ΜΑΡΤΙΟΣ Λ΄.
ΕΥΒΟΥΛΗ ΑΓΙΑ ΜΗΤΗΡ ΑΓΙΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ
ΑΚΟΛΟΥΘΙΑ
(Χ. Μπούσια)
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καί ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Εὐβούλη σεμνή τήν ἀρετήν, οὐρανίῳ ἔρωτι, ὁλοσχερῶς ἀγαπήσασα, ἐκ βρέφους ἤνυσας, ἐν Νικομηδείᾳ, βιοτήν θεάρεστον, καί πίστιν ἀποῤῥίψασα ἄνομον, τοῦ εἰδωλόφρονος, Εὐστοργίου τοῦ συζύγου σου, τόν ἀγῶνα, καλῶς ἐπεράτωσας.
Εὐβούλη, τῆς πίστεως λαμπάς, παμφαές ἐφώτισας, τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, ἀκτῖσι πέρατα, κτίσεως καί τούτου, τά σεπτά ἐντάλματα, τηρήσασα καλῶς διεσκόρπισας, δεινήν σκοτόμαιναν, ἀσεβείας τοῦ συζύγου σου· ὅθεν πάντες, τήν μνήμην σου σέβομεν.
Εὐβούλη, χαρίτων θεϊκῶν, διαυγές κυάθιον, ἐν ἀληθεῖ πεπολίτευσαι, ὄντως χρηστότητι, καί κατηξιώθης, οὐρανίου, πάγκαλε, ἐλλάμψεως καί δόξης τῆς κρείττονος· ὅθεν τιμῶντες σε, κατ’ ἀξίαν ἱκετεύομεν, μή παρίδης, ἡμῶν τά αἰτήματα.
Εὐβούλη, τό τέκνον σου σοφῶς, διεπαιδαγώγησας, διδάσκουσα αὐτῷ πολιτεύεσθαι, κατά τό θέλημα, τοῦ Θεοῦ καί στρέφειν, τῆς καρδίας ὄμματα, αὐτοῦ ἀεί πρός μόνα τά ἄῤῥευστα, καί διαμένοντα· ὡς σπορέα ὅθεν πίστεως, τῆς ἀμώμου, Χριστοῦ σε γεραίρομεν.
Δόξα. Ἦχος πλ. δ΄.
Σκεῦος εὔχρηστον παντοδαπῶν ἀρετῶν χρηματίσασα, παρά Κυρίου ἀξιοχρέως ἐδοξάσθης, Εὐβούλη πανεύφημε· ἐν εὐσεβείᾳ γάρ καί ἀρετῇ διαθρέψασα, τό τέκνον σου Παντελεήμονα, ἀτραπούς αὐτῷ χρηστότητος ὑπέδειξας· ἀξιωθεῖσα οὖν ὑποδέξασθαι αὐτόν ἐν πόλῳ ὡς ἀθλοφόρον, μή παύσῃ σύν αὐτῷ πρεσβευούσα, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τόν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Χαῖρε τῆς ἀρετῆς, κατάκαρπος ἐλαία, Ευβούλη, καί ἀγάπης, Χριστοῦ τοῦ Ζωοδότου, εὐθυτενής κυπάρισσος.
Στ. Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι.
Γάλακτι ἱερῷ, τῆς πίστεως Εὐβούλη, διέθρεψας σόν τόκον, τόν ἀθλητήν Κυρίου, κλεινόν Παντελεήμονα.
Στ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.
Ἔθραυσας ἀληθῶς, τῆς ἀσεβείας τεῖχος, τῇ χάριτι, Εὐβούλη, Χριστοῦ καί εὐσεβείας, τό κράτος ἐμεγάλυνας.
Δόξα. Τριαδικόν.
Χαῖρε, Τριάς σεπτή, εὐψύχων Ἀθλοφόρων, ἀγλάϊσμα τό θεῖον, καί εὐσεβῶν μητέρων, χαρά ἡ ἀνεκλάλητος.
Καί νῦν. Θεοτοκίον.
Δέσποινα ἀγαθή, ὑπερευλογημένη, πρεσβείαις τῆς Εὐβούλης, τῇ νεολαίᾳ δεῖξον, ὁδούς τῆς ἀγαθότητος.
Νῦν ἀπολύεις, Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τον συνάναρχον Λόγον.
Καλλιμάρτυρος, δεῦτε, ἀθλητομήτορα, Παντελεήμονος, πάντες, μελισταγέσιν ᾠδαῖς, καταστέψωμεν, Εὐβούλην τήν ἀοίδιμον, κράζοντες· γάλακτι εὐχῶν, τῶν σεπτῶν σου πρός Χριστόν, καί Κτίστην τῆς οἰκουμένης, ἡμᾶς λιμώττοντας θρέψον, ἵνα ἐκθύμως σε γεραίρομεν.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητὴν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετά την α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τόν Τάφον Σου, Σωτήρ.
Εὐβούλη ἀγλαή, εὐθαλέστατον ἄνθος, τῆς πίστεως Χριστοῦ, μυστικῇ εὐωδίᾳ, ἠθῶν τῶν ἀμέμπτων σου, καί σεμνῆς πολιτείας σου, πάντας ἤδυνας, τούς ὡς μητέρα ἁγίαν, ἀνυμνοῦντας σε, Παντελεήμονος ὄντως, ἀλκίφρονος Μάρτυρος.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Καρδίαν μου, Ἁγνή, τήν χρανθεῖσαν κακίᾳ, ἐκκάθαρον ῥοαῖς, Σοῦ ἀπείρου ἐλέους, καί ῥῦσαι τόν δοῦλον Σου, τυραννίδος τοῦ ὄφεως, ἵνα μέλπω Σε, εἰς τούς αἰῶνας αἰώνων, Μητροπάρθενε, εὐλογημένη Μαρία, δαιμόνων κατάπτωσις.
Μετά τήν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Τήν τρίβον προκρίνασα, τῶν ἐντολῶν τοῦ Θεοῦ, κατηύθυνας ἄριστα, πρός σωτηρίους νομάς, Εὐβούλη, τόν τόκον σου, τόν καταξιωθέντα, δῆμοις ἀριθμηθῆναι, πανευκλεῶν Μαρτύρων, καί κλεινῶν Ἀναργύρων, μεθ’ οὗ συγχαίρεις νῦν ἐν σκηναῖς, ἀϊδιότητος.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Πρός δόξαν οὐράνιον, καί ἀφθαρσίας πηγάς, Σούς δούλους κατεύθυνον, Θεοκυήτορ Ἁγνή, Πανύμνητε Δέσποινα, τούς ὡς πηγήν χαρίτων, εὐλαβῶς Σε ὑμνοῦντας, καί θαυμασίων ξένων, πολυχεύμονα κρήνην, τήν βρύουσαν χαρᾶς δαψιλῶς, ἅπασι νάματα.
Μετά τόν Πολυέλεον, Κάθισμα. Ἦχος γ΄. Την ὡραιότητα.
Τήν ὡραιότητα, τοῦ Παντοκράτορος, Χριστοῦ ἠγάπησας, καί τά φθειρόμενα, κάλλη μισήσασα, σοφῶς ἐδίδαξας τόν υἱόν σου, ἀθλητήν τόν πάγκαλον, θεῖον Παντελεήμονα, ἀγαπᾶν τόν Κύριον ὑπέρ πάντα τά γήϊνα· διό σε νῦν τιμῶντες βοῶμεν· χαίροις, Εὐβούλη θεοφόρε.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον.
Τήν σκοτισθεῖσαν μου, ψυχήν καταύγασον, φωτί τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνή Παρθένε, Μαριάμ, ἐλπίς τῶν ἀπηλπισμένων, καί ἀχλύν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καί πόθῳ ἀσιγήτως βοῶ Σοι· χαῖρε, ἡ Κεχαριτωμένη.
Οἱ Ἀναβαθμοί· τό α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον. Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι.
Στ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας καί κατηύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατά Μᾶρκον (Κεφ. η΄ 34 – θ΄1): Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ Ἰησοῦς τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ...
Ὁ Ν΄ (50) Ψαλμός.
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου…
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ. Ἐλέησόν με, ὁ Θεός…
Τῶν ἀρετῶν εὐπραγίᾳ κεκοσμημένη, ἐναρέτου πολιτείας ὑπέδειξας τρίβους, τῷ θεοφιλεῖ σου υἱῷ, Μεγαλομάρτυρι Παντελεήμονι· τήν πίστιν οὖν τηρήσασα, καί καλῶς τόν βίον τελέσασα, καί καλῶς τόν βίον τελέσασα, κληρονόμος γέγονας τῆς οὐρανῶν Βασιλείας, εἰς ἥν πρεσβεύεις εἰσελθεῖν καί τούς τιμῶντας σε.
Ὁ Κανών τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς· Ἀθλητομήτορι Εὐβούλῃ ἐγκώμιον ἄδω. Χ. Μ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τό στόμα μου.
ᾈσμάτων τοῖς ἄνθεσιν, ἀθλητομήτορα στέψωμεν, Εὐβούλην τήν ἔνθεον, ἀξιοχρέως, πιστοί, τήν ἐκθρέψασαν, Χριστοῦ τῇ νουθεσίᾳ, Μαρτύρων τό καύχημα, Παντελεήμονα.
Θεός, Ὅν ἠγάπησας, ἐξ ὅλης, Μῆτερ, καρδίας σου, Εὐβούλοι, σοί, πάνσεμνε, ἐνεπιστεύθη υἱόν, ἵνα πίστεως, σῆς μεταδίοις φλόγα, αὐτῷ τήν φλογίζουσαν, στήθη τά θεῖα σου.
Λειμών ἁγιότητος, Εὐβούλη, πέλουσα ἤνθησας, τόν Παντελεήμονα, ῥόδον Χριστοῦ εὐανθές, τήν ὑφήλιον, αὐτοῦ τοῦ μαρτυρίου, ὀδμαῖς καί ἰάσεων, καταμυρίσαντα.
Θεοτοκίον.
Ἡγίασεν Ὕψιστος, τήν Σήν νηδύν, Μητροπάρθενε, Χριστός ὁ Θεάνθρωπος, σκηνώσας μόνος ἐν Σοί, ὑπέρ ἔννοιαν καί φύσιν, Θεοτόκε· διό πάντες μέροπες, Σέ μεγαλύνομεν.
ᾨδὴ γ΄. Τούς Σούς ὑμνολόγους.
Τήν πάγκαλον ἅπαντες Εὐβούλην, μητέρα τοῦ θείου Ἀθλητοῦ, κλεινοῦ Παντελεήμονος, οἱ γηγενεῖς τιμήσωμεν, ὡς φοίνικα ὑψίκομον, καρπόν μελίῤῥυτον φέροντα.
Ὁδόν ὑποδείξασα εὐθεῖαν, τῆς πίστεως τόκῳ σου σεπτῷ, καί γάλακτι ἐκθρέψασα, αὐτόν ζωῆς τῆς κρείττονος, ποθεῖν αὐτόν ὑπέδειξας, Εὐβούλη, πάντα τά ἄῤῥευστα.
Μητέρων ἀκρότης Χριστοφόρων, Εὐβούλη, βλεφάροις νυσταγμόν, τοῖς θείοις σου οὐκ ἔδωκας, ἄχρι τῆς σῆς κοιμήσεως, ἀπαύστως κοπιάζουσα, ὑπέρ παιδείας τοῦ τέκνου σου.
Θεοτοκίον.
Ἡ Μήτηρ τοῦ πάντων Βασιλέως, Εὐβούλης λιταῖς τῆς εὐκλεοῦς, μητρός Παντελεήμονος, τοῦ Ἀθλητοῦ, ἀξίωσον, ἡμᾶς συνεῖναι Τόκῳ Σου, ἀεί ἐν πόλῳ τῷ θείῳ Σου.
Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.
Διανύσασα, τῆς συζυγίας, τρίβον, πάντιμε, μεστήν τριβόλων, καί τῇ πίστει σοῦ συζύγου μή στρέρξασα, ἐν νουθεσίᾳ Κυρίου ἀνέθρεψας, τόν σόν υἱόν, ἀθλητήν Παντολέοντα, θείᾳ χάριτι τόν εἶτα δειχθέντα πίστεως, κρηπίδωμα, Εὐβούλη, ἀδιάσειστον.
Δόξα. Τό αὐτό. Καί νῦν. Θεοτοκίον. Ὅμοιον.
Ὡς Παράδεισον, Παρθενομῆτορ, Θεοδόξαστε, Σέ ἀνυμνοῦντες, νοητόν τό τῆς ζωῆς ξύλον ἔχοντα, τόν Λυτρωτήν τῶν ἁπάντων ἐν μέσῳ Σου, καθικετεύομεν τούς παραβάσεσι, καταξίωσον χαρᾶς Παραδείσου, Δέσποινα, τρυφῆσαι νεκρωθέντας, οἴμοι, δούλους Σου.
ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Τήν ἀπαύστως νουθετοῦσαν, ἐν Χριστοῦ τοῖς προστάγμασι, πάνσοφον Εὐβούλην, τόκον τόν αὐτῆς ἀξιάγαστον, Παντελεήμονα θεῖον, εὐφημήσωμεν, ἀνακράζοντες· χαίροις, μητέρων ὑπόδειγμα.
Οὐρανόφωτε λυγχνία, ἡ φωτίσασα πέρατα, τῆς Νικομηδείας, σοῦ χρηστοηθείας πυρσεύμασιν, ἄστρον, Εὐβούλη, φωτόλαμπρον ἀνέδειξας, γενναιότητος, σόν τέκνον, Παντελεήμονα.
Ῥῶσιν δαψιλῶς ἐξ ὕψους, εὐσεβέσι παρέχοντος, μήτηρ γλυκυτάτη, ἱαματικοῦ καλλιμάρτυρος, Παντελεήμονος, πέλουσα ἐκδίωξον, τήν ἀσθένειαν, ἡμῶν, Εὐβούλη πανεύφημε.
Θεοτοκίον.
Ἴδε κόπους οὐρανόθεν, εὐσυμπάθητε Δέσποινα, Σέ τῶν ἀνυμνούντων, καί τῶν ἁμαρτάδων ἀπέλασον, ἡμῶν ὀμίχλην, ἡ μόνη κόσμῳ τέξασα, τόν Παντάνακτα, καί φωτοπάροοχον Κύριον.
ᾨδὴ ε΄. Ἐξέστη τά σύμπαντα.
Εὐβούλη θεόσοφε, Νικομηδείας καύχημα, καί σεπτόν ὡράϊσμα μητέρων, ὥσπερ ἀγάπης στηλογραφίαν Χριστοῦ, τιμῶντες σε πάντες οἱ πιστοί, τήν ἁγίαν μνήμην σου, ἐκτελοῦμεν γηθοσύνως.
Ὑπέρ Κτίστου μάχεσθαι, καί λάτρεις ἀποστρέφεσθαι, τῶν εἰδώλων, ἔπιθες, Εὐβούλη, τόν Ἀθλοφόρον υἱόν σου, οὗ ἀπλανής, ὑπῆρξες τῷ ὄντι ποδηγός, πρός ζωήν ἀμείμονα, καί ἀγάπην ἀθόλωτον.
Βαθμίδας ἀνἐρχεσθαι, τῆς ἀρετῆς ἐδίδασκες, πάντοτε, Εὐβούλη, τόν υἱόν σου, οὗ μαρτυρίου τόν πόθον ὁ πολιός, Ἑρμόλαος εἶτα ὁ σοφός, ἤναψε καί κόσμημα, τῆς Ἐκκλησίας ἀνέδειξεν.
Θεοτοκίον.
Ὀμβρίζεις ἑκάστοτε, Σῆς εὐσπλαγχνίας νάματα, Μῆτερ, τοῖς προστρέχουσιν ἐν πίστει, τῇ χάριτί Σου, οἷα νεφέλη ζωῆς, ἀλήκτου, Παρθένε ἀγλαή, ἡ ἀεί δροσίζουσα, εὐσεβῶν τά συστήματα.
ᾨδὴ στ΄. Τήν θείαν ταύτην.
Ὑμνοῦντες μνήμην τήν θείαν σου, Εὐβούλη, ῥίζα πάντιμε πίστεως, Παντελεήμονος, τοῦ Ἀθλοφόρου, αἰτούμεθα, τάς πρός τόν Ζωοδότην, θερμάς πρεσβείας σου.
Λαμπάς ἐνθέου μητρότητος, Εὐβούλη, σόν υἱόν γαλουχήσασα, φωτί τῆς πίστεως, αὐτόν ἀνδρείας κατέδειξας, τοῦ Παρακλήτου σθένει, ἀστέρα πάμφωτον.
Ηὐφράνθη δῆμος χριστώνυμος, Εὐβούλη, τῇ ἀθλήσει τοῦ τόκου σου, Παντελεήμονος, τοῦ ἀναργύρως παρέχοντος, τοῖς ἀλγεινῶς νοσοῦσι, ταχύ ἰάματα.
Θεοτοκίον.
Ἐλέους φρέαρ ἀκένωτον, Παρθένε, τούς οἱκέτας Σου οἴκτειρον, καί ῥῦσαι θίψεων, τούς Σοί ἀεί καταφεύγοντας, ῥανίσι Σῶν ἀόκνων, εὐχῶν πρός Κύριον.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῆ ὑπερμάχῳ.
Ἀθλητομήτορα κλεινήν καί ὑποτύπωσιν, σεπτῶν μητέρων ἀρεταῖς τήν διαλάμψασαν, ἐπαινέσωμεν, Εὐβούλην τήν θεοφόρον, ῥίζαν ἔνθεον τερπνοῦ Παντελεήμονος, ἴου πίστεως καί κρίνου γενναιότητος, ἀνακράζοντες· χαίροις, Μῆτερ θεόφιλε.
Ὁ Οἶκος.
Χαῖρε, τό κλέος Νικομηδείας·
χαῖρε, τό κῦδος τῆς Ἐκκλησίας.
Χαῖρε, ἀρετῆς ψυχοτρόφου ἀρχέτυπον·
χαῖρε, ἀγωγῆς θεαρέστου κινάμωμον.
Χαῖρε, ῥόδον εὐωδέστατον ἀγαπήσεως Χριστοῦ·
χαῖρε, λίκνον πολυτίμητον νουθεσίας σοῦ υἱοῦ.
Χαῖρε, ἀθλητομῆτορ καλλιμάρτυρος θεία·
χαῖρε, θερμή ἀκέστωρ τῶν πιστῶν καί ταχεῖα.
Χαῖρε, ἀστήρ φρονήσεως πάμφωτος·
χαῖρε, λαμπτήρ συνέσεως ἔκλαμπρος.
Χαῖρε, μητέρων ἐνθέων φαιδρότης·
χαῖρε, ἐγγάμων γυναίων σεμνότης.
Χαίροις, μῆτερ θεόφιλε.
Συναξάριον.
Τῇ Λ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τῆς Ὁσίας Εὐβούλης, μητρός τοῦ Ἁγίου Μεγαλομάρτυρος Παντελεήμονος.
Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Γόνον πάντιμον, τόν σόν, Παντελεήμονα, ἐν πέτρᾳ πίστεως, ὡς οἰκοδόμος σοφός, Εὐβούλη, ἐστήριξας, ἵνα οἱ ἄνεμοι, μή πειράξωσι, αὐτόν τοῦ βίου ἅπαντες, οἱ δρυμεῖς καί θυελλώδεις.
Κατ’ ἀξίαν σου, τήν μνήμην καταστέφομεν, Εὐβούλη, ᾄσμασιν, ἀθλητομῆτορ σεμνή, Χριστοῦ τῷ θελήματι, τήν νουθετίσασαν, τόν ἐν Μάρτυσι, κλεινόν Παντελεήμονα, ἰατῆρα τῶν νοσούντων.
Ὡραΐσασα, ψυχήν υἱοῦ ἀνδρείου σου, Παντελεήμονος, τοῦ εὐκλεοῦς Ἀθλητοῦ, Εὐβούλη, τοῖς λόγοις σου, καί παραδείγματι, πολιτείας σου, ἐνθέου διεκόσμησας, τοῦ Χριστοῦ τήν Ἐκκλησίαν.
Θεοτοκίον.
Μητροπάρθενε, ψυχῆς ἐμῆς ἀγλάϊσμα, καί κόσμου στήριγμα, δείκτης γενοῦ ἀπλανής, ὁδοῦ τῆς ἀγούσης με, πρός μεταμέλειαν, ἁμαρτάδων μου, ἀπείρων τήν ἐπίγνωσιν, καί κοπήν θελήματός μου.
ᾨδὴ η΄. Παῖδας εὐγενεῖς.
Ἴον μυροβόλον σωφροσύνης, μητέρων θεοεικέλων κρίνον εὔοσμον, καί παιδαγωγήσεως, ἐν Χριστῷ κιννάμωμον, βουλῇ τοῦ Παντοκράτορος, προώρως τόκον σου, κατέλιπες Αὐτοῦ τῇ προνοίᾳ, πρός σκηνάς ἀφθίτους, Εὐβούλη, μεταστᾶσα.
Ὁ χορός πιστῶν Νικομηδείας, Εὐβούλη, σήν ἀγαθότητα θεώμενος, καί τήν σήν ἐνάρετον, βιοτήν ἐκραύγαζε· τῆς μόνης Θεομήτορος, ὑπάρχεις ἔσοπτρον, Ἀγγέλων ἰσοστάσιε ὅντως, καί πασῶν μητέρων, θεοφιλῶν πυξίον.
Νέκταρι ποτίσασα, Εὐβούλη, ἡμῶν τῆς Χριστοῦ ἀμώμου πίστεως, τόν Παντελεήμονα, τόκον τόν ὡραῖον σου, καί γάλακτι ἐκθρέψασα, αὐτόν χρηστότητος, ἠρπάγης, ἵνα μή ἡ κακία, κόσμου μεταβάλοι, τήν θείαν σύνεσίν σου.
Θεοτοκίον.
Ἅγνισον ἡμῶν τάς διανοίας, καί ῥύπου τῆς ἁμαρτίας ἀποκάθαρον, σώματα τῶν δούλων Σου, τῶν καταφευγόντων Σοι, καί ἐκζητούντων χάριν Σου, τήν θείαν, Δέσποινα, ἁγνείας διαυγέστατον σκεῦος, στήλη παρθενίας, καί σωφροσύνης κέρας.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Δρόσον θεϊκήν, ὑψόθεν ἐπόμβρισον, τοῖς ἀνυμνοῦσε σε, καί τήν θείαν μνήμην σου, ἐπιτελοῦσι λαμπροῖς ἐν ᾄσμασιν, ἀθλητομῆτορ ἔνδοξε, Εὐβούλη πάνσεμνε, ἵνα πάντες, δόξαν ἀναπέμπωμεν, ἀφθαρσίας τῷ γέρα σοι νείμαντι.
Ὥσπερ πρός Θεόν, μεσίτριαν ἔνθερμον, ἡμεῖς προβάλλομεν, σέ, Θεοχαρίτωτε, Εὐβούλη, μῆτερ Παντελεήμονος, τοῦ κραταιοῦ καί μνήμην σου, τήν θείαν ἄγοντες, ἐκβοῶμεν· τά ἡμῶν προσάγαγε, εὐμενῶς πρός τόν Κτίστην αἰτήματα.
Χαῖρε, ἀθλητοῦ, Εὐβούλη, ἀλκίφρονος, ῥίζα ἡ ἔνθεος, οἱ πιστοί κραυγάζοντες, ἀναβοῶμεν· τῶν σῶν ἐντεύξεων, δρεπάνῃ ῥιζοτόμησον τά ἀνομήματα, τῶν σπευδόντων, χάριτι τῇ θείᾳ σου, καί ἡμῖν ἀκακίαν ἐμφύτευσον.
Θεοτοκίον.
Μέμνησο ἡμῶν, τῶν ὕμνοις τιμώντων σε, Θεογεννήτρια, καί φαιδροῖς ἐν ᾄσμασι, τελούντων μνήμην, τῆς οὐρανόφρονος, Εὐβούλης, ἵνα πάντοτε, Σέ μεγαλύνοντες, τόν Υἱόν Σου καί Σωτῆρα κτίσεως, εἰς αἰῶνας αἰώνων δοξάζομεν.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Τόν σόν υἱόν βαστάσασα, ἐν ταῖς σεπταῖς ἀγκἀλαις σου, πίστεως γάλακτι θείῳ, αὐτόν διέθρεψας, μῆτερ, Εὐβούλη, καί πρεσβείαις σου, ὑψόθεν κατηξίωσας, αὐτόν ἀνῦσαι στάδιον, τοῦ μαρυρίου γενναίως, ὑπέρ Χριστοῦ τοῦ Σωτῆρος.
Θεοτοκίον.
Ἁγιωσύνης πρότυπον, Παρθένε ἀπειρόγαμε, τήν ἐναγῆ μου καρδίαν, τῇ δαψιλῇ χαριτί Σου, ἁγίασον, κραυγάζω Σοι, καί οὐρανοπολίτην με, δεῖξον, χαρᾶς τῆς κρείττονος, ἵνα ὁ τάλας τρυφήσω, καί εὐφροσύνης ἀλήκτου.
Αἶνοι. Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος.
Σύζυξ Εὐστοργίου πάνσεμνε, ἀψύχων λίθων, τοῦ φεῦ, λάτρου πίστιν πατρώαν σου, εἰς Χριστόν ἐτήρησας, ἄχρι τέλους ἀνόθευτον, καί ὥσπερ κόνιν τά φληναφλήματα, αὐτοῦ δυνάμει, Θεοῦ ἐσκόρπισας, διατηρήσασα, πῦρ τῆς ἀγαπήσεως τοῦ Ἰησοῦ, ἐν καρδίᾳ ἄσβεστον, Εὐβούλη ἔνθεε.
Μήτηρ Ἀθλητοῦ στεῤῥόφρονος, τοῦ καί ἰαματικοῦ, θείου Παντελεήμονος, ἐν τῇ φάτνῃ πίστεως, τοῦ Χριστοῦ ἐσπαργάνωσας, αὐτόν, Εὐβούλη, τῆς εὐσεβείας σου, τῇ θείᾳ θέρμῃ αὐτόν ἐτύλιξας, καί τῷ σῷ γάλακτι, ἀρετῆς διέθρεψας αὐτόν μαζῶν, ἐκ τῶν σῶν, πανεύφημε, γυναίων κόσμημα.
Γνώμῃ φιλοθέῳ δίαυλον, σῆς ἐπί γῆς βιοτῆς, διελθοῦσα τόν βέβηλον, ὄντως καί ἀρχέκακον, ἀληθῶς ἐθριάμβευσας, ἐχθρόν, Εὐβούλη, καί δόξης στέφανον, παρά Κυρίου ἀλήκτου εἴληφας· ὅθεν τήν μνήμην σου, την ἁγίαν σήμερον χαρμονικῶς, ἐκτελοῦντες μέλπομεν, τόν σέ δοξάσαντα.
Ἴδε τῆς ψυχῆς τό ἄλγος μου, νοσούσης, οἴμοι, δεινῶς, ἀτιμίας τοῖς πάθεσι, καί ζωήν μου ῥύθμισον, μετανοίας ταῖς πράξεσιν, Εὐβούλη θεία, Παντελεήμονος, τοῦ Ἀθλοφόρου, μῆτερ πανένδοξε, ἵνα γεραίρω σε, σύν τῷ θείῳ τέκνῳ σου καί τάς σεπτάς, ἐκζητῶ πρεσβείας σου, πρός τόν Παντάνακτα.
Δόξα. Ἦχος πλ. α΄.
Τοῦ Παρακλήτου ἡ χάρις σκηνώσασα, ἐν τῇ καθαρωτάτῃ σου ψυχῇ, ὄργανον θεοκίνητον πίστεως, καί μητρικῆς ἀγάπης σε ἀνέδειξεν, Εὐβούλη ἀξιάγαστε· ἀνεπιλήπτῳ γάρ βίῳ διέλαμψας ἐν τῇ Νικομηδείᾳ, καί φιλοστόργως τόν υἱόν σου Παντελεήμονα ἴθυνας, πρός ἀφθαρσίας σκηνώσεις δι’ ἐννόμου ἀθλήσεως· κατεύθυνον οὖν καί ἡμᾶς τούς ὕμνοις τιμῶντας σε, πρός ἀϊδιότητος δόμους πανευφροσύνους, δεόμεθα, ταῖς σαῖς ἀδιαλείπτοις δεήσεσι, πρός τόν Φιλάνθρωπον Κύριον.
Καὶ νῦν. Θεοτοκίον
Ναὸς καὶ πύλη ὑπάρχεις, παλάτιον καὶ θρόνος τοῦ Βασιλέως, Παρθένε πάνσεμνε, δι' ἧς ὁ λυτρωτής μου Χριστὸς ὁ Κύριος, τοῖς ἐν σκότει καθεύδουσιν ἐπέφανεν, Ἥλιος ὑπάρχων δικαιοσύνης, φωτίσαι θέλων οὓς ἔπλασε, κατ' εἰκόνα ἰδίαν χειρὶ τῇ ἑαυτοῦ. Διὸ Πανύμνητε, ὡς μητρικὴν παῤῥησίαν πρὸς αὐτὸν κεκτημένη, ἀδιαλείπτως πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία Μεγάλη καί Ἀπόλυσις.
Μεγαλυνάριον.
Τοῦ Παντελεήμονος τοῦ σεπτοῦ, τήν μητέρα πάντες, ἀνυμνήσωμεν εὐλαβῶς, τήν ἐν νουθεσίᾳ ἐκθρέψασαν Κυρίου, αὐτόν, σεμνήν Εὐβούλην, τήν παναοίδημον.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου