Δευτέρα 9 Αυγούστου 2021

ΑΥΓΟΥΣΤΟΣ 16. ΑΓΙΟΣ ΜΑΡΤΥΣ ΑΛΚΙΒΙΑΔΗΣ ΑΚΟΛΟΥΘΙΑ

+ ΑΥΓΟΥΣΤΟΣ ΙΣΤ΄.

ΑΛΚΙΒΙΑΔΗΣ ΜΑΡΤΥΣ

ΑΚΟΛΟΥΘΙΑ

(Ἰωήλ, μητροπολίτου Ἐδέσσης)

 

ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν Προσόμοια τῆς ἑορτῆς τῆς Θεοτόκου γ΄.  Ἦχος δ΄. Ἔδωκας σημείωσιν.

Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον, ἀλλ’ αὐτὸς ὁ ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν.

 

Δεῦτε ὢ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἀνυμνήσωμεν, ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ’ ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθε χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς.

 

Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτήν, τὸ θεοδόχον σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάστασιν, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ γ’  τοῦ Μάρτυρος. Ἦχος ὁ αὐτός. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Πολυώδυνα βάσανα, κολαστήρια ἄφατα, τῆς εἱρκτῆς τὸ σκότος, τὸ χαλεπώτατον, καὶ τῶν ποδῶν τὴν διάτασιν, ἐν ξύλῳ ὑπέμεινας, ἐν Λουγδούνῳ νευρωθείς, τοῦ Χριστοῦ θείᾳ χάριτι, Ὃν ἱκέτευε, ὑπὲρ πάντων τῶν πίστει ἐκτελούντων, τὴν πανεύφημον σου μνήμην, Ἀλκιβιάδη μακάριε.

 

Τὸν ἀγῶνα τὸν μέγιστον, ὑπομείνας ἐβάστασας, τοῦ Χριστοῦ τὰ στίγματα ἐν τῷ σώματι, καὶ ἀφθαρσίας τὸν στέφανον, ὡς Μάρτυς ἀήττητος, ἐκ χειρῶν Δεσποτικῶν, κομισάμενος ἔλυσας πανσεβάσμιε, ἀθεΐας τοὺς πλόκους ἐν Λουγδούνῳ, κατάῤῥάξας τῶν δαιμόνων, Ἀλκιβιάδη γαυρίαμα.

 

Τὰ ποτάμια ῥεύματα, Ῥοδανοῦ ὑπεδέχθησαν, τὰ καέντα λείψανα τοῦ σοῦ σώματος, καὶ ἡγιάσθη τὰ ὕδατα, ἐλθόντα εἰς μέθεξιν, τῇ σῇ κόνει Ἀθλητά, τοῦ Χριστοῦ πανσεβάσμιε, Ὃν ἱκέτευε, ταῖς πρεσβείαις σεμνὲ Ἀλκιβιάδη, λυτρωθῆναι τῶν πταισμάτων, τοὺς σὲ ἐν πίστει γεραίροντας.

Δόξα. Ἦχος πλ. Β΄.

Σήμερον, τοῦ Ἁγίου Μάρτυρος Ἀλκιβιάδου ἡ μνήμη, ὡς ἀστὴρ ἀειλαμπὴς ἀνέτειλε, τὴν Ἐκκλησία φαιδρύνουσα. Δεῦτε οὖν φιλέορτοι, εὐσεβοφρόνως μέλψωμεν, καὶ ἐγκωμίοις ὕμνοις, αὐτὸν καταστέψωμεν. Χαίροις, πρὸς αὐτὸν βοῶντες, ὁ ταπεινώσας ἑαυτόν, ὑπὸ τὴν κραταιὰν τοῦ Θεοῦ χεῖρα, καὶ ἐν οὐρανῷ ὑψωθείς, ὡς Ἀθλητὴς περίδοξος· χαίροις, ὁ τὰ καυτήρια, τοὺς μώλωπας, καὶ τὰ τραύματα ἔχων περικείμενα, καὶ τὸ ἀμέτρητον ἐπισπάσας, τοῦ Δεσπότου ἔλεος· χαίροις, τοῦ Λουγδούνου τὸ κλέος, καὶ τῶν πιστῶν ἁπάντων, πρὸς Χριστὸν πρεσβευτὴς θερμότατος, Ὃν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλοῦσι τοῦ βοᾶν ἀσιγήτῳ φωνῇ· Χαῖρε, ἡ μεταστᾶσα ἀπὸ γῆς, καὶ πρὸς οὐρανίους μονὰς μετοικήσασα· Χαίροις ἡ τῶν Μαθητῶν τὸν χορόν, διὰ νεφέλης κούφης εἰς ἓν συναγαγοῦσα· Χαίροις ἡ ἐλπὶς καὶ προστασία ἡμῶν· Σὲ γὰρ Χριστιανῶν τὸ γένος, ἀπαύστως μακαρίζομεν.

 

Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα (Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.  (Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.  

 

Ἀποκαλύψεως Ἰωάννου τὸ Ἀνάγνωσμα (Κεφ. Β΄, 8)

Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ Ἐκκλησίας γράψον· Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν. Οἶδά σου τὴν θλίψιν καὶ τὴν πτωχείαν, ἀλλὰ πλούσιος εἶ, καὶ τὴν βλασφημίαν ἐκ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσὶν ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. Μηδὲν φοβοῦ ἃ μέλλεις πάσχειν. Ἰδοὺ μέλλει βάλλειν ὁ διάβολος ἐξ ἡμῶν εἰς φυλακὴν ἵνα πειρασθῆτε, καὶ ἔξετε θλῖψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. Ὁ ἔχων οὖς ἀκουσάτω τὶ τὸ Πνεῦμα λέγει ταῖς Ἐκκλησίαις. Ὁ νικῶν, οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.

 

Λιτή. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ τῶν Μαρτύρων παράταξις, κατέχουσα ἐν κόλποις σου, τὸν Ἀθλητὴν τὸν ἀρχαῖον, Ἀλκιβιάδη τὸν ἀριστέα. Οὗτος γάρ, ζηλωτὴς τοῦ Χριστοῦ γενόμενος, τὴν καλὴν ὁμολογίαν ἔργῳ ἐπεδείκνυτο, ὑποστὰς βασάνους, εἱρκτὴν καὶ μαρτύρια, καὶ νῦν ἐν τοῖς δεξιοῖς τοῦ Σωτῆρος καθήμενος, καὶ ἀμφιασάμενος τὴν πορφυρὰν τῶν αἱμάτων αὐτοῦ χλαῖναν, πρεσβεύει διηνεκῶς, ὑπὲρ τῶν ἀνυμνούντων αὐτὸν μετὰ πίστεως.

 

Ἦχος β΄.

Ἀσκητικὸν ἑλόμενος βίον, καὶ μηδενὸς ὅλως τὸ πρότερον, μεταλαμβάνων, ἀλλ’ ἢ ἄρτῳ μόνῳ καὶ ὕδατι χρώμενος, ἐπεχείρησας οὕτω διάγειν, καὶ ἐν εἰρκτῇ πανόλβιε, ἀλλ’ ὁ πάντων προνοητὴς καὶ προστάτης, τὸ Πνεῦμα τὸ Ἅγιον, διὰ σημείου τὴν σὴν γνώμην διόρθωσεν, Ἀλκιβιάδη Μαρτύρων ἰσοστάσιε· μεθ’ ὧν ἱκέτευε Χριστὸν τὸν Θεόν, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἦχος γ΄.

Ἐν σοὶ Μάρτυς πανεύφημε, ἐπληροῦτο τοῦ Κυρίου τὸ λόγιον, ὅτι πᾶς ὁ ἀποκτείνας ἡμᾶς, δόξῃ λατρείαν προσφέρειν τῷ Θεῷ· διὸ ἀθεΐας οἱ δήμιοι, ἐπὶ σὲ ἐχαλέπαινον, καὶ διεπρίοντο ἀγρίως. Τὰς αἰκίας γὰρ τοῦ σώματος, τὴν εἱρκτὴν τὴν πανέσπερον, καὶ τῶν μελῶν τὰς κακώσεις, γηθοσύνως ὑπήνεγκας, τῇ δυνάμει νευρωθείς, Ἀλκιβιάδη τοῦ Σωτῆρός Σου, Ὃν ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

 

 

Ἦχος δ΄.

Ζηλωτὴς καὶ μιμητὴς τοῦ Χριστοῦ γενόμενος, οὐχ ἅπαξ οὐδὲ δὶς ἀλλὰ πολλάκις πανεύφημε, Ἀλκιβιάδη ἐμαρτύρησας. Τὴν γὰρ καλὴν ὁμολογίαν ἐκτήσω ἔργοις τε καὶ λόγοις, καὶ ὑπὲρ τῶν ἀθέων τυράννων, θερμῶς πρὸς τὸν Κύριον, ἐποίεις τὰς ἐντεύξεις· ὅθεν οὖν ἀπελθὼν νικηφόρως, πρὸς τοὺς δήμους τῶν Ἀθλοφόρων, ἀπαύστως μετ’ αὐτῶν ἱκετεύεις, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Δόξα. Ἦχος πλ. Α΄.

Τὸν ἐν Μάρτυσι Μάρτυρα, Ἀλκιβιάδην τὸν θεῖον, τὸν ἀρχαῖον τῆς Ἐκκλησίας ὁπλίτην, ἑορτίοις ὕμνοις ἐγκωμιάσωμεν. Οὗτος γάρ, αὐχμηρῶς τὸν βίον διελήλυθε, καὶ ὡς ἔνσαρκος ἄγγελος πέφηνε ὁ τρισόλβιος, οὗ ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς, μιμησώμεθα τὸν ζῆλον, τὴν ὑπομονὴν ἐν τοῖς περιασμοῖς, τὸ ἄτρεπτον τῆς θελήσεως, καὶ τὴν πρὸς τὸν  Δεσπότην ἀγάπησιν, ἵνα κερδήσωμεν καὶ ἡμεῖς, ταῖς αὐτοῦ πρεσβείαις, τὴν Βασιλείαν τοῦ Θεοῦ.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

ᾌσατε λαοί, τῇ Μητρὶ τοῦ Θεοῦ ἡμῶν ᾄσατε· σήμερον γὰρ τὴν ὁλόφωτον ψυχὴν αὐτῆς, εἰς τὰς ἀχράντους παλάμας, τοῦ ἐξ αὐτῆς σαρκωθέντος ἄνευ σπορᾶς, παρατίθησιν, ᾧ καὶ πρεσβεύει ἀδιαλείπτως, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στίχον. Προσόμοια. Ἦχος α’. Πανεύφημοι Μάρτυρες.

Ὡς κόσμον παμμάκαρ εὐπρεπῆ, τὰ δεσμὰ καὶ ἅλυσιν, ἐν τῇ εἱρκτῇ ἡγησάμενος, τὸν νοῦν ἐστήριξας, ἐν Λουγδούνῳ πάλαι πρὸς τὰ ἄνω δώματα, καὶ ἤνεγκας δημίων τὰ τραύματα, σκεδάζων τέλεον, ἀθεΐας πλόκους ἅπαντας, ὡς ἀράχνης, ἱστία πανεύφημε.

 

Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Βελίαρ δυσώδεις ὑπουργοί, ἐν Λουγδούνῳ ὤφθησαν, Ἀλκιβιάδη οἱ τύραννοι, καταψευδόμενοι, τῶν σεπτῶν Μαρτύρων, ὅτι δεῖπνα ἄθεσμα, ἐτέλουν ἐν κρυφίοις συνάξεσι· διὸ καὶ ἅπαντες καθ’ ὑμῶν ὡς θῆρες ἄγριοι, καὶ λυσσῶντες ἐφώρμησαν Ἅγιε.

 

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Ποικίλας συνέπασχες πληγάς, ἐν εἱρκτῇ σὺν Μάρτυσιν, Ἀλκιβιάδη τοῖς φίλοις σου, καταστιζόμενος, ταῖς πολλαῖς αἰκίαις, ῥαβδισμοῖς τοῦ σώματος, αἰσχίσταις λοιδορίαις, καὶ ῥήμασι· διὸ καὶ εἴληφας, τοὺς στεφάνους τῆς ἀθλήσεως, διαμείνας ἀκλόνητος ἔνδοξε.

 

 

Δόξα. Ἦχος πλ. Δ΄.

Τὸν ἔνδοξον στεφανίτην, τὸν φρουρὸν τῶν θείων προστάξεων, καὶ Ἐκκλησίας τὸν κόσμον, τῆς ὑπομονῆς τὸν ἀπερίτρεπτον στύλον, τοῦ Λουγδούνου τὸ θρέμμα, τῶν Μαρτύρων τὸν σύναθλον, οἱ φιλέορτοι πάντες, ὕμνοις καὶ ψαλμοῖς ἐγκωμιάσωμεν λέγοντες· Σὺ εἶ ὁ νομίμως ἀθλήσας, ὁ δοὺς ὡς ἐθελόθυτον θῦμα, σεαυτὸν τῷ Δεσπότῃ, ὁ νεκρώσας πρὸ τοῦ θανάτου σου, τὰ πάθη ταῖς νηστείαις, Ἀλκιβιάδη μακάριε, σὺ εἶ ὁ πρεσβεύων ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Πιστούμενος Ἰησοῦς, ὁ Υἱός σου Θεοτόκε καὶ Θεὸς ἡμῶν, τὰς δύο φύσεις αὐτοῦ, ὡς μὲν ἄνθρωπος θνῄσκει, ὡς δὲ Θεὸς ἐξανίσταται, καὶ σὲ Θεομῆτορ, νόμῳ φύσεως θανεῖν εὐδόκησεν, ἵνα μὴ τοῖς ἀπίστοις, φαντασία νομισθῇ ἢ οἰκονομία. Μετέβης δὲ πρὸς οὐρανοὺς ἡ ἐπουράνιος νύμφη, ὡς ἐκ παστοῦ τοῦ σκήνους σου, γῆθεν ἀπάρασα. Ἡγιάσθη ὁ αἰθὴρ ἐν τῇ ἀνόδῳ σου, ὡς ἐφωτίσθη ἡ γῆ ἐν τῷ τόκῳ σου. Προπέμπουσιν Ἀπόστολοι καὶ Ἄγγελοι ὑποδέχονται. Ὅθεν κηδεύσαντες τὸ πανάχραντον σῶμά σου, καὶ ἐπιτάφιον ὕμνον ἐξᾴδοντες, μετάρσιον ἔβλεπον, καὶ φόβῳ ἔλεγον· Αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου· αὐτὸς γὰρ ἐν μέσῳ σου, καὶ οὐ σαλευθήσῃ. Ἀλλ' ὧ πολυύμνητε Κόρη, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα, αἰτούμενοι διὰ σοῦ σωτηρίαν, καὶ μέγα ἔλεος.

 

Νῦν ἀπολύεις. Τρισάγιον.

 

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς ἐρήμου πολίτης.

Τὸν Χριστὸν ἀγαπήσας ὑπὲρ πάντας ἀοίδιμε, πλοῦτον καὶ δοξάριον κόσμου, ἐκ καρδίας ἐξώρισας, καὶ χαίρων μεθ’ ἑτέρων ἐν εἱρκτῇ, εἰσῆλθες ὑποστῆναι τὰ δεσμά, τὸν πνιγμὸν Ἀλκιβιάδη τὰς ἀπειλάς, καὶ κάκωσιν τοῦ σώματος. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐν ἀρχαίοις σε καιροῖς, Μάρτυρα δείξαντι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ἦχος α΄.

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ἀπόλυσις.

 

 

 

 

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α΄ στιχολογίαν, Κάθισμα. Ἦχος α’. Τὸν τάφον Σου Σωτήρ.

Ἀγάπης τοῦ Χριστοῦ, πεπλησμένος παμμάκαρ, βασάνων ἀπειλάς, τῶν μελῶν τὰς αἰκίσεις, ἐγκλείστρας τὴν ζόφωσιν, κακουχίας τοῦ σώματος, τὴν διάτασιν τῶν σῶν ποδῶν ἐν τῷ ξύλῳ, καὶ ληρήματα, Ἀλκιβιάδη δημίων, γενναίως ὑπήνεγκας.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεύσαι ἐνδόξως, τὸ σῶμά Σου τὸ ἄχραντον, Θεοτόκε πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν Σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

 

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως

Αἴγλῃ χάριτος, Ἀλκιβιάδη, λαμπρυνόμενος, τὴν σκοτομήνην, γλυπτῶν ξοάνων, ταχέως ἐσκέδασας, σὺ γάρ, ὡς κήρυξ Χριστοῦ μεγαλόφωνος, τῆς ἀθεΐας συνέτριψας κήρυγμα, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Τὴν ὡραιότητα.

Ἐν τῇ γεννήσει σου, σύλληψις ἄσπορος, ἐν τῇ κοιμήσει σου, νέκρωσις ἄφθορος, θαῦμα ἐν θαύματι διπλοῦν συνέδραμες Θεοτόκε· πῶς γὰρ ἡ ἀπείρανδρος, βρεφοτόφος ἁγνεύουσα; Πῶς δὲ ἡ Μητρόθεος, νεκροφόρος μυρίζουσα; Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Μετὰ τὸν Πολυέλεον. Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε

Ἀμνὸς ἐθελούσιος καὶ λογικὴ προσφορά, Κυρίῳ γεγένησαι Ἀλκιβιάδη κλεινέ, τοῖς θείοις ἀγῶσί σου· ὅθεν καὶ συγχορεύεις, ἐν τοῖς δήμοις τῶν ἄνω, Ἀγγέλοις τε καὶ Ἁγίοις, τὸν Χριστὸν ἱκετεύων, ταῖς θείαις πρεσβείαις σου, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Ἐπεφάνης σήμερον.

Τῇ σεπτῇ κοιμήσει σου, ἡ οἰκουμένη, τῷ ἀΰλῳ πνεύματι, πεποικιλμένη νοερῶς, ἐν εὐφροσύνῃ κραυγάζει σοι· χαῖρε Παρθένε, χριστιανῶν τὸ καύχημα.

Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.

Εὐαγγέλιον, τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγίου Γεωργίου.

Ὁ Ν’ ψαλμός.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου…

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου…

Ἰδιόμελον. Ἦχος πλ. Β΄. Στ.: Ἐλέησόν με ὁ Θεός…

Σήμερον, ὁ ἔνδοξος Μάρτυς Ἀλκιβιάδης, τῷ πυρὶ τῆς θεϊκῆς ἀγάπης ἐκπυρωθείς, Χριστὸν τὸν Θεὸν ὡμολόγησε, καὶ μετὰ τῶν Ἁγίων ἐν οὐρανοῖς συνηριθμήθη, δεξάμενος ἐκ τῶν χειρῶν τοῦ Κυρίου, τὸν τῆς δικαιοσύνης στέφανον, καὶ πρεσβεύει διηνεκῶς, ὑπὲρ τῶν ἀνυμνούντων, τὸ θεῖον αὐτοῦ μαρτύριον.

 

Εἶτα, οἱ Κανόνες· τῆς Ἐορτῆς, καὶ τοῦ Ἁγίου οὗ ἡ ἀκροστιχίς: Τιμῶ τὸ μνημόσυνον Ἀλκιβιάδου ὕμνοις.

ᾨδὴ α’. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Τιμήσωμεν πάντες σεμνοπρεπῶς, ἀρχαῖον ὁπλίτην, παρατάξεως τοῦ Χριστοῦ, τὸν θεοφιλῆ Ἀλκιβιάδη, τὸν ἐν Λουγδούνῳ τῇ πόλει ἀθλήσαντα.

Ἰὸν ἀθεότητος πολεμῶν, γενναίως ὑπέστης, διατάσεις τῶν σῶν μελῶν, ἐν τῇ φυλακῇ Ἀλκιβιάδη, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ ἐννομώτατος.

Μαρτύρων ἀρχαίων ἡ καλλονή, ἐδείχθης θεόφρον, τῇ ἀτρέπτῳ σου ἐμμονῇ, ἐνώπιον πάντων τῶν τυράννων, ὁμολογῆσαι Χριστὸν τὸν παντάνακτα.

Θεοτοκίον.

Ὢ Μῆτερ ἁπάντων τῶν γηγενῶν, ταῖς Σαῖς ἱκεσίαις, μὴ ἐλλίπῃς τὸν Σὸν Υἱόν, ὑπὲρ τῶν ὑμνούντων Σε ἐν πίστει, καθικετεύουσα Δέσποινα πάντοτε.

 

ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.

Τῆς σαρκὸς ἐξεγέρσεις καταβαλὼν ἄριστα, ταῖς διηνεκέσι νηστείαις, ὡς ἄλλος ἄγγελος, ἐπὶ τῆς γῆς Ἀθλητά, Ἀλκιβιάδη ἐφάνης, στερεώσας τρόποις σου, πιστῶν τὸ φρόνημα.

Ὁλοθύμως χωρήσας ἀθλητικοῖς σκάμμασι, πλάνην παλαιὰν τῶν εἰδώλων, σὺν ἄλλοις Μάρτυσιν, ὁμολογίαις τραναῖς, ἐν τῇ εἱρκτῇ τοῦ Λουγδούνου, εὐσθενῶν ἀπέῤῥιψας, Μάρτυς πανένδοξε.

Μὴ ἐάσας τὰ πάθη τὰ τῆς σαρκὸς ἄτοπα, καὶ ἐπιβλαβῆ κρατυνθῆναι, ἀξιοτίμητε, νοὸς ἐτήρησας, τὴν καθαρότηταν πᾶσαν, λάμψας ὡς ἀείφωτος, φωστὴρ τοῖς πέρασι.

Θεοτοκίον.

Νέα ὄντως ὑπάρχεις, ἡ κιβωτὸς πάναγνε, ἔνδοθεν χωρήσασα Λόγον, Πατρὸς τὸν ἄσαρκον, τὸν παντοδύναμον, καὶ ἀπερίληπτον Μῆτερ, καὶ πληροῦντα ἅπασαν, τὴν κτίσιν χάριτος.

 

 

 

 

 

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τῷ ὅπλῳ τῆς πίστεως περιφραχθεὶς κραταιῶς, Μαρτύρων ἀήττητε Ἀλκιβιάδη ποτέ, ὑπῆλθες τὸ στάδιον· ὅθεν καὶ κατὰ κράτος, τὸν ἀρχέκακον ὄφιν, ἐνίκησας τῇ δυνάμει, δεξιᾶς τοῦ Σωτῆρος, ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Τὴν Σὴν ἑορτάζομεν Κοίμησιν ἄχραντε, ἐν ᾗ παραγέγονεν ὁ διὰ Σοῦ σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, μετὰ δόξης ἀφάτου, μεταλαβεῖν τὸ σὸν πνεῦμα· καὶ μετέστης ἐν δόξῃ, μὴ λιποῦσα τὸν κόσμον, πρεσβείαις Σου Θεοτόκε, σκέπουσα τοὺς ὑμνοῦντάς Σε.

 

ᾨδὴ δ’. Εἰσακήκοα Κύριε.

Ἠρετίσω πανόλβιε, ἐν εἱρκτῇ βληθῆναι ὡς οἱ κατάδικοι, ἢ οἰκεῖν σε ἐν σκηνώμασι, ὢ Ἀλκιβιάδη ἀθεότητος.

Μέγαν ἔχων ἐγκάρδιον, πόθον μαρτυρῆσαι διὰ τὸν Κύριον, κολαστήρια τοῦ σώματος, ἤνεγκας ἀνδρείως ἀξιάγαστε.

Ὁ ἐχθρὸς ὁ παμπόνηρος, καὶ βροτῶν τοῦ γένους ἀεὶ πολέμιος, κατὰ σοῦ ἐμηχανεύσατο, ἀλλὰ τοῦτον χάριτι κατέβαλες.

Θεοτοκίον.

Σὺ εἶ δόξα καὶ εὔκλεια, τῶν ἀνθρώπων πάντων θεοχαρίτωτε· Σὺ εἶ λύχνος ὁ ἑπτάφωτος, τῶν ἐσκοτισμένων παραπτώμασιν.

 

ᾨδὴ ε’. Ὀρθρίζοντες βοῶμέν σοι.

Υἱὸς φωτὸς ἐνδεικνύμενος, σκοτομήνιν τῶν εἰδώλων ἔλυσας, Ἀλκιβιάδη τοῖς ἔργοις σου.

Ναὸς ὑπάρχων τοῦ θείου Πνεύματος, τῆς σαρκός σου ἐξεγέρσεις ἔστησας, πυκναῖς νηστείαις ἀοίδιμε.

Ὁ θεῖος πόθος Μάρτυς ἐπτέρωσε, τὴν καρδίαν τὴν σὴν καὶ ἐνήθλησας, ἐν τῷ Λουγδούνῳ πανεύφημε.

Θεοτοκίον.

Νηδύς Σου θαυμαστῶς ἀειπάρθενε, πλατυτέρα οὐρανῶν γεγένηται, τὸν πλαστουργὸν σωματώσασα.

 

ᾨδὴ στ΄. Χιτῶνά μοι παράσχου φωτεινόν.

Ἀγάπῃ τοῦ Χριστοῦ πυρποληθείς, ἐν εἱρκτῇ ἀκλόνητος, τοῖς θείοις διδάγμασι, τοῦ Σωτῆρος θεοφόρε διέμεινας.

Λαμπτῆρα τοῦ φωτὸς τοῦ νοητοῦ, οἱ πιστοὶ σὲ ἔγνωμεν, τρανῶς γὰρ ἐκήρυξας, τοῦ Χριστοῦ Ἀλκιβιάδη τὸ ὄνομα.

Κατέστειλας δαιμόνων τὰς ὁρμάς, ὡς ἱστὸν ἀράχνιον, φυλάττων ἀμόλυντα, τοῦ νοὸς τὰ ἐννοήματα Ἅγιε.

Θεοτοκίον.

Ἰάσω ἐκ τῆς λύμης τοὺς βροτούς, τῶν δαιμόνων πάναγνε, δωρήσασα φάρμακον, τὸν Υἱόν Σου αὐτοῖς τὸν φιλάνθρωπον.

Κοντάκιον. Ἦχος α΄. Χορὸς ἀγγελικός.

Ὡς κόσμον εὐπρεπῆ, ὑπὲρ λίθους τιμίους, δεσμὰ καὶ φυλακήν, ἐλογίσω σωφρόνως· διὸ καὶ κολάσεων, εἶδος πᾶν θεοστήρικτε, ἐξεφαύλισας, ἀμεταθέτῳ σου γνώμῃ, καὶ ἀπείληφας Ἀλκιβιάδη ἀξίως, Μαρτύρων τὸν στέφανον.

Ὁ Οἶκος.

Ὡς στύλος ἑδραῖος τῆς ὑπομονῆς ὀφθεὶς ἀξιάγαστε, πᾶσαν τὴν ὁρμὴν τοῦ πονηροῦ, ἐν τῇ φυλακῇ Ἀλκιβιάδη ἀνέκοψας. Σὺ γὰρ πᾶν εἶδος ὀνειδισμοῦ καὶ κολάσεως ἀνεχόμενος, ὡς Ἀθλητὴς καρτερόψυχος, ἀπὸ καρδίας ἀνέκραζες· ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς· ὅθεν ἐν Λουγδούνῳ ὁμολογήσας ἐνθέως, Χριστοῦ τὴν ἀλήθειαν, ὡς ἄστρον ἀείφωτον τοὺς πιστοὺς κατηύγασας, καὶ εἴληφας Μαρτύρων τὸν στέφανον.

 

Συναξάριον.

Τῇ ΙΣΤ΄ Αὐγούστου, ὁ Ἅγιος Μάρτυς Ἀλκιβιάδης, ὁ ἐν Λουγδούνῳ, πυρὶ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Γερασίμου τοῦ νέου ἀσκητοῦ, καὶ προστάτου Κεφαλληνίας.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Τριάκοντα Τριῶν Μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς τὴν Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησιν τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ μεγίστης φιλανθρωπίας, ἣν ἐδείξατο τότε ἀποστρέψας μετ' αἰσχύνης τοὺς Ἀγαρηνούς, μεσιτείᾳ τῆς Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἐν τῷ ναῷ τῆς Ζωοδόχου Πηγῆς ἐξάντλησις τοῦ ἁγιάσματος, καὶ αὖθις ἀνάδοσις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη γίνεται τῆς καὶ μετὰ οἰκτιρμῶν ἐπενεχθείσης ἡμῖν ἐν τοῖς καιροῖς ἐκείνοις φοβερᾶς ἀπειλῆς τοῦ σεισμοῦ, οὗ παρ' ἐλπίδα ἐλυτρώσατο ἡμᾶς ὁ φιλάνθρωπος Θεός.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐπισκόπου Μακαρίου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νεῖλος ὁ Ἐρικούσιος, ἀνακαινιστὴς τῆς μονῆς τοῦ Γηρομερίου ἐν Θεσπρωτίᾳ τῆς Ἠπείρου, ἐν ἐιρήνῃ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Τιμοθέου, ἐπισκόπου Εὐρίπου, καὶ κτίτορος τῆς Ἱ. Μ. Πεντέλης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νέου Ὁσιομάρτυρος Νικοδήμου τοῦ ἐκ Μετεώρων, μαρτυρήσαντος ἐν ἔτει 1551ῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Σταμάτιος, ὁ ἐκ Βόλου καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσας ἐν ἔτει 1680ῳ ξίφει τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀποστόλου τοῦ νέου, τοῦ ἐκ τῆς κωμοπόλεως Ἁγίου Λαυρεντίου καὶ ἐν Κωνσταντινουπόλει ἀθλήσαντος, ἐν ἔτει 1686ῳ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῆς εὑρέσεως τῶν τιμίων λειψάνων τῶν Ἁγίων Μαρτύρων ἐν Μεγάροις, Σεραφείμ, Δωροθέου, Ἰακώβου, Δημητρίου, Βασιλείου, καὶ Σαράντου.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Δανιήλ, ὁ ἐκ Τσιοτίου καταγόμενος, καὶ ἐν τῇ Μονῇ τοῦ Μεγάλου Μετεώρου ἀσκήσαντος, ἐν εἰρήνῃ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀκακίου, ἐπισκόπου Λητῆς καὶ Ῥεντίνης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου μάρτυρος Δημητριανοῦ τοῦ Άνδριδιώτου.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωσὴφ τοῦ ἡσυχαστοῦ καὶ σπηλαιώτου, τοῦ ἐν τῷ Ἁγίῳ Ὄρει.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις Χριστὲ ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.

Βασιλείας τῆς ἄνω, ἐφιέμενος σφόδρα, μάκαρ ἐχώρησας, πρὸς σκάμματα Μαρτύρων, αἰκίσεις καὶ βασάνους, ὑποστὰς ἀνδρικώτατα, Ἀλκιβιάδη βροτῶν, τὸ καύχημα καὶ δόξα.

Ἰσχυρῶς θεοφόρε, προμάχων ἀληθείας, Χριστοῦ κατήσχυνας, τὸ ψεῦδος τῶν εἰδώλων, δαιμόνων τὴν ἀπάτην, τῆς κακίας ληρήματα, καὶ γλωσσαλγίας δεινάς, δημίων καὶ ἀθέων.

Ἀφθαρσίας τὸ στέφος, ἐκ χειρῶν τοῦ Κυρίου, λαβὼν διέλαμψας, ὡς ἥλιος ἐν σκότει, ἐγκλείστρας τοῦ Λουγδούνου, ἐν ἀρχαίοις τοῖς ἔτεσιν, Ἀλκιβιάδη δεινέ, Μαρτύρων ἡ ἀκρότης.

Θεοτοκίον.

Διὰ Σοῦ τῶν ἀνθρώπων, τὸ ἀνίατον τραῦμα, ἰάθη τέλεον, γεννήσασα τὸν Λόγον, δυνάμει Παρακλήτου, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὸν ἰατρὸν τῶν ψυχῶν, Παρθένε καὶ σωμάτων.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Οἷάπερ ῥόδον, τῶν ἀκανθῶν ἐξανθῆσαν, ἐν τῷ μέσῳ Ἀθλητὰ Ἀλκιβιάδη, τοῦ Χριστοῦ τὴν χάριν, ἐξέπεμψας τοῖς πᾶσιν.

Ὑπὸ τῆς ἄγαν, τοῦ Ἑωσφόρου μανίας, σὺν τοῖς ἄλλοις τοῦ Κυρίου στεφανίταις, ἐν Λουγδούνῳ Μάρτυς, ὑπέστης κακουχίας.

Ὑπὸ μαστίγων, παντοδαπῶν τῶν δημίων, ἐξεμέτρησας τὸ ζῆν ἐν τῇ ἐγκλείστρᾳ, τοῦ Λουγδούνου Μάρτυς, Χριστοῦ Ἀλκιβιάδη.

Θεοτοκίον.

Μόνη ἐξ ὅλων, τῶν γηγενῶν Θεοτόκε, ἀνεδείχθης Οὐρανῶν ἡ πλατυτέρα, ὡς τεκοῦσα Μῆτερ, τὸν Ποιητὴν τῶν ὅλων.

 

ᾨδὴ θ’. Κυρίως Θεοτόκον.

Νικήσας τῶν ἀθέων, τὰς μηχανουργίας, Ἀλκιβιάδη συνήφθης ὡς ἄγγελος, ταῖς οὐρανίαις παμμάκαρ ἀΰλοις τάξεσι.

Ὁμόψυχος τῇ πίστει, ὁμοῦ καὶ τῇ φρονήσει, μετὰ τῶν ἄλλων Μαρτύρων πανεύφημε, ἐν τῷ Λουγδούνῳ ἐγνώσθης τοῖς σοῖς παλαίσμασι.

Ίδοὺ πρὸ τῆς καθέδρας, ἔστηκας Κυρίου, ὡραϊσμένος σημείοις ἀθλήσεως· διὸ μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν φίλων σου.

Θεοτοκίον.

Σκηνὴ ἡ φωτοφόρος, τοῦ Δεσπότου Μῆτερ, ἀναδειχθεῖσα τῇ θείᾳ λοχείᾳ Σου, ὑπὲρ ἡμῶν ἱκετεύεις, Αὐτὸν πρεσβείαις Σου.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ἀλκιβιάδη Μάρτυς, μὴ πτοηθεὶς τὰς ἀπειλάς, τῶν ἀνομούντων δημίων, μαρτυρικῶν ἐν φυλακαῖς, καθωμολόγεις ὡς κήρυξ, τῆς σωτηρίας τὸ δόγμα.

Τῆς Ἑορτῆς.

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

 

 

 

 

 

 

 

Αἶνοι. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τὸν στεφανίτην Κυρίου μεγαλομάρτυρα, τὸν ἐν Λουγδούνῳ πάλαι, ἀριστεύσαντα ὄντως, τὸν θεῖον ὑποφήτην ἀληθειῶν, τῶν δογμάτων τῆς πίστεως, Ἀλκιβιάδην τιμήσωμεν οἱ πιστοί, Ἀθλητῶν τὸ ἐγκαλλώπισμα.

 

Τὰς τῶν ποδῶν διατάσεις ἐν ξύλῳ Ἅγιε, τὰς κακουχίας πάσας, τὸν ποικίλον ἀγῶνα, ἀκόρεστον μανίαν τὴν κατὰ σοῦ, τοῦ ἀρχαίου ἀλάστορος, καὶ τὴν ὠμότητα Μάρτυς τῶν δικαστῶν, καθυπέστης ὥσπερ ἄσαρκος.

 

Ἐν τῇ εἱρκτῇ τοῦ Λουγδούνου, σὺν ἄλλοις Μάρτυσιν, ἀποπνιγεὶς παμμάκαρ, ὥσπερ σφάγιον θεῖον, ἐφοίνιξας αἱμάτων σου ταῖς ῥοαῖς, τῆς ψυχῆς τὸ χιτώνιον, καὶ κοσμηθεὶς τῆς ἀθλήσεως καλλοναῖς, τῷ Κυρίῳ ὤφθης πάγκαλος.

 

Τοῦ Παραδείσου τὸ πλάτος, δόξῃ κατέλαβες, ὁδοιπορήσας Μάρτυς, τὴν στενὴν καὶ εὐθείαν, καὶ ὄντως τεθλιμμένην, ὁδὸν τοῦ Χριστοῦ, τὴν ἀπάγουσαν πάντοτε, Ἀλκβιάδην θεόφρον εἰς τὴν ζωήν, τὴν αἰώνιον τῆς χάριτος.

 

Δόξα. Ἦχος πλ. Δ΄.

Καιρὸς ἐπέστη τοῖς πιστοῖς χαρμόσυνος, ἡ μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀλκιβιάδου. Οὗτος γάρ, τῶν τυράννων ἤσχυνε τὴν πονηρὰν ἐπίνοιαν, τῶν Ἀγγέλων ηὔφρανε τὸ σύστημα, καὶ τῶν πιστῶν κατηύγασε τὴν ὁμήγυριν, τῇ καλῇ αὐτοῦ ὁμολογίᾳ. Καὶ νῦν νικητικῶς συναφθεὶς τῇ χορείᾳ τῶν Ἁγίων, μετ’ αὐτῶν ἐν παῤῥησίᾳ πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Παρθενικαὶ χορεῖαι σήμερον, μυστικῶς τῇ κλίνῃ τῆς Παρθένου καὶ Μητρός, κύκλῳ παρίστανται, καὶ ψυχαὶ δικαίων περιιπτάμεναι, τὴν Βασιλίδα γεραίρουσιν, αἱ μέν, ὡς προῖκα τὴν παρθενίαν, ἀντὶ μύρου κομίζουσαι, αἱ δέ, τὴν ἄϋλον ὑμνῳδίαν, τὰ τῆς ἀρετῆς προσάγουσαι· πρέπει γὰρ τῇ Μητρὶ τοῦ Θεοῦ, ὡς Βασιλίδα, ταῖς βασιλικαῖς τῶν ἀρετῶν δορυφορεῖσθαι λαμπροφορίαις. Αἷς καὶ ἡμεῖς, βίον καθαρὸν συνεισενεγκόντες, ἐξέλθωμεν πρὸς κηδείαν, τῆς ὄντως Μητρὸς τοῦ Θεοῦ ἡμῶν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, αὐτὴν συμφώνως μακαρίζοντες.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

Μεγαλυνάριον.

Χαίροις τῶν Μαρτύρων ὁ κοινωνός· χαίροις τοῦ Λουγδούνου ἀπροσμάχητος βοηθός· χαίροις Ἐκκλησίας, τὸ καύχημα τὸ θεῖον, Ἀλκιβιάδη μάκαρ, ἡμῶν τὸ καύχημα.

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου