεῦτε ἅπαντες πιστοί, Ἀρχέλαον, Κύριλλον καὶ Φώτιον, σὺν Μαρτύρων συναθλητῶν, τῷ θεοσυλλέκτῳ χορῷ, μαρτυρικοῖς ἐπαίνοις ἐγκωμιάσωμεν· συστρατευθέντες γὰρ Χριστῷ, τοῖς ἄθλοις τοῦ μαρτυρίου, δαιμόνων παρατάξεις ἐτροπώσαντο, καὶ τρόπαια νίκης ἀθανάτου, τῇ Ἐκκλησίᾳ ἀνέστησαν· νῦν δὲ Αὐτῷ ἐν οὐρανοῖς, στεφανηφόροι παριστάμενοι, καὶ τοῦ θείου φωτὸς πληρούμενοι, ἐν παῤῥησίᾳ πρεσβεύουσι, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει Σε Παναγία Παρθένε; Τίς μὴ ἀνυμνήσει Σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ Σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9 - 14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15 - στ΄ 3).
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὐτοῦ σκεπάσει αὐτούς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρῖσιν ἀνυπόκριτον˙ λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα˙ ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν˙ συνεκπολεμήσει δὲ Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι˙ ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως˙ ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τήν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τοὺς θεοφόρους Μάρτυρας τῆς εὐσεβείας, δεῦτε πιστοὶ ἀνυμνήσωμεν, βοῶντες πρὸς αὐτούς· χαίρετε Ἀθλοφόροι πανένδοξοι, Ἀρχέλαε, Κύριλλε καὶ Φώτιε, σὺν ὁμοτίμων συνάθλων τῇ χορείᾳ, οἱ τυραννικῶν πρὸ βημάτων, ἱερολογίαις πανσόφοις κηρύξαντες, τὸν δι᾿ ἡμᾶς παθεῖν καταδεξάμενον, καὶ τοῦ πάθους Αὐτοῦ κοινωνήσαντες, διὰ ξίφους τὰς κεφαλὰς ἀποτμηθέντες. Παῤῥησίαν οὖν πρὸς Αὐτὸν κεκτημένοι, τὴν εἰρήνην τῇ Ἐκκλησίᾳ αἰτεῖσθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Τιμήσωμεν πιστοί, τῶν Μαρτύρων τήν φάλαγγα, τὴν μαρτυρικῇ δυναστείᾳ, τροπωσαμένην δαιμόνων τὰς φάλαγγας, καὶ ἐκ καρδίας βοήσωμεν· Μάρτυρες ἀήττητοι, Χριστοῦ ἀριστεῖς, καὶ πλάνης καθαιρέται, πρεσβεύετε ὑπὲρ ἡμῶν, τῶν τελούντων ἐν ὕμνοις, τὰ ἱερὰ ὑμῶν μνημόσυνα.
Ἦχος δ΄.
Προορῶν τὰ στέφη, καὶ τὴν ἀναμένουσαν δόξαν, ἐν τῷ σταδίῳ ἐβόα τοῖς συνάθλοις, ὁ καλλίνικος Μάρτυς Ἀρχέλαος· μὴ πτοῆσθε τὰς βασάνους, οὐδὲ τὸν θάνατον· σῶμα γὰρ πάσχει τὸ φύσει φθειρόμενον· μετ᾿ ὁλίγον ἡμᾶς, εὐφροσύνη καὶ τιμὴ διαδέχεται· Χριστὸν τῷ πάθει μιμησώμεθα, ἵνα τῆς Ἀναστάσεως Αὐτοῦ, τὴν χαρὰν κληρονομήσωμεν. Ταῖς αὐτοῦ πρεσβείας, εὔσπλαγχνε Κύριε, σῶσον τοῖς εἰς Σὲ ἐλπίζοντας.
Δόξα. Ἦχος πλ. α΄.
Ἐπέστη φαιδρά, ἡ ἐτήσιος ὑμῶν μνήμη, Μάρτυρες Χριστοῦ γενναιότατοι, ὑμᾶς ἐμφανίζουσα, πυρσοὺς νοητοὺς καταλάμποντας, τῶν εὐσεβῶν τὰ συστήματα· διὸ ἐν αὐτῇ συναθροισθέντες, ταύτην ἑορτάζομεν κράζοντες· χαίρετε Ἀρχέλαε, Κύριλλε καὶ Φώτιε· χαίρετε οἱ σὺν αὐτοῖς, ἑκατὸν καὶ τεσσαράκοντα· χαίρετε πάντες ὁμοῦ, οἱ τοῦ Χριστοῦ τὰ πάθη μιμησάμενοι, οἱ ἐκλεξάμενοι ὑπὲρ τὸ ζῆν τὸ θανεῖν, καὶ τῆς πίστεως ὁμοθυμαδὸν ὑπερμαχήσαντες. Ὡς ἔχοντες παῤῥησίαν, πρὸς τὸν φιλάνθρωπον Θεόν, Αὐτῷ ἐκτενῶς πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὸ μέγα καὶ πλούσιον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τόν Στίχον. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, ἔνδοξε Ἀρχέλαε, Κύριλλε θεῖε καὶ Φώτιε, ἀπαρνησάμενοι, τὸ φθαρτὸν σαρκίον, ξίφει ἐτελέσατε, ἀθλήσεως καλῶς τὸ γυμνάσιον· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, ἔνδοξε Ἀρχέλαε, Κύριλλε θεῖε καὶ Φώτιε, θαρσαλεότητι, γνώμης συμπλακέντες, ἐχθρῷ τῷ ἀλάστορι, αὐτῷ μαρτυρικῶς ἐτροπώσασθε· διὸ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Πανεύφημοι Μάρτυρες Χριστοῦ, ἔνδοξε Ἀρχέλαε, Κύριλλε θεῖε καὶ Φώτιε, σὺν τῷ ἀθροίσματι, τῶν στεῤῥῶν συνάθλων· μεθ᾿ ὧν ἐδοξάσθητε, ἐν χώρᾳ τῆς ζωῆς καταπαύσαντες, ἀεὶ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος β΄.
Ἀξιεπαίνοις ᾄσμασι, τοὺς Μάρτυρας εὐφημήσωμεν, Ἀρχέλαον, Κύριλλον καὶ Φώτιον, σὺν τοῖς λοιποῖς ἑκατὸν καὶ τεσσαράκοντα, ὅτι ὁμοῦ μαρτυρικῶς, πίστει Χριστοῦ ἑνωθέντες, ἐν Πρωτοτόκων τῇ Σιών, ἀχώριστοι συγχορεύουσι, καὶ πρεσβεύουσιν ἐκτενῶς, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Ὦ θαύματος καινοῦ, πάντων τῶν πάλαι θαυμάτων! Τίς γὰρ ἔγνω μητέρα, ἄνευ ἀνδρὸς τετοκυῗαν, καὶ ἐν ἀγκάλαις φέρουσαν, τὸν ἅπασαν τὴν κτίσιν περιέχοντα; Θεοῦ ἐστι βουλὴ τὸ κυηθέν, Ὅν ὡς βρέφος Πάναγνε, Σαῖς ὠλέναις βαστάσασα, καὶ μητρικὴν παῤῥησίαν πρὸς Αὐτὸν κεκτημένη, μὴ παύσῃ δυσωποῦσα ὑπὲρ τῶν Σὲ τιμώντων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸ θεοσύλλεκτον, Μαρτύρων ἄθροισμα, Κύριλλον, Φώτιον, καὶ τὸν Ἀρχέλαον, σὺν τοῖς συμμάρτυσιν αὐτῶν, τιμήσωμεν ὁμοφώνως· οὗτοι γὰρ ὑπάρχοντες, ἡνωμένοι τῷ πνεύματι, ἄθλοις συνεξέλαμψαν, μαρτυρίου τῆς πίστεως, καὶ ἤραντο ζωῆς τὰ βραβεῖα, ξίφει τμηθέντες τοὺς αὐχένας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σουμ Σωτήρ.
Μαρτύρων εὐκλεῶν, τὴν ὀλβίαν χορείαν, Ἀρχέλαον ὁμοῦ, καὶ τοὺς τούτου συνάθλους, ᾀσμάτων ὦ φιλέορτοι, ἀναδήσωμεν ἄνθεσιν, ὅτι ξίφεσι, σφαγιασθέντες ὡς ἄρνες, εἰσωκίσθησαν, ἐν Βασιλείας τῇ μάνδρᾳ, ἡμῶν μνημονεύοντες.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένε Ἀγαθή, τοῖς ἱκέταις Σου ἴθι, βοήθεια στεῤῥά, προστασία καὶ σκέπη, ὡς εὔσπλαγχνος ὑπάρχουσα, συμπαθὴς καὶ φιλάνθρωπος· Σοὶ γὰρ Δέσποινα, ἐν ταῖς τοῦ βίου ἀνάγκαις, καταφεύγομεν, καὶ ὡς Θεοῦ Σε Μητέρα, ἀεὶ μακαρίζομεν.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Θείῳ Πνεύματι, συναθροισθέντες, ἀνεδείχθητε, τροπαιοφόρος, τοῦ Κυρίου τῆς δόξης παράταξις, Κύριλλε θεῖε, Ἀρχέλαε, Φώτιε, σὺν τοῖς λοιποῖς ἑκατὸν τεσσαράκοντα. Ὅθεν πάντοτε, ὁμοῦ τῷ Θεῷ πρεσβεύετε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη Πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν Σου ἐνθέοις νάμασι, παρέχουσα Σεμνὴ τὸ μέγα ἔλεος.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὸν θεῖον Ἀρχέλαον, σὺν τοῖς συνάθλοις αὐτοῦ, τιμήσωμεν σήμερον, ἐπὶ τῇ μνήμῃ αὐτῶν, καὶ πόθῳ βοήσωμεν· χαίρετε στεφανῖται, οὐρανῶν Βασιλείας· χαίρετε καθαιρέται, τῆς εἰδωλομανίας· πρεσβεύετε ἀεὶ τῷ Χριστῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένε Πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ Ἀπειρόγαμε, πιστῶν ἡ ἀντίληψις, ῥῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ Σου προσφεύγοντας, μόνη Θεόνυμφε.
Οἱ Ἀναβαθμοί· τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. κα΄ 12-16): Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· προσέχετε ἀπὸ τῶν ἀνθρώπων…
Ὁ Ν΄(50) Ψαλμός.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ. Ἐλέησόν με, ὁ Θεός,…
Μαρτυρικοῖς ἀγῶσι, πλάνην εἰδωλικὴν καταισχύναντες, ἀδαπάνητον χάριν, καὶ ἀΐδιον εὔκλειαν, ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, Μάρτυρες ἅμα ἐκληρώσασθε, Χριστοῦ τῷ θρόνῳ παριστάμενοι, καὶ φωτὸς ἀνεσπέρου πληρούμενοι. Διὸ πρεσβεύετε Αὐτῷ, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Εἶτα οἱ Κανόνες· τῆς Θεοτόκου καὶ τῶν Μαρτύρων, οὗ ἡ ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· Κυρίλλου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Πανήγυριν δεῦτε οἱ εὐσεβεῖς, κροτήσωμεν πόθῳ, ἐν Μαρτύρων τῇ ἑορτῇ· φωστὴρ ὡς φαιδρὸς γὰρ διαλάμπει, καταφωτίζουσα κόσμου τὰ πέρατα.
Ἱστάμενοι πέτρᾳ ἐν ἀῤῥαγεῖ, Χριστοῦ τῆς λατρείας, ἐσαλεύθητε μηδαμῶς, βασάνων φρικτῶν τοῦ μαρτυρίου, ἐν τρικυμίᾳ πανεύφημοι Μάρτυρες.
Συνδούμενοι πίστει τοῦ Λυτρωτοῦ, ὁμοῦ μαρτυρίου, ἐπορεύθητε τὴν ὁδόν, καὶ ἐν πλατυσμῷ τῆς Βασιλείας, τῶν οὐρανῶν κατηντήσατε Ἅγιοι.
Θεοτοκίον.
Κυήσασα Λόγον τὸν τοῦ Πατρός, δίχα συναφείας, κόσμον ἔσωσας τῆς φθορᾶς· διὸ κατὰ χρέος Σε τιμῶμεν, ἀπεκδεχόμενοι Μῆτερ τὴν χάριν Σου.
ᾨδὴ γ΄. Σὺ εἶ τὸ στερέωμα.
Πανεύφημοι Μάρτυρες, ὑμᾶς Χριστὸς ὑπεδέξατο, ἐν οὐρανοῖς κατηγλαϊσμένους, μαρτυρίου τοῖς στίγμασι.
Μαρτύρων ἀθροίσματος, ὡς εὐσθενὴς ἡγησάμενος, νῦν μετ᾿ αὐτῶν ἐν σκηναῖς χορεύεις, Πρωτοτόκων Ἀρχέλαε.
Χριστῷ ἠκολούθησας, μαρτυρικῶς μάκαρ Κύριλλε· διὸ Αὐτοῦ τῆς ἀφράστου δόξης, ἐν ὑψίστοις ἠξίωσαι.
Θεοτοκίον.
Ὑπέραγνε Δέσποινα, ὡς ἀγαθὴ μὴ ἀπώσῃ με, ἀλλὰ τῇ Σῇ μητρικῇ προνοίᾳ, πειρασμῶν με διάσωσον.
Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀθλοφόρων χορείαν τὴν θαυμαστήν, τῶν Μαρτύρων τὴν θείαν παρεμβολήν, Ἀρχέλαον, Κύριλλον, καὶ τὸν κράτιστον Φώτιον, σὺν τῶν λοιπῶν συνάθλων, τὸ τίμιον ἄθροισμα, χαρμονικῶς ἐν ᾄσμασι, τιμήσωμεν σήμερον. Οὗτοι γὰρ τῇ πίστει, τοῦ Χριστοῦ συναφθέντες, ὁμοῦ πρὸς ἀθλήσεως, τὸν ἀγῶνα ἐχώρησαν, καὶ ἐχθροὺς ἐτροπώσαντο· νῦν δὲ ἐν Ἐδὲμ τῷ Χριστῷ, παρεστῶτες βλύζουσιν ἰάματα, τοῖς ἑορτάζουσι πόθῳ, αὐτῶν τὴν πανήγυριν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, θεράπευσον, δέομαι, καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! Τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος; Τότε Δέσποινα βοήθειά μου γενοῦ, καὶ προστάτης θερμότατος· Σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός Σου, Ἄχραντε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ζωῆς ῥεῖθρον αἰώνιον, ὡς ὑπάρχων Κύριε ῥεῖθρα αἵματος, προσεδέξω τῶν Μαρτύρων σου, καὶ αὐτοὺς ἐν δόξῃ ἐστεφάνωσας.
Θεοσύλλεκτον ἄθροισμα, Ἀθλοφόρων ὤφθητε παμμακάριστοι, πρῶτον ἔχοντες Ἀρχέλαον, τὸν κριὸν Κυρίου τὸν ἐπίσημον.
Μαρτυρίου τῆς πίστεως, τῶν στιγμάτων κάλλεσι φαιδρυνόμενος, Μάρτυς Κύριλλε μακάριε, τὴν εἰδώλων πλάνην ἀπημαύρωσας.
Θεοτοκίον.
Ῥῦσαι Ἄχραντε Δέσποινα, ἐκ παντοίων θλίψεων καὶ στενώσεων, τοὺς προστρέχοντας τῇ σκέπῃ Σου, καὶ ὑμνοῦντας πόθῳ τὴν λοχείαν Σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Κύριλλον πιστοί, καὶ Ἀρχέλαον καὶ Φώτιον, καὶ συνάθλων συναυλίαν τῶν λοιπῶν, τῶν ᾀσμάτων τοῖς στεφάνοις ἀναδήσωμεν.
Ἄραντες Σταυρόν, τοῦ Σωτῆρος ἐπωμάδιον, συνεπάθετε ὦ Μάρτυρες Αὐτῷ, καὶ ζωῆς τῆς ἐν Αὐτῷ ὁμοῦ ἐτύχετε.
Χλαῖναν πορφυράν, ἐξ αἱμάτων στολισάμενος, Μάρτυς Κύριλλε παρίστασαι Χριστῷ, ἐξαιτούμενος ἡμῖν χάριν καὶ ἔλεος.
Θεοτοκίον.
Ἴδε ἐφ᾿ ἡμᾶς, Θεοτόκε Ἀειπάρθενε, καὶ θεράπευσον τὰ τραύματα ἡμῶν, ἡ τὸν μέγα ἰατρὸν Χριστὸν κυήσασα.
ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.
Ἀστέρες ὡς ἀπλανεῖς, ἐν οὐρανῷ ἀναλάμψαντες, τῆς Ἐκκλησίας ὑμεῖς, πανεύφημοι Μάρτυρες, θαυμάτων αὐγάζετε, τῇ φωτοχυσίᾳ, εὐσεβούντων τὰ συστήματα.
Ὁδηγηθεὶς πρὸς σφαγήν, καὶ πρὸς θυσίαν ἑκούσιον, ὡς ἄμωμος ἀληθῶς, ἀμνὸς Μάρτυς Κύριλλε, Χριστοῦ ἀναδέδειξαι, τῆς ἄνω τραπέζης, ἱερεῖον εὐαπόδεκτον.
Κληρονομίας Χριστοῦ, ἐν μετοχῇ ὤφθης Φώτιε, ὁμολογήσας Αὐτόν, τυράννων ἐνώπιον, καὶ ἀπολουσάμενος, τῶν αἱμάτων λύθροις, τοῦ παμφώτου μαρτυρίου σου.
Θεοτοκίον.
Λαμπάδα Σε φαεινήν, Θεοκυῆτορ γινώσκοντες, τοῦ ἀνεσπέρου φωτός, πιστῶς ἐκβοῶμέν Σοι· φωτὶ τῆς πρεσβείας Σου, φώτισον τὸ σκότος, τῶν ψυχῶν τῶν ἀνυμνούντων Σε.
Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Τῶν Μαρτύρων σήμερον, πιστοὶ τὴν μνήμην, εὐσεβῶς τελέσωμεν, ἀνακραυγάζοντες αὐτοῖς· χαίρετε σφάγια τίμια, τοῦ Βασιλέως, τῆς δόξης πολύαθλοι.
Ὁ Οἶκος.
Ὅτε εἰδωλομανίας ὁ κρυμός, τὴν οἰκουμένην ἅπασαν ἐπεκράτει, καὶ βασιλεῖς σὺν τυράννοις, τὸν Ἐκκλησίαν ἐδίωκον, καὶ πολλοὺς τῷ Κυρίῳ ἐδείκνυον Μάρτυρας, τότε ὑμεῖς πανεύφημοι Μάρτυρες, τὴν καλὴν ὁμολογίαν φυλάττοντες, καὶ διὰ Χριστὸν τὸν Σωτῆρα ἡμῶν, τὸ θανεῖν τοῦ ζῆν προελόμενοι, βασάνοις ἀλγεινοῖς παρεδόθητε, καὶ διὰ ξίφους τὰ κεφαλὰς ἀπετμήθητε, Μαρτύρων τῷ χορῷ προσθήκη γενόμενοι, καὶ ἐν αὐτῷ ὡς φωστῆρες νοητοί, τῶν εὐσεβούντων τῷ λαῷ διαλάμποντες. Διὸ σήμερον οἱ πιστοί, ἐν τῇ μνήμῃ ὑμῶν συναθροισθέντες, τὸν ἐν Τριάδι Θεὸν δοξολογοῦμεν, καὶ ὑμᾶς ἐν ἑνὶ στόματι, μακαρίζομεν ἀνακράζοντες· Χαίρετε σφάγια τίμια, τοῦ Βασιλέως, τῆς δόξης πολύαθλοι.
Μηνολόγιον.
Τῇ Ε΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρχελάου, Κυρίλλου, Φωτίου καὶ τῶν σὺν αὐτοῖς ἑκατὸν τεσσαράκοντα Μαρτύρων, ξίφει τελειωθέντων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Παῖδες Ἑβραίων.
Δόξα Θεῷ τῷ ἐν Τριάδι, τῷ ἐν Μάρτυσιν Ἁγίοις δοξασθέντι, καὶ πρεσβείαις αὐτῶν, τοῖς Τοῦτον προσκυνοῦσι, τὸν ἱλασμὸν παρέχοντι, καὶ ψυχῶν τὴν σωτηρίαν.
Χαίρων ἐλπίσι τῶν μελλόντων, τοῖς συνάθλοις σου Ἀρχέλαε ἐβόας· μηδαμῶς τὸ σφοδρόν, πτοῆσθε τῶν βασάνων· ὑπὲρ ἡμῶν γὰρ ἔπαθεν, ὁ Σωτὴρ ἐπὶ τοῦ ξύλου.
Πίστιν Χριστοῦ ὡς πανοπλίαν, φέρων Κύριλλε ἐπέστης ἐν σταδίῳ, καὶ ἐχθρῶν νοητῶν, δαιμόνων μυριάδας, ἐν πάλῃ κατετρόπωσας, τοῦ στεῤῥοῦ σου μαρτυρίου.
Θεοτοκίον.
Λάμπρυνον Μῆτερ τὴν ψυχήν μου, τῆς Σῆς χάριτος ἀπλέτῳ φωταυγείᾳ, ἡ τοῦ κόσμου τὸ φῶς, Χριστὸν τὸν Ζωοδότην, ὑπερφυῶς κυήσασα, εἰς ἀνθρώπων σωτηρίαν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Τῇ πανηγύρει, τῶν καλλινίκων Μαρτύρων, δόξαν ᾄσωμεν Θεῷ τῷ ἐν Τριάδι, ὡς δεδοξασμένῳ, αὐτῶν τῇ μαρτυρίᾳ.
Ἄρχων Μαρτύρων, λαοῦ Ἀρχέλαε ὤφθης, πρῶτος ξίφει ἐκτμηθεὶς τὴν κεφαλήν σου· διό σε τιμῶμεν, πιστῶν χοροστασίαι.
Φώτιε Μάρτυς, τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, ἐξανέτειλας ὡς φῶς τῷ μαρτυρίῳ, πιστῶς τὰς καρδίας, φωτίζων φερωνύμως.
Θεοτοκίον.
Ὁ σὺν Πατρί τε, καὶ Θείῳ Πνεύματι Λόγος, βασιλεύων τῶν αἰώνων Θεοτόκε, ἐκ Σοῦ ἐσαρκώθη, βροτῶν εἰς σωτηρίαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μαρτύρων τὴν χορείαν, σήμερον τιμῶντες, τῷ Ἀθλοθέτῃ Χριστῷ ἐκβοήσωμεν· αὐτῶν εὐχαῖς ἡμῖν δίδου, Σῶτερ τὴν χάριν Σου.
Σφαγὴν ὑπενεγκόντες, Μάρτυρες Κυρίου, ἰσχὺν ἀθέων τυράννων ἐκτείνατε, καὶ τὴν ὀφρὺν τῶν δαιμόνων, ἐταπεινώσατε.
Πρεσβεύετε ἀπαύστως, οἱ σὺν Ἀρχελάῳ, τῆς εὐσεβείας καλλίνικοι Μάρτυρες, ἵνα Χριστὸς ἡμᾶς σώσῃ, τῆς κατακρίσεως.
Θεοτοκίον.
Ὑπέραγνε Μαρία, Κεχαριτωμένη, ἐκ Σοῦ προῆλθεν ἐν χρόνῳ ὁ Ἄναρχος, ἀνθρώπων σῴζων τὸ γένος, τῆς καταπτώσεως.
Ἐξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Ἀρχέλαον τὸν ἔνδοξον, Κύριλλον σὺν Φωτίῳ, μεθ᾿ ὧν τὸ θεοσύλλεκτον, ἄθροισμα τῶν συνάθλων, ἀνευφημήσωμεν πάντες, ὅτι αἵματα δόντες, ἀφθάρτους ἐκομίσαντο, τῆς ζωῆς τοὺς στεφάνους, παρὰ Χριστοῦ, Οὗ συμπαρεστῶτες τῷ θείῳ θρόνῳ, ὑπὲρ ἡμῶν πρεσβεύσουσιν, ἰσχυρᾷ παῤῥησίᾳ.
Θεοτοκίον.
Δέσποινα πάντων Ἄνασσα, πρόφθασον ἐν κινδύνοις, πρόφθασον ἐν ταῖς θλίψεσι, πάρεσο ἐν ἀνάγκαις, τῆς τελευταίας ἡμέρας, μὴ Σατὰν ἡμᾶς λάβῃ, μὴ ᾍδης, μὴ ἀπώλεια, βήματι τοῦ Υἱοῦ Σου τῷ φοβερῷ, ἀνευθύνους ἅπαντας παραστῆναι, ὢ Θεομῆτορ Δέσποινα, ποίησον Σαῖς πρεσβείαις.
Αἶνοι. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Τῶν Μαρτύρων τὸ ἄθροισμα, ἐν ψαλμοῖς ἐπαινέσωμεν, ὡς Χριστοῦ παράταξιν θεοσύλλεκτον, καὶ νικηφόρον συνέλευσιν, καὶ δῆμον μακάριον, καὶ λαμπρὰν παρεμβολήν, καὶ χορείαν πολύαθλον, ἀνακράζοντες· Ἀθλοφόροι γενναῖοι ὑπὲρ πάσης, Ἐκκλησίας δυσωπεῖτε, τὸν ἐλεήμονα Κύριον.
Ὁ θεόφρων Ἀρχέλαος, ὁ τρισένδοξος Κύριλλος, καὶ ὁ θεῖος Φώτιος εὐφημείσθωσαν, ὅτι Χριστὸν ἀγαπήσαντες, καὶ Τοῦτον κηρύξαντες, τοῖς τυράννοις εὐθαρσῶς, τοὺς αὐχένας ἐτμήθησαν, καὶ ἀνέδραμον, πρὸς Ἁγίων τὴν πόλιν στεφηφόροι, ἱκεσίας τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀναφέροντες.
Τὰς ψυχὰς κυβερνώμενοι, πηδαλίῳ τῆς πίστεως, τῶν βασάνων κλύδωνα ἐπεράσατε, Φώτιε, Κύριλλε ἔνδοξε, καὶ θεῖε Ἀρχέλαε, σὺν συνάθλοις τοῖς λοιποῖς, καὶ λιμένα ἀχείμαστον, κατελάβετε, τῆς Χριστοῦ Βασιλείας, ἔνθα ζῶντες, μὴ ἐλλίπητε πρεσβεύειν, ὑπὲρ ἡμῶν τῷ Παντάνακτι.
Ὡς τρυφὰς λογισάμενοι, τὰς βασάνους τοῦ σώματος, ἀδελφὰ ἐδράμετε πρὸς τὸ στάδιον, τοῦ μαρτυρίου τῆς πίστεως, ἐν ᾧ διαπρέψαντες, ἐν ἀνδρείας ἀῤῥαγοῦς, συμφωνίᾳ πολύαθλοι, αὐχενότμητοι, πρὸς τὸν Κτίστην μετέβητε καὶ νίκης, παρ᾿ Αὐτοῦ τοὺς ζωηφόρους, ὁμοῦ στεφάνους ἐδέξασθε.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε φιλεόρτων συστήματα, αἰνέσωμεν Ἀρχέλαον, καὶ ὕμνοις τιμήσωμεν, Κύριλλον καὶ Φώτιον τοὺς γενναίους, μεθ᾿ ὦν ἐπαινέσωμεν, τῶν αὐτῶν συνάθλων τὸ ἄθροισμα· οὗτοι γὰρ ὁμολογίᾳ ἀδελφὰ διαπρέψαντες, καὶ τὸ μαρτύριον ὁμοῦ ἐκτελέσαντες, εἰς δόξαν Θεοῦ ἡμῶν, τοὺς τυράννους κατῄσχυναν, καὶ τὴν πίστιν ἐστερέωσαν. Διὸ καὶ πρὸς αὐτούς, συμφώνως ἀναβοήσωμεν· Χριστομάρτυρες τίμιοι, χορεία δεδοξασμένη, ἡ τὸν Ἀθλοθέτην Κύριον, ἐν μέσῳ Ταξίαρχον ἔχουσα, πρὸς Αὐτὸν ὡς σώζειν δυνάμενον, πρεσβείαν ποιεῖσθαι μὴ παύσητε, τοῦ σωθῆναι ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Μεγαλυνάριον.
Τοὺς τροπαιοφόρους τοῦ Ἰησοῦ, Μάρτυρας ἐν ὕμνοις, εὐφημήσωμεν οἱ πιστοί, τοὺς σὺν Ἀρχελάῳ, ἀθλήσαντας γενναίως, καὶ πλάνην τῶν εἰδώλων, καταπατήσαντας.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου